Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Ἀσκητικαὶ ὁμιλίαι

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΜΖ΄-Ν΄: Αντιμετώπιση του σώματος, αληθής γνώση και καρτερία

Η πάλη με τις ροπές της σάρκας, οι εναλλαγές της πνευματικής κατάστασης μεταξύ χάριτος και σκοτασμού, και η σωτήρια αναγκαιότητα της αδιάλειπτης μετανοίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 8 από 11

ΛΟΓΟΣ ΜΖʹ ΠΕΡΙ ΤΟΥ ΟΤΙ ΤΟ ΣΩΜΑ ΦΟΒΟΥΜΕΝΟΝ ΤΟΥΣ ΠΕΙΡΑΣΜΟΥΣ ΓΙΝΕΤΑΙ ΦΙΛΟΣ ΤΗΣ ΑΜΑΡΤΙΑΣ Εἶπέ τις τῶν ἁγίων, ὅτι γίνεται τὸ σῶμα φίλος τῆς ἁμαρτίας φοβούμενον τοὺς πειρασμούς, ἵνα μὴ στενωθῇ καὶ ἀποθάνῃ ἐκ τῆς ζωῆς αὐτοῦ. Διὰ τοῦτο καταναγκάζει αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ἀποθανεῖν. Γινώσκει γὰρ ὅτι, ἐὰν μὴ ἀποθάνῃ, οὐ νικᾷ τὴν ἁμαρτίαν. Εἴ τις θέλει ἵνα κατοικήσῃ ἐν αὐτῷ ὁ Κύριος, τὸ σῶμα αὑτοῦ βιάζεται καὶ λειτουργεῖ τῷ Κυρίῳ καὶ δουλεύει ἐν ταῖς ἐντολαῖς τοῦ Πνεύματος ταῖς γεγραμμέναις ἐν τῷ Ἀποστόλῳ καὶ φυλάττει τὴν ψυχὴν αὑτοῦ ἀπὸ τῶν ἔργων τῆς σαρκός, ὧν ἔγραψεν ὁ Ἀπόστολος. Σῶμα δὲ συμμεμιγμένον τῇ ἁμαρτίᾳ ἀναπαύεται ἐν τοῖς ἔργοις τῆς σαρκός, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οὐκ ἀναπαύεται ἐν τοῖς καρποῖς αὐτοῦ.

Ὅτε γὰρ ἀσθενεῖ τὸ σῶμα ἐν νηστείᾳ καὶ ταπεινώσει, ἡ ψυχὴ ἐνδυναμοῦται ἐν τῇ προσευχῇ. Ἔθος ἔχει τὸ σῶμα ὅταν στενωθῇ πολλαχῶς ἐν θλίψεσι τῆς ἡσυχίας καὶ ὑστερηθῇ καὶ δεηθῇ, ὥστε ἐγγίζειν τοῦ ἀποθανεῖν ἐκ τῆς ζωῆς αὐτοῦ, τότε παρακαλεῖ σε, λέγον·

Ἄφες με ὀλίγον, ἵνα συμμέτρως πολιτεύσωμαι, ἄρτι ὀρθοποδῶ, διότι ἐπειράθην τῶν τοιούτων κακῶν. Καὶ ὅταν ἀναπαύσῃς αὐτὸ ἐκ τῶν θλίψεων καὶ παράσχῃς αὐτῷ μικρὰν ἄνεσιν, διότι συνεπάθησας αὐτῷ, καὶ κἂν πρὸς μικρὸν μικρὸν ἀναπαύσηται, τότε ψιθυρίζει σοι κολακευτικῶς μικρόν, ἕως ἂν ποιήσῃ σε ἐξελθεῖν ἐκ τῆς ἐρήμου· πάνυ γάρ εἰσι τὰ κολακεύματα αὐτοῦ ἰσχυρά. Καὶ λέγει σοι·

Δυνάμεθα καλῶς πολιτεύσασθαι καὶ πλησίον τοῦ κόσμου. Πολλὰ γὰρ ἐπειράθημεν. Δυνάμεθα οὖν, ἐν οἷς ἐσμεν, ἐκεῖσε πολιτεύεσθαι. Δοκίμασόν με μόνον καί, ἐὰν οὐ γίνωμαι ὡς θέλεις, δυνάμεθα ὑποστρέψαι. Ἰδοὺ ἡ ἔρημος οὐ φεύγει ἐξ ἡμῶν.

Μὴ οὖν πιστεύσῃς αὐτῷ, κἂν σφόδρα παρακαλέσῃ καὶ ὑποσχέσεις πολλὰς ποιήσῃ. Διότι οὐ ποιεῖ ἃ εἶπε. Μετὰ τὸ δοῦναί σε αὐτῷ τὴν αἴτησιν αὐτοῦ, ῥίπτει σε εἰς μεγάλα πτώματα, ἐξ ὧν οὐ δύνῃ ἀναστῆναι καὶ ἐξελθεῖν ἐξ αὐτῶν.

Ὅταν ἀκηδιάσῃ ἐκ τῶν πειρασμῶν καὶ χορτασθῇ ἐξ αὐτῶν, εἰπὲ αὐτῷ· σὺ πάλιν τὴν ἀκαθαρσίαν καὶ τὴν αἰσχρὰν ζωὴν ἐπιθυμεῖς. Καὶ ἐὰν εἴπῃ σοι, Ἁμαρτία μεγάλη ἐστὶ τὸ φονεῦσαι ἑαυτόν, εἰπὲ σὺ αὐτῷ· φονεύω ἑαυτόν, διότι οὐ δύναμαι ἀκαθάρτως ζῆσαι· ἀποθάνω ὧδε, ἵνα μὴ πάλιν θεάσωμαι τὸν θάνατον τὸν ἀληθινὸν τῆς ψυχῆς μου, τὸν ἐκ τοῦ Θεοῦ.

Συμφέρει μοι ἵνα ἀποθάνω ὧδε ὑπὲρ τῆς ἁγνείας καὶ μὴ κακὴν ζωὴν ζήσω ἐν τῷ κόσμῳ. Τὸν θάνατον τοῦτον προαιρέσει ἐξελεξάμην ὑπὲρ τῶν ἁμαρτιῶν μου. Ἀποκτενῶ ἑαυτόν, διότι ἡμάρτηκα τῷ Κυρίῳ καὶ μηκέτι αὐτὸν παροργίσω. Τί θέλω ζωὴν ἀπέχουσαν ἀπὸ τοῦ Θεοῦ; Τὰς κακώσεις ταύτας ὑπομένω, ἵνα μὴ ἀλλοτριωθῶ ἐκ τῆς ἐπουρανίου ἐλπίδος. Ποίαν ὠφέλειαν ἔχει ὁ Θεὸς ἐκ τῆς ἐμῆς ζωῆς τῆς ἐν τῷ βίῳ, ἐὰν ἐν αὐτῷ ζήσω κακῶς καὶ παροργίσω αὐτόν;

ΛΟΓΟΣ ΜΗʹ ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΠΟΙΑΣ ΑΙΤΙΑΣ ΑΦΙΗΣΙΝ Ο ΘΕΟΣ ΤΟΥΣ ΠΕΙΡΑΣΜΟΥΣ ΕΠΙ ΤΟΥΣ ΑΓΑΠΩΝΤΑΣ ΑΥΤΟΝ Ἐκ τῆς ἀγάπης, ἣν ἔδειξαν οἱ ἅγιοι πρὸς τὸν Θεόν, ὑπὲρ ὧν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ πάσχουσιν, ὅτε στενοχωρεῖ αὐτοὺς καὶ οὐκ ἀφίσταται τῶν ὑπ’ αὐτοῦ ἀγαπωμένων, κτᾶται ἡ καρδία αὐτῶν παρρησίαν, τοῦ ἰδεῖν πρὸς αὐτὸν ἀπερικαλύπτως καὶ ἐν πεποιθήσει αἰτήσασθαι αὐτόν. Μεγάλη ἐστὶν ἡ δύναμις τῆς εὐχῆς τῆς μετὰ παρρησίας.

Διὰ τοῦτο ἀφίησιν ὁ Θεὸς τοὺς ἁγίους αὐτοῦ πειρασθῆναι ἐν πάσῃ λύπῃ καὶ λαβεῖν πάλιν τὴν πεῖραν καὶ τὴν δοκιμὴν τῆς ἀντιλήψεως αὐτοῦ, καὶ ὅσην πρόνοιαν ἔχει περὶ αὐτῶν, ὅτι κτῶνται ἐκ τῶν πειρασμῶν σοφίαν, ἵνα μή, γενόμενοι ἰδιῶται, στερηθῶσι τῆς τῶν δύο γυμνασίας μερῶν, ἵνα κτήσωνται ἐκ τῆς δοκιμῆς τὴν γνῶσιν τῶν ἁπάντων, μήπως καταγελασθῶσιν ὑπὸ τῶν δαιμόνων. Ὅτι, εἰ ἐν τοῖς ἀγαθοῖς ἐγύμναζεν αὐτούς, ἦσαν τῆς γυμνασίας τῆς ἑτέρας λειπόμενοι καὶ ἐγένοντο ἂν ἐν τοῖς πολέμοις τυφλοί.

Καὶ ἐὰν εἴπωμεν, ὅτι αὐτὸς γυμνάζει αὐτοὺς χωρὶς τῆς αὐτῶν ἐπιγνώσεως, λοιπὸν λέγομεν, ὅτι θέλει αὐτοὺς γενέσθαι κατὰ τοὺς βόας καὶ τὰς ὄνους καὶ τοὺς μὴ ἔχοντας ἐλευθερίαν ἔν τινι. Καὶ ὅτι οὐ γίνεται γεῦσις ἐν τῷ ἀγαθῷ τῷ ἀνθρώπῳ, εἴπερ μὴ πειρασθείη πρῶτον ἐν τῇ τῶν κακῶν δοκιμῇ, ἵνα, ὅταν ἀπαντήσῃ ἐν αὐτοῖς τὰ ἀγαθά, ἐν γνώσει καὶ ἐλευθερίᾳ χρήσηται αὐτοῖς ὡς ἰδίοις. Πόσον ἡ γνῶσις ἡ ἐκ τῆς τῶν ἔργων πείρας καὶ ἐκ τῆς γυμνασίας προληφθεῖσα ἡδεῖα πέφυκε καὶ πόσην δύναμιν παρέχει τῷ ἐκ πολλῆς πείρας αὐτοῦ ἐν ἑαυτῷ εὑρόντι αὐτήν, τούτοις γινώσκεται τοῖς πεπεισμένοις καὶ εἰδόσι τὴν συνεργίαν αὐτῆς, ὡς δὲ καὶ τὴν ἀσθένειαν τῆς φύσεως καὶ τὴν ἀντίληψιν τῆς θεϊκῆς δυνάμεως.

Τότε γὰρ γινώσκουσιν, ὅτε πρῶτον κωλύσας τὴν ἑαυτοῦ δύναμιν ἐξ αὐτῶν αἰσθηθῆναι ποιήσει τὰς ἀσθενείας τῆς φύσεως καὶ τῆς δυσχερείας τῶν πειρασμῶν καὶ τῆς πονηρίας τοῦ ἐχθροῦ· καὶ πρὸς ποῖον παλαιστὴν ἔχουσι καὶ ποίαν ἐνδεδυμένοι φύσιν εἰσὶ καὶ πῶς εἰσι πεφυλαγμένοι ἐν τῇ δυνάμει τῇ θεϊκῇ καὶ πόσον ἔδραμον καὶ πόσον ὑψώθησαν ἐν αὐτῇ· καὶ ὅτι ὅτε μακρυνθείη ἡ θεϊκὴ δύναμις ἐξ αὐτῶν, πῶς ἀσθενοῦσι κατέναντι πάθους παντός, ἵνα καὶ ἐκ τούτων πάντων ταπείνωσιν κτήσωνται καὶ τῷ Θεῷ προσπελάσωσι καὶ τὴν ἀντίληψιν αὐτοῦ προσδοκήσωσι καὶ εἰς τὴν προσευχὴν ὑπομένωσι. Καὶ ταῦτα πάντα πόθεν ἔλαβον, εἰ μὴ ὅτε πεῖραν ἐκτήσαντο τῶν πολλῶν κακῶν, ἐν οἷς παραχωρήσει Θεοῦ ἐνέπεσον, καθώς φησιν ὁ Ἀπόστολος, «ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατάν»; Ἀλλὰ καὶ πίστιν βεβαίαν κτᾶταί τις ἐκ τῶν πειρασμῶν ἐν τῇ πείρᾳ τῆς ἀντιλήψεως τῆς θεϊκῆς, ἣν ἔσχε πολλάκις. Ἐντεῦθεν ἄφοβος γίνεται καὶ θάρσος κτᾶται ἐν τοῖς πειρασμοῖς καὶ ἐκ τῆς γυμνασίας ἣν ἐκτήσατο.

Παντὶ ἀνθρώπῳ ὠφελεῖ ὁ πειρασμός. Ἐὰν γὰρ τὸν Παῦλον ὠφελεῖ ὁ πειρασμός, πᾶν στόμα φραγήσεται καὶ ὑπόδικος γενήσεται ὁ κόσμος τῷ Θεῷ. Οἱ ἀγωνισταὶ πειράζονται, ἵνα προσθήσωσι τῷ πλούτῳ αὑτῶν· οἱ χαῦνοι, ἵνα ἐκ τῶν βλαπτόντων φυλάξονται ἑαυτούς· καὶ οἱ ὑπνώττοντες, ἵνα εἰς ἐξυπνισμὸν εὐτρεπισθῶσι· καὶ οἱ μακρὰν ὄντες, ἵνα προσεγγίσωσι τῷ Θεῷ· οἱ δὲ οἰκεῖοι, ἵνα ἐν παρρησίᾳ εἰσοικισθῶσι.

Πᾶς υἱὸς ἀγύμναστος οὐ δέχεται τὸν πλοῦτον τοῦ οἴκου τοῦ πατρὸς αὑτοῦ, εἰς τὸ βοηθεῖσθαι ὑπ’ αὐτοῦ. Διὰ τοῦτο λοιπόν, πρῶτον πειράζει ὁ Θεὸς καὶ βασανίζει, εἶτα δεικνύει τὸ χάρισμα. Δόξα τῷ Δεσπότῃ, τῷ ἐν φαρμάκοις στρυφνοῖς τὴν τρυφὴν τῆς ὑγείας ἡμῖν προσάγοντι.

Οὐκ ἔστιν ὅς τις ἐν καιρῷ τῆς γυμνασίας μὴ ἄχθεται, καὶ οὐκ ἔστι τις, ᾧ οὐ πικρὸς ὁ καιρός, ἐν ᾧ τὸν ἰὸν ποτίζεται τῶν πειρασμῶν, καταφαίνεται. Χωρὶς τούτων οὐ δυνατὸν κράσιν προσκτήσασθαι ἰσχυράν. Καὶ τὸ ὑπομεῖναι δέ, οὐχ ἡμῶν ἐστι. Πόθεν γὰρ ἔχει τὸ κεράμιον τὸ ἀπὸ πηλοῦ ὑπομεῖναι τὴν ῥύσιν τοῦ ὕδατος, εἰ μὴ τὸ πῦρ τὸ θεϊκὸν αὐτὸ στερεώσειεν;

Ἐὰν ὑποταγῶμεν αἰτούμενοι ἐν ταπεινώσει μετὰ ἐφέσεως ἀδιαλείπτου ἐν καρτερίᾳ, πάντα λαμβάνομεν. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

ΛΟΓΟΣ ΜΘʹ ΠΕΡΙ ΤΗΣ ΑΛΗΘΟΥΣ ΓΝΩΣΕΩΣ ΚΑΙ ΠΕΡΙ ΠΕΙΡΑΣΜΩΝ. ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΑΚΡΙΒΩΣ ΓΙΝΩΣΚΕΙΝ, ΟΤΙ ΟΥΧΙ ΜΟΝΟΝ ΤΙΝΕΣ ΕΛΑΧΙΣΤΟΙ ΚΑΙ ΑΣΘΕΝΕΙΣ ΚΑΙ ΑΓΥΜΝΑΣΤΟΙ, ΑΛΛΑ ΚΑΙ ΟΙ ΑΞΙΩΘΕΝΤΕΣ ΤΗΣ ΑΠΑΘΕΙΑΣ ΧΡΟΝΙΚΩΣ ΚΑΙ ΦΘΑΣΑΝΤΕΣ ΤΗΝ ΤΕΛΕΙΟΤΗΤΑ ΤΟΥ ΦΡΟΝΗΜΑΤΟΣ ΚΑΙ ΠΛΗΣΙΟΝ ΓΕΝΟΜΕΝΟΙ ΤΗΣ ΚΑΘΑΡΟΤΗΤΟΣ ΜΕΡΙΚΩΣ, ΤΗΣ ΜΕΤΑ ΤΗΣ ΝΕΚΡΩΣΕΩΣ ΣΥΝΕΖΕΥΓΜΕΝΗΣ, ΓΙΝΕΤΑΙ ΠΡΟΣ ΑΥΤΟΥΣ ΠΑΡΑΧΩΡΗΣΙΣ ΕΝ ΕΛΕΕΙ ΔΙΑ ΤΗΝ ΠΤΩΣΙΝ ΤΗΣ ΥΠΕΡΗΦΑΝΙΑΣ Κατὰ μίαν καὶ μίαν ποσάκις παραβαίνουσί τινες καὶ ἐν τῇ μετανοίᾳ ἰατρεύουσι τὰς ψυχὰς ἑαυτῶν καὶ ἡ χάρις ὑποδέχεται αὐτούς. Ἐν πάσῃ γὰρ τῇ φύσει τῇ λογικῇ ἡ τροπὴ ἀδιορίστως διέρχεται καὶ ἀλλοιώσεις διέρχονται κατὰ παντὸς ἀνθρώπου ἐν πάσαις ταῖς ὥραις αὐτοῦ, ἐξ ὧν πολλῶν εὑρίσκει ὁ διακριτικὸς συνιέναι τοῦτο. Ἀλλ’ αἱ δοκιμασίαι αἱ μετ’ αὐτοῦ καθ’ ἑκάστην ἡμέραν μάλιστα δύνανται σοφίσαι αὐτὸν ταῦτα, ἐὰν νήφῃ, ἵνα καὶ παρατηρήσηται ἑαυτὸν ἐν τῷ νῷ καὶ μάθῃ πόσην ἀλλοίωσιν πρᾳότητος καὶ ἐπιεικείας ὑποδέχεται ἡ διάνοια καθ’ ἑκάστην ἡμέραν καὶ πῶς ἐκ τῆς εἰρήνης αὐτῆς ἐξαίφνης εἰς θόλωσιν στρέφεται, ὅταν αἰτία τις ἐκ τόπου μὴ ᾖ αὐτῷ καὶ πῶς ἐν κινδύνῳ μεγάλῳ καὶ ἀρρήτῳ γίνεται.

Καὶ τοῦτό ἐστιν ὅπερ ὁ ἅγιος Μακάριος ἔγραψε φανερῶς ἐν πολλῇ προνοίᾳ καὶ σπουδῇ, εἰς μνήμην τῶν ἀδελφῶν καὶ διδασκαλίαν, τοῦ μὴ ἐκκλῖναι ἐν τῷ καιρῷ τῆς ἀλλοιώσεως τῶν ἐναντιώσεων εἰς τὴν ἀπόγνωσιν. Ὅτι τοῖς ἐν τῇ τάξει τῆς καθαρότητος ἱσταμένοις ἀεὶ συμβαίνει αὐτοῖς πτώματα, καθὼς συμβαίνει τῷ ἀέρι ψύχος, καὶ χωρὶς τοῦ εἶναι αὐτοὺς ἐν ἀμελείᾳ ἢ ἐν λύσει, οὐ μὴν δὲ ἀλλὰ καὶ ἡνίκα κατὰ τάξιν αὐτῶν πορεύονται συμβαίνειν αὐτοῖς πτώματα ἐναντιούμενα τῷ σκοπῷ τοῦ ἑαυτῶν θελήματος. Ἀλλὰ καὶ ὁ μακάριος Μάρκος μαρτυρεῖ περὶ τούτου, ὡς ἐκ πείρας ἀκριβοῦς ὑπάρχων καὶ τίθησιν αὐτὸ ἐν τοῖς ἑαυτοῦ γράμμασιν εἰς σύστασιν περισσήν, ἵνα μὴ νομίσῃ ἄνθρωπος, ὅτι ὡς ἔτυχε, καὶ οὐχὶ ἐν πείρᾳ ἀληθινῇ ἔθηκεν αὐτὸ ὁ ἅγιος Μακάριος ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ, καὶ ἵνα ἐκ παντὸς ἐκ τῶν δύο μαρτύρων τῶν τοιούτων γένηται ἡ διάνοια δεχομένη ἀδιστάκτως τὴν παράκλησιν αὐτῆς ἐν τῷ καιρῷ τῆς χρείας. Τί οὖν ἐστιν ἄρτι; «Ἀλλοιώσεις, φησί, γίνονται εἰς ἕκαστον κατὰ τὸν ἀέρα».

Σύνες ἐκεῖνο τὸ «εἰς ἕκαστον»· ὅτι καὶ ἡ φύσις μία ἐστίν, ἵνα μὴ νομίσῃς, ὅτι περὶ τῶν ὑποδεεστέρων καὶ ἐλαχίστων μόνον εἶπε, καὶ οἱ τέλειοι ἐλεύθεροι τῆς ἀλλοιώσεως καὶ ἐν μιᾷ τάξει ἀκλινῶς ἵστανται οὗτοι χωρὶς ἐμπαθῶν λογισμῶν, καθὼς καὶ οἱ Εὐχῖται λέγουσι. Διὰ τοῦτο ἔθηκε τό, «πρὸς ἕκαστον».

Πῶς οὖν τοῦτο, ὦ Μακάριε; Ὅπως σὺ λέγεις τὸ ψύχος καὶ μετὰ μικρὸν καύσων καὶ ἴσως χάλαζα καὶ εὐδία, καὶ ἐν τῇ γυμνασίᾳ ἡμῶν οὕτω γίνεται· πόλεμος καὶ ἀντίληψις τῆς χάριτος. Καὶ ἐν καιρῷ γίνεται ἡ ψυχὴ ἐν χειμῶνι καὶ ἐπανίστανται ἐπ’ αὐτὴν κύματα σκληρά. Καὶ πάλιν ἀλλοίωσις, ἐπισκεπτομένης τῆς χάριτος καὶ πληρούσης τὴν καρδίαν αὐτοῦ χαρᾶς τε καὶ εἰρήνης τῆς ἀπὸ τοῦ Θεοῦ, καὶ λογισμῶν σωφρόνων καὶ εἰρηνικῶν.

Τούτους τοὺς λογισμοὺς τῆς σωφροσύνης ἐκφαίνει ὧδε, αἰνιττόμενος τοὺς πρὸς τούτων κτηνώδεις ὄντας καὶ ἀκαθάρτους, καὶ παραινεῖ λέγων· Ἐὰν οὖν μετὰ τούτους τοὺς λογισμοὺς τοὺς σώφρονας καὶ ἐπιεικεῖς ἀκολουθῇ ἐπιφορά, μὴ λυπηθῶμεν καὶ ἀπογνῶμεν· καὶ ἐν τῇ ὥρᾳ τῆς ἀναπαύσεως τῆς χάριτος μὴ καυχησώμεθα πάλιν, ἀλλ’ ἐν τῷ καιρῷ τῆς χαρᾶς ἐκδεξώμεθα τὴν θλῖψιν. Τὸ δὲ μὴ λυπεῖσθαι ἡμᾶς, ἂν ἀκολουθήσῃ συμπτώματα, παραινεῖ, οὐχὶ τὸ μὴ κτᾶσθαι κατ’ ἐναντίον ἡμῶν, ἀλλὰ τὸ μετὰ χαρᾶς ἐμφαίνων ὡς φυσικὰ ταῦτα καὶ ἡμέτερα τὴν διάνοιαν δέχεσθαι. Καὶ μὴ στῶμεν ἐν ἀπογνώσει, ὥς τις προσδοκήσας τι ὑπὲρ τὸν ἀγῶνα καὶ ἀνάπαυσιν τελείαν καὶ ἀναλλοίωτον καὶ πάλιν μὴ δεχόμενος ἀγῶνας καὶ λύπας· μηδὲ γενέσθαι ἐν αὐτῷ κίνησίν τινος τῶν ἐναντίων τούτων, τῶν μὴ προσηκόντων Κυρίῳ τῷ Θεῷ ἡμῶν ταύτῃ ἐν τῷδε τῷ κόσμῳ.

Καὶ τοῦτο ποιεῖ, ἵνα μὴ γενώμεθα ἀργοὶ ἐκ τῶν ἔργων τελείως καὶ ἐν ταύτῃ τῇ διανοίᾳ χαυνωθῶμεν ἐν τῇ ἀπογνώσει καὶ ἀκίνητοι ἐκ τοῦ δρόμου ἡμῶν μείνωμεν. Καί φησι· «Γνῶθι, ὅτι πάντες οἱ ἅγιοι ἐν τούτῳ τῷ ἔργῳ ἐγένοντο.

Ὅσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἡ παράκλησις ἡ περισσὴ μετὰ τούτων γίνεται ἡμῖν ἐν τῷ κρυπτῷ. Διότι ἐν πάσῃ ἡμέρᾳ καὶ ἐν πάσῃ ὥρᾳ ἐκζητεῖται παρ’ ἡμῶν ἡ δοκιμὴ τῆς πρὸς Θεὸν ἀγάπης ἡμῶν ἐν πάλῃ καὶ ἀγῶνι πρὸς τοὺς πειρασμούς. Καὶ τοῦτό ἐστι τὸ μὴ λυπεῖσθαι ἡμᾶς, τὸ μὴ ἀκηδιᾶν ἐν τῷ ἀγῶνι, καὶ οὕτω κατευθύνεται ἡ ὁδὸς ἡμῶν. Ὁ δὲ θέλων ἐκ τούτων τραπῆναι ἢ κλῖναι, οὗτος τῶν λύκων μέρος ἐστίν».

Ὦ θαῦμα ἐκ τούτου τοῦ ἁγίου. Πῶς ἐν λόγῳ μικρῷ ἐβεβαίωσε τὴν χρῆσιν ταύτην καὶ ἀπέδειξεν αὐτὴν πεπληρωμένην συνέσεως, καὶ ἐξέβαλε τὸν δισταγμὸν τελείως ἐκ τῆς διανοίας τοῦ ἀναγινώσκοντος· ἐκεῖνος δέ, φησίν, ὁ ἐκκλίνων ἐκ τούτων, καὶ μέρος τῶν λύκων ὤν, ἐν οὐχ ὁδῷ θέλει πορεύεσθαι.

Καὶ τοῦτο ἔθηκεν ἐν τῇ διανοίᾳ αὐτοῦ κτήσασθαι καὶ ἐν τρίβῳ ἰδικῇ τῇ μὴ πατηθείσῃ ὑπὸ τῶν πατέρων πορεύεσθαι βούλεται. Τὸ δὲ «ἐν τῇ ὥρᾳ τῆς χαρᾶς ἐκδέχεσθαι θλίψεις», τοῦτο ἐκδιδάσκει. Ὅταν ἐκ τῆς ἐνεργείας τῆς χάριτος ἐξαίφνης γένωνται ἐν ἡμῖν λογισμοὶ μεγάλοι καὶ ἐκπλήξεις τῆς θεωρίας τῆς διανοίας τῆς ὑψηλοτέρας τῆς φύσεως, καθὼς εἶπεν ὁ ἅγιος Μάρκος. Ὅταν οἱ ἅγιοι Ἄγγελοι πλησιάσωσιν ἡμῖν, πληροῦσιν ἡμᾶς θεωρίας πνευματικῆς, καὶ ταῦτα πάντα τὰ ἐναντία ἀναχωροῦσι, καὶ γίνεται εἰρήνη καὶ γαλήνη ἄρρητος ἐν τῷ καιρῷ, ἐν ᾧ τις διάγει ἐν τοῖς τοιούτοις· ὅτε ἐπισκιάσειεν ἡ χάρις καὶ οἱ ἅγιοι Ἄγγελοι σοὶ πλησιάσουσι περιτειχίζοντες καὶ παρὰ τοῦτο ἀπὸ τοῦ πλησιασμοῦ σου πάντες οἱ πειράζοντες ἀποστήσονται, μὴ ἐπαρθῇς καὶ νομίσῃς ἐν τῇ ψυχῇ σου, ὅτι τὸν λιμένα τὸν ἀχείμαστον ἔφθασας, καὶ εἰς τὸν ἀέρα τὸν ἀναλλοίωτον καὶ τελείως ὑπερήρθης ἐκ τούτου τοῦ κόλπου ἐξ ἐναντίας τῶν ἐμπνεύσεων τῶν ἐν αὐτῷ, καὶ οὐκ ἔστι πάλιν ἐχθρὸς οὐδὲ ἀπάντησις κακή.

Διότι πολλοὶ ταῦτα ἐνεθυμήθησαν, καὶ ἔπεσον εἰς κινδύνους, καθάπερ εἶπεν ὁ μακάριος Νεῖλος· ἢ πάλιν ὡς ὑπάρχων ὑπὲρ τοὺς πολλοὺς μέγας καὶ ὡς δὲ καθήκει εἶναι ἐν τούτοις καὶ ἄλλους οὐδαμοῦ διὰ τὸ ὑστέρημα τῆς πολιτείας αὐτῶν, ἢ ὅτι οὐχ ἱκανοῖ, φησίν, ἡ γνῶσις αὐτῶν, καὶ διὰ τοῦτο τῶν τοιούτων στεροῦνται, ἐγὼ δὲ ἐν τῷ καθήκοντι καὶ ὡς ἔφθασα τὴν τελειότητα τῆς ἁγιότητος καὶ τὸν βαθμὸν τὸν πνευματικὸν καὶ εἰς τὴν χαρὰν τὴν ἀναλλοίωτον.

Ἀλλὰ μᾶλλον λάβε καθ’ ἑαυτὸν τοὺς ἀκαθάρτους λογισμοὺς καὶ τὰ ἀπρεπῆ εἴδωλα τὰ ἐν τῷ καιρῷ τοῦ χειμῶνος ἐμπηχθέντα τῇ διανοίᾳ σου καὶ τῇ ὥρᾳ τῆς ταραχῆς καὶ τῆς ἀταξίας τῶν λογισμῶν, τῶν πρὸ μικροῦ ἐπαναστάντων ἐπὶ σὲ ἐν τῇ ἀορασίᾳ τῆς σκοτώσεως, πῶς τε ἐν τάχει ἔκλινας πρὸς τὰ πάθη καὶ συνωμίλησας αὐτοῖς ἐν τῇ σκοτώσει τῆς διανοίας καὶ οὐκ ᾐδέσθης, οὐδ’ ἐθαμβήθης ἐκ τῆς θεϊκῆς ὁράσεως καὶ ἐκ τῶν χαρισμάτων καὶ δωρημάτων, ὧν ἐδέξω. Καὶ γνῶθι, ὅτι ταῦτα πάντα διὰ τὸ ταπεινωθῆναι ἡμᾶς ἡ πρόνοια τοῦ Θεοῦ ἤγαγεν ἐφ’ ἡμᾶς, ἥτις προνοεῖ καὶ οἰκονομεῖ ἑκάστῳ ἡμῶν ὡς ὠφελεῖ αὐτόν. Ἐὰν γὰρ ἐπαρθῇς ἐν τοῖς χαρίσμασιν αὐτῆς, ἐξαφίησί σε καὶ τελείως πίπτεις ἐν πράγμασιν, ἐν οἷς διὰ τῶν λογισμῶν μόνον πειράζῃ.

Λοιπὸν γνῶθι, ὅτι τοῦτο τὸ ἵστασθαι, οὐχὶ σόν, οὐδέ γε τῆς ἀρετῆς σού ἐστιν, ἀλλ’ ἡ χάρις αὕτη ἐστὶν ἡ βασίζουσά σε ἐπὶ τὰς παλάμας τῆς χειρὸς αὐτῆς, ὅπως μὴ πτοηθῇς. Ταῦτα, φησίν, ἔμβαλε ἐν ἑαυτῷ ἐν τῷ καιρῷ τῆς χαρᾶς, ὅτε ἐπαρθῇ ὁ λογισμός, εἶπεν ὁ πατὴρ ἡμῶν ὁ ἅγιος, καὶ κλαῦσον καὶ δάκρυον καὶ παράπιπτε ἐπὶ τῇ μνήμῃ τῶν παραπτωμάτων σου τῶν ἐν τῷ καιρῷ τῆς παραχωρήσεώς σου, ὅπως ῥυσθῇς ἐν τούτῳ καὶ κτήσῃ ἐξ αὐτοῦ τὴν ταπείνωσιν. Ὅμως μὴ ἀπογνῷς, ἀλλ’ ἐν τοῖς λογισμοῖς τῆς ταπεινώσεως ἱλασμῷ συγχώρησόν σου τὰ ἁμαρτήματα.

Ἡ ταπείνωσις καὶ χωρὶς ἔργων πολλὰ συγχωρεῖ πλημμελήματα, ταῦτα δὲ χωρὶς αὐτῆς ἐξ ἐναντίας ἀνωφελῆ εἰσιν· ἀλλὰ καὶ κακὰ πολλὰ κατασκευάζουσιν ἡμῖν. Λοιπὸν ἐν ταπεινώσει, καθὼς εἶπον, τὰς ἀνομίας σου συγχώρησον. Καθάπερ ἅλας πάσῃ τροφῇ, οὕτως ἡ ταπείνωσις πάσῃ ἀρετῇ καὶ ἰσχὺν πολλῶν ἁμαρτημάτων αὕτη δύναται συντρίψαι. Ὑπὲρ ταύτης λοιπὸν χρεία τοῦ λυπεῖσθαι ἀδιαλείπτως κατὰ διάνοιαν, ἐν ταπεινότητι καὶ ἐν τῇ λύπῃ τῆς διακρίσεως. Καὶ ταύτην ἐὰν κτησώμεθα, υἱοὺς ἡμᾶς ποιεῖ τοῦ Θεοῦ καὶ χωρὶς ἔργων ἀγαθῶν παριστᾷ ἡμᾶς τῷ Θεῷ. Διότι χωρὶς ταύτης πάντα τὰ ἔργα ἡμῶν μάταιά εἰσι καὶ πᾶσαι αἱ ἀρεταὶ καὶ πᾶσαι αἱ ἐργασίαι.

Λοιπὸν τὴν ἀλλοίωσιν τῆς διανοίας θέλει ὁ Θεός, καὶ ἐν διανοίᾳ βελτιούμεθα καὶ ἐν διανοίᾳ ἀχρειούμεθα. Αὐταρκεῖ αὕτη μόνη ἀβοηθήτως ἵστασθαι ἐνώπιον τοῦ Θεοῦ καὶ λαλεῖν ὑπὲρ ἡμῶν. Εὐχαρίστησον καὶ ἐξομολόγησον τῷ Θεῷ ἀσιγήτως, ὅπως οἵαν φύσιν ἀσθενῆ καὶ εὐχερῆ εἰς τὸ ἐκκλῖναι κεκτημένος ὑπάρχῃς, διὰ τῆς συνεργείας τῆς χάριτος, ποῦ ὑψοῦσαι κατὰ καιρὸν καὶ καιρὸν καὶ ποίων χαρισμάτων ἀξιοῦσαι καὶ ποίῳ τινὶ γίνῃ σὺ ὑπεράνωθεν τῆς φύσεως, ὅταν δὲ παραχωρηθῇς ἕως ποῦ κατέρχῃ καὶ κτᾶσαι νοῦν κτηνώδη.

Καὶ μνήσθητι τῆς ταλαιπωρίας τῆς φύσεώς σου καὶ τῆς ταχύτητος τῆς ἀλλοιώσεως τῆς ἐπακολουθούσης σοι, καθώς τις τῶν ἁγίων γερόντων εἶπεν· Ὅταν, φησίν, ἔλθῃ σοι ὁ λογισμὸς τῆς ὑπερηφανίας, λέγων σοι· ‘μνημόνευσον τῶν ἀρετῶν σου’, εἰπέ· ‘Γέρων, βλέπε τὴν πορνείαν σου’.

Ταύτην τὴν πορνείαν εἶπεν, ἐν ᾗ ἐν τῷ καιρῷ τῆς παραχωρήσεως ἐν τοῖς λογισμοῖς ἐπειράθης, ὅπερ εἰς ἕκαστον οἰκονομεῖ ἡ χάρις, ἢ ἐν πολέμῳ ἢ ἐν ἀντιλήψει, κατὰ τὸ ἡμῖν ὠφέλιμον. Εἶδες τὸν γέροντα τοῦτον τὸν θαυμαστόν, πῶς εὐκόλως εἶπε τοῦτο τὸ πρᾶγμα; Ὅταν, φησίν, ἔλθῃ σοι ὁ λογισμὸς τῆς ὑπερηφανίας ὑπὲρ τοῦ ὕψους τῆς πολιτείας σου, εἰπέ, ‘Γέρων, βλέπε τὴν πορνείαν σου’. Τοῦτο γὰρ φανερόν ἐστιν, ὅτι πρὸς μέγαν ἄνθρωπον εἶπε τοῦτο ὁ γέρων. Ὅτι οὐδὲ δυνατὸν ὑπὸ τοιούτου λογισμοῦ ὀχληθῆναι, εἰ μὴ οἵτινες ἐν τῇ ἀνωτέρᾳ τάξει καὶ τῇ πολιτείᾳ τῇ ἐπαίνου ἀξίᾳ ἵστανται· καὶ ὅτι τοῦτο τὸ πάθος μετὰ τὴν ἀρετὴν τὴν πραχθεῖσαν ἐπανίσταται τῇ ψυχῇ τοῦ γυμνῶσαι αὐτὴν τῆς ἐργασίας αὐτῆς.

Καὶ ἐκ μιᾶς ἐπιστολῆς τοῦ αὐτοῦ ἁγίου Μακαρίου, ἐὰν θέλῃς δύνῃ μαθεῖν, ἐν ποίῳ βαθμῷ ἵστανται καὶ τίνα εἰσὶ τὰ παραχωρούμενα κατ’ αὐτῶν, τοῦ πειρασθῆναι ἐν αὐτοῖς τοὺς ἁγίους. Ἔστι δὲ ἡ ἐπιστολὴ ἐκείνη, αὕτη. Ὁ ἀββᾶς Μακάριος γράφει πᾶσι τοῖς τέκνοις αὑτοῦ τοῖς ἀγαπητοῖς, ἔνθα ἐκδιδάσκει φανερῶς, πῶς οἰκονομοῦνται ἐκ τοῦ Θεοῦ ἐν πολέμοις καὶ ἐν ἀντιλήψει τῆς χάριτος· ὅτι ἐν τούτοις ἤρεσε τῇ σοφίᾳ τοῦ Θεοῦ γυμνάζεσθαι τοὺς ἁγίους ἐν τῷ αἰῶνι κατέναντι τῆς ἁμαρτίας, ἐν ὅσῳ εἰσὶν ἐν τῇ ζωῇ ταύτῃ ὑπὲρ τῆς ἀρετῆς, ὅπως ἐν παντὶ καιρῷ ὑψωθῇ ἡ θεωρία αὐτῶν πρὸς αὐτὸν καὶ ἐν τῇ πρὸς αὐτὸν διηνεκεῖ θεωρίᾳ αὐξήσῃ ἐν αὐτοῖς ἡ ἀγάπη αὐτοῦ ἡ ἁγία· ὅταν ἀδιαλείπτως ἐκ τῆς ἐπείξεως τῶν παθῶν καὶ τοῦ φόβου τοῦ ἐκκλῖναι πρὸς αὐτὸν δράμωσι καὶ βεβαιωθῶσιν ἐν τῇ πίστει καὶ τῇ ἐλπίδι καὶ τῇ ἀγάπη αὐτοῦ.

Ταῦτα ἀρτίως οὐ τοῖς διαμένουσι μετὰ τῶν ἀνθρώπων καὶ μεταβαίνουσιν ἐν παντὶ τόπῳ καὶ ἀεὶ ἐν πράγμασι καὶ λογισμοῖς τοῖς οὖσιν αἰσχροῖς τε καὶ ἀκαθάρτοις ἀληθῶς ἐρρέθησαν, οὐδὲ τοῖς ἔξωθεν τῆς ἡσυχίας τὴν δικαιοσύνην διερχομένοις ἐν ἔργοις καὶ ἐν ταῖς αἰσθήσεσιν αὐτῶν θηρευομένοις καθ’ ὥραν, καὶ ἐν παντὶ καιρῷ ἐν τῷ κινδύνῳ τῆς πτώσεως (συνιστᾷ αὐτοὺς ἡ ἀνάγκη ἡ ἀπαντῶσα αὐτοῖς πόρρω τοῦ θελήματος) ἐν ἀκουσίοις συμπτώμασι, τοῖς μὴ μόνον τοὺς λογισμοὺς αὐτῶν, ἀλλ’ οὐδὲ τὰς αἰσθήσεις ἑαυτῶν δυναμένοις φυλάξαι τελείως· ἀλλὰ τοῖς ἰσχύουσι τηρῆσαι τὰ σώματα καὶ τὸν λογισμὸν ἑαυτῶν καὶ ἀπέχουσι παντελῶς τῆς ταραχῆς καὶ τῆς συντυχίας τῶν ἀνθρώπων, καὶ ἐν τῇ ἀποταγῇ τῶν ἁπάντων καὶ τῶν ψυχῶν αὐτῶν εὐκαιρήσασι φυλάξαι τὸν νοῦν αὐτῶν ἐν τῇ προσευχῇ, καὶ ἀλλοιώσεις τῶν οἰκονομιῶν τῶν ἐκ τῆς χάριτος ὑποδεχομένοις ἐντὸς τῆς πολιτείας τῆς ἡσυχίας καὶ ὑποκάτωθεν τοῦ βραχίονος τῆς γνώσεως τοῦ Κυρίου διάγουσι καὶ σοφιζομένοις ὑπὸ τοῦ Πνεύματος κρυπτῶς εἰς τὴν ἡσυχίαν ἐν τῇ ἀποχῇ τῶν πραγμάτων καὶ τῆς θεωρίας τῆς ἀπό τινων, καὶ κτησαμένοις νέκρωσιν διανοίας ἀπὸ τοῦ κόσμου. Ὅτι ἐκ τούτων τὰ πάθη οὐκ ἀποθνῄσκουσιν, ἡ δὲ διάνοια ἀποθνῄσκει αὐτοῖς ἐν τῇ ἀποχῇ τῶν πραγμάτων καὶ τῇ συνεργίᾳ τῆς χάριτος.

Αὕτη ἡ χάρις φυλάξαι καὶ ἡμᾶς εἰς τοῦτον τὸν ὅρον. Ἀμήν.

ΛΟΓΟΣ Νʹ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ ΝΟΥ ΤΟΥ ΚΕΦΑΛΑΙΟΥ ΤΟΥΤΟΥ ΚΑΙ ΠΕΡΙ ΠΡΟΣΕΥΧΗΣ Διάνοια δὲ συνηγμένη τοῦ κεφαλαίου τούτου ἐστὶ τὸ γινώσκειν ἡμᾶς ἐν πάσῃ ὥρᾳ, ὅτι ἐν ταύταις ταῖς εἰκοσιτέσσαρσιν ὥραις τῆς νυκτὸς καὶ τῆς ἡμέρας τῆς μετανοίας χρῄζομεν. Νόησις δὲ τοῦ ὀνόματος τῆς μετανοίας, καθὼς ἐκ τοῦ ἀληθινοῦ τρόπου τῶν πραγμάτων ἐγνώκαμεν, τοῦτό ἐστι· δέησις ἐκτενὴς ἐν πάσῃ ὥρᾳ ἐν εὐχῇ πεπληρωμένῃ κατανύξεως προσεγγίζουσα τῷ Θεῷ ὑπὲρ ἀφέσεως τῶν παρελθόντων, καὶ λύπη ὑπὲρ τῆς τῶν μελλόντων φυλακῆς.

Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν ἐν τῇ προσευχῇ τὴν ἀσθένειαν ἡμῶν ἐνηδραίωσε, λέγων· «ἐξυπνίσθητε», φησί, «καὶ γρηγορήσατε, καὶ εὔξασθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν». Καὶ «εὔξασθε καὶ μὴ ὀκνήσητε», καὶ «ἔσεσθε γρηγοροῦντες ἐν παντὶ καιρῷ καὶ εὐχόμενοι». «Αἰτεῖτε», φησί, «καὶ λήψεσθε. Ζητήσατε, καὶ εὑρήσετε. Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται». Μάλιστα δὲ τὸν ἑαυτοῦ λόγον ἐβεβαίωσε καὶ ἐπὶ πλέον σπουδάσαι ἡμᾶς παρεσκεύασεν ἐν τῇ παραβολῇ τοῦ φίλου, τοῦ ἀπελθόντος πρὸς τὸν ἑαυτοῦ φίλον τὸ μεσονύκτιον καὶ αἰτησαμένου αὐτῷ ἄρτον, λέγων· «ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ διὰ τὴν φιλίαν αὐτοῦ δῷ αὐτῷ, ἀλλά γε διὰ τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ πάντα ὅσα ἂν αἰτήσηται αὐτῷ». Καὶ ὑμεῖς εὔξασθε καὶ μὴ ἀμελήσητε.

Ὦ τοῦ θάρσους τοῦ ἀρρήτου. Ὁ δοτὴρ διεγείρει ἡμᾶς αἰτήσασθαι παρ’ αὐτοῦ, ἵνα δῷ ἡμῖν τὰ θεῖα αὑτοῦ χαρίσματα. Καὶ ἐὰν αὐτὸς πάντα ὅσα εὐεργετοῦσιν ἡμᾶς οἰκονομῇ ἡμῖν, ὡς οἶδεν αὐτός, ὅμως εἰς τὸ θαρρεῖν καὶ πεποιθέναι μεγάλως πεπληρωμέναι εἰσὶν αἱ φωναὶ αὐτοῦ αὗται. Καὶ διότι ἔγνω ὁ Κύριος, ὡς οὐκ ἀπῆρε τὴν ἔκκλισιν πρὸ τοῦ θανάτου καὶ ὅτι ὅσον αὕτη ἡ ἀλλοίωσις πλησίον ἐστίν, ἤγουν ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ φύσις αὐτοῦ δεκτική ἐστι τῶν ἐναντίων, ἐπὶ τὴν διηνεκῆ δέησιν σπουδάσαι καὶ ἀγωνίσασθαι ἡμᾶς προτρέψατο. Ὅτι, εἰ ἦν ἡ χώρα τῆς πεποιθήσεως ἐν τῷ κόσμῳ τούτῳ, ἡνίκα ἔφθασεν αὐτὴν ὁ ἄνθρωπος, ἔκτοτε ὑψοῦτο ἡ φύσις αὐτοῦ ἐκ τῆς χρείας καὶ ἡ ἐργασία αὐτοῦ ἐκ τοῦ φόβου, καὶ ὑπὲρ τῆς εὐχῆς οὐ προετρέπετο ἡμᾶς ἀγωνίζεσθαι, ἐν τῇ προνοίᾳ ἑαυτοῦ τοῦτο ποιούμενος. Διότι οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι προσευχὰς προσφέρουσι τῷ Θεῷ ἐν αἰτήσεσί τινων. Διότι ἐν ἐκείνῃ τῇ πατρίδι τῆς ἐλευθερίας ἡ φύσις ἡμῶν οὐ δέχεται ἀλλοίωσιν, οὐδ’ ἐκκλινισμὸν κάτωθεν τοῦ φόβου τῆς ἐναντιώσεως, καὶ ὅτι τελεία ἐστὶν ἐν πᾶσι.

Διὰ τοῦτο οὐ περὶ τῆς εὐχῆς μόνον καὶ φυλακῆς, ἀλλὰ καὶ διὰ τὴν λεπτότητα καὶ ἀκαταληψίαν τῶν ἀεὶ ἀπαντώντων ἡμῖν, τῶν μὴ καταλαμβανομένων ὑπὸ τῆς γνώσεως τοῦ νοὸς ἡμῶν· ἐν τούτοις ὧν πολλάκις καὶ ἀκουσίως ἐντὸς αὐτῶν εὑρισκόμεθα ἐν παντὶ καιρῷ. Κἂν γὰρ καὶ τὸ φρόνημα ἡμῶν μεγάλως βέβαιον καὶ εὐδοκοῦν ἐν τῷ ἀγαθῷ, ἀλλὰ ποσάκις πρὸς τὸν ὅρον τῶν πειρασμῶν ἀφῆκε, καὶ ἔρριψεν ἡμᾶς ἡ πρόνοια αὐτοῦ, καθὼς εἶπεν ὁ μακάριος Παῦλος, «ἵνα μὴ ὑπεραίρωμαι τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος Σατάν, ἵνα με κολαφίζῃ. Καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ. Καὶ εἴρηκέ μοι, ‘ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται’».

Λοιπὸν Κύριε, εἰ τοῦτό ἐστι τὸ θέλημά σου καὶ τούτων πάντων δέεται ἡ νηπιότης ἡμῶν παιδαγωγηθῆναι καὶ ἐξυπνισθῆναι ὑπὸ σοῦ, καὶ ὁπόταν ᾖ ὁ ἄνθρωπος μεμεθυσμένος ἐν τῷ πόθῳ σου, ὥσπερ ἐγώ, καὶ ἕλκεται ὀπίσω τῶν ἀγαθῶν, ὡς μὴ καθορᾶν τὸν κόσμον παντελῶς διὰ τὸν μεθυσμόν, ὃν ἔχει εἰς σέ, καὶ ὑπὲρ τούτου καὶ ἕως τούτου φθάσαι με πεποίηκας εἰς ἀποκαλύψεις καὶ θεωρίας τὰς μὴ ἐξουσιαζομένας γλώσσῃ σαρκίνῃ ἑρμηνευθῆναι καὶ ἰδεῖν καὶ ἀκοῦσαι φωνῆς τῆς λειτουργίας τῶν πνευματικῶν καὶ τῆς θεωρίας σου τῆς πεπληρωμένης ἁγιότητος ἀξιωθῆναι, καὶ ἀκμὴν σὺν τούτοις πᾶσι οὐχ ἱκανός εἰμι φυλάξαι ἐμαυτὸν ἐγώ, ὁ ὑπάρχων ἄνθρωπος τέλειος ἐν Χριστῷ, διὰ τὸ εἶναί τι ἔτι, καὶ διὰ τὴν λεπτότητα αὐτοῦ μὴ δυνάμενον ὑπὸ τῆς δυνάμεώς μου καταληφθῆναι ἐμοὶ τῷ κεκτημένῳ τὸν νοῦν τοῦ Χριστοῦ·

Λοιπὸν Κύριε, διὰ τοῦτο χαίρω ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν φυλακαῖς, ἐν δεσμοῖς, ἐν ἀνάγκαις, εἴτ’ ἐκ τῆς φύσεως, εἴτ’ ἐκ τῶν υἱῶν τῆς φύσεως, εἴτ’ ἐκ τῶν ἐχθρῶν αὐτῆς, νῦν χαίρων ὑπομένω τὰς ἀσθενείας μου, τοῦτο δέ ἐστιν ἐν τοῖς πειρασμοῖς μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Θεοῦ. Ἐὰν μετὰ τούτων ἁπάντων τῆς ῥάβδου τῶν πειρασμῶν ἐγὼ δέωμαι, ἵνα ἐπαυξήσῃ ἐν αὐτῇ ἐπ’ ἐμὲ ἡ ἐπισκήνωσίς σου καὶ φυλαχθῶ ἐν τῷ πλησιασμῷ σου, ἐγὼ γινώσκω, ὅτι οὐκ ἔτι σοι ἀγαπητὸς πλέον ἐμοῦ.

Καὶ ἐκ τούτου ὑπὲρ πολλοὺς ἐμεγάλυνάς με. Καὶ ὥσπερ ἐμοὶ ἔδωκες γνῶναι τὰς δυνάμεις σου καὶ θαυμαστὰς καὶ ἐνδόξους, τινὶ τῶν Ἀποστόλων τῶν ἑταίρων μου οὐκ ἔδωκας, καὶ ἐκάλεσάς με σκεῦος ἐκλογῆς, ὡς πιστὸν φυλάξαι τὴν τάξιν τῆς ἀγάπης σου· διὰ ταῦτα πάντα, καὶ μάλιστα ὡς προκόπτον καὶ πορευόμενον εἰς τὸ ἔμπροσθεν τὸ ἔργον τοῦ κηρύγματος, εἰ ὅταν λελυμένος γένωμαι ἐκ τοῦ δεσμοῦ τῶν πειρασμῶν, ἐγὼ γινώσκω, ὅτι παρεῖχές μοι ἐλευθερίαν, εἰ ὠφελούμην, ἀλλ’ οὐκ ηὐδόκησας εἶναί με χωρὶς θλίψεως οὐδὲ μερίμνης ἐν τῷ κόσμῳ τούτῳ, ἡνίκα οὐκ ἔμελλέ σοι πλέον μάλιστα πληθύνεσθαι τὸ ἔργον τοῦ κηρύγματος τοῦ Εὐαγγελίου σου ἐν τῷ κόσμῳ, ὅσον ἐγὼ ὠφεληθῶ ἐν τοῖς πειρασμοῖς μου καὶ ὅταν ἡ ψυχή μου ὑγιὴς φυλαχθῇ παρὰ σοί.

Λοιπόν, ὦ διακριτικέ, ἐὰν τοῦτο ὅλον, μεγάλη ἡ δωρεὰ τῶν πειρασμῶν· ὅτι, ὅσον ἐπὶ πλέον ὑπεραρθῇ ὁ ἄνθρωπος καὶ εἰσέλθῃ εἰς τὸ πνευματικόν, κατὰ τὴν ὁμοίωσιν τοῦ Παύλου, ἀκμὴν χρῄζει φόβου καὶ παραφυλακῆς, καὶ ὠφέλειαν τρυγᾷ ἐκ τῆς ἀπαντήσεως τῶν πειρασμῶν. Τίς ἐστιν οὗτος ὁ φθάσας εἰς τὴν χώραν τῆς πεποιθήσεως τὴν πεπληρωμένην σκυλευτῶν καὶ ἐδέξατο τὸ μὴ ἐκκλίνειν, ὅπερ τοῖς ἁγίοις Ἀγγέλοις οὐκ ἐδόθη, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι, καὶ τοῦτο ἐδέξατο, ὅπερ ἐστὶ πάντων τῶν πνευματικῶν ἐναντίον καὶ τῶν σωματικῶν, καὶ ἀναλλοίωτος εἶναι ἐθέλει ὅλως καὶ μὴ προσεγγίσαι αὐτῷ πειρασμὸν τὸν ἐν τοῖς λογισμοῖς;

Ἡ τάξις δὲ τούτου τοῦ κόσμου αὕτη ἐστὶν ἡ διάνοια, ἡ ὡς ἐν πάσαις ταῖς γραφαῖς λεγομένη, ἐὰν καθ’ ἡμέραν χιλίας καθόδους δεχώμεθα πληγῶν, ἵνα μὴ μικροψυχήσωμεν καὶ ἀπολειφθῶμεν τοῦ δρόμου τοῦ ἐν τῷ σταδίῳ. Δυνατὸν γάρ ἐστιν ἐν μιᾷ προφάσει μικρᾷ ἁρπάσαι τὴν νίκην καὶ δέξασθαι τὸν στέφανον ἡμῶν.

Οὗτος ὁ κόσμος δρόμος ἐστὶ τοῦ ἀγῶνος καὶ στάδιον τῶν δρόμων, καὶ οὗτος ὁ καιρὸς τῆς πάλης ἐστί, καὶ ἐν τῇ χώρᾳ τῆς πάλης καὶ ἐν τῷ καιρῷ τοῦ ἀγῶνος νόμος οὐ κεῖται. Τοῦτο δέ ἐστιν, ὅτι ὅρον οὐ τίθησιν ὁ βασιλεὺς ἐπὶ τοὺς στρατιώτας αὑτοῦ, ἕως ἂν πληρωθῇ ὁ ἀγὼν καὶ συνταχθῇ ἕκαστος ἄνθρωπος πρὸς τὴν θύραν τοῦ βασιλέως τῶν βασιλευόντων καὶ δοκιμασθῇ ἐκεῖσε ὁ ὑπομείνας ἐν τῷ ἀγῶνι, καὶ οὐ κατεδέξατο ἡττηθῆναι καὶ ὅστις ἔστρεψε τὸν νῶτον ἑαυτοῦ. Ποσάκις γὰρ γίνεται ἄνθρωπος μὴ χρησιμεύων τινὶ καὶ ἀδιαλείπτως ἐκ τῆς ἀγυμνασίας αὑτοῦ ἕστηκε κεκρατημένος καὶ ἐρριμμένος, καὶ ἐν παντὶ καιρῷ ἐν ἀδυναμίᾳ ὑπάρχων, ἔστιν ὅτε ἁρπάζει τὸ φλάμουλον ἐκ τῆς χειρὸς τῶν υἱῶν τοῦ στρατοῦ τῶν γιγάντων καὶ ἐξάγεται τὸ ὄνομα αὐτοῦ, καὶ ἐπαινεῖται πολὺ πλέον ὑπὲρ τοὺς ἀγωνιζομένους καὶ γνωριζομένους ἐν νίκαις, καὶ ὑποδέχεται στέφανον καὶ δωρήματα τίμια ὑπὲρ ἅπαντας τοὺς ἑταίρους αὑτοῦ. Διὰ τοῦτο μὴ στήτω τις ἄνθρωπος ἐν ἀπογνώσει· μόνον εἰς τὴν εὐχὴν μὴ ἀμελήσωμεν, καὶ αἰτήσασθαι παρὰ Κυρίου ἀντίληψιν μὴ ὀκνήσωμεν.

Καὶ τοῦτο θῶμεν ἐν τῷ φρονήματι ἡμῶν, ὅτι ὅσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ καὶ ἐν τῇ σαρκὶ καταλελειμμένοι, ἐὰν ἕως τῆς ἁψίδος τῶν οὐρανῶν ὑψωθῶμεν, χωρὶς ἔργων καὶ μόχθου γενέσθαι ἡμᾶς ἐν ἀμεριμνίᾳ τε εἶναι οὐ δυνάμεθα. Τοῦτό ἐστι τὸ τελείωμα· συγχώρησόν μοι. Τὸ πλέον δὲ τούτου μελέτη ἐστί, τουτέστι χωρὶς διανοίας.

Τῷ δὲ Θεῷ ἡμῶν εἴη δόξα καὶ κράτος καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.