Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΛΕ΄-ΛΖ΄: Πνευματική ανύψωση, εγρήγορση και ο ρόλος των πειρασμών

Η αποταγή των κοσμικών μεριμνών για την επίτευξη της θεωρίας, η αποφυγή της αναζήτησης ορατών θαυμάτων και η σημασία των θλίψεων στη διαφύλαξη της ταπεινοφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 4 από 11

ΛΟΓΟΣ ΛΕʹ ΠΕΡΙ ΤΟΥ ΔΙΑΤΙ ΟΙ ΑΝΘΡΩΠΟΙ ΟΙ ΨΥΧΙΚΟΙ ΕΝ ΤΗι ΓΝΩΣΕΙ ΠΕΡΙΒΛΕΠΟΥΣΙΝ ΕΙΣ ΠΝΕΥΜΑΤΙΚΑ ΤΙΝΑ ΚΑΤΑ ΤΗΝ ΤΩΝ ΣΩΜΑΤΩΝ ΠΑΧΥΤΗΤΑ ΚΑΙ ΠΩΣ ΔΥΝΑΤΑΙ ΥΨΩΘΗΝΑΙ Η ΔΙΑΝΟΙΑ ΕΚ ΤΑΥΤΗΣ. ΚΑΙ ΤΙΣ ΕΣΤΙΝ Η ΑΙΤΙΑ ΤΟΥ ΜΗ ΕΛΕΥΘΕΡΩΘΗΝΑΙ ΕΞ ΑΥΤΗΣ. ΚΑΙ ΠΟΤΕ ΚΑΙ ΕΝ ΠΟΙΩι ΔΥΝΑΤΟΝ ΕΜΜΕΙΝΑΙ ΤΗΝ ΔΙΑΝΟΙΑΝ ΕΚΤΟΣ ΦΑΝΤΑΣΙΑΣ ΕΝ ΤΗι ΩΡΑι ΤΗΣ ΛΙΤΗΣ Εὐλογημένη ἡ τιμὴ τοῦ Κυρίου, τοῦ ἀνοίγοντος θύραν ἔμπροσθεν ἡμῶν, ἵνα μὴ σχῶμεν αἴτησιν, εἰ μὴ τὴν εἰς αὐτὸν ἐπιθυμίαν. Οὕτω γὰρ καταλιμπάνομεν πάντα καὶ εἰς τὴν καταδίωξιν αὐτοῦ μόνον ἐξέρχεται ἡ ψυχή, ὡς μὴ ἔχειν τινὰ μέριμναν κωλύουσαν αὐτὴν κατέναντι τῆς θεωρίας ἐκείνης τοῦ Κυρίου. Καθ’ ὅσον γάρ, ἀγαπητοί, ἀφίησιν ἡ διάνοια τὴν μέριμναν τούτων τῶν ὁρατῶν καὶ φροντίζει ἐν τῇ ἐλπίδι τῶν μελλόντων κατὰ τὸ μέτρον τῆς ὑψώσεως αὐτῆς ἐκ τῆς μερίμνης τοῦ σώματος καὶ τῆς μελέτης αὐτῆς ἐν ἐκείνῃ, κατὰ τοσοῦτον λεπτύνεται καὶ γίνεται διαυγὴς ἐν τῇ εὐχῇ. Καὶ καθ’ ὅσον ἐλευθεροῦται τὸ σῶμα ἐκ τῶν δεσμῶν τῶν πραγμάτων, κατὰ τοσοῦτον καὶ ἡ διάνοια. Καὶ καθ’ ὅσον ἡ διάνοια τῶν δεσμῶν τῶν φροντίδων ἐλευθεροῦται, κατὰ τοσοῦτον τηλαυγὴς γίνεται. Καὶ καθ’ ὅσον τηλαυγὴς γίνεται, λεπτύνεται καὶ ὑψοῦται ἐκ τῶν νοημάτων τοῦ αἰῶνος τούτου, τοὺς βαστάζοντος τοὺς τρόπους τῆς παχύτητος. Καὶ τότε γινώσκει ἡ διάνοια θεωρεῖν ἐν Θεῷ κατ’ αὐτόν, καὶ οὐ καθὼς ἡμεῖς.

Ἐὰν γὰρ μὴ πρῶτον ὁ ἄνθρωπος τῆς ἀποκαλύψεως ἄξιος γένηται, οὐ δύναται γνῶναι αὐτήν. Καὶ ἐὰν μὴ ἔλθῃ εἰς καθαρότητα, οὐ δύναται εἶναι τὰ νοήματα τηλαυγῆ, τοῦ θεωρῆσαι τὰ κρυπτά. Καὶ ἕως ἂν ἐλευθερωθῇ ἐκ πάντων τῶν ὁρατῶν τῶν ὁρωμένων ἐν τῇ κτίσει αὐτῶν, οὐκ ἐλευθεροῦται ἐκ τῶν νοημάτων τῶν περὶ αὐτῶν, οὐδὲ ἀργὸς γίνεται ἐκ τῶν λογισμῶν τῶν σκοτεινῶν. Καὶ ἔνθα ἡ σκοτία καὶ ἡ πλοκὴ τῶν λογισμῶν, καὶ τὰ πάθη ἐκεῖ. Ἐὰν γὰρ μὴ ἐλευθερωθῇ ὁ ἄνθρωπος ἐκ τούτων, ὧν εἴπομεν, καὶ τῶν αἰτιῶν αὐτῶν, οὐ μὴ θεάσηται ἐν τοῖς κρυπτοῖς ἡ διάνοια.

Διὰ τοῦτο πρὸ πάντων τὴν ἀκτημοσύνην ἐκέλευσεν ὁ Κύριος κρατῆσαι καὶ ἀποστῆναι τῆς ταραχῆς τοῦ κόσμου καὶ λυθῆναι ἐκ τῆς μερίμνης πάντων τῶν ἀνθρώπων, «ὅστις», λέγων, «οὐκ ἀποτάσσεται πάση τῇ ἀνθρωπότητι καὶ πᾶσι τοῖς ἑαυτοῦ, καὶ ἀρνεῖται ἑαυτόν, οὐ δύναταί μου εἶναι μαθητής».

Ἵνα γὰρ μὴ ἡ διάνοια ἐν πᾶσι βλαβῇ, ἐν θεωρίᾳ, ἐν ἀκοῇ, ἐν μερίμνῃ τῶν πραγμάτων, ἐν ἀφανισμῷ αὐτῶν, ἐν αὐξήσει αὐτῶν, ἐν ἀνθρώπῳ, καὶ διὰ τὸ δεσμῆσαι αὐτὴν ἐν τῇ ἐλπίδι μόνῃ τῇ πρὸς αὐτόν, ἔτρεψε πᾶσαν μέριμναν τῶν λογισμῶν καὶ ἐν ἑαυτῷ πᾶσαν μέριμναν ἐδέσμησε τοῦ φρονήματος ἐν τῇ λύσει πάντων, ἵνα ἐκ τούτου ὀρεγώμεθα τῆς ὁμιλίας αὐτοῦ ἐν τῇ διαμονῇ τῆς μερίμνης ἡμῶν τῆς περὶ αὐτόν.

Πολλὰ καὶ γυμνασίας πάλιν χρῄζει ἡ εὐχή, ἵνα διὰ τοῦ μακροῦ χρόνου τοῦ ἐν αὐτῇ σοφισθῇ ἡ διάνοια. Μετὰ γὰρ τὴν ἀκτημοσύνην τὴν λύουσαν τὰ νοήματα ἡμῶν ἐκ τῶν δεσμῶν, διαμονὴν θέλει ἡ εὐχή. Ὅτι ἐκ τῆς διαμονῆς τοῦ καιροῦ λαμβάνει ἡ διάνοια τὴν γυμνασίαν καὶ γινώσκει ἀποδιῶξαι τὸν λογισμὸν ἀπ’ αὐτῆς καὶ μανθάνει ἐκ τῆς πολλῆς πείρας ἅπερ παρ’ ἄλλου δέξασθαι οὐ δύναται. Ἑκάστη γὰρ πολιτεία γινομένη αὔξησιν λαμβάνει ἐκ τῆς πολιτείας τῆς πρὸ αὐτῆς καὶ τὰ πρὸ αὐτῆς ζητεῖται εἰς εὕρεσιν τῶν μετ’ αὐτήν. Τὴν εὐχήν, προλαμβάνει ἀναχώρησις, καὶ αὕτη ἡ ἀναχώρησις, διὰ τὴν εὐχήν, καὶ αὕτη ἡ εὐχή, ἵνα κτησώμεθα τὴν ἀγάπην τοῦ Θεοῦ, ὅτι ἐξ αὐτῆς εὑρίσκονται αἱ αἰτίαι, ἵνα ἀγαπήσωμεν τὸν Θεόν.

Καὶ τοῦτο δὲ πρέπον γνῶναι ἡμᾶς, ἀγαπητοί, ὅτι ἑκάστη ὁμιλία ἐν κρυπτῷ γινομένη καὶ πᾶσα μέριμνα ἀγαθῆς διανοίας ἐν Θεῷ καὶ πᾶσα τῶν πνευματικῶν μελέτη ἐν τῇ εὐχῇ ὁρίζεται καὶ ἐν τῷ ὀνόματι τῆς εὐχῆς ψηφίζεται καὶ ἔσωθεν τούτου συνάγεται τοῦ ὀνόματος. Εἴτε ἀναγνώσεων εἴποις διαφοράς, εἴτε φωνὰς στόματος εἰς δοξολογίαν Θεοῦ, εἴτε λυπηρὰν ἐν Κυρίῳ φροντίδα, εἴτε σώματος προσκυνήσεις, εἴτε ψαλμῳδίαν στιχολογίας, εἴτε τὰ λοιπὰ ἄλλα, ἐξ ὧν ἡ διδαχὴ ἐπιγίνεται τῆς εὐχῆς τῆς εἰλικρινοῦς, ἐξ ἧς ἡ ἀγάπη γεννᾶται τοῦ Θεοῦ. Ἡ γὰρ ἀγάπη ἐκ τῆς εὐχῆς, καὶ ἡ εὐχὴ ἐκ τῆς διαγωγῆς τῆς ἀναχωρήσεως. Ταύτης δὲ τῆς ἀναχωρήσεως εἰς τοῦτο χρήζομεν, εἰς τὸ ἔχειν ἡμᾶς τόπον ἀδολεσχῆσαι μόνους μετὰ τοῦ Θεοῦ, τῆς δὲ ἀναχωρήσεως προηγεῖται ἡ τοῦ κόσμου ἀποταγή.

Ἐὰν γὰρ ὁ ἄνθρωπος μὴ ἀποτάξηται τῷ κόσμῳ πρῶτον καὶ εὐκαιρήσῃ ἐκ πάντων τῶν αὑτοῦ, οὐ δύναται μονωθῆναι. Καὶ οὕτω πάλιν τῆς ἀποταγῆς τοῦ κόσμου προηγεῖται ἡ ὑπομονή, καὶ τῆς ὑπομονῆς τὸ μῖσος τοῦ κόσμου, καὶ τοῦ μίσους τοῦ κόσμου ὁ φόβος καὶ ὁ πόθος. Ἐὰν γὰρ μὴ ἐκφοβήσῃ τὴν διάνοιαν ὁ φόβος τῆς γεέννης καὶ εἰς ἔφεσιν τῶν μακαρισμῶν ἐλθεῖν ὁ πόθος ποιήσῃ, οὐ κινηθήσεται ἐν αὐτῷ τὸ μῖσος τούτου τοῦ κόσμου. Καὶ ἐὰν μὴ μισήσῃ τὸν κόσμον, οὐχ ὑπομενεῖ ἐκτὸς εἶναι τῆς ἀναπαύσεως αὐτοῦ. Καὶ ἐὰν μὴ προηγήσηται ἡ ὑπομονὴ ἐν τῇ διανοίᾳ, οὐ δύναται ἐκλέξασθαι τόπον πεπληρωμένον ἀγριότητος καὶ κενὸν τῶν ἐν αὐτῷ οἰκούντων.

Καὶ ἐὰν μὴ ἐκλέξηται ἑαυτῷ ζωὴν ἀναχωρήσεως, οὐ δύναται διαμεῖναι ἐν τῇ εὐχῇ. Καὶ ἐὰν μὴ μείνῃ ἀδολεσχῶν μετὰ τοῦ Θεοῦ καὶ διαμείνῃ ἐν τούτοις τοῖς διανοήμασι τοῖς μεμιγμένοις ἐν τῇ εὐχῇ καὶ ἐν τοῖς εἴδεσι τῆς διδαχῆς, ἧς εἰρήκαμεν, οὐ μὴ αἰσθανθῇ τῆς ἀγάπης.

Λοιπὸν ἡ ἀγάπη τοῦ Θεοῦ ἐκ τῆς μετ’ αὐτοῦ ὁμιλίας, ἡ δὲ ἀδολεσχία καὶ ἡ μελέτη τῆς εὐχῆς διὰ τῆς ἡσυχίας, καὶ ἡ ἡσυχία ἐν τῇ ἀκτημοσύνῃ, ἐν τῇ ὑπομονῇ καὶ ἐν τῷ μίσει τῶν ἐπιθυμιῶν. Καὶ τὸ μῖσος τῶν ἐπιθυμιῶν, ἐκ τοῦ φόβου τῆς γεέννης καὶ τῆς τῶν μακαρισμῶν προσδοκίας. Μισεῖ δὲ τὰς ἐπιθυμίας ὁ γινώσκων τὸν καρπὸν τὸν ἐξ αὐτῶν, τί εὐτρεπίζει αὐτῷ καὶ ἐκ ποίου μακαρισμοῦ κωλύεται δι’ αὐτάς.

Οὕτως ἑκάστη πολιτεία ἐν τῇ πρὸ αὐτῆς δεδεμένη ἐστὶ καὶ ἐξ αὐτῆς λαμβάνει προσθήκην καὶ μεταβαίνει εἰς ἄλλην ὑψηλοτέραν αὐτῆς. Καὶ ἐὰν μία ἐξ αὐτῆς ὑπολείπηται, οὐ δύναται στῆναι τὸ ὀπίσω αὐτῆς καὶ ὁρᾶσθαι. Ὅτι πάντα λύονται καὶ ἀπόλλυνται. Τὸ δὲ πλέον τούτων, μέτρον ἐστὶ τῶν λόγων.

Τῷ δὲ Θεῷ ἡμῶν δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.

ΛΟΓΟΣ ΛΣΤʹ ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΕΙΝ ΧΩΡΙΣ ΑΝΑΓΚΗΣ ΕΠΙΘΥΜΕΙΝ Η ΕΠΙΖΗΤΕΙΝ ΣΗΜΕΡΑ ΤΙΝΑ ΦΑΝΕΡΑ ΕΧΕΙΝ ΕΝ ΤΑΙΣ ΧΕΡΣΙΝ ΗΜΩΝ Ἐν παντὶ καιρῷ, ἐν ᾧ ὁ Κύριος ἐγγὺς εἰς ἀντίληψιν τῶν ἑαυτοῦ ἁγίων, χωρὶς ἀνάγκης οὐ δεικνύει τὴν δύναμιν ἑαυτοῦ φανερῶς ἐν ἔργῳ τινὶ καὶ σημείῳ αἰσθητῷ, ἵνα μὴ μωρανθῇ ἡ ἀντίληψις ἡμῶν καὶ εἰς βλάβην παρασκευασθῇ ἡμῶν. Καὶ τοῦτο ποιεῖ, πρόνοιαν τῶν ἁγίων ποιούμενος, θέλων δεῖξαι αὐτοῖς, ὅτι οὐδὲ πρὸς ὥραν λήγει ἐξ αὐτῶν ἡ κρυπτὴ αὐτοῦ ἐπιμέλεια, ἀλλ’ ἐν παντὶ πράγματι ἀφίησιν αὐτοὺς κατὰ τὴν ἑαυτῶν δύναμιν ἀγῶνα ἐνδείξασθαι καὶ ἐν τῇ προσευχῇ κοπιᾶσαι.

Εἰ δέ ἐστι πρᾶγμα νικῶν ἐκ τῆς δυσκολίας αὐτούς, ὅταν ἀσθενήσωσι καὶ ἀπολειφθῶσιν ἐξ αὐτοῦ, διὰ τὸ μὴ ἱκανὴν εἶναι τὴν φύσιν πρὸς αὐτό, τελειοῖ αὐτὸς κατὰ τὸ μέγεθος τοῦ ἑαυτοῦ κράτους, κατὰ τὸ ὀφειλόμενον καὶ ὡς γινώσκει, ὅτι βοηθοῦνται. Καὶ κατὰ τὸ δυνατὸν ἐν κρυπτῷ ἐνισχύει αὐτούς, ἕως οὗ ἐνδυναμωθῶσι κατέναντι τῆς θλίψεως αὐτῶν. Ἐν γνώσει γὰρ τῇ δωρουμένῃ αὐτοῖς ὑπ’ αὐτοῦ ποιεῖ λυθῆναι τὸ πολύπλοκον τῆς θλίψεως αὐτῶν, καὶ ἐν τῇ θεωρίᾳ αὐτῆς ἐξυπνίζει αὐτοὺς εἰς δοξολογίαν ὠφελοῦσαν κατ’ ἀμφοτέρους τοὺς τρόπους. Εἰ δὲ φανερωθῆναι τὸ ἔργον δέεται καὶ τὸ πρᾶγμα, τότε ἐξ ἀνάγκης ποιεῖ τοῦτο. Οἱ τρόποι αὐτοῦ σοφώτατοί εἰσι καὶ ἐν τῇ ἐνδείᾳ καὶ ἀνάγκῃ διαρκοῦσι, καὶ οὐχ ὡς ἔτυχεν.

Ὁ χωρὶς ἀνάγκης κατατολμῶν ἐν τούτῳ ἢ παρακαλῶν τὸν Θεὸν καὶ ἐπιθυμῶν θαυμάσια καὶ δυνάμεις γενέσθαι ἐν ταῖς χερσὶν αὑτοῦ, πειραζόμενος ὑπὸ τοῦ γελοιαστοῦ εὑρίσκεται δαίμονος ἐν τῇ διανοίᾳ αὑτοῦ καὶ καυχώμενος καὶ ἀσθενῶν ἐν τῇ συνειδήσει αὑτοῦ. Ἐν τῇ θλίψει γὰρ τὴν βοήθειαν τοῦ Θεοῦ αἰτεῖσθαι ἡμᾶς δέον. Χωρὶς ἀνάγκης πειρᾶσαι τὸν Θεόν, κίνδυνος, καὶ οὐκ ἔστιν ἀληθείᾳ δίκαιος ὁ ἐφιέμενος τούτου. Ἐκεῖνο δέ, ὅπερ ὁ Κύριος οὐκ εὐδοκῶν ἐποίησε, τοῖς πολλοῖς τῶν ἁγίων εὑρίσκεται, ὁ δὲ θέλων καὶ ἐπιθυμῶν τοῦτο ἐν τῷ ἑαυτοῦ θελήματι, μὴ οὔσης ἀνάγκης, πτῶμα πίπτει ἐκ τῆς φυλακῆς καὶ ὀλισθαίνει ἐκ τῆς γνώσεως τῆς ἀληθείας. Ἐὰν γὰρ ἐν τούτῳ εἰσακουσθῇ ὁ αἰτῶν, καθὼς κατατολμᾷ πρὸς τὸν Θεόν, εὑρίσκει ἐν αὐτῷ τόπον ὁ πονηρὸς καὶ εἰς μείζονα τούτων μεταφέρει αὐτόν. Οἱ γὰρ ἀληθινοὶ δίκαιοι οὐ μόνον οὐκ ἐπιθυμοῦσι τούτων, ἀλλὰ καὶ διδομένων αὐτοῖς ἀποστρέφονται. Καὶ οὐ μόνον ἐν τοῖς ἀνθρώπων ὀφθαλμοῖς τοῦτο οὐ θέλουσιν, ἀλλὰ καὶ κρυπτῶς ἐν ἑαυτοῖς.

Ἰδοὺ γάρ τις τῶν πατέρων τῶν ἁγίων, ἐκ τῆς καθαρότητος ἑαυτοῦ, ἔλαβε πρὸς τῆς χάριτος χάρισμα τοῦ προγινώσκειν τοὺς ἐρχομένους πρὸς αὐτόν, καὶ ᾐτήσατο τὸν Θεόν, εὐχομένων καὶ ἄλλων ἁγίων, δεηθέντων πρὸς τοῦτο παρὰ τοῦ γέροντος, ὅπως ληφθείη τὸ χάρισμα ἀπ’ αὐτοῦ. Εἰ δέ τινες ἐξ αὐτῶν ἐδέξαντο χαρίσματα, ἐξ ἀνάγκης ἐδέξαντο ἢ ἐξ ἁπλότητος αὐτῶν. Ἐν τοῖς λοιποῖς δὲ τὸ νεῦμα τὸ θεῖον οὐκ ἐκίνει, ἀλλ’ οὐχ ὡς ἔτυχε παντελῶς.

Ὁ μακάριος ἐκεῖνος ὁ Ἀμμοῦν ὁ ἅγιος, ὅτε ἀπῆλθε πρὸς τὸν ἀσπασμὸν τοῦ ἁγίου μεγάλου Ἀντωνίου καὶ ἐπλανήθη τὴν ὁδόν, βλέπε τί εἶπε πρὸς τὸν Θεόν, καὶ πάλιν, τί ἐποίησεν αὐτῷ ὁ Θεός. Καὶ μνήσθητι καὶ τοῦ ἀββᾶ Μακαρίου καὶ τῶν λοιπῶν. Οἱ δίκαιοι οἱ ἀληθινοὶ ἀεὶ τοῦτο λογίζονται ἐν ἑαυτοῖς· ὅτι οὔκ εἰσιν ἄξιοι τοῦ Θεοῦ. Καὶ ἐν τούτῳ δοκιμάζονται, ὅτι ἀληθινοί εἰσιν, ὅτι ταλαιπώρους ἔχουσιν ἑαυτοὺς καὶ οὔκ εἰσιν ἄξιοι τῆς ἐπιμελείας αὐτοῦ· καὶ τοῦτο ἐξομολογοῦνται κρυπτῶς καὶ φανερῶς καὶ τοῦτο σοφίζονται ἐκ τοῦ ἁγίου Πνεύματος, ἵνα μὴ ἀπολειφθῶσιν ἐκ τῆς πρεπούσης αὐτοῖς φροντίδος καὶ τοῦ ἐργάσασθαι ὅσον εἰσὶν ἐν τῇ ζωῇ ταύτῃ. Τὸν καιρὸν δὲ τῆς ἀναπαύσεως ἐν τῷ μέλλοντι αἰῶνι ἐτήρησε, καὶ οἱ ἔχοντες ἐν ἑαυτοῖς τὸν Κύριον οἰκοῦντα, διὰ τοῦτο οὐκ ἐπιθυμοῦσιν εἶναι ἐν ἀναπαύσει καὶ ἀπαλλαγῆναι τῶν θλίψεων, εἰ καὶ παράκλησις κατὰ καιρὸν αὐτοῖς δίδοται ἐν τοῖς πνευματικοῖς μυστικῶς.

Καὶ οὐκ ἔστιν αὕτη ἡ ἀρετή, ἵνα ὅταν φθάσῃ αὐτὴν ὁ ἄνθρωπος, ἀπολειφθείη τῆς μερίμνης καὶ τοῦ κόπου αὐτῆς, ἀλλὰ τοῦτό ἐστι τὸ σκήνωμα τοῦ Πνεύματος, ὅπως ἀεὶ ὑποτάσσειν ἑαυτὸν βιάζηται, εἰ καὶ τρόπος ἐστὶ ποιῆσαι τὸ πρᾶγμα ἐν ἀναπαύσει· ὅτι τοῦτο τοῦ Πνεύματος θέλημα ἐν οἷς κατοικεῖ, μὴ τῇ ὀκνηρίᾳ ἐνεθίζειν αὐτούς, ἀλλ’ οὐδὲ τὴν ἀνάπαυσιν ζητεῖν προτρέπεται αὐτούς, ἀλλὰ μᾶλλον τῇ ἐργασίᾳ καὶ ταῖς περισσαῖς ἐκδοῦναι ἑαυτοὺς θλίψεσι. Καὶ ἐν τοῖς πειρασμοῖς κρατύνει αὐτοὺς καὶ τῇ σοφίᾳ προσεγγίσαι ποιεῖ. Τοῦτο τὸ θέλημα τοῦ Πνεύματος, ἵνα ἐν κόποις γένωνται οἱ ἀγαπητοὶ αὐτοῦ.

Οὐ τὸ πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν τοῖς ἐν ἀναπαύσει διάγουσιν, ἀλλὰ τὸ τοῦ διαβόλου, καθώς τις τῶν ἀγαπώντων τὸν Θεὸν εἶπεν· «ὤμοσα, ὅτι καθ’ ἑκάστην ἡμέραν ἀποθνῄσκω». Ἐν τούτῳ ἀφορίζονται οἱ υἱοὶ τοῦ Θεοῦ ἐκ τῶν λοιπῶν, ἵνα αὐτοὶ μὲν ἐν θλίψεσι ζῶσιν, ὁ δὲ κόσμος ἐν τρυφῇ καὶ ἀναπαύσει λαμπρύνηται. Οὐκ ηὐδόκησε γὰρ ὁ Θεός, ἵνα ἀναπαυθῶσιν οἱ ἀγαπητοὶ αὐτοῦ, ἕως οὗ εἰσιν ἐν τῷ σώματι, ἀλλὰ μᾶλλον ἠθέλησεν εἶναι αὐτούς, ἐν ὅσῳ εἰσὶν ἐν τῷ κόσμῳ, ἐν θλίψει, ἐν βάρει, ἐν μόχθοις, καὶ ἐν ἐνδείᾳ καὶ γυμνώσει καὶ μονώσει καὶ χρείᾳ καὶ ἀρρωστίᾳ καὶ ἐξουδενώσει καὶ κολαφισμοῖς καὶ καρδίας συντριβῇ καὶ σώματι κατακόπῳ καὶ ἀποταξίᾳ τῶν συγγενῶν, ἐν φρονήματι λυπηρῷ καὶ παρηλλαγμένῃ θεωρίᾳ πάσης τῆς κτίσεως καὶ καθίσματι ἀνομοίῳ τῶν ἀνθρώπων καὶ σκηνώματι μοναστικῷ καὶ ἡσυχαστικῷ καὶ τῇ θεωρίᾳ τῶν ἀνθρώπων μὴ φαινομένῳ, ἀπηλλαγμένῳ ἀπὸ παντὸς πράγματος εὐφραίνοντος ἐνταῦθα.

Αὐτοὶ κλαίουσι, καὶ ὁ κόσμος γελᾷ· αὐτοὶ στυγνάζουσι, καὶ ὁ κόσμος ἱλαρύνεται· αὐτοὶ νηστεύουσι, καὶ ὁ κόσμος τρυφᾷ. Ἐν ἡμέρᾳ μοχθοῦσι, καὶ νυκτὸς εἰς ἀγῶνας ἑαυτοὺς προτρέπονται ἐν στενοχωρίᾳ καὶ κόποις, τινὲς δὲ ἐξ αὐτῶν ἐν ἑκουσίαις θλίψεσιν· ἄλλοι ἐν κόποις τῶν παθῶν αὐτῶν, ἕτεροι διωκόμενοι ὑπὸ τῶν ἀνθρώπων· ἄλλοι ἐν κινδύνοις παθῶν, ὑπό τε δαιμόνων καὶ τῶν λοιπῶν. Καὶ οἱ μὲν αὐτῶν ἐδιώχθησαν, οἱ δὲ ἐφονεύθησαν· ἄλλοι περιῆλθον ἐν μηλωταῖς καὶ τοῖς λοιποῖς. Καὶ ὁ λόγος τοῦ Κυρίου ἐπληρώθη ἐν αὐτοῖς, ὁ λέγων, ὅτι «ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, ἀλλ’ ἐν ἐμοὶ χαρήσεσθε». Γινώσκει ὁ Κύριος, ὅτι οὐκ ἔστι δυνατόν, ἐν ἀναπαύσει τοῦ σώματος ὄντας, ἐμμεῖναι ἐν τῇ ἀγάπῃ αὐτοῦ, καὶ διὰ τοῦτο ἐκώλυσεν αὐτοὺς ἐκ τῆς ἀναπαύσεως καὶ τῆς ἡδονῆς αὐτῆς.

Ὁ Χριστὸς ὁ Σωτὴρ ἡμῶν, οὗτινος ἡ ἀγάπη αὐτοῦ ὑπερισχύει ὑπὲρ θανάτους τοὺς σωματικούς, αὐτὸς φανερώσοι ἡμῖν τὴν ἰσχὺν τῆς ἀγάπης αὑτοῦ. Ἀμήν.

ΛΟΓΟΣ ΛΖʹ ΠΕΡΙ ΤΩΝ ΕΓΓΙΣΤΑ ΤΟΥ ΘΕΟΥ ΖΩΝΤΩΝ ΚΑΙ ΕΝ ΤΗι ΖΩΗι ΤΗΣ ΓΝΩΣΕΩΣ ΤΑΣ ΗΜΕΡΑΣ ΑΥΤΩΝ ΔΙΑΓΟΝΤΩΝ Γέρων τις ἔγραψεν εἰς τὰ τείχη τοῦ κελλίου αὑτοῦ λόγους καὶ ἐννοίας πολυτρόπους καὶ ἠρωτήθη, τί ἐστι ταῦτα;

Καὶ εἶπεν· Οὗτοί εἰσιν οἱ λογισμοὶ τῆς δικαιοσύνης, οἱ ἐρχόμενοι ὑπὸ τοῦ Ἀγγέλου τοῦ παραμένοντός μοι, καὶ οἱ διαλογισμοὶ τῆς φύσεως οἱ εὐθεῖς, οἱ κινούμενοι ἐν ἐμοί. Καὶ διαγράφω αὐτοὺς ἐν τῷ καιρῷ αὐτῶν τῆς κινήσεως, ὅπως ἐν τῷ καιρῷ τῆς σκοτώσεώς μου ἀδολεσχήσω ἐν αὐτοῖς καὶ λυτρώσωνταί με τῆς πλάνης.

Ἄλλος γέρων μακαριζόμενος ὑπὸ τῶν ἑαυτοῦ λογισμῶν, ὅτι, Ἀντὶ τοῦ παρερχομένου κόσμου ἠξιώθης τῆς μὴ ἀφανιζομένης ἐλπίδος, Ἀπεκρίθη ὁ γέρων· Ἀκμὴν ἐν ὅσῳ εἰμὶ ἐν τῇ ὁδῷ, μάτην ἐπαινεῖτέ με. Ἀκμὴν οὐκ ἐτελείωσα τὴν ὁδόν.

Ἐὰν ποιήσῃς ἀρετὴν καλὴν καὶ μὴ αἰσθανθῇς τῆς γνώσεως τῆς ἀντιλήψεως αὐτῆς, μὴ θαυμάσῃς. Ἕως γὰρ ἂν ταπεινωθῇ ὁ ἄνθρωπος, οὐ λαμβάνει τὸν μισθὸν τῆς ἑαυτοῦ ἐργασίας, ἡ δὲ ἀμοιβὴ οὐ τῇ ἐργασίᾳ δίδοται, ἀλλὰ τῇ ταπεινώσει.

Ὁ ἀδικῶν τὴν δευτέραν, τὴν πρώτην ἀπόλλυσιν. Ὁ προλαβὼν καὶ λαβὼν τὴν ἀμοιβὴν τῶν ἀγαθῶν, οὗτος ὑπερέχει τὸν ἔχοντα τὴν ἐργασίαν τῆς ἀρετῆς. Ἡ ἀρετὴ μήτηρ τῆς λύπης ἐστὶ καὶ ἐκ τῆς λύπης γεννᾶται ἡ ταπείνωσις καὶ τῇ ταπεινώσει δίδοται ἡ χάρις. Λοιπὸν ἡ ἀνταπόδοσις οὐ τῇ ἀρετῇ οὐδὲ τῷ ὑπὲρ αὐτῆς πόνῳ, ἀλλὰ τῇ τικτομένῃ ἐξ αὐτῶν ταπεινώσει ἐστίν. Ἐὰν δὲ αὕτη ὑστερηθῇ, τὰ πρῶτα ματαίως γίνονται.

Ἡ ἐργασία τῆς ἀρετῆς, ἡ φυλακὴ τῶν ἐντολῶν ἐστι τοῦ Κυρίου. Ἡ περίσσεια τῆς ἐργασίας, αὕτη ἐστὶν ἡ ἀγαθὴ κατασκευὴ τῆς διανοίας, ἥτις συνίσταται ἐκ τῆς ταπεινοφροσύνης καὶ ἐκ τῆς φυλακῆς. Ὅταν ἡ τῶν πρώτων δύναμις ὑστερηθῇ, αὕτη ἀντ’ αὐτῶν ἀπόδεκτος γίνεται. Ὁ Χριστὸς δὲ οὐ τὴν ἐργασίαν τῶν ἐντολῶν, ἀλλὰ τὴν διόρθωσιν ἀπαιτεῖ τῆς ψυχῆς, δι’ ἣν τὰς ἐντολὰς τοῖς νομικοῖς ἐνομοθέτησε. Τὸ μὲν σῶμα ἐργάζεται ἐν τοῖς δεξιοῖς καὶ τοῖς ἀριστεροῖς ἐπίσης, ἡ δὲ διάνοια, καθὼς θέλει, ἢ δικαιοῦται ἢ πλημμελεῖ. Ἔστιν ὁ ἐν τοῖς πράγμασι τοῖς ἀριστεροῖς ἐργαζόμενος τὴν ζωὴν ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ, καὶ ἔστιν ὁ τὴν ἁμαρτίαν πραγματευόμενος ὡς ἐν προσώπω τῶν θεϊκῶν.

Τὰ ἐλαττώματα ἔν τισι τοῖς φυλάττουσιν ἑαυτοὺς φύλακές εἰσι τῆς δικαιοσύνης. Χάρισμα ἄνευ πειρασμῶν, ἀπώλεια τῶν δεχομένων αὐτό ἐστιν. Ἐὰν ἐργάζῃ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ καὶ δῷ σοι χάρισμα, πεῖσον αὐτὸν δοῦναί σοι ἐπίγνωσιν, πῶς ἁρμόζει σοι ταπεινωθῆναι ἢ στῆσαί σοι φρουρὸν ὑπὲρ αὐτοῦ ἢ λαβεῖν αὐτὸ ἀπὸ σοῦ, ἵνα μὴ πρόξενος ἀπωλείας σοι γένηται.

Οὐ πάντων γάρ ἐστι τὸ φυλάξαι τὸν πλοῦτον ἐκτὸς βλάβης. Ψυχὴ ἡ λαβοῦσα μέριμναν τῆς ἀρετῆς καὶ ἐν ἀκριβείᾳ καὶ φόβῳ ζῶσα Θεοῦ, οὐ δύναται εἶναι χωρὶς λύπης καθ’ ἡμέραν. Διότι συμπεπλεγμένας ἔχουσιν αἱ ἀρεταὶ τὰς λύπας ἐν αὑταῖς. Ὁ ἐξερχόμενος ἐκ τῶν θλίψεων, πάντως καὶ τῆς ἀρετῆς ἀδιστάκτως χωρίζεται. Ἐὰν ἐπιθυμῇς τὴν ἀρετήν, παράδος ἑαυτὸν εἰς πᾶσαν θλῖψιν. Αἱ γὰρ θλίψεις γεννῶσι τὴν ταπείνωσιν.

Οὐ θέλει ὁ Θεὸς τὴν ψυχὴν εἶναι δίχα μερίμνης, καὶ ὁ θέλων ἀμεριμνεῖν, ἔξωθεν τοῦ θελήματος εὑρίσκεται τοῦ Θεοῦ, ἐν τῷ ἑαυτοῦ φρονήματι. Μέριμναν δὲ οὐ τὴν περὶ τῶν σωματικῶν λέγομεν, ἀλλὰ τὴν περὶ τῶν καταπονούντων, τῶν ἀκολουθούντων τοῖς ἔργοις τοῖς ἀγαθοῖς. Ἕως ἐὰν φθάσωμεν τὴν ἀληθινὴν γνῶσιν, ἥτις ἐστὶν ἡ ἀποκάλυψις τῶν μυστηρίων, ἐν πειρασμοῖς προσεγγίζομεν τῇ ταπεινώσει. Τῷ ἄνευ θλίψεως ἐν τῇ ἑαυτοῦ ἀρετῇ εὑρισκομένῳ, θύρα ὑπερηφανίας ἠνοίχθη αὐτῷ.

Καὶ τίς ἐστι λοιπὸν ὁ ἐπιθυμῶν ἄλυπος εἶναι ἐν τῷ ἑαυτοῦ φρονήματι; Οὐ δύναται ἡ διάνοια χωρὶς αἰτίας τῶν κολαφισμάτων ἐν τῇ ταπεινώσει ἐμμεῖναι, ἀλλ’ οὐδὲ ἐν τῇ ἀδολεσχίᾳ τῆς δεήσεως πρὸς τὸν Θεὸν καθαρῶς, ἐκτὸς ταπεινοφροσύνης.

Πρῶτον μὲν ἐκ τῆς καθηκούσης μερίμνης μακρύνεται ὁ ἄνθρωπος ἐν τῷ ἑαυτοῦ φρονήματι καὶ μετὰ ταῦτα προσεγγίζει ἑαυτῷ τὸ πνεῦμα τῆς ὑπερηφανίας καί, ἐμμένοντος αὐτῇ τοῦ ἀνθρώπου, τότε ὁ Ἄγγελος τῆς προνοίας μακρύνεται ἀπ’ αὐτοῦ, ὅς ἐστι πλησίον αὐτοῦ κινῶν ἐν αὐτῷ τὴν μέριμναν τῆς δικαιοσύνης.

Καὶ ὅτε ἀδικήσει τοῦτον καὶ ἐξ αὐτοῦ μακρυνθείῃ, τότε ὁ ἀλλότριος προσεγγίζει αὐτῷ, καὶ ἔκτοτε οὐκ ἔστιν ἐν αὐτῷ μία μέριμνα δικαιοσύνης. Πρὸ τῆς συντριβῆς, ὑπερηφανία, λέγει ὁ σοφός, καὶ πρὸ τοῦ χαρίσματος, ἡ ταπείνωσις. Κατὰ τὸ μέτρον τῆς ὑπερηφανίας τῆς ἐν τῇ ψυχῇ ὁρωμένης, κατὰ τὸ μέτρον τῆς συντριβῆς τῆς παιδείας τῆς ἐκ τοῦ Θεοῦ γινομένης αὐτῇ.

Ὑπερηφανία ἐστὶν οὐχ ὅταν ἐν τῇ διανοίᾳ ὁ ταύτης περάσῃ λογισμός, οὐδὲ ἐὰν νικᾶταί τις ἐξ αὐτῆς κατὰ καιρόν, ἀλλ’ ἐκείνη ἡ διαμένουσα ἐν τῷ ἀνθρώπῳ. Ἐκείνῳ μὲν τῷ πρώτῳ ἡ κατάνυξις ἀκολουθεῖ, οὗτος δέ, ὅτε αὐτὴν ἀγαπήσειεν, οὐκ οἶδε κατάνυξιν.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.