Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΛΓ΄-ΛΔ΄: Απερίσπαστη προσευχή, ησυχία και μνήμη θανάτου

Διδασκαλία για την προφύλαξη του νου από τους λογισμούς, την ωφέλεια των δακρύων, την αναγκαιότητα της ησυχίας και τη βαθιά επίγνωση της ανθρώπινης ασθένειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 3 από 11

ΛΟΓΟΣ ΛΓʹ ΠΕΡΙ ΤΟΥ ΤΡΟΠΟΥ ΤΗΣ ΕΥΧΗΣ ΚΑΙ ΤΩΝ ΛΟΙΠΩΝ ΤΩΝ ΕΞ ΑΝΑΓΚΗΣ ΖΗΤΟΥΜΕΝΩΝ ΠΕΡΙ ΤΗΣ ΔΙΗΝΕΚΟΥΣ ΜΝΗΜΗΣ ΚΑΙ ΠΟΛΥΜΕΡΩΣ ΩΦΕΛΟΥΜΕΝΩΝ, ΕΑΝ ΤΙΣ ΕΝ ΔΙΑΚΡΙΣΕΙ ΑΝΑΓΙΝΩΣΚΩΝ ΦΥΛΑΤΤΗι ΑΥΤΑ Τὸ βεβαιωθῆναί τινα ἐν τῇ αἰτήσει τῆς εὐχῆς αὐτοῦ ἐν τῇ ἐλπίδι τοῦ. Θεοῦ, τοῦτο μέρος ἄριστον τῆς χάριτος τῆς πίστεως. Βεβαίωσις δὲ τῆς εἰς Θεὸν πίστεως οὐκ ἔστιν ἡ ὑγεία τῆς ὁμολογίας, εἰ καὶ μήτηρ ἐστὶ τῆς πίστεως, ἀλλὰ ψυχὴ ἡ θεωροῦσα τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐκ τῆς τῆς πολιτείας δυνάμεως. Ὅταν εὕρῃς ἐν ταῖς ἁγίαις Γραφαῖς τὴν πίστιν μεμιγμένην ταῖς πολιτείαις, οὐχὶ περὶ τῆς ὀρθῆς ὁμολογίας θήσεις τὴν περὶ αὐτῆς θεωρίαν. Οὐδέποτε γὰρ καταλαμβάνεται ἡ πίστις, ἡ παρέχουσα πληροφορίαν τῆς ἐλπίδος, ἐκ τῶν ἀβαπτίστων ἢ ἐκ τῶν ἐφθαρμένων τὴν διάνοιαν ἐκ τῆς ἀληθείας.

Πληροφορία γὰρ τῆς πίστεως ἀποκαλύπτεται τοῖς ὑψηλοῖς ἐν τῇ ψυχῇ, κατὰ τὴν ἀναλογίαν τῶν τρόπων τῶν προσεχόντων εἰς τὴν διαγωγὴν τῶν ἐντολῶν τοῦ Κυρίου. Ἡ διηνεκὴς μελέτη ἐν τῇ Γραφῇ τὸ φῶς ἐστι τῆς ψυχῆς.

Αὕτη γὰρ ἐνσημαίνει τῇ ψυχῇ μνήμας ὠφελίμους, τοῦ παραφυλάξασθαι ἐκ τῶν παθῶν, τοῦ διαμένειν τε ἐν τῷ πρὸς Θεὸν πόθῳ, ἐν τῇ ἁγνεία τῆς προσευχῆς, ἀλλὰ καὶ κατευθύνει ἔμπροσθεν ἡμῶν ὁδὸν εἰρήνης τῶν ἰχνῶν τῶν ἁγίων. Ὅμως μὴ διστάσῃς εἰς τὰς εὐχὰς ἡμῶν τῶν στίχων, ὅτε οὐκ ἀκολουθεῖ αὐταῖς πολὺ ἐξυπνισμὸς καὶ κατάνυξις διηνεκής, ἢ ἐν ταῖς εὐχαῖς ἢ ἐν τῇ ἀναγνώσει κατὰ πᾶσαν ὥραν.

Λόγους ἀπὸ πείρας λεγομένους ἐξ ἀνάγκης δέχου, εἰ καὶ ὁ λαλῶν αὐτοὺς ἰδιώτης ἐστί. Διότι οἱ θησαυροὶ τῶν βασιλέων οἱ μεγάλοι τῶν ἐπὶ τῆς γῆς οὐ καταφρονοῦσι δέξασθαι προσθήκην ὀβολοῦ ἀπαιτητοῦ καὶ ἐκ τῶν ῥυάκων τῶν μικρῶν πλημμυροῦνται οἱ ποταμοὶ καὶ μεγαλύνονται ἐν τῇ ῥύσει αὐτῶν.

Περὶ φυλακῆς μνημῶν Ἐὰν γὰρ ἡ μνήμη τῶν ἀγαθῶν ἀνακαινίζῃ ἐν ἡμῖν τὴν ἀρετήν, ὅταν ταῦτα διαλογιζώμεθα, δῆλον ὅτι καὶ ἡ μνήμη τῆς ἀκολασίας ἀνακαινίζει ἐν τῇ διανοίᾳ ἡμῶν ἐπιθυμίαν αἰσχράν, ὅταν αὐτῆς μνημονεύσωμεν. Διότι ἡ ἑκάστου τούτων μνήμη διαφορὰν τῶν πραγμάτων ἐνσημαίνει καὶ διαγράφει ἐν τοῖς διαλογισμοῖς ἡμῶν καὶ δεικνύει ἡμῶν ὥσπερ ἐν δακτύλῳ, ἢ τῶν λογισμῶν ἡμῶν αἰσχρότητα ἢ τὸ τῆς πολιτείας τῆς ἡμετέρας ὑψηλόν, καὶ κραταιοῖ ἐν ἡμῖν τοὺς λογισμοὺς καὶ τὰς κινήσεις, ἤτοι τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν. Καὶ γινόμεθα μελετῶντες ἐν τῷ κρυπτῷ τῆς διανοίας ἡμῶν, καὶ εἰκονίζεται ὁ μερισμὸς τῆς πολιτείας ἡμῶν ἐν τῇ μελέτῃ τῆς διανοίας ἡμῶν, ἵνα ἐξ ἀνάγκης θεωρῶμεν ἑαυτοὺς διαπαντός.

Λοιπόν, οὐχὶ ἡ μελέτη μόνη βλάπτει τὸν ἔχοντα αὐτήν, ἀλλὰ σὺν αὐτῇ καὶ ἡ θεωρία καὶ ἡ μνήμη πάλιν ἡ ταῦτα ἀναπληροῦσα. Καὶ οὐ μόνη ἡ ἐργασία τῆς ἀρετῆς βοηθεῖ τῷ τελειοῦντι αὐτὴν μεγάλως, ἀλλὰ καὶ ἡ φαντασία τῆς διανοίας, ἡ εἰκονιζομένη ἐκ τῆς μνήμης τῶν προσώπων τῶν ἐργασαμένων αὐτήν.

Καὶ ἐκ τούτου γνωστόν ἐστιν, ὅτι οἱ πλεῖστοι, οἱ τὴν τάξιν τῆς καθαρότητος φθάσαντες πρὸς θεωρίαν τινῶν ἁγίων, ἀξιοῦνται ἐν τῇ θεωρίᾳ τῆς νυκτὸς πάντοτε, καὶ ἐν τῇ ἡμέρᾳ κατὰ πᾶσαν ὥραν ὕλη αὐτοῖς χαρᾶς ἐγγίνεται ἐν τῇ τῆς διανοίας νοητῇ ἀδολεσχίᾳ ἡ τούτων θεωρία σφραγισθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν. Καὶ τούτου χάριν ἐν θερμότητι προσέρχονται τῇ ἐργασίᾳ τῶν ἀρετῶν καὶ φλὸξ περισσὴ ἐμπίπτει ἐν αὐτοῖς εἰς τὴν ἐπιθυμίαν αὐτῶν.

Καὶ λέγουσιν ὅτι οἱ ἅγιοι Ἄγγελοι λαμβάνουσι τὰ ὁμοιώματά τινων ἁγίων, τῶν τιμίων καὶ ἀγαθῶν, καὶ δεικνύουσιν αὐτὰ ἐν τῇ φαντασίᾳ τοῦ ὕπνου τῇ ψυχῇ ἐν τῷ μετεωρισμῷ τῶν διαλογισμῶν αὐτῆς, εἰς χαρὰν καὶ περιποίησιν καὶ ἀγαλλίαμα. Καὶ ἐν ἡμέρᾳ κινοῦσιν αὐτὰ ἀεὶ ἐν τῇ τῶν λογισμῶν αὐτῶν θεωρίᾳ, καὶ ἐλαφρύνεται ἡ ἐργασία αὐτῆς ἐκ τῆς χαρᾶς τῶν ἁγίων.

Οὕτω καὶ ἐν τῇ συνεχείᾳ τῶν πολέμων. Ὁ ἔχων συνήθειαν μελετᾶν ἐν τοῖς κακοῖς, ὑπὸ τῶν δαιμόνων ἐν τῇ ὁμοιότητι ταύτῃ φαντάζεται. Λαμβάνουσι γὰρ ὁμοίωσιν καὶ δεικνύουσι τῇ ψυχῇ φαντασίας πτοούσας αὐτήν, πλέον ἐν τῇ μνήμῃ τῇ ἡμερινῇ ἐν τούτοις μεσάζοντες. Καὶ ποτὲ μὲν ἐν τῇ θεωρίᾳ ταύτῃ τῇ φοβερᾷ, τῇ πτοούσῃ τὴν ψυχήν, ἀσθενεῖν αὐτὴν ποιοῦσι, ποτὲ δὲ πάλιν δεικνύουσιν αὐτῇ τὴν δυσχέρειαν τῆς πολιτείας, τὴν ἐν τῇ ἡσυχίᾳ καὶ τῇ μονώσει καὶ ἕτερά τινα.

Καὶ ἡμεῖς οὖν, ἀδελφοί, περὶ τοῦ προσέχειν ταῖς μνήμαις καὶ τούτων τεκμαίρεσθαι τὴν κατάστασιν τῆς ψυχῆς, λάβωμεν ἄρτι τὸ διακρίνειν ἀεὶ ἐν ταῖς μνήμαις τῆς μελέτης ἡμῶν, ποίαις ὁμιλοῦμεν αὐτῶν καὶ ποίαις ἀποδιώκομεν ἀφ’ ἡμῶν ταχέως, ὅταν προσεγγίσωσι τῷ φρονήματι ἡμῶν, ἐὰν ταῖς ἐκ τῆς προνοίας διαμόνων τῶν ῥιπτόντων τὴν ὕλην τοῖς πάθεσιν, εἴτε ταῖς ἐκ τῆς ἐπιθυμίας καὶ τοῦ θυμοῦ, ἢ ταῖς ἐκ τῶν ἁγίων Ἀγγέλων τῶν παρεχόντων τὸ νεῦμα τῆς χαρᾶς καὶ τῆς γνώσεως, τὰς μνήμας τε τὰς ἐν τοῖς λογισμοῖς τὰς ἐξυπνιζούσας ἡμᾶς ἐν τῷ πρὸς ἡμᾶς αὐτῶν πλησιασμῷ, ἢ ταῖς ἐκ τῶν προλήψεων τῶν προλαβουσῶν ἐν αἰσθήσει, ἐξ ὧν κινοῦνται ἐν τῇ ψυχῇ οἱ λογισμοί, οἱ ἁρπάζοντες ἐν τῷ μέρει τῷ ἑνὶ ἐξ αὐτῶν. Τὴν δὲ πεῖραν τῶν δύο τούτων ἐν τῇ διαγνώσει τῆς διακρίσεως κτησόμεθα, τὴν θεωρίαν τε αὐτῶν καὶ τὴν ὁμιλίαν καὶ τὴν ἐργασίαν τῶν ἔργων αὐτῶν, καὶ ἑκάστῃ ἐξ αὐτῶν ἀκολουθεῖν ποιήσομεν εὐχὴν ἀφωρισμένην.

Περὶ διαφορᾶς τῆς ἀγάπης Ἡ ἀγάπη, ἡ ἔκ τινων γινομένη πραγμάτων, ὡς λαμπάς ἐστι μικρὰ ἐκ τοῦ ἐλαίου ἐκτρεφομένη, καὶ οὕτω συνίσταται τὸ φῶς αὐτῆς· ἢ καὶ ὡς χείμαρρος ῥέων ἐκ τοῦ ὑετοῦ, οὗπερ ἡ ῥεῦσις καταπαύεται, τῆς συνιστώσης αὐτὸν ὕλης λεῖψιν παθούσης.

Ἡ ἀγάπη δέ, ἡ τὸν Θεὸν αἴτιον ἔχουσα, ὡς πηγή ἐστι βρύουσα καὶ οὐδέποτε τὰ ῥεύματα αὐτῆς ἀνακόπτεται· αὐτὸς γὰρ μόνος ἐστὶ τῆς ἀγάπης πηγὴ καὶ ἀνελλιπὴς ἡ ὕλη αὐτῆς.

Πῶς ὀφείλεις εὔχεσθαι ἀρεμβάστως Θέλεις τρυφῆσαι ἐν τῇ στιχολογία τῆς λειτουργίας σου καὶ λαβεῖν αἴσθησιν τῶν λογίων τοῦ Πνεύματος τῶν ὑπὸ σοῦ λεγομένων; Τελείως τὴν ποσότητα ἄφες καὶ τὴν γνῶσιν τῶν μέτρων τῶν ἐν αὐτοῖς μὴ στήσῃς καὶ τοὺς στίχους ἵνα λέγῃς ὡς ἐν τοῖς τρόποις τῆς εὐχῆς, καὶ τὸν ἐκστηθισμὸν τὸν συνήθη κατάλειψαι, καὶ νόησον ὅπερ σοι λέγω. Καὶ ὅπερ ἱστορικῶς εἴρηται, ὡς ἐν ἀναγνώσει τινὸς τῶν ὑπὸ Θεοῦ κυβερνωμένων, ἔστω ἡ διάνοιά σου θεωροῦσα ἐν τῇ μελέτῃ αὐτῶν, ἕως ἂν εἰς τὰς κατανοήσεις αὐτῶν τὰς μεγάλας ἐξυπνισθῇ σου ἡ ψυχὴ τῇ ἐκπλήξει τῆς οἰκονομίας καὶ ἐκ τούτου κινηθῆναι ἢ εἰς δοξολογίαν ἢ εἰς λύπην ἐπωφεληθῇ. Καὶ εἴ τί ἐστιν εἰς εὐχήν, καθ’ ἑαυτοῦ λάβε. Καὶ ὅταν βεβαιωθῇ ἡ διάνοια ἐν τούτοις, ἡ σύγχυσις ἔκτοτε δίδωσι τόπον καὶ ἀπέρχεται.

Οὐκ ἔστι γὰρ ἐν τῇ ἐργασίᾳ τῇ δουλικῇ εἰρήνη τῆς διανοίας, οὐδὲ ἐν τῇ ἐλευθερίᾳ τῶν τέκνων σύγχυσις τῆς ταραχῆς. Ἔθος γὰρ ἔχει ἡ σύγχυσις ἀφαιρεῖν τὴν γεῦσιν τῆς συνέσεως καὶ τῆς κατανοήσεως καὶ σκυλεῦσαι τὰ νοήματα τὰ ἐν αὐτοῖς, καθάπερ βδέλλα ἡ συμπίνουσα τὴν ζωὴν τῶν σωμάτων ἐν τῷ αἵματι τῶν μελῶν αὐτῶν. Καὶ γὰρ ὄχημα διαβόλου, εἰ δυνατόν, πρέπει ὀνομάζεσθαι τὴν σύγχυσιν. Διότι ὁ Σατανᾶς κατὰ τὴν ὁμοίωσιν τοῦ ἡνιόχου ἔθος ἔχει ἐπιβαίνειν τῷ νῷ καὶ λαμβάνειν τὸ ἄθροισμα μετ’ αὐτοῦ τῶν παθῶν καὶ εἰσέρχεσθαι εἰς τὴν ταλαίπωρον ψυχὴν καὶ καταποντίζειν αὐτὴν ἐν συγχύσει Καὶ τοῦτο δὲ ἐν διακρίσει νόησον. Μὴ γίνου ἐν τοῖς στίχοις τῆς ψαλμῳδίας σου ὡς παρ’ ἄλλου δεχόμενος τοὺς λόγους, ἵνα μὴ οἰηθῇς τὸ ἔργον τῆς μελέτης πληθύνειν ἀδιαλείπτως, καὶ τῆς κατανύξεως καὶ τῆς χαρᾶς τῆς ἐν αὐτοῖς παρέλθῃς τελείως· ἀλλ’ ὡς ἐξ ἑαυτοῦ, ἵνα λέγῃς τοὺς λόγους σου ἐν τῇ δεήσει σου ἐν κατανύξει καὶ κατανοήσει τῆς διακρίσεως, ὡς ὁ συνιὼν τὸ ἔργον αὑτοῦ ἀληθῶς.

Σημείωσαι πόθεν τίκτεται ἡ ἀκηδία καὶ πόθεν ὁ μετεωρισμός Ἡ ἀκηδία ἐκ τοῦ μετεωρισμοῦ τῆς διανοίας, καὶ οὗτος ἐκ τῆς τῶν ἔργων ἀργίας καὶ τῆς ἀναγνώσεως καὶ τῆς ματαίας συντυχίας· ἢ γίνεται, τῆς γαστρὸς πεπληρωμένης.

Ὅτι οὐ δεῖ ἀντιλέγειν τοῖς λογισμοῖς, ἀλλὰ παραρριπτεῖν ἑαυτὸν τῷ Θεῷ Ὁ μὴ ἀντιλέγων τοῖς ἐν ἡμῖν ὑποσπειρομένοις ὑπὸ τοῦ ἐχθροῦ λογισμοῖς, ἀλλὰ διὰ τῆς πρὸς τὸν Θεὸν ἱκεσίας τὴν πρὸς αὐτοὺς ὁμιλίαν ἐκκόπτων, τοῦτο σημεῖόν ἐστιν, ὅτι εὗρεν ὁ νοῦς σοφίαν παρὰ τῆς χάριτος καὶ ἐκ πολλῶν ἔργων ἠλευθέρωσεν αὐτὸν ἡ γνῶσις αὐτοῦ ἡ ἀληθινή. Καὶ ἐν τῇ εὑρέσει τῆς συντόμου τρίβου, ἣν ἔφθασε, τὸν πολὺν μετεωρισμὸν τῆς μακρᾶς ὁδοῦ ἐξέκοψε. Διότι οὐκ ἐν παντὶ καιρῷ ἔχομεν δύναμιν ἀντιλέγειν πᾶσι τοῖς λογισμοῖς, τοῖς ἀντικειμένοις ἡμῖν, ὥστε παῦσαι αὐτούς, ἀλλὰ πολλάκις λαμβάνομεν πληγὴν ἐξ αὐτῶν, τὴν μὴ θεραπευομένην ἐν πολλῷ καιρῷ. Ἐξ ἐναντίας γὰρ τούτων τῶν ἐχόντων ἑξακισχιλίους χρόνους εἰσφέρει ἑαυτὸν δογματίσαι. Καὶ γίνεται τοῦτο αὐτοῖς παρασκευή, ἐν ᾗ δυνήσονται πλῆξαί σε ὑπέρμετρα τῆς σοφίας σου καὶ τῆς φρονήσεώς σου. Ἀλλὰ καὶ ὅτε νικήσεις αὐτοὺς σύ, ὁ ῥύπος τῶν λογισμῶν μολύνει τὴν διάνοιάν σου καὶ ἡ ὀσμὴ τῆς δυσωδίας αὐτῶν πολλὴν ἐναπομένει καιρὸν τῇ ὀσφρήσει σου. Ἐν τῷ πρώτῳ δὲ τρόπῳ ἐκ τούτων ἁπάντων μετὰ τοῦ φόβου γίνῃ ἐλεύθερος. Διότι οὐκ ἔστι βοήθεια ἄλλη, ὡς ὁ Θεός.

Περὶ δακρύων Τὰ δάκρυα τὰ ἐν τῇ εὐχῇ σημεῖόν ἐστι τοῦ ἐλέους τοῦ Θεοῦ, οὗπερ ἠξιώθη ἡ ψυχὴ ἐν τῇ ἑαυτῆς μετανοίᾳ, καὶ ὅτι προσεδέχθη καὶ ἤρξατο εἰσέρχεσθαι εἰς πεδιάδα τῆς καθαρότητος ἐν τοῖς δάκρυσιν. Ἐὰν γὰρ μὴ ἀρθῶσιν οἱ λογισμοὶ τῶν παρερχομένων καὶ ῥίψωσιν ἐξ ἑαυτῶν τὴν ἐλπίδα τοῦ κόσμου καὶ κινηθῇ ἐξ αὐτῶν ἡ καταφρόνησις αὐτοῦ καὶ ἄρξωνται ἀγαθὰ ἐφόδια τῆς ἐξόδου αὐτῶν παρασκευάζειν καὶ ἄρξωνται ἐν τῇ ψυχῇ λογισμοὶ κινεῖσθαι τῶν ὄντων ἐκεῖσε, οὐ δύνανται οἱ ὀφθαλμοὶ δακρύειν. Τὰ δάκρυα γὰρ ἐκ τῆς ἀκραιφνοῦς ἀδολεσχίας καὶ ἀμετεωρίστου, τῶν λογισμῶν τε τῶν πολλῶν καὶ συνεχῶν καὶ ἀκλινῶς γινομένων, καὶ ἐκ μνήμης τινὸς λεπτοῦ γινομένου ἐν τῇ διανοίᾳ καὶ λυποῦντος τὴν καρδίαν ἐκ τῆς μνήμης αὐτοῦ. Καὶ ἐκ τούτων τὰ δάκρυα πληθύνονται καὶ ἐπὶ πλέον αὐξάνονται.

Περὶ ἐργοχείρου καὶ φιλαργυρίας Ὅταν στραφῇς εἰς τὸ ἔργον τῶν χειρῶν ἐν τῇ διαμονῇ τῆς ἡσυχίας σου, μὴ θήσῃς τὴν ἐντολὴν τῶν Πατέρων κάλυμμα τῆς φιλαργυρίας σου. Ἔργον μικρὸν ἔστω σοι χάριν τῆς ἀκηδίας σου, τὸ μὴ ταράσσον τὸν νοῦν. Ἐὰν δὲ διὰ τὴν ἐλεημοσύνην τῷ ἔργῳ χρήσασθαι πλέον ἐπιθυμῇς, γνῶθι, ὅτι ἡ εὐχὴ ἀνωτέρα ταύτης ἐστὶν ἐν τῇ τάξει αὐτῆς. Ἐὰν δὲ διὰ τὴν χρείαν τοῦ σώματός σου, εἰ μὴ ἄπληστος ᾖ, ἀρκεῖ σοι εἰς πλήρωσιν τῆς χρείας σου ἐκεῖνο, ὅπερ ὁ Θεὸς οἰκονομεῖ σοι. Οὐδέ ποτε γὰρ ἀφῆκεν ὁ Θεὸς τοὺς ἐργάτας αὑτοῦ ἐνδεεῖς γενέσθαι τῶν παρερχομένων. «Ζητεῖτε γὰρ πρῶτον», εἶπεν ὁ Κύριος, «τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν», πρὸ τοῦ αἰτήσασθαι ὑμᾶς.

Εἶπε γάρ τις τῶν ἁγίων, ὅτι οὐχὶ αὕτη ἐστὶν ἡ τάξις τῆς πολιτείας σου, τοῦ κορέσαι τοὺς πεινῶντας καὶ γενέσθαι τὸ κελλίον σου ξενοδοχεῖον τῶν ξένων. Αὕτη γὰρ ἡ πολιτεία τῶν κοσμικῶν ἐστι καὶ μᾶλλον αὐτοῖς πρέπει ὡς καλόν, οὐχὶ τοῖς ἀναχωρηταῖς καὶ ἐλευθέροις τῶν ὁρωμένων καὶ φυλάττουσι τὸν νοῦν αὐτῶν ἐν τῇ προσευχῇ.

ΛΟΓΟΣ ΛΔʹ ΠΕΡΙ ΜΕΤΑΝΟΙΩΝ ΚΑΙ ΕΤΕΡΟΙ ΛΟΓΟΙ Μὴ ψηφίσῃς ἀργίαν τὴν ἔκτασιν τῆς εὐχῆς τῆς ἀμετεωρίστου, τῆς συνηγμένης καὶ μακρᾶς, διὰ τὸ καταλεῖψαί σε τοὺς ψαλμούς. Πλέον δὲ τῆς μελέτης τῆς στιχολογίας, τὰς μετανοίας ἐν τῇ προσευχῇ ἀγάπησον. Ὅτε δώσει σοι χεῖρα αὕτη, τὸν τόπον τῆς λειτουργίας ἀναπληροῖ, καὶ ὅτε ἐν αὐτῇ τῇ λειτουργίᾳ δοθῇ σοι τὸ χάρισμα τῶν δακρύων, μὴ ψηφίσῃς τὴν ἐν αὐτοῖς τρυφὴν ἀργίαν ἐξ αὐτῆς. Πλήρωμα γὰρ τῆς εὐχῆς ἡ χάρις ἡ τῶν δακρύων.

Ἐν τῷ καιρῷ, ἐν ᾧ ἡ διάνοιά σου ἐσκορπισμένη ἐστί, πλέον τῆς εὐχῆς τῇ ἀναγνώσει ἔμμεινον. Οὐ πᾶσα δὲ γραφὴ ὠφέλιμος, καθὼς ἐρρέθη. Πολὺ πλέον τῶν ἔργων τὴν ἡσυχίαν ἀγάπησον. Τίμησον τὴν ἀνάγνωσιν, εἰ δυνατόν, κρεῖττον τῆς στάσεως. Αὕτη γὰρ πηγή ἐστι τῆς καθαρᾶς εὐχῆς. Μὴ οὖν ἀμελήσῃς παντελῶς, νῆφε δὲ ἐκ τοῦ μετεωρισμοῦ. Τῆς γὰρ πολιτείας ῥίζα ἡ ψαλμῳδία. Ὅμως καὶ τοῦτο γνῶθι, ὅτι τῆς στιχολογίας τῆς μετὰ τοῦ μετεωρισμοῦ, τὰ ἔργα τοῦ σώματος πλέον ὠφελοῦσι, τὸ δὲ λυπεῖσθαι κατὰ διάνοιαν, τὸν κόπον ὑπερβάλλει τοῦ σώματος.

Ἐν τῷ καιρῷ τῆς ἀμελείας νῆφε καὶ κίνησον μικρὸν τὸν τὸν ζῆλον· μεγάλως γὰρ ἐξυπνίζει τὴν καρδίαν καὶ διαθερμαίνει τὰ νοήματα τῆς ψυχῆς. Ἐξ ἐναντίας τῆς ἐπιθυμίας ἐν τῷ τῆς ἀμελείας καιρῷ, τῇ φύσει ὁ θυμὸς βοηθεῖ· λύει γὰρ τὴν ψυχρότητα τῆς ψυχῆς. Ἐκ τούτων γὰρ τῶν αἰτίων εἴωθεν ἔρχεσθαι καθ’ ἡμῶν ἡ ἀμέλεια· ἢ ἐκ τοῦ βάρους τῆς γαστρὸς ἢ ἐκ τῶν πολλῶν ἔργων.

Ἡ εὐταξία τῆς ἐργασίας τὸ φῶς ἐστι ἐπὶ τοῦ φρονήματος. Οὐκ ἔστιν ἄλλο τι, ὡς ἡ γνῶσις. Πᾶσα εὐχὴ ἣν προσφέρεις ἐν τῇ νυκτί, πασῶν τῶν τῆς ἡμέρας πράξεων ἔστω ἐν ὀφθαλμοῖς σου τιμιωτέρα. Μὴ βαρύνῃς τὴν γαστέρα σου, ἵνα μὴ συγχυθῇ ἡ διάνοιά σου καὶ ἔσῃ τεταραγμένος ἐν τῷ μετεωρισμῷ, ὅταν ἀναστῇς νυκτὸς καὶ ἐκλυθῶσι τὰ μέλη σου καὶ αὐτὸς εὑρεθῇς γυναικώδους πεπληρωμένος χαυνώσεως, οὐ μὴν δέ, ἀλλὰ καὶ ἡ ψυχή σου ἐσκοτισμένη καὶ τὰ νοήματά σου τεθολωμένα καὶ οὐ δύνῃ συνάξαι αὐτὰ παντελῶς ἐν τῇ στιχολογίᾳ διὰ τὴν σκότωσιν, καὶ μωραίνηται ἐν σοὶ ἡ τῶν πάντων γεῦσις, καὶ οὐ γλυκαίνηταί σοι ἡ στιχολογία τῆς ψαλμῳδίας, ἧς διὰ τῆς ἐλαφρότητος καὶ λαμπρότητος τῆς διανοίας ὁ νοῦς εἴωθε γεύεσθαι μεθ’ ἡδονῆς τῆς ἐν αὐτῇ διαφορᾶς.

Ὅταν γὰρ ἡ εὐταξία τῆς νυκτὸς ταραχθῇ, τότε καὶ ἐν τῇ ἡμερινῇ ἐργασίᾳ γίνεται ὁ νοῦς συγκεχυμένος, καὶ ἐν σκοτώσει διαπορευόμενος καὶ ἐν τῇ ἀναγνώσει, καθὼς εἴωθεν, οὐ τρυφᾷ. Ἐπιπίπτει γὰρ ὡς καταιγὶς ἐπὶ τὰ νοήματα, καὶ ἐὰν εἰς εὐχὴν κινηθῇ καὶ ἐὰν εἰς μελέτην. Ἡ ἡδονὴ γὰρ ἡ ἐν ἡμέρᾳ διδομένη τοῖς ἀσκηταῖς ἐκ τοῦ φωτὸς τῆς ἐργασίας τῆς νυκτὸς βρύει ἐπὶ τῷ νῷ τῷ καθαρῷ.

Ἕκαστος ἄνθρωπος, ὃς οὐ ἔλαβε πεῖραν τῆς ἡσυχίας τῆς μακρᾶς, μὴ προσδοκήσῃ μαθεῖν ἐξ ἑαυτοῦ τι πλέον ἐν τοῖς ἀγαθοῖς τῆς ἀσκήσεως, εἰ καὶ μέγας ἐστὶ σοφὸς καὶ διδάσκαλος, ἔχων πολλὰ κατορθώματα. Παραφύλαξαι, μὴ ἐπὶ πλέον ἐξασθενήσῃ τὸ σῶμά σου, ἵνα μὴ ἐνδυναμωθῇ κατὰ σοῦ ἡ ἀμέλεια καὶ ψυχράνῃ τὴν ψυχήν σου ἐκ τῆς γεύσεως τῆς ἐργασίας αὐτῆς. Ὡς ἐν ζυγῷ ἁρμόζει σταθμίσαι ἕκαστον τὴν ἑαυτοῦ πολιτείαν. Ἐν τῷ καιρῷ, ἐν ᾧ κορέννυσαι, παραφύλαξαι ὀλίγον ἐκ τῆς πρὸς ἑαυτὸν παρρησίας.

Ἐν σωφροσύνῃ ἔστω τὸ κάθισμά σου καὶ ἐν τῇ ὥρᾳ τῆς χρείας σου. Μάλιστα δὲ γίνου σώφρων καὶ καθαρὸς ἐν τῇ ὥρᾳ τοῦ ὕπνου σου, καὶ παρατετηρημένος, οὐ μόνον ἐν τῷ λογισμῷ σου, ἀλλὰ καὶ ἐν τοῖς μέλεσί σου. Φυλάττου ἐκ τῆς οἰήσεως ἐν τῇ ὥρᾳ τῶν καλῶν ἀλλοιώσεων. Τὴν ἀσθένειάν σου καὶ τὴν ἰδιωτείαν σου πρὸς τὴν λεπτότητα αὐτῆς τῆς οἰήσεως ἐν προσευχῇ σπουδαίως δεῖξον τῷ Κυρίῳ, ἵνα μὴ καταλειφθῇς πειραθῆναι ἐν τοῖς αἰσχροῖς. Ἡ πορνεία γὰρ ἀκολουθεῖ τῇ ὑπερηφανίᾳ καὶ τῇ οἰήσει ἡ πλάνη.

Ἐν τοῖς ἔργοις τῶν χειρῶν σου πρὸς τὴν χρείαν σου ἔργασαι, μᾶλλον δὲ πρὸς δεσμὸν τὸν ἐν τῇ ἡσυχίᾳ σου. Μὴ ἀσθενήσῃς ἐν πεποιθήσει σου πρὸς τὸν προνοητήν σου. Οἰκονομίαι γὰρ θαυμασταὶ γίνονται ἐν τοῖς οἰκείοις αὐτοῦ. Διότι ἐν ἐρήμῳ ἀοικείτῳ οἰκονομεῖ τοὺς ἐν πεποιθήσει αὐτοῦ καθημένους οὐκ ἐν χερσὶν ἀνθρώπων. Ἐὰν ἐπισκέψηταί σε ὁ Κύριος ἐν τοῖς σωματικοῖς χωρὶς ἔργου, ὅτε σὺ ἀγωνίζη ἐν τῇ ἐπιμελείᾳ τῆς ψυχῆς σου, κινεῖται τότε ἐν σοὶ καὶ λογισμὸς ἐκ τῆς μηχανῆς τοῦ διαβόλου, τοῦ φονευτοῦ, ὅτι ἡ αἰτία τῆς προνοίας ταύτης ἁπάσης πάντως ἐκ σοῦ ἐστι. Καὶ τότε συνάμα τούτῳ τῷ λογισμῷ παύεται ἐκ σοῦ καὶ ἡ πρόνοια τοῦ Θεοῦ, καὶ αὐτῇ τῇ ὥρᾳ βρύουσι κατὰ σοῦ πλεῖστοι πειρασμοί, εἴτε ἐκ τῆς ἀμελείας τοῦ προνοητοῦ εἴτε ἐκ τῶν ἀνακαινισμῶν τῶν πόνων καὶ τῶν νοσημάτων τῶν κινουμένων ἐν τῷ σώματί σου. Οὐκ ἐκ μόνης δὲ τῆς κινήσεως τοῦ λογισμοῦ ἀμελεῖ ὁ Θεός, ἀλλὰ καὶ ἐκ τοῦ διαμεῖναι τὴν διάνοιαν ἐν αὐτῇ. Ἐκ τῆς κινήσεως γὰρ τῆς ἀκουσίου οὐ παιδεύει καὶ κρίνει ὁ Θεὸς τὸν ἄνθρωπον, οὐδὲ ἐὰν πρὸς ὥραν συμφωνήσωμεν αὐτῇ.

Καὶ ἐὰν αὐτῇ τῇ ὥρᾳ κεντήσωμεν τὸ πάθος καὶ ἡ κατάνυξις φθάσῃ ἡμᾶς, οὐ λογοθετεῖ ὁ Κύριος εἰς τὴν τοιαύτην ἀμέλειαν ἡμᾶς, ἀλλ’ εἰς ἐκείνην, ἣν ἡ διάνοια ἀληθῶς ἐδέξατο καὶ ἀνεπαισθήτως προσβλέπει αὐτῇ καὶ ὡς καθήκουσαν καὶ ὠφελοῦσαν ἐδέξατο αὐτήν, καὶ οὐκ ἐλογίσατο αὐτὴν φροντίδα δεινήν.

Ἡμεῖς ἀεὶ τοῦτο προσευξώμεθα τῷ Κυρίῳ. Χριστὲ τὸ πλήρωμα τῆς ἀληθείας ἀνατειλάτω ἡ ἀλήθειά σου ἐν ταῖς καρδίαις ἡμῶν καὶ κατὰ τὸ θέλημά σου γνῶμεν πορευθῆναι ἐν τῇ ὁδῷ σου. Ὅτε λογισμός τις πονηρὸς ἐνσπαρεῖ σοι, εἴτε τούτων τῶν ἀπὸ μακρὰν ὄντων εἴτε τῶν προλήψεων, καὶ συνεχῶς δεικνύει ἑαυτὸν τῷ νοΐ, γνῶθι ἀληθῶς, ὅτι παγίδα κρύψει σοι· ἀλλ’ ἐξυπνίσθητι καὶ νῆφε ἐν καιρῷ. Εἰ δέ ἐστιν ἐκ τούτων τῶν τοῦ μέρους τῶν δεξιῶν καὶ τῶν ἀγαθῶν, γνῶθι ὅτι τρόπον τινὰ ζωῆς θέλει ὁ Θεὸς δοῦναί σοι, καὶ διὰ τοῦτο ἀεὶ ἔξωθεν τοῦ ἔθους κινεῖται ἐν σοί· ἐὰν δὲ σκοτεινὸς λογισμὸς ᾖ καὶ διστάζῃς ἐν αὐτῷ, ὅτι οὐ δύνῃ τηλαυγῶς φθάσαι, ἐάν τε οἰκεῖος ἢ κλέπτης ᾖ, ἢ ἀντιλήπτωρ ἢ ἐνεδρευτής, ὃς ἐν σχήματι ἀγαθῷ ἐκρύβη, ἐν εὐχῇ ἐκτενεῖ καὶ ὀξυτάτῃ, νυκτὸς καὶ ἡμέρας, ἐν ἀγρυπνίᾳ πολλῇ παρασκευασθῶμεν κατ’ αὐτοῦ. Μὴ ὠθήσῃς αὐτόν, μηδὲ συμφωνήσῃς αὐτῷ, ἀλλ’ εὐχὴν ἐν σπουδῇ καὶ θερμότητι ποίησον ὑπὲρ αὐτοῦ. Καὶ μὴ σιωπήσῃς ἐπικαλέσασθαι τὸν Κύριον, καὶ αὐτὸς δεικνύει σοι αὐτὸν πόθεν ἐστίν.

Περὶ τῆς σιωπῆς Ὑπὲρ πάντα τὴν σιωπὴν ἀγάπησον, ὅτι προσεγγίζει σοι πρὸς καρπόν· ἡ γλῶσσα γὰρ ἀσθενεῖ πρὸς τὴν ἐξήγησιν αὐτοῦ. Πρῶτον μὲν βιασώμεθα ἑαυτοὺς σιωπᾶν, καὶ τότε ἐκ τῆς σιωπῆς γεννᾶται ἡμῖν τι ὁδηγοῦν ἡμᾶς εἰς αὐτὴν τὴν σιωπήν.

Δῴη σοι ὁ Θεὸς αἰσθηθῆναί τινος γεννωμένου ἐκ τῆς σιωπῆς. Ἐὰν δὲ ἐν ταύτῃ τῇ πολιτείᾳ ἄρξῃ, οὐκ ἐπίσταμαι ἐγὼ πόσον φῶς ἀνατελεῖ σοι ἐντεῦθεν. Μὴ λογίσῃ, ὦ ἀδελφέ, ὅτι ὅπερ ἐρρέθη ἐπὶ τοῦ θαυμασίου ἐκείνου Ἀρσενίου, ὅτε παρέβαλον αὐτῷ οἱ πατέρες καὶ οἱ ἀδελφοὶ οἱ ἐρχόμενοι τοῦ θεάσασθαι αὐτόν, καὶ ἐκαθέζετο μετ’ αὐτῶν σιωπῶν καὶ ἐν τῇ σιωπῇ ἦν ἀπολύων αὐτούς, ἐν θελήματι μόνον τοῦτο ἐποίει, ἀλλ’ ἐπεὶ ἐξ ἀρχῆς εἰς τοῦτο ἑαυτὸν ἐβιάσατο.

Ἡδονή τις τίκτεται ἐν τῇ καρδίᾳ ἐκ τῆς γυμνασίας τῆς ἐργασίας ταύτης μετὰ καιρὸν καὶ ἐν βίᾳ ὁδηγεῖ τὸ σῶμα ὑπομεῖναι ἐν τῇ ἡσυχίᾳ, καὶ πλῆθος δακρύων τίκτεται ἡμῖν ἐν ταύτῃ τῇ πολιτείᾳ. Καὶ ἐν τῇ θεωρίᾳ τῇ θαυμαστῇ αἰσθάνεταί τινος ἐν αὐταῖς ἡ καρδία διακριτικῶς ἐν καιρῷ μετὰ πόνου καὶ ἐν καιρῷ ἐκ τοῦ θαύματος. Σμικρύνεται γὰρ ἡ καρδία καὶ γίνεται ὡς νήπιον, καὶ ὅτε ἄρξεται ἐν τῇ εὐχῇ, προεπιρρέουσι τὰ δάκρυα.

Μέγας ἐστὶν ἄνθρωπος ὁ ἐν τῇ ὑπομονῇ τῶν μελῶν ἑαυτοῦ συνήθειαν κτώμενος θαυμαστὴν ἔσω ἐν τῇ ἑαυτοῦ ψυχῇ. Ὅτε πάντα τὰ ἔργα τῆς πολιτείας ταύτης εἰς ἓν μέρος θήσεις καὶ τὴν σιωπὴν ἐν ἄλλῳ, εὑρίσκεις αὐτὴν ὑπερβάλλουσαν ἐν σταθμῷ. Παραινέσεις εἰσὶ πολλαὶ τῶν ἀνθρώπων· ὅτε ἡνίκα τῇ σιωπῇ τις προσεγγίσει, περισσὴ αὐτῷ ἡ ἐργασία τῆς φυλακῆς αὐτῶν. Καὶ εὑρίσκονται γενόμεναι περισσαὶ αἱ ἐργασίαι, καὶ αὐτὸς εὑρίσκεται ὑπερυψωθεὶς αὐτῶν, ὅτι τῇ τελειότητι προσήγγισε. Καὶ γὰρ βοήθειά ἐστι τῇ ἡσυχίᾳ.

Πῶς δὲ τοῦτο; Ὅτι ἀδύνατον, ἐν τῇ τῶν πολλῶν κατασκηνώσει ὄντων ἡμῶν, μὴ ἀπαντηθῆναι ἡμᾶς ὑπό τινος. Οὐδὲ γὰρ ὁ ἰσάγγελος Ἀρσένιος, ὃς ὑπὲρ ἅπαντας ἠγάπησε τὴν ἡσυχίαν, ἠδυνήθη ἀποστῆναι τούτων. Τὸ γὰρ συναντηθῆναι ἡμᾶς ὑπὸ τῶν πατέρων καὶ τῶν ἀδελφῶν τῶν ὄντων μεθ’ ἡμῶν καὶ ἡ ἀπάντησις αὐτῶν ἡ ἀπροσδοκήτως γινομένη καὶ τὸ ἀπέρχεσθαι αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἢ ἀλλαχοῦ, ταῦτα πάντα ὅτε εἶδεν ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἀξιομακάριστος, ὅτι οὐ δυνατόν ἐστιν ἀποστῆναι τούτων, ὅσον ἐστὶ πλησίον τῆς κατοικήσεως τῶν ἀνθρώπων, ἡνίκα δὲ ἦν πολλάκις, μὴ δυνάμενος μακρυνθῆναι ἐν τόπῳ τῆς ἑαυτοῦ κατοικίας ἐκ τοῦ πλησιασμοῦ τῶν ἀνθρώπων καὶ ἐκ τῶν μοναστῶν τῶν κατοικούντων ἐν ἐκείνοις τοῖς τόποις, τοῦτον τὸν τρόπον ἔμαθεν ἐκ τῆς χάριτος, τὴν διηνεκῆ σιωπήν. Καὶ εἴ ποτε ἐξ ἀνάγκης ἤνοιγε τὴν θύραν ἑαυτοῦ τισιν αὐτῶν, ἐν τῇ θεωρίᾳ αὐτοῦ μόνον ἐνηυφραίνοντο, ἡ δὲ ὁμιλία τοῦ λόγου καὶ ἡ χρεία αὐτοῦ περιττὴ ἐγίνετο μεταξὺ αὐτῶν.

Πολλοὶ τῶν Πατέρων ἐν τῇ θεωρίᾳ ταύτῃ ἦλθον εἰς κατάστασιν, εἰς τὸ παραφυλάξασθαι ἑαυτούς, τοῦ λαβεῖν αὐτοὺς προσθήκην τοῦ πλούτου τοῦ πνευματικοῦ ἐκ τῆς μαθήσεως, ἧς ἐδέξαντο ἐκ τῆς θεωρίας τοῦ μακαρίου. Καί τινες ἐξ αὐτῶν ἐν λίθῳ ἢ ἐν σχοινίῳ ἐδέσμουν ἑαυτούς, ἢ ἐν λιμῷ ἔτηξαν ἑαυτούς, ἐν τῷ καιρῷ, ἡνίκα ἤθελον πρὸς τοὺς ἀνθρώπους ἐξελθεῖν. Διότι ἡ πεῖνα πολὺ ὠφελεῖ εἰς τὴν συστολὴν τῶν αἰσθήσεων.

Πολλοὺς Πατέρας εὗρον, ἀδελφέ, μεγάλους καὶ θαυμαστούς, πλεῖον τῶν ἔργων εἰς τὴν εὐταξίαν τῶν αἰσθήσεων πρόνοιαν ποιουμένους καὶ εἰς τὸ ἦθος τοῦ σώματος· ὅτι ἐξ αὐτῶν γεννᾶται ἡ εὐταξία τῶν λογισμῶν. Αἰτίαι πολλαὶ ἔξωθεν τοῦ θελήματος συναντῶσι τῷ ἀνθρώπῳ καὶ ποιοῦσιν αὐτὸν ἐξελθεῖν ἔξωθεν τοῦ ὅρου τῆς ἐλευθερίας αὐτοῦ. Καὶ εἰ μὴ εὑρεθείη παραφυλαττόμενος ἐν τοῖς ἑαυτοῦ αἰσθήσεσιν ἐν τῇ ἀδιαλείπτῳ συνηθείᾳ, τῇ προηγησαμένη ἐν αὐτῷ, εἶχον ποιῆσαι αὐτὸν ἐν πολλῷ χρόνῳ μὴ ἐλθεῖν εἰς ἑαυτὸν καὶ εὑρεῖν τὴν πρώτην εἰρηνικὴν ἑαυτοῦ κατάστασιν.

Προκοπὴ τῆς καρδίας ἀδολεσχία ἐστὶν ἐν τῇ ἑαυτῆς ἐλπίδι. Προκοπὴ τῆς πολιτείας, ἡ ἐκ πάντων λύσις. Ἡ μνήμη τοῦ θανάτου δεσμός ἐστιν ἀγαθὸς τῶν μελῶν τῶν ἔξωθεν. Δέλεαρ ψυχῆς ἐστιν ἡ χαρά, ἡ ἐκ τῆς ἐλπίδος τῆς ἐξανθούσης ἐν τῇ καρδίᾳ. Αὔξησις τῆς γνώσεως αἱ διηνεκεῖς δοκιμασίαι εἰσίν, ἃς ἐκ τῶν δύο ἀλλοιώσεων λαμβάνει ὁ νοῦς ἔσωθεν καθ’ ἡμέραν.

Ἐὰν γὰρ καὶ ἀκηδία ἡμῖν κατὰ καιρὸν ἐγγένηται διὰ τὴν μόνωσιν (καὶ τοῦτο ἴσως οἰκονομικῶς παραχωρεῖται γενέσθαι), ἀλλ’ ἔχομεν παράκλησιν τῆς ἐλπίδος ὑπερβάλλουσαν τὸν λόγον τῆς πίστεως. ὃν ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν.

Καὶ καλῶς εἰπέ τις τῶν θεοφόρων, ὅτι ἱκανοῖ ὁ πόθος τοῦ Θεοῦ τῷ πιστῷ γενέσθαι παράκλησις καὶ ἐν τῇ ἀπωλείᾳ τῆς ἑαυτοῦ ψυχῆς. Τί γάρ, φησί, βλάπτουσιν αἱ θλίψεις τὸν τὴν τρυφὴν καὶ τὴν ἀνάπαυσιν καταπεφρονημένας ἔχοντα διὰ τὰ μέλλοντα ἀγαθά;

Καὶ τοῦτο δέ, ἀδελφέ, παραγγέλλω σοι· ἔστω ἐν σοὶ ἀεὶ ἐκνικῶν ὁ τῆς ἐλεημοσύνης σταθμὸς ἕως ἂν αἰσθηθῇς ἐν ἑαυτῷ ἐκείνου τοῦ ἐλέους, οὗ ἔχεις πρὸς τὸν κόσμον. Ταῦτα γὰρ τὰ ἡμέτερα ἔσοπτρα γενέσθω, τοῦ ἰδεῖν ἐν ἑαυτῷ τὴν ὁμοιότητα καὶ τὸν τύπον τὸν ἀληθινόν, τὸν τῇ φύσει ὑπάρχοντα καὶ τῇ οὐσίᾳ ἐκείνῃ τοῦ Θεοῦ. Ἐν τούτοις καὶ τοιούτοις φωτισθῶμεν κινηθῆναι κατὰ Θεὸν ἐν διαυγεῖ προαιρέσει. Καρδία ἀπότομος καὶ ἀνηλεὴς οὐδέποτε καθαίρεται. Ἄνθρωπος ἐλεήμων ἰατρός ἐστι τῆς ἑαυτοῦ ψυχῆς· τὴν σκότωσιν γὰρ τῶν παθῶν, ὡς ἐν πνεύματι βιαίῳ καταδιώκει ἐκ τῶν ἔνδον ἑαυτοῦ.

Χρέος ἀγαθὸν πρὸς τὸν Θεὸν τοῦτό ἐστι, κατὰ τὸν εὐαγγελικὸν λόγον τῆς ζωῆς. Ὅταν προσεγγίσῃς τῇ στρωμνῇ σου, εἰπὲ αὐτῇ· Ὦ στρωμνή, ἴσως ἐν τῇ νυκτὶ ταύτῃ τάφος μοι γίνῃ· καὶ οὐ γινώσκω, μήπως ἀντὶ τοῦ προσκαίρου ὕπνου, ἐκεῖνος ὁ αἰώνιος ὁ μέλλων εἰσέλθῃ ἐν ἐμοὶ ἐν ταύτῃ τῇ νυκτί.

Ἐν ὅσῳ οὖν ἔχεις πόδας, δράμε ὀπίσω τῆς ἐργασίας, πρὸ τοῦ δεσμευθῆναι ἐν ἐκείνῳ τῷ δεσμῷ, τῷ μὴ ἐνδεχομένῳ πάλιν λυθῆναι. Ἐν ὅσῳ ἔχεις δακτύλους, σταύρωσον ἑαυτὸν ἐν προσευχῇ, πρὸ τοῦ ἐλθεῖν τὸν θάνατον. Ἐν ὅσῳ ἔχεις ὀφθαλμούς, πλήρωσον αὐτοὺς δακρύων, πρὸ τοῦ σκεπασθῆναι αὐτοὺς ὑπὸ τοῦ κονιορτοῦ. Καθάπερ γὰρ τὸ ῥόδον, τὸ ὑπ’ ἀνέμου ἐκπνεόμενον καὶ μαραινόμενον, οὕτως ἔσωθέν σου ἓν τῶν στοιχείων τῶν ἐν σοί, καὶ ἀποθνῄσκεις. Θοῦ ἐν τῇ καρδίᾳ σου τοῦ ἀπελθεῖν, ὦ ἄνθρωπε, ἐν τῷ λέγειν σε ἀεί, Ἴδε ἔφθασε τὴν θύραν ὁ ἀπόστολος, ὁ ἐρχόμενος ὀπίσω μου. Τί κάθημαι; ἀποδημία ἐστὶν αἰώνιος, μὴ ἔχουσα πάλιν ἐπάνοδον.

Ὁ ἀγαπῶν τὴν ὁμιλίαν τὴν μετὰ τοῦ Χριστοῦ, ἀγαπᾷ γενέσθαι μοναστικός, ὁ δὲ ἀγαπῶν ὑπολειφθῆναι μετὰ τῶν πολλῶν, οὗτος φίλος τοῦ κόσμου τούτου. Ἐὰν ἀγαπᾷς τὴν μετάνοιαν, ἀγάπησον καὶ τὴν ἡσυχίαν. Ἔξωθεν γὰρ τῆς ἡσυχίας οὐ τελειοῦται ἡ μετάνοια. Καὶ ἐάν τις ἀντιλέγῃ ἐν τούτῳ, μὴ φιλονεικήσῃς μετ’ αὐτοῦ. Ἐὰν ἀγαπᾷς τὴν ἡσυχίαν, τὴν μητέρα τῆς μετανοίας, ἀγάπησον ἐν ἡδονῇ καὶ τὴν μικρὰν ζημίαν τοῦ σώματος καὶ τὰς βρυούσας μέμψεις καὶ τὰς ἀδικίας τὰς ὑπὲρ αὐτῆς. Ἐκτὸς γὰρ ταύτης τῆς παρασκευῆς ζῆσαι ἐν ἡσυχίᾳ μετ’ ἐλευθερίας ἀταράχως οὐ δυνήσῃ. Ἐὰν δὲ τούτων καταφρονήσῃς, μέτοχος γενήσῃ τῆς ἡσυχίας κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ μενεῖς καθήμενος ἐν αὐτῇ, ὡς θέλει ὁ Θεός.

Πόθος ἡσυχίας ἐστὶ προσδοκία διηνεκὴς τοῦ θανάτου. Ὁ ἐκτὸς ταύτης τῆς μελέτης εἰσερχόμενος ἐν τῇ ἡσυχίᾳ, οὐ δύναται βαστάξαι ἄπερ ὀφείλομεν καρτερεῖν καὶ βαστάζειν ἐκ παντὸς τρόπου. Καὶ τοῦτο δὲ γνῶθι, ὦ διακριτικέ, ὅτι οὐχὶ διὰ τὰ ἔργα τὰ περισσὰ τῶν κανόνων, ὅπως ταῦτά γε ἐργασώμεθα, τὴν κατοίκησιν μοναστικῶς μετὰ τῶν ψυχῶν ἡμῶν καὶ τὴν ἡσυχίαν καὶ τὸν ἐγκλεισμὸν ποιοῦμεν. Γνώριμον γάρ ἐστιν, ὅτι μᾶλλον ἡ μετὰ τῶν πολλῶν κοινωνία χεῖρα παρέχει εἰς τοῦτο, διὰ τὴν προθυμίαν τοῦ σώματος. Καὶ εἰ ἦν ἀναγκαῖον τοῦτο, οὐκ ἦσάν τινες τῶν πατέρων τὴν συντυχίαν καὶ τὴν κοινωνίαν τῶν ἀνθρώπων ἐάσαντες καὶ ἄλλοι ἐν τάφοις οἰκήσαντες, τινὲς δὲ τὸν ἐγκλεισμὸν ἐκλεξάμενοι ἐν οἴκῳ μοναστικῷ, ἐν ἐκείνῳ μάλιστα τὸ σῶμα ἐκλύοντες καὶ ἀφιέντες αὐτό, μὴ δυνάμενον πληρῶσαι τοὺς κανόνας ἑαυτοῦ, σὺν πάσῃ ἀσθενείᾳ καὶ μόχθῳ σωματικῷ· ἀλλὰ καὶ τὰ βαρέα νοσήματα τὰ φθάνοντα αὐτοὺς ἐν ἡδονῇ ὑπέφερον ἐν πάσῃ τῇ ζωῇ αὑτῶν, ἐξ ὧν οὔτε κἂν στῆναι ἐν τοῖς ποσὶν ἑαυτῶν ἢ τὴν προσευχὴν τὴν συνήθη προσφέρειν ἢ δοξολογεῖν ἐν τῷ ἑαυτῶν ἠδύναντο στόματι, ἀλλ’ οὐδὲ ψαλμὸν οὔτε ἄλλο τι τῶν ἐν σώματι τελουμένων ἐποίουν.

Καὶ ἤρκεσεν αὐτοῖς μόνη ἡ τοῦ σώματος ἀσθένεια καὶ ἡ ἡσυχία ἀντὶ πάντων τῶν κανόνων, καὶ οὗτος ὁ τρόπος ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτῶν. Καὶ ἐν ταύτῃ πάσῃ τῇ νομιζομένῃ ἀργίᾳ, οὐδεὶς ἐπεθύμησεν ἐξ αὐτῶν καταλεῖψαι τὸ κελλίον ἑαυτοῦ καὶ διὰ τὴν ἀργίαν τῆς ἐργασίας τῶν κανόνων αὐτοῦ ἔξω που περιάγειν ἢ ἐν ταῖς ἐκκλησίαις ἐνευφραίνεσθαι ταῖς φωναῖς καὶ ταῖς λειτουργίαις τῶν ἄλλων.

Ὁ αἰσθηθεὶς τῶν ἑαυτοῦ ἁμαρτιῶν κρείττων ἐστὶ τοῦ ἐγείροντος τοὺς νεκροὺς ἐν τῇ ἑαυτοῦ προσευχῇ, ὅταν εὑρεθῇ ἡ κατοίκησις αὐτοῦ ἐν μέσῳ πολλῶν. Ὁ στενάζων μίαν ὥραν ὑπὲρ τῆς ψυχῆς ἑαυτοῦ, κρείττων ἐστὶ τοῦ ὠφελοῦντος ὅλον τὸν κόσμον ἐν τῇ θεωρίᾳ ἑαυτοῦ. Ὁ ἀξιωθεὶς ἰδεῖν ἑαυτόν, αὐτὸς κρείττων ἐστὶ τοῦ ἀξιωθέντος ἰδεῖν τοὺς Ἀγγέλους. Οὗτος γὰρ ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς κοινωνεῖ, ἐκεῖνος δὲ ἐν τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς. Ὁ ἀκολουθῶν τῷ Χριστῷ ἐν πένθει μοναστικῷ, οὗτος κρείττων ἐστὶ τοῦ ἐπαινοῦντος αὐτὸν ἐν ταῖς συναγωγαῖς. Καὶ μηδεὶς ἐνέγκῃ εἰς μέσον τὸ τοῦ Ἀποστόλου, «τὸ ἀνάθεμα εἶναι ἐγώ», φησίν, «ηὐχόμην ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου». Τῷ γὰρ λαβόντι τὴν δύναμιν τοῦ Παύλου, καὶ ἐκεῖνο ποιῆσαι ἐπιτάττεται. Παῦλος δὲ ἐκ τοῦ Πνεύματος τοῦ ἐν ἑαυτῷ ἐλαμβάνετο εἰς ὠφέλειαν τοῦ κόσμου, καθὼς αὐτὸς ἐμαρτύρησεν. Ὅτι οὐκ ἐν τῷ ἑαυτοῦ θελήματι τοῦτο ἐποίει. «Ἀνάγκη γάρ μοι», φησίν, «ἐστί, καὶ οὐαί μοι ἐὰν μὴ εὐαγγελίζωμαι». Καὶ ἡ ἐκλογὴ τοῦ Παύλου, οὐ τῆς ἑαυτοῦ μετανοίας ἐθεώρει τὸν τρόπον, ἀλλὰ τὸ εὐαγγελίσασθαι τῇ ἀνθρωπότητι, καὶ δύναμιν περισσὴν ἔλαβεν.

Ὅμως τὴν ἡσυχίαν ἀγαπήσωμεν ἡμεῖς, ἀδελφοί, ἕως ἂν νεκρωθῇ ὁ κόσμος ἐκ τῆς καρδίας ἡμῶν. Καὶ μνημονεύσωμεν τοῦ θανάτου ἀεὶ καὶ ἐν τῇ τοιαύτῃ μελέτῃ προσεγγίσωμεν τῷ Θεῷ ἐν τῇ καρδίᾳ ἡμῶν καὶ καταφρονήσωμεν τῆς ματαιότητος τοῦ κόσμου καὶ περιφρονηθῇ ἡ ἡδονὴ αὐτοῦ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ὑπομείνωμεν ἐν ἡδονῇ ἐν σώματι νοσηρῷ τὴν ἀργίαν τὴν διηνεκῆ, τὴν ἐν τῇ ἡσυχίᾳ, ὅπως ἀξιωθῶμεν τῆς τρυφῆς, μετὰ τῶν ἐν σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς προσδοκώντων τὴν ἀποκάλυψιν τὴν ἐπαινετὴν τοῦ Κυρίου τὴν ἐξ οὐρανοῦ.

Ὅτι αὐτῷ καὶ τῷ Πατρὶ αὐτοῦ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ ἡ τιμὴ καὶ τὸ κράτος καὶ ἡ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.