Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΛΗ΄-Μ΄: Πνευματικά μέτρα και οι δύο εργασίες του ανθρώπου

Η πνευματική πρόοδος από τον φόβο στην αγάπη του Θεού, η πλήρης νέκρωση έναντι του κόσμου και η μετάβαση του ασκητή στην ανώτερη σφαίρα της θεωρίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 5 από 11

ΛΟΓΟΣ ΛΗʹ ΠΕΡΙ ΤΟΥ ΣΥΝΙΕΝΑΙ ΕΝ ΠΟΙΩι ΜΕΤΡΩι ΙΣΤΑΤΑΙ ΤΙΣ ΕΚ ΤΩΝ ΚΙΝΟΥΜΕΝΩΝ ΕΝ ΑΥΤΩι ΛΟΓΙΣΜΩΝ Ἄνθρωπος ὅσον ἐστὶν ἐν ἀμελείᾳ, ἐκ τῆς ὥρας τοῦ θανάτου φοβεῖται, ὅτε δὲ ἀπαντήσει τῷ Θεῷ, ἐκ τῆς ἀπαντήσεως τῆς κρίσεως, ὅταν δὲ ὁλοτελῶς ἔλθῃ εἰς τοὔμπροσθεν ἐν τῇ ἀγάπῃ, ταῦτα τὰ δύο καταπίνονται. Πῶς δὲ τοῦτο; Ὅτι, ὅτε ἐν τῇ γνώσει καὶ τῇ πολιτείᾳ τοῦ σώματος ἵσταταί τις, ἐκ τοῦ θανάτου πτοεῖται, καὶ ὅταν ἐν τῇ γνώσει τῇ ψυχικῇ καὶ τῇ ἀγαθῇ πολιτείᾳ γένηται, ἐν τῇ μνήμῃ τῆς κρίσεως τῆς μελλούσης κινεῖται ἡ διάνοια αὐτοῦ ἐν πάσῃ ὥρᾳ. Διότι ἐν αὐτῇ τῇ φύσει ὀρθῶς ἵσταται καὶ ἐν τῇ τάξει τῇ ψυχικῇ κινεῖται καὶ ἀναστρέφεται ἐν τῇ γνώσει ἑαυτοῦ καὶ τῇ πολιτείᾳ, καὶ πρὸς τὸν πλησιασμὸν τοῦ Θεοῦ καλῶς καθίσταται. Ὅταν δὲ φθάσῃ τὴν γνῶσιν ἐκείνην τῆς ἀληθείας ἐν τῇ κινήσει τῆς αἰσθήσεως τῶν μυστηρίων τοῦ Θεοῦ καὶ ἐν τῇ στερεώσει τῆς ἐλπίδος τῶν μελλόντων, ἐν τῇ ἀγάπῃ καταπίνεται.

Ἐκεῖνος ὁ σωμάτειος καὶ καθ’ ὁμοιότητα τοῦ ζώου φοβούμενος τὴν θυσίαν, ὁ λογικὸς δὲ ἐκ τῆς κρίσεως τοῦ Θεοῦ φοβεῖται, ὁ δὲ γενόμενος υἱός, εἰς τὴν ἀγάπην καλλωπίζεται καὶ οὐκ ἐν τῇ πτοούσῃ ῥάβδῳ παιδαγωγεῖται. «Ἐγὼ δὲ καὶ ὁ οἶκος τοῦ πατρός μου τῷ Κυρίῳ δουλεύσωμεν».

Ὁ φθάσας τὴν ἀγάπην τοῦ Θεοῦ, οὐκ ἔτι πάλιν ἐπιθυμεῖ διαμεῖναι ἐνταῦθα. Ἡ ἀγάπη γὰρ καταργεῖ τὸν φόβον. Ἀγαπητοί, διότι γέγονα μωρός, οὐχ ὑπομένω φυλάξαι τὸ μυστήριον ἐν σιωπῇ, ἀλλὰ γίνομαι ἄφρων, διὰ τὴν τῶν ἀδελφῶν ὠφέλειαν. Διότι αὕτη ἐστὶν ἡ ἀγάπη ἡ ἀληθινή, ἥτις οὐ δύναται ὑπομεῖναι ἔν τινι μυστηρίῳ ἐκ τῶν ἀγαπητῶν αὐτῆς.

Πολλάκις ὅτε ταῦτα ἔγραφον, ὑπελείποντό μου οἱ δάκτυλοι ἐπὶ τὸν χάρτην, καὶ οὐχ ὑπέφερον κατέναντι τῆς ἡδονῆς τῆς ἐμπιπτούσης ἐν τῇ καρδίᾳ μου καὶ τὰς αἰσθήσεις κατασιγαζούσης. Ὅμως μακάριος, οὗ ἡ ἀδολεσχία ἐν τῷ Θεῷ ἀεὶ καὶ ἑαυτὸν ἐκ πάντων κατέσχε τῶν κοσμικῶν καὶ πρὸς αὐτὸν μόνον γέγονεν ἐν τῇ ὁμιλίᾳ τῆς γνώσεως αὐτοῦ, καί, εἰ μακροθυμήσειεν, οὐ βραδύνει μακρὸν ἰδέσθαι καρπόν.

Ἡ χαρὰ ἡ ἐν Θεῷ ἰσχυροτέρα ἐστὶ τῆς ἐνταῦθα ζωῆς, καὶ ὁ εὑρὼν αὐτήν, οὐ μόνον εἰς τὰ πάθη οὐ περιβλέψεται, ἀλλ’ οὐδὲ ἐπὶ τὴν ἑαυτοῦ ζωὴν ἐπιστραφήσεται, οὐδὲ αἴσθησις ἑτέρα γενήσεται ἐκεῖθεν, εἰ ἐξ ἀληθείας γέγονεν αὕτη. Ἡ ἀγάπη γλυκυτέρα τῆς ζωῆς καὶ γλυκυτέρα ἡ κατὰ Θεὸν σύνεσις, ἐξ ἧς ἡ ἀγάπη τίκτεται ὑπὲρ μέλι καὶ κηρίον. Οὐκ ἔστι λύπη τῇ ἀγάπῃ δέξασθαι ὑπὲρ τῶν ἀγαπώντων αὐτὴν μέγαν θάνατον.

Ἡ ἀγάπη γέννημά ἐστι τῆς γνώσεως, καὶ ἡ γνῶσις γέννημά ἐστι τῆς ὑγείας τῆς ψυχῆς. Ἡ ὑγεία τῆς ψυχῆς ἐστι δύναμις, ἥτις ἐκ τῆς ὑπομονῆς τῆς μακρᾶς γέγονεν. Καὶ τί ἐστιν ἡ γνῶσις; Αἴσθησις τῆς ζωῆς τῆς ἀθανάτου.

Καὶ τί ἐστιν ἡ ζωὴ ἡ ἀθάνατος; Αἴσθησις ἐν Θεῷ. Ὅτι ἐκ τῆς συνέσεως ἡ ἀγάπη. Ἡ δὲ κατὰ Θεὸν γνῶσις βασιλεύς ἐστι πασῶν τῶν ἐπιθυμιῶν, καὶ τῇ δεχομένῃ καρδίᾳ αὐτήν, πᾶσα ἐν τῇ γῇ γλυκύτης περισσή ἐστι. Τῇ γὰρ γλυκύτητι τῆς ἐπιγνώσεως τοῦ Θεοῦ οὐκ ἔστιν οὐδὲν ὅμοιον.

Εὐχή. Κύριε, πλήρωσον τὴν καρδίαν μου ζωῆς αἰωνίου. Ζωὴ αἰώνιός ἐστι παράκλησις εἰς Θεόν, καὶ ὁ εὑρὼν παράκλησιν ἐν Θεῷ, περιττὴν ἡγεῖσθαι τὴν κοσμικήν. Πόθεν αἰσθάνεται ὁ ἄνθρωπος, ὅτι ἐδέξατο σοφίαν ἐκ τοῦ Πνεύματος; Ἐξ ἐκείνης τῆς διδασκούσης αὐτὸν ἐν τῷ κρυπτῷ αὐτοῦ καὶ ἐν ταῖς αἰσθήσεσι τοὺς τρόπους τῆς ταπεινώσεως.

Καὶ ἀποκαλύπτεται αὐτῷ ἐν τῇ διανοίᾳ αὐτοῦ, πῶς δεχθήσεται ἡ ταπείνωσις. Πόθεν δὲ αἰσθάνεταί τις, ὅτι ἔφθασεν αὐτήν; Ἐξ ὧν ἀηδίζεται ἀρεσθῆναι τῷ κόσμῳ ἐν ταῖς ἀναστροφαῖς αὐτοῦ ἢ τῷ λόγῳ, καὶ μισητή ἐστιν ἐν ὀφθαλμοῖς αὐτοῦ ἡ δόξα τοῦ κόσμου τούτου.

Καὶ τί εἰσι τὰ πάθη; Προσβολαί εἰσιν, αἵτινες ἐν τοῖς πράγμασι τοῦ κόσμου τούτου ἐτέθησαν, κινοῦσαι τὸ σῶμα πρὸς τὴν χρείαν αὐτοῦ τὴν ἀναγκαστικὴν καὶ οὐ παύονται προσβάλλουσαι, ὅσον οὗτος ὁ κόσμος ἐστίν. Ἄνθρωπος δὲ ἀξιωθεὶς τῆς χάριτος τῆς θείας καὶ γευσάμενος καὶ αἰσθηθείς τινος ὑπερέχοντος τούτων, οὐκ εἰσέρχεσθαι ταύτας εἰς τὴν ἑαυτοῦ καρδίαν ἀφίησιν. Ὅτι ἐν τῷ τόπῳ τῶν προσβολῶν κατεκράτησεν ἄλλη ἐπιθυμία κρείττων αὐτῶν. Καὶ οὔτε δὲ αὗται προσεγγίζουσι τῇ καρδίᾳ αὐτοῦ οὔτε τὰ τικτόμενα ἐξ αὐτῶν, ἀλλ’ ἵστανται ἔξω ἀργαί, οὐχ ὅτι προσβολαὶ οὔκ εἰσι τῶν παθῶν, ἀλλ’ ὅτι ἡ καρδία ἡ δεχομένη αὐτὰς νεκρά ἐστιν ἐν αὐταῖς καὶ ζῇ ἕν τινι ἄλλῳ· οὐχ ὅτι ἔληξεν ἐκ τῆς φυλακῆς τῆς διακρίσεως καὶ τῶν ἔργων, ἀλλ’ ὅτι οὐκ ἔστιν ἐν τῇ διανοίᾳ αὐτοῦ ὄχλησίς τινος. Ἐκορέσθη γὰρ ἡ συνείδησις αὐτοῦ ἀπὸ τρυφῆς ἄλλου τινός.

Καρδία ἡ δεξαμένη αἴσθησιν τῶν πνευματικῶν καὶ τῆς θεωρίας τοῦ μέλλοντος αἰῶνος ἐν ἀκριβεία, ἐν τοιούτῳ τρόπῳ γίνεται τῇ συνειδήσει ἐν τῇ μνήμῃ τῶν παθῶν, οἵῳ ἂν κεκορεσμένος ἄνθρωπος τροφῆς τιμίας γένοιτο ἐπὶ τροφῇ ἄλλῃ μὴ τοιαύτῃ παρακειμένῃ ἐνώπιον αὐτοῦ, μὴ προσέχων αὐτῇ τὸ παράπαν, μηδὲ ἐπιθυμῶν, ἀλλὰ μᾶλλον βδελυττόμενός τε καὶ ἀποστρεφόμενος· οὐ μόνον διὰ τὸ ἑαυτῆς βδελυρόν τε καὶ ἔμμυσον, ἀλλὰ καὶ διὰ τὸν κόρον τῆς προτέρας καλλίστης, ἧς ἐτράφη τροφῆς. Οὐχ ὥσπερ ὁ σκορπίσας τὸ μέρος αὑτοῦ καὶ ἐπιθυμήσας τῶν κερατίων, διὰ τὸ προφθάσαι σκορπίσαι τὸν πατρικὸν πλοῦτον ὃν εἶχε.

Καὶ πάλιν οὐκ ἔστιν, ὁ ἐμπιστευθεὶς θησαυρόν, καθεύδων. Ἐὰν φυλάξωμεν τὸν νόμον τῆς νήψεως καὶ τὸ ἔργον τῆς διακρίσεως ἐν γνώσει, ἐξ ὧν καρποῦται ἡ ζωή, παντελῶς ὁ ἀγὼν τῶν προσβολῶν τῶν παθῶν τῇ διανοίᾳ οὐ προσεγγίζει.

Οὐκ ἐκ τοῦ ἀγῶνος δὲ κωλύονται εἰς τὴν καρδίαν εἰσελθεῖν, ἀλλ’ ἐκ τοῦ κόρου τῆς συνειδήσεως καὶ ἐκ τῆς γνώσεως τῆς ψυχῆς, ἧς ἐπληρώθη, καὶ ἐκ τῆς ἐπιθυμίας τῶν θεωριῶν τῶν θαυμασίων τῶν εὑρισκομένων ἐν αὐτῇ. Ταῦτα ἐκώλυσαν τὰς προσβολάς, μὴ προσεγγίσαι αὐτῇ· οὐχ ὅτι ἐχωρίσθη ἐκ τῆς φυλακῆς, καθὼς εἶπον, καὶ τῶν ἔργων τῆς διακρίσεως, ἅπερ φυλάττουσι τὴν γνῶσιν τῆς ἀληθείας καὶ τὸ φῶς τὸ ψυχικόν, ἀλλ’ ὅτι οὐκ ἔχει ἀγῶνα ἡ διάνοια, διὰ τὰς αἰτίας, ἃς προείπομεν.

Τὸ βρῶμα γὰρ τῶν πτωχῶν τοῖς πλουσίοις βδελυκτόν ἐστιν, ὁμοίως καὶ τὸ βρῶμα τῶν ἀρρώστων τοῖς ὑγιαίνουσιν. Ἀλλ’ ὁ πλοῦτος καὶ ἡ ὑγεία ἐκ τῆς νήψεως καὶ τῆς ἐπιμελείας συνίσταται. Ὅσον γὰρ ζῇ τις, χρήζει τῆς νήψεως καὶ τῆς ἐπιμελείας καὶ τοῦ ἐξυπνισμοῦ, τοῦ φυλάξαι τὸν ἑαυτοῦ θησαυρόν, ἐὰν δὲ τὸν ὅρον αὑτοῦ καταλείψῃ, νοῆσαι ἔχει καὶ κλαπῆναι.

Οὐ μέχρι δὲ τοῦ τὸν καρπὸν ἰδέσθαι δέον ἐργάζεσθαι, ἀλλ’ ἕως τῆς ἐξόδου χρεὼν ἀγωνίζεσθαι. Πολλάκις γὰρ τὸν καρπὸν πεπανθέντα, καταβάλλει ἐξάπινα χάλαζα. Ὁ μισγόμενος ἐν πράγμασι καὶ λύων ἑαυτὸν εἰς ὁμιλίας, οὐκ ἔτι πιστεύεται, ὅτι ἡ ὑγεία αὐτοῦ προσμεῖναι ἔχει ἐν αὐτῷ. Ὅταν προσεύχῃ, ταύτην τὴν προσευχὴν εἰπέ.

Κύριε, ἀξίωσόν με νεκρωθῆναι τῇ συνομιλίᾳ τοῦ αἰῶνος τούτου ἐν ἀληθείᾳ. Καὶ γίνῃ, ὅτι πᾶσαν δέησιν συνήγαγες. Ἀγώνισαι δὲ τὸ ἔργον τοῦτο πληρῶσαι ἐν σοί. Ἐὰν γὰρ τὸ ἔργον ἀκολουθήσῃ τῇ εὐχῇ, ἀληθῶς ἐν τῇ ἐλευθερίᾳ ἕστηκας τοῦ Χριστοῦ.

Νέκρωσις δὲ τοῦ κόσμου ἐστίν, οὐ τὸ ἀποστῆναι τῆς κοινωνίας τῆς ὁμιλίας τινὰ τῶν πραγμάτων αὐτοῦ μόνον, ἀλλὰ τὸ μὴ ἐπιθυμῆσαί τινος τῶν ἀγαθῶν αὐτοῦ ἐν τῇ ὁμιλίᾳ τῆς διανοίας αὐτοῦ. Ἐὰν ἐν τῇ μελέτῃ τῇ ἀγαθῇ ἐθίσωμεν ἑαυτούς, αἰσχυνόμεθα ἐκ τῶν παθῶν, ὅταν αὐτοῖς ἀπαντήσωμεν. Καὶ γινώσκουσι τοῦτο οἱ κτησάμενοι πεῖραν ἐν ἑαυτοῖς. Ἀλλὰ καὶ ἐκ τῶν αἰτιῶν τῶν παθῶν αἰσχυνθῆναι ἔχομεν προσεγγίσαι αὐτοῖς.

Ὅταν εἰς ἔργον τινὸς ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ ἀκολουθῆσαι ἐπιθυμῇς, δὸς κατὰ τῆς ἐπιθυμίας αὐτοῦ τὸν ὅρον τοῦ θανάτου, καὶ οὕτως ἐν τῷ πράγματι εἰς τὸν βαθμὸν τῆς μαρτυρίας ἀξιωθήσῃ ἀναδραμεῖν ἐφ’ ἕκαστον πάθος καὶ βλάβην τινὰ τῶν ἀπαντώντων σοι ἔσωθεν ἐκείνου τοῦ ὅρου οὐ μὴ καταλάβῃς, ἐὰν μέχρι τέλους ὑπομείνῃς καὶ μὴ χαυνωθῇς. Ἡ μελέτη τοῦ ἀσθενοῦς λογισμοῦ ἀσθενῆ ποιεῖ τὴν ἰσχὺν τῆς ὑπομονῆς, ἡ δὲ στερεὰ διάνοια καὶ τὴν δύναμιν, ἣν οὐκ ἔχει ἡ φύσις, παρέχει τῷ ἀκολουθοῦντι τῇ μελέτῃ αὐτῆς.

Εὐχή Κύριε, ἀξίωσόν με μισῆσαι τὴν ζωήν μου, διὰ τὴν ζωὴν τὴν ἐν σοί. Ἡ πολιτεία τοῦ κόσμου τούτου ὁμοία ἐστὶ τοῖς σχεδιάζουσί τινα γράμματα τῶν ἐν σχεδίοις ἀκμὴν ὑπαρχόντων καὶ ὅτε θέλει τις καὶ ἐπιθυμεῖ, προστίθησιν ἐν αὐτοῖς καὶ ἀφαιρεῖται καὶ ποιεῖ ἐναλλαγὴν ἐν τοῖς γράμμασιν. Ἡ πολιτεία δὲ τῶν μελλόντων ὁμοία ἐστὶ τοῖς χειρογράφοις τοῖς γραφεῖσιν ἐν σωματίοις καθαροῖς καὶ σφραγισθεῖσιν ἐν τῇ σφραγῖδι τῇ βασιλικῇ, ἐν οἷς οὔτε προσθήκη οὔτε ἔλλειψις. Ὅσον οὖν ἐσμεν ἐν μέσῳ τῆς ἀλλοιώσεως, προσέχωμεν ἑαυτοῖς, καὶ ἡνίκα ἐξουσιάζομεν εἰς τὸ χειρόγραφον τῆς ζωῆς ἡμῶν, ὅπερ διὰ τῶν χειρῶν ἡμῶν γεγραφήκαμεν, ἀγωνισώμεθα ποιῆσαι ἐν αὐτῷ προσθήκην ἐν πολιτείᾳ ἀγαθῇ, καὶ ἀπαλείψωμεν ἐξ αὐτοῦ τὰ ἐλαττώματα τῆς πρώτης πολιτείας. Ὅσον γὰρ ἐν τῷ κόσμῳ τούτῳ ἐσμέν, οὐ τίθησιν ὁ Θεὸς τὴν σφραγῖδα, οὔτε ἐπὶ τοῖς ἀγαθοῖς οὔτε ἐπὶ τοῖς κακοῖς, ἕως τῆς ὥρας τῆς ἐξόδου, ἐν ᾗ τελειοῦται τὸ ἔργον τῆς πατρίδος ἡμῶν καὶ ἐρχόμεθα εἰς τὴν ἀποδημίαν.

Καὶ καθὼς εἶπεν ὁ ἅγιος Ἐφραΐμ· Πρέπει λογίζεσθαι ἡμᾶς, ὅτι ὁμοία ἐστὶν ἡ ψυχὴ ἡμῶν πλοίῳ ἑτοίμῳ, μὴ γινώσκοντι πότε ἐπέρχεται αὐτῷ ὁ ἄνεμος, καὶ στρατῷ, μὴ εἰδότι πότε σαλπίσει ἡ πολεμικὴ σάλπιγξ. Καὶ ἐὰν ταῦτά φησι διὰ τὴν διαφορὰν τὴν μικρὰν οὕτως, ἃ καὶ ἴσως στρέφονται πάλιν, πόσον δέον ἄρα ἡμᾶς εὐτρεπίζεσθαι καὶ προπαρασκευάζεσθαι πρὸ ἐκείνης τῆς ἡμέρας τῆς ἀποτόμου καὶ γεφύρας καὶ θύρας τοῦ καινοῦ αἰῶνος;

Δῴη ἡμῖν ὁ Χριστὸς ὁ μεσίτης τῆς ζωῆς ἡμῶν ἑτοιμασίαν, ἐπερείδεσθαι ἐκείνῃ τῇ ἀποφάσει τῆς προσδοκίας, ὁ ἔχων τὴν δόξαν καὶ τὴν προσκύνησιν καὶ τὴν εὐχαριστίαν εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΛΟΓΟΙ ΛΘʹ—Μʹ ΠΕΡΙ ΤΗΣ ΑΓΓΕΛΙΚΗΣ ΚΙΝΗΣΕΩΣ ΤΗΣ ΠΡΟΣ ΠΡΟΚΟΠΗΝ ΤΗΣ ΨΥΧΗΣ ΕΝ ΤΟΙΣ ΠΝΕΥΜΑΤΙΚΟΙΣ ΔΙΑ ΤΗΣ ΠΡΟΝΟΙΑΣ ΤΟΥ ΘΕΟΥ ΕΞΥΠΝΙΖΟΜΕΝΗΣ ΕΝ ΗΜΙΝ <ΠΕΡΙ ΠΡΩΤΗΣ ΕΡΓΑΣΙΑΣ ΕΝ ΤΩι ΑΝΘΡΩΠΩι> Πρώτη ἔννοια ἡ ἐκ τῆς φιλανθρωπίας τοῦ Θεοῦ ἐμπίπτουσα ἐν τῷ ἀνθρώπῳ, ἡ ὁδηγοῦσα τὴν ψυχὴν εἰς τὴν ζωήν, περὶ τῆς ἐξόδου τῆς φύσεως ταύτης ἐμπίπτει τῇ καρδίᾳ. Τούτῳ τῷ λογισμῷ ἀκολουθεῖ φυσικῶς ἡ καταφρόνησις τοῦ κόσμου, καὶ ἐκ τούτου ἔρχεται ἐν τῷ ἀνθρώπῳ πᾶσα κίνησις ἀγαθή, ἡ ὁδηγοῦσα αὐτὸν εἰς τὴν ζωήν. Καὶ ὥσπερ θεμέλιόν τινα τίθησιν ἐν τῷ ἀνθρώπῳ ἡ θεϊκὴ δύναμις ἡ ἀκολουθοῦσα αὐτῷ, ὅτε θελήσει φανερῶσαι ἐν αὐτῷ τὴν ζωήν. Ταύτην τὴν ἔννοιαν, ἣν εἰρήκαμεν, ἐὰν μὴ σβέσῃ αὐτὴν ὁ ἄνθρωπος ἐν ταῖς συμπλοκαῖς ταῖς βιωτικαῖς καὶ τῇ ματαιολογίᾳ, ἀλλὰ αὐξήσῃ ταύτην τὴν ἔννοιαν ἐν ἡσυχίᾳ καὶ διαμένῃ ἐν αὑτῷ θεωρῶν καὶ σχολάζων ἐν αὐτῇ, πρὸς τὴν θεωρίαν τὴν βαθεῖαν τὴν μὴ δυναμένην ἐκφρασθῆναι ὑπό τινος ἄγει αὑτόν.

Τοῦτον τὸν λογισμὸν ὁ σατανᾶς πολλὰ μισεῖ καὶ ἐν πάσῃ δυνάμει αὑτοῦ πολεμεῖ ἐκτίλαι αὐτὸν ἐκ τοῦ ἀνθρώπου, καὶ εἰ δυνατὸν ἦν, ἐδίδου αὐτῷ τὴν βασιλείαν ὅλου τοῦ κόσμου, μόνον ἵνα τῷ περισπασμῷ ἀπαλείψῃ ἐκ τῆς διανοίας τοῦ ἀνθρώπου τὸν τοιοῦτον λογισμόν. Καὶ εἰ ἐδύνατο, ὡς εἴρηται, ἐποίει τοῦτο προθύμως. Γινώσκει γὰρ ὁ δόλιος, ὅτι, ἐὰν ὁ λογισμὸς οὗτος διαμείνῃ ἐν τῷ ἀνθρώπῳ, οὐκ ἔτι ἡ διάνοια αὐτοῦ ἐν τῇ γῇ ταύτῃ τῆς πλάνης ἵσταται, καὶ αἱ μηχαναὶ αὐτοῦ πρὸς αὐτὸν οὐκ ἐγγίζουσι.

Οὐχὶ περὶ τοῦ πρώτου ἐκείνου λογισμοῦ τοῦ κινοῦντος ἐν ἡμῖν τὴν μνήμην τοῦ θανάτου ἐν τῇ ὑπομνήσει αὐτοῦ λογισόμεθα τοῦτον, ἀλλὰ περὶ τοῦ πληρώματος τοῦ πράγματος τούτου, τοῦ ἐντιθεμένου ἐν τῷ ἀνθρώπῳ τὴν μνήμην αὐτοῦ ἀχωρίστως καὶ ἐν τῇ ἀδολεσχίᾳ αὐτοῦ εἰς τὸ θαυμάσαι αὐτὸν συνιστῶντος αὐτὸν πάντοτε. Ἐκεῖνος γὰρ ὁ λογισμός ἐστι σωματικός, οὗτος δὲ θεωρία ἐστὶ πνευματικὴ καὶ χάρις θαυμαστή.

Καὶ ἐννοίαις λαμπραῖς ἡ θεωρία αὕτη ἐνδεδυμένη ἐστί, καὶ ὁ ἔχων αὐτήν, τὸν κόσμον τοῦτον πάλιν οὐκ ἐξετάζει καὶ πρὸς τὸ σῶμα αὑτοῦ οὐκ ἐμμένει. Ἀληθῶς ὄντως, ὦ ἀγαπητοί, εἰ ἀφῆκεν ὁ Θεὸς τὴν ἀληθῆ ταύτην θεωρίαν πρὸς τοὺς ἀνθρώπους ὀλίγον καιρόν, εἶχεν ἂν ὁ κόσμος οὗτος διαμεῖναι ἀδιάδοχος. Αὕτη ἡ θεωρία δεσμός ἐστιν, οὗτινος ἔμπροσθεν ἡ φύσις οὐ δύναται στῆναι, καὶ τῷ λαμβάνοντι ταύτην τὴν ἀδολεσχίαν ἐν τῇ ψυχῇ αὑτοῦ, χάρις ἐστὶν ἐκ τοῦ Θεοῦ ἰσχυροτέρα πασῶν ἐργασιῶν τῶν ἰδικῶν, ἥτις δίδοται τοῖς ἐν τῇ τάξει τῇ μέσῃ οὖσι, τοῖς ἐν εὐθύτητι καρδίας ἐπιθυμοῦσι τὴν μετάνοιαν. Καὶ δίδοται ἀκριβῶς οἷς γινώσκει ὁ Θεός, ὅτι πρέπει αὐτοὺς ἀναχωρῆσαι ἀληθῶς ἐκ τοῦ κόσμου τούτου πρὸς τὴν κρείττονα ζωήν, διὰ τὸ θέλημα αὐτῶν τὸ ἀγαθόν, ὅπερ εὗρεν ἐν αὐτοῖς, αὐξάνει δὲ καὶ διαμένει πρὸς αὐτοὺς ἐν τῇ οἰκήσει τῇ ἀναχωρητικῇ καὶ ἰδιαζούσῃ.

Ταύτην ἐν εὐχαῖς αἰτησώμεθα, ὑπὲρ τούτης ἀγρυπνίας μακρὰς ποιήσωμεν, καὶ ὡς χάριν μὴ ἔχουσαν ὁμοίωσιν, μετὰ δακρύων παρὰ τοῦ Κυρίου, ἵνα παράσχῃ αὐτὴν ἡμῖν αἰτήσωμεν, καὶ οὐκ ἔτι πάλιν ἀτονήσωμεν ἐν τῷ μόχθῳ τοῦ κόσμου τούτου. Αὕτη ἡ ἀρχὴ τῶν λογισμῶν τῆς ζωῆς, ἡ τελειοῦσα ἐν τῷ ἀνθρώπῳ τὸ πλήρωμα τῆς δικαιοσύνης.

[ΛΟΓΟΣ Μʹ] ΠΕΡΙ ΔΕΥΤΕΡΑΣ ΕΡΓΑΣΙΑΣ ΕΝ ΤΩι ΑΝΘΡΩΠΩι Ἐργασία ἑτέρα μετὰ ταύτην, ὅτε πορεύεται ἄνθρωπος καλῶς ἐν πολιτείᾳ ἀγαθῇ καὶ φθάσει ἀνελθεῖν τὸν βαθμὸν τῆς μετανοίας καὶ ἐγγίσει γεύσασθαι τῆς θεωρίας καὶ τῆς ἐργασίας αὐτῆς, ὅταν καταλάβῃ αὐτὸν χάρις ἄνωθεν γεύσασθαι τῆς ἡδύτητος τῆς γνώσεως τοῦ Πνεύματος. Ἡ ἀρχὴ αὐτοῦ ἐστιν ἐντεῦθεν.

Προηγουμένως περὶ τῆς προνοίας τοῦ Θεοῦ τῆς ἐπὶ τῷ ἀνθρώπῳ βεβαιοῦται καὶ ἐν τῇ ἀγάπῃ αὐτοῦ τῇ πρὸς τὸν κτίστην φωτίζεται καὶ τῇ συστάσει τῶν λογικῶν καὶ τῇ ἐπιμελείᾳ αὐτοῦ τῇ πολλῇ περὶ αὐτῶν ὁμοῦ θαυμάζει. Ἐντεῦθεν ἄρχεται ἐν αὐτῷ ἡ ἡδύτης τοῦ Θεοῦ καὶ ἡ πύρωσις τῆς ἀγάπης αὐτοῦ, τῆς ἐν τῇ καρδίᾳ καιομένης, τῆς καιούσης τὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος. Καὶ ταύτης τῆς δυνάμεως αἰσθάνεταί τις, ὅτε ἐν πάσαις φύσεσι τῆς κτίσεως καὶ ἐν παντὶ πράγματι συναντῶντι αὐτῷ ἀδολεσχήσει συνετῶς καὶ ἐξετάσει καὶ διακρίνει ἐν αὐτοῖς πνευματικῶς.

Ὅθεν διὰ πολλῆς καὶ θείας τοιαύτης ἐπιμελείας καὶ ἀγαθῆς συνειδήσεως, τότε ἄρχεται ὁ ἄνθρωπος κινεῖσθαι εἰς θεῖον ἔρωτα καὶ ἅπαξ μεθύσκεται ἐν αὐτῇ ὡς ἐν οἴνῳ, καὶ διαλύονται αὐτοῦ τὰ μέλη, καὶ διαμένει ἡ διάνοια αὐτοῦ ἐκπληττομένη, καὶ αἰχμαλωτίζεται ἡ καρδία αὐτοῦ ὀπίσω τοῦ Θεοῦ. Καὶ γίνεται οὕτω, καθὼς εἶπον, ὥσπερ τις μεθυσκόμενος ἀπὸ οἴνου.

Καὶ ὅσον ἐνδυναμοῦνται αἱ αἰσθήσεις αἱ ἐσωτικαί, τοσοῦτον ἐνδυναμοῦται καὶ αὕτη ἡ θεωρία. Καὶ ὅσον ἀγωνίζεται πολιτεύεσθαι καλῶς καὶ φυλάξαι καὶ ἐργάζεσθαι ἐν τῇ ἀναγνώσει καὶ ἐν ταῖς εὐχαῖς, τοσοῦτον στερεοῦται καὶ βεβαιοῦται ἐν αὐτῷ ἡ δύναμις αὐτῆς. Ὄντως ἀληθῶς, ὦ ἀδελφοί, τοῦτο ἔρχεται ἐν καιρῷ τοῦ μνημονεῦσαι ἑαυτοῦ, οὐ γινώσκει ὅτι φορεῖ τὸ σῶμα τοῦτο καὶ ὅτι ἐστὶν ἐν τῷ κόσμῳ τούτῳ.

Αὕτη ἡ ἀρχὴ τῆς θεωρίας τῆς πνευματικῆς ἐν τῷ ἀνθρώπῳ καὶ αὕτη ἡ ἀρχὴ πασῶν τῶν ἀποκαλύψεων τῆς διανοίας, καὶ ἐν αὐτῇ ἡ διάνοια αὐξάνεται ἐν τοῖς κρυπτοῖς καὶ ἐνδυναμοῦται, καὶ ἐν αὐτῇ ἐκβιβάζεται πρὸς τὰς ἄλλας τὰς ὑπερβαινούσας τὴν φύσιν τὴν ἀνθρωπίνην. Καὶ συντόμως λέγω, ὅτι ἐν τῇ χειρὶ αὐτῆς μετανίστανται πρὸς τὸν ἄνθρωπον πᾶσαι αἱ θεῖαι θεωρίαι καὶ ἀποκαλύψεις τοῦ Πνεύματος, ἃς δέχονται οἱ ἅγιοι ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἅπερ ἡ φύσις γνῶναι δύναται ἐν τῇ ζωῇ ταύτῃ χαρίσματα καὶ ἀποκαλύψεις.

Αὕτη ἡ ῥίζα τῆς αἰσθήσεως ἡμῶν, ἡ παρὰ τοῦ δημιουργοῦ ἡμῶν ἐν ἡμῖν τιθεμένη. Μακάριος ἄνθρωπος, ὃς ἐφύλαξε τοῦτον τὸν σπόρον τὸν ἀγαθὸν ὅταν πέσῃ ἐν τῇ ψυχῇ αὐτοῦ, καὶ ηὔξησεν αὐτὸν καὶ οὐκ ἐσκόρπισεν αὐτὸν ἐξ ἑαυτοῦ ἐν τοῖς ματαίοις καὶ ἐν τῷ μετεωρισμῷ τῶν παρερχομένων.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.