Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι Β'-Γ': Μετάνοια, η φυσική κατάσταση της ψυχής και η ωφέλεια των πειρασμών

Η αναγκαιότητα της ευγνωμοσύνης, η μνήμη του Θεού, η φυσική απάθεια της ψυχής, η καθαρότητα του νου και η αντιμετώπιση των θλίψεων και των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 2 από 18

Τοῦ αὐτοῦ· Λόγος Βʹ Ἡ εὐχαριστία τοῦ λαμβάνοντος, ἐρεθίζει τὸν διδόντα τοῦ δοῦναι δωρήματα μειζότερα τῶν προτέρων· ὁ ἀχαριστῶν ἐπὶ τοῖς μικροτέροις, καὶ ἐπὶ τοῖς μείζοσι ψεύστης ἐστὶ καὶ ἄδικος. Ὁ ἀσθενῶν, ὁ γινώσκων τὴν ἀρρωστίαν αὐτοῦ, εὔκολος ἡ θεραπεία αὐτοῦ· ὁ δὲ ὁμολογῶν τὸν πόνον αὐτοῦ ἐγγίζει τῇ θεραπείᾳ αὐτοῦ.

Σκληρᾷ καρδίᾳ πληθύνονται οἱ πόνοι αὐτῆς, καὶ ὁ ἄρρωστος, ὁ ἀντιτασσόμενος τῷ ἰατρῷ, ἡ κόλασις αὐτοῦ περισσεύεται. Οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος, εἰ μὴ ἡ ἀμετανόητος, οὐδὲ δώρημα διαμένει χωρὶς προσθήκης, εἰ μὴ τὸ στερούμενον εὐχαριστίας· τοῦ ἄφρονος τὸ μέρος μικρόν ἐστιν ἐν ὀφθαλμοῖς αὐτοῦ.

Μνημόνευε ἀεὶ τῶν ὑπερεχόντων σε τῇ ἀρετῇ, τοῦ ἰδεῖν σεαυτὸν λειπόμενον τοῦ μέτρου αὐτῶν διαπαντός. Καὶ γίνου κατανοῶν ἀεὶ τὰς ἰσχυροτέρας θλίψεις τῶν τεθλιμμένων καὶ κεκακωμένων, ὅπως τὴν προσήκουσαν εὐχαριστίαν ἀποδώσῃς ὑπὲρ τῶν μικρῶν καὶ εὐτελῶν τῶν παρὰ σοὶ εὑρισκομένων, καὶ δυνηθῇς μετὰ χαρᾶς ὑπομεῖναι αὐτάς.

Ἐν τῷ καιρῷ τῆς σῆς ἥττης καὶ χαυνότητος καὶ ὀκνηρίας, δεδεμένος ὢν καὶ κατεχόμενος ὑπὸ τοῦ ἐχθροῦ ἐν ἐπιπονωτέρᾳ ταλαιπωρίᾳ καὶ μοχθηρῷ ἔργῳ τῆς ἁμαρτίας, ἐννόησον ἐν τῇ καρδίᾳ σου τὸν πρότερον καιρὸν τῆς σπουδῆς σου, καὶ πῶς ἦσθα φροντίζων ἕως τῶν λεπτοτέρων, καὶ τὸν ἀγῶνα ἐπεδείκνυες, καὶ ἐν ζήλῳ ἦς κινούμενος ἐξεναντίας τῶν κωλῦσαι θελόντων τὴν ὁδοιπορίαν σου. καὶ τοὺς στεναγμοὺς οὓς ἐστέναζες ὑπὲρ τῶν ἐλαττωμάτων τῶν προγεναμένων σοι ἐκ τῆς ἀμελείας σου, καὶ πῶς ἐν πᾶσι τούτοις ἐλάμβανες τὸν στέφανον τῆς νίκης. Καὶ ἐν ταῖς τοιαύταις καὶ τηλικαύταις μνήμαις, ἐξυπνίζεται ἡ ψυχή σου ὡς ἀπὸ βάθους, καὶ ἐνδύεται τὴν φλόγα τοῦ ζήλου, καὶ ὡς ἐκ νεκρῶν ἀνίσταται ἐκ τοῦ ποντισμοῦ αὐτῆς. καὶ ὑψοῦται καὶ στρέφεται εἰς τὴν ἀρχαίαν τάξιν αὐτῆς διὰ θερμοῦ ἀγῶνος ἐξεναντίας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας.

Μνήσθητι τῆς πτώσεως τῶν δυνατῶν, καὶ ταπεινοῦσαι ἐν ταῖς ἀρεταῖς σου. Μνημόνευε τῶν σκληρῶν παραπτωμάτων τῶν πάλαι παραπεσόντων καὶ μετανοησάντων, καὶ τοῦ ὕψους καὶ τῆς τιμῆς ἧς ἠξιώθησαν μετὰ ταῦτα, καὶ λήψει θάρσος ἐν τῇ μετανοίᾳ σου.

Καταδίωξον ἑαυτόν, καὶ καταδιωχθήσεται ὁ ἐχθρός σου ἀπὸ τῆς ἐγγύτητός σου. Εἰρήνευσον ἐν ἑαυτῷ, καὶ εἰρηνεύσει σοι ὁ οὐρανὸς καὶ ἡ γῆ. Σπούδασον εἰσελθεῖν εἰς τὸ ταμεῖον τὸ ἔνδοθέν σου, καὶ ὄψει τὸ ταμεῖον τὸ οὐράνιον· ἓν γάρ ἐστι τοῦτο κἀκεῖνο, καὶ ἐν μιᾷ εἰσόδῳ θεωρεῖς τὰ ἀμφότερα. Ἡ κλίμαξ τῆς βασιλείας ἐκείνης ἔνδοθέν σου ἐστὶ κεκρυμμένη ἐν τῇ ψυχῇ σου. Βάπτισον ἑαυτὸν ἐν ἑαυτῷ ἐκ τῆς ἁμαρτίας καὶ εὑρίσκεις ἐκεῖ ἀναβάσεις ἐν αἷς ἀναβαίνειν δυνήσῃ.

Ἡ γραφὴ οὐκ ἐξηγήσατο ἡμῖν τί εἰσι τὰ πράγματα τοῦ μέλλοντος αἰῶνος· πῶς δὲ τὴν αἴσθησιν τῆς τρυφῆς αὐτῶν δεξόμεθα ἐντεῦθεν, δίχα τῆς φυσικῆς ἀλλοιώσεως καὶ τῆς ἐξόδου τοῦ κόσμου τούτου, εὐκόλως ἐδίδαξεν ἡμᾶς. Εἰ καὶ ἐν ὀνόμασι ποθεινῶν πραγμάτων καὶ ἐνδόξων τῶν παρ’ ἡμῖν ἡδέων καὶ ἐντίμων, ἔθηκεν ἡμῖν πρὸς τὸ ἐρεθίσαι ἡμᾶς εἰς τὸν πόθον αὐτῶν. ἐν τῷ λέγειν ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ τὰ ἑξῆς· ἀνήγγειλε δὲ ἡμῖν ἐν τούτῳ, ὅτι τὰ μέλλοντα ἀγαθὰ ἀκατάλημπτά εἰσι καὶ οὐκ ἔχουσιν ὁμοιότητα τινὸς τῶν ἐνταῦθα. Ἡ πνευματικὴ τρυφὴ οὐκ ἔστιν ἡ χρεία τῶν πραγμάτων τῶν ὑποστατικῶν, ἔξωθεν τῆς ψυχῆς τῶν λαμβανόντων εὑρισκομένη· εἰ δὲ μή, τὸ Ἡ βασιλεία τῶν οὐρανῶν ἔνδοθεν ὑμῶν ἐστι, καὶ τὸ Ἐλθέτω ἡ βασιλεία σου; Λοιπὸν ὕλην πραγμάτων αἰσθητῶν ἡμεῖς ἐκτησάμεθα ἔνδοθεν ἡμῶν πρὸς ἀρραβῶνα τῆς τρυφῆς τῆς ἐν αὐτοῖς· ἀναγκαῖον γάρ ἐστιν ὅμοιον εἶναι τὸ κτῆμα τῷ ἀρραβῶνι καὶ τὸ ὁλικὸν τῷ μέρει. Καὶ τὸ ὡς ἐν ἐσόπτρῳ, εἰ καὶ οὐχ’ ὑποστατικῶς δεικνύει, ἀλλὰ πάντως κτῆμα ὁμοιώσεως δηλοῖ. Ἐὰν δὲ ὡς ἡ ἀληθὴς μαρτυρία τῶν ἑρμηνευσάντων τὰς γραφάς, ὅτι αὕτη ἡ αἴσθησις ἐνέργεια νοερὰ τοῦ ἁγίου Πνεύματος ἐστί, καὶ αὕτη μέρος ἐστὶν ἐκείνου τοῦ ὅλου.

Φιλάρετος ἐστίν, οὐχὶ ὁ ποιῶν τὰ καλὰ ἀγωνιστικῶς, ἀλλ’ ὁ ὑποδεχόμενος τὰ ἀκολουθοῦντα κακὰ μετὰ χαρᾶς. Οὐκ ἔστι μέγα τὸ ὑπομεῖναι τινὰ τὰς θλίψεις ὑπὲρ τῆς ἀρετῆς, ὡς τὸ μὴ ἀπορῆσαι τὸν νοῦν ἐν τῇ ἐκλογῇ τοῦ ἀγαθοῦ θελήματος αὐτοῦ ἐν τῇ κολακείᾳ τοῦ γαργαλισμοῦ.

Πᾶσα μεταμέλεια γινομένη μετὰ τὴν ἀφαίρεσιν τοῦ αὐτεξουσίου. οὔτε χαρὰ βρύει ἐξ αὐτῆς, οὔτε ψηφίζεται πρὸς ἀμοιβὴν τῶν κτησαμένων αὐτήν. Σκέπασον τὸν πταίοντα ὅταν οὐκ ἔχῃς ζημίαν ἐξ αὐτοῦ, καὶ αὐτὸν μὲν θαρρεῖν παρασκευάζεις, καὶ βαστάζει σε τὸ ἔλεος τοῦ δεσπότου.

Στήριξον τοὺς ἀσθενεῖς καὶ τοὺς λελυπημένους τῇ καρδίᾳ τῷ λόγῳ καὶ ὅσον ἡ χείρ σου εὐπορεῖ, καὶ ὑποστηρίζει σε ἡ δεξιὰ ἡ βαστάζουσα τὰ πάντα. Γίνου κοινωνὸς μετὰ τῶν τῇ καρδίᾳ λελυπημένων, ἐν τῷ πόνῳ τῆς προσευχῆς καὶ τῇ συνοχῇ τῆς καρδίας σου, καὶ ἀνοίγεται ἔμπροσθεν τῶν αἰτημάτων σου πηγὴ ἐλέους.

Κοπίασον ἑαυτὸν ἐν ταῖς λιταῖς ἀεὶ ἐνώπιον τοῦ Θεοῦ ἐν καρδίᾳ βασταζούσῃ λογισμὸν καθαρὸν πεπληρωμένον κατανύξεως, καὶ ὁ Θεὸς φυλάττει τὴν διάνοιάν σου ἐκ τῶν ῥυπαρῶν λογισμῶν, ἵνα μὴ ἡ ὁδὸς τοῦ Θεοῦ ἐνυβρισθῇ ἐν σοί.

Σχόλασον ἑαυτὸν διαπαντὸς ἐν τῇ μελέτῃ τῆς ἀναγνώσεως τῶν θείων γραφῶν ἐν ἀκριβεῖ κατανοήσει, ἵνα μὴ προφάσει τῆς ἀργίας τοῦ νοῦ μολυνθῇ ἡ ὅρασίς σου ἐν ἀλλοτρίοις μολυσμοῖς. Μὴ θελήσῃς πειράσαι τὴν διάνοιάν σου ἐν ἀκολάστοις λογισμοῖς τοῖς πειράζουσί σε, ἡνίκα νομίζεις μὴ νικηθῆναι ὑπ’ αὐτῶν. διότι οἱ σοφοὶ ἐν τούτῳ τῷ τόπῳ ἐσκοτίσθησαν καὶ ἐμωράνθησαν.

Μὴ ταμιεύσῃς τὴν φλόγα ἐν τῷ κόλπῳ σου. Ἄνευ ἰσχυροτέρων θλίψεων τῆς σαρκός, δύσκολόν ἐστι τῇ νεότητι χωρὶς γυμνασίας δεσμευθῆναι ὑπὸ τὸν ζυγὸν τοῦ ἁγιασμοῦ. Ἡ ἀρχὴ τοῦ σκοτασμοῦ τοῦ νοῦ, ἡνίκα ὁρᾶται τὸ σημεῖον αὐτοῦ ἐν τῇ ψυχῇ, ἐν πρώτοις εἰς τὴν ὀκνηρίαν τῆς λειτουργίας καὶ τῆς προσευχῆς· ἄλλη γὰρ ὁδὸς τῆς πλάνης τῆς ψυχῆς οὐκ ἔστιν, εἰ μὴ πρῶτον ἐκεῖθεν ἐκπέσῃ· ἡνίκα γὰρ τῆς βοηθείας τῆς ἐκ τοῦ Θεοῦ στερηθῇ, εὐχερῶς ὑποπίπτει εἰς τὰς χεῖρας τῶν ἀντιπάλων αὐτῆς.

Καὶ ἄλλο· ὅταν ἡ ψυχὴ ἀμέριμνος γένηται ἐκ τῶν τῆς ἀρετῆς ἔργων, πάντως εἰς τὰ ἐναντία τούτων διασύρεται. Ἡ μετάβασις, ἐκ ποίου πλαγίου γίνεται, ἀρχή ἐστι τοῦ ἐξεναντίας μέρους. Ἡ πρᾶξις τῆς ἀρετῆς, κατὰ τῆς ψυχῆς, καὶ μὴ φροντίσῃ τὰ μάταια.

Δεῖξον τὴν ἀσθένειάν σου ἔμπροσθεν τοῦ Θεοῦ διαπαντός, καὶ οὐ μὴ δοκιμασθῇς ὑπὸ τῶν ἀλλοτρίων ὅταν μονωθῇς ἀπὸ τοῦ ἀντιλήπτορός σου. Ἡ πρᾶξις τοῦ σταυροῦ διπλῆ ἐστι, καὶ τοῦτο πρὸς τὸ διπλοῦν τῆς φύσεως τὸ διαιρούμενον εἰς δύο μέρη· πρὸς τὸ ὑπομεῖναι τὰς θλίψεις τῆς σαρκός, τὰς πληρουμένας τῇ ἐνεργείᾳ τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς. ἥτις καλεῖται πρᾶξις· ἡ δέ, ἐν τῇ λεπτῇ ἐργασίᾳ τοῦ νοῦ καὶ ἐν τῇ θείᾳ ἀδολεσχίᾳ καὶ τῇ διαμονῇ ἐν τῇ προσευχῇ, καὶ τὰ ἑξῆς, ἥτις διαπράττεται ἐν τῷ ἐπιθυμητικῷ μέρει καὶ καλεῖται θεωρία. Καὶ ἡ μία μέν, ἤγουν ἡ πρᾶξις, τὸ παθητικὸν μέρος τῆς ψυχῆς καθαρίζει ἐν τῇ δυνάμει τοῦ ζήλου· ἡ δὲ ἄλλη, τῇ ἐνεργείᾳ τῆς ἀγάπης τῆς ψυχῆς, ἥτις ἐστὶν ἐπιπόθησις φυσική, ἥτις διϋλίζει τὸ νοητὸν μέρος τῆς ψυχῆς. Ἕκαστος οὖν πρὸ τελείας γυμνασίας ἐν τῷ πρώτῳ μέρει, διαβαίνων πρὸς ἐκείνην τὴν δευτέραν διὰ τὴν ἡδονὴν αὐτῆς ἐρωτικῶς, ἵνα μὴ λέγω ἐξ ὀκνηρίας, ἡ ὀργὴ ἐπέρχεται αὐτῷ, διὰ τὸ μὴ νεκρῶσαι πρῶτον τὰ μέλη αὐτοῦ τὰ ἐπὶ τῆς γῆς, τουτέστι τὸ ἰάσασθαι τὴν ἀσθένειαν τῶν λογισμῶν ἐν τῇ ὑπομονῇ τῆς ἐργασίας τῆς ὕβρεως τοῦ σταυροῦ· ἐτόλμησε γὰρ τοῦ φαντασθῆναι ἐν τῷ νοῒ αὐτοῦ τὴν δόξαν τοῦ σταυροῦ.

Τοῦτο δέ ἐστι τὸ ῥηθὲν ὑπὸ τῶν ἀρχαίων ἁγίων, ὅτι «πρὸ τοῦ ἡσυχάσαι τὰ αἰσθητήρια ἐκ τῆς ἀσθενείας, εἰ βουληθῇ ὁ νοῦς ἀναβῆναι ἐπὶ τὸν σταυρόν, ἡ ὀργὴ τοῦ Θεοῦ ἔρχεται ἐπ’ αὐτόν».

Ἡ ἀνάβασις τοῦ σταυροῦ ἡ ἐπιφέρουσα τὴν ὀργήν, οὐχὶ τῷ πρώτῳ μέρει τῆς ὑπομονῆς τῶν θλίψεων, ἥτις ἐστὶν ἡ σταύρωσις τῆς σαρκός, ἀλλὰ τῷ ἀνελθεῖν εἰς τὴν θεωρίαν, ἥτις ἐστὶ δεύτερον μέρος τὸ μετὰ τὴν ἴασιν τῆς ψυχῆς γινόμενον.

Οὗτινος ἡ διάνοια αὐτοῦ μεμολυσμένη ἐν τοῖς τῆς ἀτιμίας πάθεσι καὶ τρέχει τοῦ φαντασθῆναι ἐν τῇ διανοίᾳ αὐτοῦ τὰς φαντασίας τῶν λογισμῶν, ἐν ἐπιτιμίῳ ἐπιστομίζεται διὰ τὸ μὴ πρῶτον καθαρεῦσαι τὴν διάνοιαν ἐν θλίψεσι καὶ ὑποτάξαι τὰς ἐπιθυμίας τῆς σαρκός, ἀλλὰ ἐκ τῆς ἀκοῆς τῶν ὤτων καὶ τοῦ μέλανος τῶν γραμμάτων ἔδραμε κατὰ πρόσωπον ἑαυτοῦ τοῦ πορευθῆναι ἐν ὁδῷ πεπληρωμένῃ γνόφων, καὶ αὐτὸς τυφλὸς ὢν τοῖς ὄμμασιν.

Οἱ γὰρ τῇ ὁράσει ὑγιαίνοντες καὶ πεπληρωμένοι φωτὸς καὶ κεκτημένοι ὁδηγοὺς τῆς χάριτος, ἐν κινδύνῳ εἰσὶ νυκτὸς καὶ ἡμέρας· ἡνίκα οἱ ὀφθαλμοὶ αὐτῶν πεπληρωμένοι δακρύων, καὶ ἐν τῇ προσευχῇ καὶ τῷ κλαυθμῷ ἐξακολουθοῦσι τῇ ἡμέρᾳ καὶ τῇ νυκτί, διὰ τὴν πτόησιν τῆς ὁδοιπορίας καὶ διὰ τοὺς κρημνοὺς τοὺς ἰσχυροὺς τοὺς ἀπαντῶντας αὐτοῖς, καὶ τὰ σχήματα τῆς ἀληθείας τὰ εὑρισκόμενα μεμιγμένα μετὰ τῶν ὑποκρινομένων σχημάτων. «Τὰ τοῦ Θεοῦ» φησιν «ἀφ’ ἑαυτῶν ἔρχονται σοῦ μὴ αἰσθανομένου, ἐὰν ὁ τόπος καθαρὸς καὶ οὐ ῥυπαρός».

Ἐὰν μὴ ἡ κόρη τοῦ ὀφθαλμοῦ τῆς ψυχῆς σου καθαρὰ ᾗ, μὴ τολμήσῃς ἀτενίσαι εἰς τὴν σφαῖραν τοῦ ἡλίου, ἵνα μὴ στερηθῇς καὶ αὐτῆς τῆς ὁράσεως. ἥτις ἐστὶν ἡ ἁπλῆ πίστις καὶ ἡ ταπείνωσις καὶ ἡ ἐξομολόγησις ἡ καρδιακὴ καὶ τὰ μικρὰ ἔργα τὰ κατὰ τὴν δύναμίν σου, καὶ ἀπορριφήσῃ ἐν ἑνὶ χώρῳ τῶν νοητῶν, ὅς ἐστι τὸ ἐξώτερον σκότος τὸ ἔξωθεν τοῦ Θεοῦ, τύπον φέρον τοῦ ἅδου, ὡς ἐκεῖνος ὁ ἀναισχυντήσας εἰσελθεῖν εἰς τὸν γάμον ἐν ῥυπαροῖς ἱματίοις.

Ἐκ τῶν καμάτων καὶ τῆς φυλακῆς βρύει ἡ καθαρότης τῶν λογισμῶν, καὶ ἐκ τῆς καθαρότητος τῶν λογισμῶν τὸ φῶς τοῦ φρονήματος· καὶ ἐντεῦθεν ἐκ τῆς χάριτος ὁδηγεῖται ὁ νοῦς εἰς ἐκεῖνο, εἰς ὅπερ οὐκ ἔχουσιν ἐξουσίαν αἱ αἰσθήσεις, οὔτε διδάσκουσιν, οὔτε διδάσκονται.

Λόγισαι παρὰ σεαυτῷ τὴν ἀρετὴν εἶναι σῶμα, τὴν δὲ θεωρίαν, ψυχήν· τὰ δὲ ἀμφότερα, εἷς ἄνθρωπος τέλειος ἐν πνεύματι ἡνωμένος ἐκ δύο μερῶν αἰσθητῶν καὶ νοητῶν. Καὶ ὥσπερ ἀδύνατον ἵνα ἔλθῃ ἡ ψυχὴ εἰς γένεσιν καὶ γέννησιν χωρὶς τελειότητος τῆς διαπλάσεως τοῦ σώματος σὺν τοῖς μέλεσιν αὐτοῦ, οὕτως ἀδύνατον εἶναι τὴν θεωρίαν, τὴν δευτέραν ψυχήν, ἥτις ἐστὶ πνεῦμα τῆς ἀποκαλύψεως, εἰκονιζομένη<ν> ἐν τῇ γαστρὶ τῆς μήτρας τῆς δεχομένης τὴν ὕλην τοῦ πνευματικοῦ σπέρματος, χωρὶς τελειώσεως τοῦ ἔργου τῆς ἀρετῆς, ὅπέρ ἐστιν οἶκος τῆς διαγνώσεως τῆς δεχομένης τὰς ἀποκαλύψεις.

Θεωρία ἐστὶν αἴσθησις τῶν θείων μυστηρίων τῶν κεκρυμμένων ἐν τοῖς πράγμασι καὶ ταῖς αἰτίαις. Ὅταν ἀκούσῃς ἀπόστασιν τοῦ κόσμου ἢ κατάλειψιν τοῦ κόσμου ἢ τὴν καθαρότητα ἐκ τοῦ κόσμου, ἐξ ἀρχῆς χρήζεις μαθεῖν καὶ γνῶναι οὐχὶ ἰδιωτικῶς ἀλλὰ ἐν ταῖς ἐννοίαις ταῖς νοηταῖς, τί ἐστιν ἡ ἐπωνυμία τοῦ κόσμου καὶ ἐκ πόσων διαφορῶν συνίσταται τοῦτο τὸ ὄνομα, καὶ τότε δύνῃ γνῶναι τὴν ψυχήν σου, πόσον ἀπέχεις ἐκ τοῦ κόσμου καὶ πόσην μίξιν ἔχεις πρὸς τὸν κόσμον· ἐὰν γὰρ πρῶτον μὴ γνῷ ὁ ἄνθρωπος τί ἐστιν ὁ κόσμος, οὐδὲ φθάνει γινώσκειν εἰς πόσα μέλη ἀπέχει ἐκ τοῦ κόσμου καὶ εἰς πόσα δέδεται ἐν αὐτῷ.

Πολλοί εἰσιν οἵτινες ἐν δύο καὶ ἐν τρισὶ μέλεσιν ἀπέστησαν ἐκ τοῦ κόσμου καὶ ἐκώλυσαν ἑαυτοὺς ἐξ αὐτοῦ, καὶ ἐνόμισαν ἑαυτοὺς ξένους εἶναι τῷ κόσμῳ ἐν τῇ διαγωγῇ αὐτῶν, διὰ τὸ μὴ συνιέναι καὶ ἰδεῖν σοφῶς ὅτι ἐν δυσὶ μέλεσιν ἀπέθανον τῷ κόσμῳ, καὶ τὰ λοιπὰ μέλη αὐτῶν ζῶσιν ἔνδοθεν τοῦ «σώματος τοῦ κόσμου», ὅμως, οὐδὲ εἰς τὰ πάθη αὐτῶν ἠδυνήθησαν αἰσθηθῆναι· καὶ ὅτε οὐκ ᾐσθήθησαν αὐτῶν, οὐδὲ περὶ τῆς θεραπείας αὐτῶν ἐφρόντισαν.

Ὁ κόσμος λέγεται, ἐκ τῆς ἐξετάσεως τῆς θεωρίας, καὶ σύστασις τοῦ περιεκτικοῦ ὀνόματος τοῦ ἐπιπίπτοντος ἐπὶ τὰ πάθη τὰ μεμερισμένα. Καὶ ὅτε θέλομεν ὀνομάσαι ὁλικῶς τὰ πάθη, ὀνομάζομεν αὐτὰ κόσμον, καὶ ὅτε θέλομεν ἀφορίσαι αὐτὰ εἰς τὴν διαίρεσιν τῶν ὀνομάτων αὐτῶν, πάθη ὀνομάζομεν αὐτά.

Τὰ πάθη μέρη εἰσὶ τοῦ δρόμου τῆς διαδοχῆς τοῦ κόσμου, καὶ ὅπου λήγουσι τὰ πάθη, ἐκεῖ ὁ κόσμος ἔστη ἐκ τῆς διαδοχῆς αὐτοῦ. Τὰ πάθη εἰσὶ ταῦτα· ὁ πόθος τοῦ πλούτου, τὸ συνάξαι πράγματα τινά, ἡ τρυφὴ τοῦ σώματος, ἀφ’ ἧς τὸ πάθος τῆς συζυγίας, ὁ πόθος τῆς τιμῆς, ἐξ οὗ ὁ φθόνος βρύει, ἡ οἰκονομία τῆς ἀρχῆς, ἡ φυσίωσις τῆς εὐπρεπείας τῆς ἐξουσίας, ἡ κόσμησις καὶ ἡ περπερότης, ἡ ἀνθρωπίνη δόξα, ἥτις ἐστὶν αἰτία τῆς μνησικακίας, ὁ φόβος τοῦ σώματος.

Ὅπου ταῦτα παύσονται τοῦ δρόμου, ἐκεῖ ἀπέθανεν ὁ κόσμος· καὶ καθόσον ἐκεῖ τινὰ μέρη ὑπολιμπάνεται ἐκ τούτων, κατὰ τοσοῦτον ἔξω μένει ὁ κόσμος, ἀργῶν ἐκ τῆς συστάσεως αὐτοῦ, καθάπερ τινὲς τῶν ἁγίων, ὅτε ἔζων, ἦσαν τεθνηκότες· ζῶντες γὰρ τῇ σαρκί, ἀλλ’ οὐ σαρκικῶς ἔζων.

Βλέπε ἐν ποίοις τούτων ζῇς, καὶ τότε γνώσει ἐν πόσοις μέρεσι ζῇς τῷ κόσμῳ καὶ ἐν ποίοις τέθνηκας. Ὅτε μάθῃς τί ἐστιν ὁ κόσμος, ἐκ τῆς διαφορᾶς τούτων μανθάνεις ἐν τίσι δέδεσαι ἐν τῷ κόσμῳ, καὶ ἐν τίσι λέλυσαι ἐξ αὐτοῦ. Καὶ ἵνα συντόμως εἴπω, ὁ κόσμος ἐστὶν ἡ διαγωγὴ ἡ σαρκικὴ καὶ τὸ φρόνημα τῆς σαρκός· καὶ διὰ τὸ ἀπᾶραι ἑαυτὸν ἐκ τούτων, γινώσκεται ὅτι ἐξῆλθεν ἐκ τοῦ κόσμου. Καὶ τὸ ἀπαλλοτριωθῆναι ἐκ τοῦ κόσμου, ἐκ τῶν δύο τούτων γινώσκεται· ἐκ τῆς καλλίστης διαγωγῆς καὶ ἐκ τῆς διαφορᾶς τῶν νοημάτων αὐτοῦ.

Ἐξ ὧν βλαστάνει ἐν τῇ διανοίᾳ σου περὶ τῶν πραγμάτων, ὑπὲρ ὧν μετεωρίζεται ἡ διάνοια ἐν τοῖς νοήμασιν αὐτῆς, φθάνεις τὸ μέτρον τῆς διαγωγῆς σου· ἐν ποίοις ἐπιποθεῖ ἡ φύσις χωρὶς κόπου, καὶ ποῖα εἰσὶ βλαστήματα ἀδιάλειπτα, καὶ ποῖα εἰσὶ τὰ κινούμενα ἀπὸ τοῦ συμβεβηκότος· καὶ ἐὰν ἡ διάνοια ἔλαβε τὴν αἴσθησιν τῶν νοημάτων παντελῶς τῶν ἀσωμάτων, καὶ ἐὰν ὅλη ὑλικῶς κινῆται—καὶ ταῦτα τὰ ὑλικὰ ἐμπαθῆ εἰσιν—, ἢ σφραγίδες τῆς σωματώσεως τῶν ἔργων, ἐν οἷς φαντάζεται ἡ διάνοια ἀκουσίως ἐν πᾶσιν οἷς διαπράττεται τὰς ἀρετάς, καὶ ἐξ αὐτῶν χωρὶς ἀσθενείας λαμβάνει αἰτίαν τῆς θέρμης καὶ τῆς συναγωγῆς τῶν λογισμῶν, ἐν τῷ ἀγαθῷ σκοπῷ τοῦ καμεῖν σωματικῶς διὰ τὴν γυμνασίαν αὐτῆς, καὶ ἐὰν οὐκ ἐμπαθῶς ἐργάζηται αὐτά. Καὶ βλέπε, ἐὰν οὐκ ἀρρωστῇ ἡ διάνοια ἐν τῇ ἀπαντήσει τῶν σφραγίδων τῶν κρυπτῶν λογισμῶν, διὰ τὴν φλόγα τὴν κρείττονα τὴν κατὰ Θεόν, ἥτις συνήθης ἐστὶ τοῦ κόπτειν τὰς μνήμας τὰς ματαίας.

Ταῦτα τὰ σημεῖα τὰ μικρὰ τοῦ κεφαλαίου τούτου ἀρκοῦσι τῷ ἀνθρώπῳ τοῦ φωτίσαι αὐτόν. ἐὰν ἡσυχάζῃ καὶ ἔστιν ἀφωρισμένος, ἀντὶ πολλῶν βιβλίων. Οὕτως κραταιότερός ἐστιν ἐν τῷ ἀνθρώπῳ ὁ φόβος τοῦ σώματος, ὥστε πολλάκις ἐκ τῶν ἐνδόξων καὶ ἐντίμων πραγμάτων μένειν ἄπρακτον ἐξ αὐτοῦ. Καὶ ὅτε παρακύψει ἐπὶ τῷ φόβῳ τοῦ σώματος ὁ φόβος τῆς ψυχῆς, τότε ἐξασθενεῖ ὁ φόβος τοῦ σώματος ἀπὸ ἔμπροσθεν τοῦ φόβου τῆς ψυχῆς ὡς κηρὸς ἐκ τῆς δυνάμεως τῆς φλογὸς τῆς ἐν αὐτῷ.

Τοῦ αὐτοῦ· Λόγος Γʹ Ὅταν μὴ εἰσέλθωσιν ἔξωθεν μέριμναι βιωτικαὶ ἐπὶ τὴν ψυχὴν ἀλλὰ μείνῃ ἐπὶ τὴν φύσιν αὐτῆς, οὐ χρονίζει κοπιάσαι τοῦ ἐλθεῖν καὶ κατανοῆσαι τὴν σοφίαν τοῦ Θεοῦ, ὅτι ὁ χωρισμὸς αὐτῆς ἐκ τοῦ κόσμου καὶ ἡ ἡσυχία αὐτῆς, φυσικῶς κινοῦσιν αὐτὴν πρὸς κατανόησιν τῶν κτισμάτων τοῦ Θεοῦ, καὶ ἐκ τούτου ὑψοῦται πρὸς τὸν Θεὸν καὶ ἐκπλήττεται θαυμάζουσα, καὶ παραμένει τῷ Θεῷ.

Ὅταν γὰρ μὴ εἰσέλθῃ ὕδωρ ἔξωθεν ἐπὶ τὴν πηγὴν τῆς ψυχῆς, τὸ ὕδωρ τὸ βρύον, τὸ φυσικόν, ἐν αὐτῇ νοήματα βλαστάνουσιν ἐν αὐτῇ, τῶν θαυμασίων τοῦ Θεοῦ διαπαντός. Ὅταν δὲ εὑρεθῇ ἡ ψυχὴ ἐκτὸς τούτων, ἢ τινὰ αἰτίαν ἔκ τινος ἀλλοτρίας μνήμης ἔλαβεν, ἢ αἱ αἰσθήσεις ἐκίνησαν κατ’ αὐτῆς ταραχὴν ἐκ τῆς ἀπαντήσεως τῶν πραγμάτων.

Ὅταν δὲ συγκλεισθῶσιν αἱ αἰσθήσεις τῇ ἡσυχίᾳ καὶ μὴ ἐκπηδῆσαι συγχωρηθῶσι, καὶ παλαιωθῶσιν αἱ μνῆμαι τῇ ταύτης βοηθείᾳ. τότε θεάσῃ τοὺς φυσικοὺς λογισμοὺς τῆς ψυχῆς, τὸ τί εἰσι. καὶ τί ἐστιν ἡ φύσις τῆς ψυχῆς, καὶ ποίους θησαυροὺς κεκρυμμένους ἔχει ἐν ἑαυτῇ· οἱ δὲ θησαυροὶ εἰσὶν ἡ κατανόησις τῶν ἀσωμάτων, ἡ κινουμένη ἐν αὐτῇ ἀφ’ ἑαυτῆς χωρὶς προνοίας καὶ κόπου ὑπὲρ αὐτῆς. Οὐκ ἐπίσταται δὲ ὁ ἄνθρωπος ὅτι τοιοῦτοι λογισμοὶ κινοῦνται ἐν τῇ ἀνθρωπίνῃ φύσει· τίς γὰρ ἦν αὐτῷ διδάσκαλος. ἢ πῶς αὐτὸ κατέλαβεν, ὅπερ καὶ νοηθὲν οὐ δυνατὸν ἄλλοις σαφηνισθῆναι, ἢ τίς ἦν αὐτῷ ὁδηγὸς πρὸς ὅπερ παρ’ ἄλλου μηδαμῶς μεμάθηκεν; Τοιαύτη τίς ἐστιν τῆς ψυχῆς ἡ φύσις.

Οὐκοῦν τὰ πάθη προσθήκη ἐστὶν ἐξ αἰτίας ψυχικῆς, ἐπεὶ φυσικῶς ἀπαθής ἐστιν ἡ ψυχή. Ὅταν δὲ ἀκούσῃς ἐν τῇ γραφῇ πάθη σωματικὰ καὶ ψυχικά, γνῶθι ὅτι πρὸς τὰς αἰτίας εἴρηνται· ἡ γὰρ ψυχὴ φυσικῶς ἀπαθής ἐστιν.

Οἱ δὲ τῆς ἔξω φιλοσοφίας οὐ παραδέχονται τοῦτο, ὁμοίως δὲ καὶ οἱ τούτοις ἀκόλουθοι. Ἀλλ’ ἡμεῖς οὕτω πιστεύομεν, ὅτι ὁ Θεὸς τὸ κατ’ εἰκόνα ἀπαθὲς πεποίηκε· κατ’ εἰκόνα δὲ λέγω, οὐ κατὰ τὸ σῶμα, ἀλλὰ κατὰ τὴν ψυχὴν ἥτις ἐστὶν ἀόρατος.

Πᾶσα εἰκών, ἐκ προϋποκειμένης εἰκόνος ἀνιμᾶται· ἀδύνατον δέ τινα παραστῆσαι εἰκόνα μὴ προθεαθέντος τοῦ ὁμοιώματος· ὥστε δεῖ πιστεύειν σε ὅτι τὰ πάθη, ὡς προείπομεν. Εἰ δέ τις ἀνθίσταται τοῖς εἰρημένοις, ἡμεῖς ἐρωτήσομεν, αὐτοὶ δὲ ἀποκρινάσθωσαν· Τί ἐστιν ἡ φύσις τῆς ψυχῆς; ἆρα ἀπαθής τις καὶ φωτὸς πλήρης, ἢ ἐμπαθής τις καὶ σκοτεινή;

Εἰ γὰρ ἦν ποτὲ ἡ φύσις τῆς ψυχῆς καθαρὰ καὶ διαυγὴς τῇ τοῦ μακαρίου φωτὸς ὑποδοχῇ, ὁμοίως δέ, καὶ ὅταν πρὸς τὴν ἀρχαίαν ἐπανέλθῃ τάξιν, οὕτως εὑρίσκεται. Λοιπόν, ὅταν ἐμπαθῶς κινηθῇ, ἔξω τῆς φύσεως ὁμολογουμένως οἱ τῆς ἐκκλησίας τρόφιμοι διαβεβαιοῦνται ὥστε τὰ πάθη ὕστερον τῇ ψυχῇ ἐπεισῆλθον, καὶ οὐ δίκαιον εἰπεῖν τῆς ψυχῆς εἶναι τὰ πάθη, εἰ καὶ ἐν τούτοις ἡ ψυχὴ κινεῖται.

Φανερὸν τοίνυν ὅτι τοῖς ἔξωθεν κινεῖται καὶ οὐχ’ ὡς ἰδίοις. Καὶ εἰ ἐν τούτοις τοῖς πάθεσιν ἡ ψυχὴ κινουμένη <ἐστὶν> ἄνευ τοῦ σώματος, κατὰ τοῦτο λέγονται φυσικά, λοιπὸν ἡ πεῖνα καὶ ἡ δίψα καὶ ὁ ὕπνος ψυχικὰ ἂν εἴη, διότι ἐν τούτοις πάσχει καὶ συστενάζει τῷ σώματι, καὶ τῇ τῶν μελῶν ἐκκοπῇ, καὶ τοῖς πυρετοῖς, καὶ ταῖς νόσοις. καὶ τοῖς παραπλησίοις, διότι τῇ κοινωνίᾳ συναλγεῖ καὶ τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι, καὶ συγκινεῖται τῇ τοῦ σώματος εὐφροσύνῃ καὶ δέχεται τὰς τούτου θλίψεις.

Ἐρώτησις αʹ· Τί ἐστιν ἡ φυσικὴ κατάστασις τῆς ψυχῆς, καὶ τί ἐστιν ἡ παρὰ φύσιν, καὶ τί ἐστιν ἡ ὑπὲρ φύσιν; Ἀπόκρισις· Ἡ φυσικὴ κατάστασις τῆς ψυχῆς γνῶσις ἐστὶ τῶν κτισμάτων τοῦ Θεοῦ τῶν αἰσθητῶν καὶ τῶν νοητῶν· ὑπὲρ φύσιν ἐστὶν ἡ κίνησις τῆς θεωρίας τῆς ὑπερουσίου θεότητος· παρὰ φύσιν ἐστὶν ἡ ἐν τοῖς πάθεσι κίνησις, καθὼς ἔφη ὁ θεῖος Βασίλειος, ὅτι ἡ ψυχὴ ὅταν εὑρεθῇ κατὰ φύσιν, ἄνω διάγει, ὅτε δὲ ἔξωθεν τῆς φύσεως αὐτῆς εὑρεθῇ, εὑρίσκεται κάτω εἰς τὴν γῆν· ὅταν δὲ ἄνω γένηται, ἀπαθὴς εὑρίσκεται· ἡνίκα δ’ ἂν κατέλθῃ ἡ φύσις ἐκ τῆς οἰκείας τάξεως, τότε τὰ πάθη ἐν αὐτῆ εὑρίσκεται.

Φανερὸν λοιπὸν ὅτι τὰ ψυχικὰ πάθη οὐκ εἰσὶ φυσικά, καὶ οὕτως ἡ ψυχὴ κινεῖται ἐν τοῖς πάθεσι τοῦ σώματος τοῖς ψεκτοῖς, ἅτινά ἐστιν ἡ πεῖνα καὶ ἡ δίψα· ἀλλ’ ἐπειδὴ οὐκ ἐπετέθη αὐτῇ ἐν τούτοις νόμος, οὐ τοσοῦτον μεμπταία ἐστί, καθὼς ἐν τοῖς λοιποῖς τοῖς ὑποκειμένοις τῇ μέμψει.

Ἔσθ’ ὅτε συμβαίνει ἐπιτρέπεσθαί τινα παρὰ τοῦ Θεοῦ, πρᾶξαι τί δοκοῦν ἄτοπον, καὶ ἀντὶ τῆς μέμψεως καὶ τῶν ἐλέγχων ἀγαθαῖς ἀμοιβαῖς ἀμειφθῆναι, καθὼς ὁ προφήτης Ὠσηὲ ὁ πόρνην γεγαμηκώς, καὶ ὡς Ἠλίας ὁ προφήτης ὁ ζήλῳ Θεοῦ φονεύσας, καὶ ὡς οἱ μαχαίραις τοὺς ἰδίους γονεῖς ἀποκτείναντες τῇ προστάξει τοῦ Μωϋσέος.

Πλὴν λέγεται ὅτι φυσικῶς εἶναι τῇ ψυχῇ τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν χωρὶς τῆς τοῦ σώματος φύσεως· καὶ ταῦτα αὐτῆς τὰ πάθη. Ἐρώτησις βʹ· Πότερον, ἡνίκα ἡ ἐπιθυμία τῆς ψυχῆς ἐξαφθῇ ἐν τοῖς θείοις, κατὰ φύσιν ἐστίν, ἢ ὅταν εὑρεθῇ ἐν τοῖς γηΐνοις καὶ τοῖς σωματικοῖς; καὶ διατί ζηλοῖ τῆς ψυχῆς ἡ φύσις τῷ θυμῷ, καὶ πῶς λέγεται φυσικὸς ὁ θυμός; ἆρα ἐν τῷ θυμοῦσθαι διά τινα σαρκικὴν ἐπιθυμίαν, ἢ φθόνον, ἢ κενοδοξίαν, ἢ ἐν τοῖς τοιούτοις. ἢ κατὰ τὸ ἐναντίον τούτων; Ἀποκρινέσθω ὁ ἀντιλέγων καὶ ἡμεῖς ἀκολουθήσομεν.

Ἀπόκρισις· Πολλὰ λέγει ἡ θεία γραφή, καὶ τίθησι καταχρηστικῶς ὀνόματα πολλάκις, ἅτινα τοῦ σώματος μέν ἐστι, κατὰ τῆς ψυχῆς δέ, καὶ πάλιν τὰ τῆς ψυχῆς, κατὰ τοῦ σώματος. καὶ οὐ χωρίζει ταῦτα· ἀλλ’ οἱ συνετοὶ συνιοῦσι τοῦτο, ὥσπερ τὰ τῆς θεότητος τοῦ Κυρίου, ἅτινα εἴρηνται κατὰ τοῦ παναγίου σώματος αὐτοῦ, πρᾶγμα μὴ συγκρινόμενον τῇ ἀνθρωπίνῃ φύσει. Καὶ πάλιν ταπεινά τινα εἴρηνται κατὰ τῆς θεότητος αὐτοῦ, ἅτινά ἐστι κατὰ τῆς ἀνθρωπότητος. Καὶ πολλοὶ μὴ συνιέντες τὸν σκοπὸν τῶν θείων λογίων, ἐνταῦθα ὠλίσθησαν ὀλίσθημα ἀδιόρθωτον.

Οὕτως καὶ τὰ τῆς ψυχῆς καὶ τὰ τοῦ σώματος. Εἰ οὖν ἡ ἀρετὴ ὑγεία ἐστὶ τῆς ψυχῆς φυσικῶς, λοιπὸν τὰ πάθη ἀρρωστία ἐστὶ τῆς ψυχῆς, ἐπισυμβάντα καὶ ἐπεισελθόντα τῇ φύσει καὶ ἐξαγαγόντα τῆς ἰδίας ὑγείας. Φανερὸν οὖν ὅτι ἡ ὑγεία προϋπάρχει ἐν τῇ φύσει τοῦ συμβεβηκότος ἀρρωστήματος. Καὶ εἰ ταῦτα οὕτως, ὡς καὶ ἀληθῆ ἐστι, λοιπὸν ἡ ἀρετὴ φυσικῶς ἐστὶν ἐν τῇ ψυχῇ· τὰ δὲ συμβεβηκότα, ἔξωθεν τῆς φύσεως ἐστίν.

Ἐρώτησις· Τὰ πάθη τὰ σωματικά, φυσικῶς λέγεται τῷ σώματι. ἢ κατὰ συμβεβηκός; καὶ τὰ πάθη τῆς ψυχῆς τὰ ὄντα αὐτῇ διὰ τὴν πρὸς τὸ σῶμα σχέσιν, φυσικῶς αὐτῇ λέγονται ἢ καταχρηστικῶς; Ἀπόκρισις· Τὰ μὲν τοῦ σώματος, οὐ θαρρεῖ τις λέγειν καταχρηστικῶς· τὰ δὲ τῆς ψυχῆς, ἀφ’ οὗ ἔγνωσται καὶ ὑπὸ πάντων ὁμολόγηται ὅτι φυσικῶς πέφυκε τῇ ψυχῇ ἡ καθαρότης, θαρρεῖν δεῖ καὶ λέγειν ὅτι «φυσικῶς αὐτῇ τὰ πάθη οὐδαμῶς», διότι «ἡ νόσος δευτέρα ἐστὶ τῆς ὑγείας»· τὸ δὲ εἶναι τὴν μίαν φύσιν ἀγαθὴν καὶ πονηράν, ἀδύνατον, ὥστε ἐξ ἀνάγκης ἡ μία προηγεῖται τῆς ἑτέρας· ἐκείνη δέ ἐστιν ἡ φυσική, ἡ προϋπάρξασα τῆς ἑτέρας, διότι πᾶν πρᾶγμα ὂν συμβεβηκός, οὐ λέγεται εἶναι τῆς φύσεως, ἀλλ’ ἔξωθεν ἐπεισελθόν, καὶ παντὶ συμβεβηκότι καὶ ἐπεισερχομένῳ ἀλλοίωσις ἕπεται· ἡ δὲ φύσις οὐκ ἀλλοιοῦται οὔτε μεταβάλλεται.

Πᾶν πάθος πρὸς ὠφέλειαν ὑπάρχον, παρὰ Θεοῦ δεδώρηται, καὶ τὰ σωματικὰ πάθη πρὸς ὠφέλειαν καὶ αὔξησιν αὐτοῦ τέθεινται ἐν αὐτῷ, ὁμοίως καὶ τὰ ψυχικά. Ἀλλ’ ὅταν ἀναγκασθῇ τὸ σῶμα ἔξω γενέσθαι τῆς ἰδίας εὐθηνίας ἐν τῇ στερήσει τῶν οἰκείων, καὶ τῇ ψυχῇ ἀκολουθήσῃ, τότε ἐξασθενεῖ καὶ βλάπτεται· καὶ ὅταν ἡ ψυχὴ τὰ ὑπάρχοντα αὐτῇ καταλείψασα τῷ σώματι ἀκολουθήσῃ, τηνικαῦτα καὶ αὐτὴ βλάπτεται, κατὰ τὸν θεῖον ἀπόστολον λέγοντα· Τὸ πνεῦμα ἐπιθυμεῖ κατὰ τῆς σαρκὸς καὶ ἡ σὰρξ κατὰ τοῦ πνεύματος· ταῦτα γὰρ ἀλλήλοις ἀντίκεινται.

Οὐκοῦν μηδεὶς βλασφημείτω τὸν Θεόν, ὅτι αὐτὸς τὰ πάθη καὶ τὴν ἁμαρτίαν ἐν τῇ φύσει ἡμῶν τέθεικεν· αὐτὸς μὲν γὰρ ἐν ταῖς φύσεσι τέθεικε τὰ ἑκάστην αὐξάνοντα· ἀλλ’ ὅταν συναινέσῃ μία τῇ ἑτέρᾳ, τότε οὐκ ἐν τοῖς ἰδίοις εὑρίσκεται, ἀλλ’ ἐν τοῖς ἐναντίοις. Εἰ γὰρ ἦσαν τὰ πάθη φυσικῶς ἐν τῇ ψυχῇ, τίνος χάριν ἐβλάπτετο ὑπ’ αὐτῶν; Τὰ γὰρ τῆς φύσεως ἴδια, τὴν φύσιν οὐ λυμαίνεται.

Καὶ τίνος χάριν τὰ σωματικὰ πάθη, τὰ αὐξάνοντα καὶ ἐνδυναμοῦντα τὸ σῶμα, τὴν ψυχὴν βλάπτουσιν, εἰ ταύτης ἦσαν ἴδια; Καὶ τίνος χάριν ἡ ἀρετὴ τὸ σῶμα μὲν κολάζει, τὴν δὲ ψυχὴν αὐξάνει; Οὐχ ὁρᾷς πῶς τὰ ἔξωθεν τῆς φύσεως ὄντα βλάπτει ταύτην;

Ἑκάστη γὰρ φύσις προσεγγίσασα τῷ ὄντι αὐτῇ, εὐφροσύνης πληροῦται. Θέλεις γνῶναι τί ἐστι τὸ ἴδιον ἑκάστης τῶν φύσεων τούτων; Ὅρα ὅτι τὰ βοηθοῦντα ἑκάστῃ, ἴδια αὐτῆς ἐστι, τὰ δὲ βλάπτοντα, ἀλλότρια καὶ ἔξωθεν ἐπεισελθόντα.

Ἐπεὶ οὖν ἔγνωσται ὅτι τὰ πάθη τούτων ἀλλήλοις ἀντίκεινται, λοιπὸν πᾶν ὁτιοῦν βοηθεῖ τῷ σώματι καὶ ἄνεσιν αὐτῷ δίδωσιν, ὅταν δὲ ἡ ψυχὴ αὐτῷ συναναστραφῇ, οὐ λέγεται φυσικῶς εἶναι αὐτῇ —τὰ γὰρ τῆς ψυχῆς φυσικῶς ἴδια, θάνατός ἐστι τοῦ σώματος—, καταχρηστικῶς δὲ ὅμως αὐτῇ ἀνατίθεται, καὶ διὰ τὴν τοῦ σώματος ἀσθένειαν οὐ δύναται ἐλευθερωθῆναι τούτων ἐνόσῳ τοῦτο φορεῖ· διότι φυσικῶς κεκοινώνηκε τοῖς λυπηροῖς αὐτοῦ, διὰ τὴν ἕνωσιν τῆς κινήσεως αὐτῆς τὴν μεμιγμένην τῇ κινήσει τοῦ σώματος ἐν τῇ ἀκαταλήπτῳ σοφίᾳ. Ἀλλ’ εἰ καὶ οὕτως ἀλλήλοις κεκοινωνήκασιν, ἀλλ’ ὅμως κεχώρισται κίνησις ἀπὸ κινήσεως καὶ θέλημα ἀπὸ θελήματος. καὶ πάλιν τὸ σῶμα ἀπὸ τοῦ πνεύματος. Ἡ δὲ φύσις οὐκ ἀλλοιοῦται, ἀλλ’ ἑκάστη αὐτῶν, εἰ καὶ λίαν κλίνει εἴτε πρὸς τὴν ἁμαρτίαν εἴτε πρὸς τὴν ἀρετήν, ἀλλ’ ὅμως ἑκάστη αὐτῶν τῷ ἰδίῳ θελήματι κινεῖται.

Καὶ ὅταν ἡ ψυχὴ ἀρθῇ ἀπὸ τῆς μερίμνης τοῦ σώματος, τότε ὅλη καθόλου διὰ τοῦ Πνεύματος ἀνθεῖ τὰς ἑαυτῆς κινήσεις, καὶ ἐν μέσῳ τοῦ οὐρανοῦ νήχεται ἐν ἀκαταλήπτοις πράγμασιν. Οὐ μὴν δὲ συγχωρεῖ τὸ σῶμα τοῦ μνημονεύειν τῶν ἰδίων, κἂν οὕτως γένηται· καὶ ἐὰν τὸ σῶμα ἐν ταῖς ἁμαρτίαις εὑρεθῇ, οἱ διαλογισμοὶ τῆς ψυχῆς οὐ παύονται ἁλλόμενοι ἐν τῇ διανοίᾳ.

Τί ἐστιν ἡ καθαρότης τοῦ νοῦ; Καθαρός ἐστι τὸν νοῦν, οὐχ’ ὁ μὴ γιγνώσκων τὸ κακόν, ἐπεὶ κτηνώδης ἔσται, οὔτε ὁ ὢν τῇ φύσει ἐν τάξει νηπίων, οὔτε ὁ πρόσωπον λαμβάνων. Ἀλλ’ αὕτη ἐστὶν ἡ καθαρότης τοῦ νοῦ· διϋλισμὸς ἐν θείοις γινόμενος μετὰ τὴν πρᾶξιν τῶν ἀρετῶν. Καὶ οὐ θρασυνόμεθα εἰπεῖν ὅτι ἄνευ τῆς τῶν λογισμῶν πείρας τοῦτο ἐκτήσατο, ἐπεὶ οὐκ ἐνδέδυται σῶμα. Ἡμεῖς γὰρ ἕως τοῦ θανάτου μὴ πολεμηθῆναι τὴν φύσιν ἢ μὴ βλαβῆναι οὐ θαρροῦμεν λέγειν· πεῖραν δὲ τῶν λογισμῶν λέγω οὐ τὸ ὑποταγῆναι τούτοις ἀλλὰ τὸ ἀρχὴν βαλεῖν τοῦ ἀγωνίσασθαι ἐν τούτοις.

Περὶ λογισμῶν Ἡ κίνησις τῶν λογισμῶν ἐν τῷ ἀνθρώπῳ ἐκ τεσσάρων αἰτιῶν γίνεται. Πρῶτον μὲν ἐκ τοῦ θελήματος τῆς σαρκὸς τοῦ φυσικοῦ· δεύτερον ἐκ τῆς φαντασίας τῶν αἰσθήσεων τῶν τοῦ κόσμου πραγμάτων, ὧνπερ ἀκούει καὶ βλέπει· τρίτον ἐκ τῶν προλήψεων καὶ ἐκ τῆς ἐκκλίσεως τῆς ψυχῆς, ὧν ἔχει κατὰ νοῦν· τέταρτον ἐκ τῶν προσβολῶν τῶν δαιμόνων τῶν πολεμούντων ἡμᾶς εἰς πάντα τὰ πάθη, διὰ τῶν αἰτιῶν ὧν προείπομεν. Διατοῦτο ἕως τοῦ θανάτου οὐ δύναται ἄνθρωπος μὴ ἔχειν λογισμοὺς καὶ πόλεμον, ὅσον ἐστὶν ἐν τῇ ζωῇ τῆς σαρκὸς ταύτης.

Εἰ γὰρ πρὸ τῆς ἀπαλλαγῆς τοῦ κόσμου καὶ πρὸ θανάτου ἐνδέχεται καταργηθῆναι μίαν τῶν τεσσάρων τούτων αἰτιῶν, ἢ ἐὰν δυνατὸν ᾖ τὸ σῶμα μὴ ζητεῖν τὰ ἀναγκαῖα καὶ μὴ ἀναγκασθῇ ἐπιθυμῆσαι τί τῶν κοσμικῶν πραγμάτων, κρῖνον σύ.

Εἰ δὲ ἄτοπον ἐστὶν ἐννοῆσαι τί τῶν τοιούτων, ἐπειδὴ ἐπιδεής ἐστι τῶν τοιούτων ἡ φύσις, λοιπὸν τὰ πάθη κινοῦνται ἐν παντὶ σῶμα φοροῦντι. θέλοντι καὶ μὴ βουλομένῳ. Διατοῦτο ἀναγκαῖον παραφυλάττεσθαι πάντα ἄνθρωπον, οὐ δι’ ἓν λέγω πάθος, οὐδὲ δύο, ἀλλὰ πλείονα, ὡς σῶμα φοροῦντα.

Οἱ νικήσαντες τὰ πάθη διὰ τῶν ἀρετῶν, εἰ καὶ ὀχλοῦνται ὑπὸ τῶν λογισμῶν καὶ προσβολῶν τῶν τεσσάρων αἰτιῶν, ἀλλ’ οὐχ’ ἡττῶνται, ἀλλ’ ἔχουσι δύναμιν καὶ ἁρπάζεται ὁ νοῦς αὐτῶν εἰς μνήμας ἀγαθὰς καὶ θείας.

Τί διαφέρει ἡ καθαρότης τοῦ νοῦ τῆς καθαρότητος τῆς καρδίας; Ἄλλη μὲν ἐστὶν ἡ καθαρότης τοῦ νοός, ἑτέρα δὲ ἡ τῆς καρδίας. Ὁ μὲν γὰρ νοῦς μία ἐστὶ τῶν τῆς ψυχῆς αἰσθήσεων· ἡ δὲ καρδία ἐστὶν ἡ περιέχουσα καὶ κρατοῦσα τὰς ἔνδον αἰσθήσεις, καὶ αὕτη ἐστὶν ἡ ῥίζα, καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι ἅγιοι, ἤγουν ἐὰν καθαρθῇ ἡ καρδία, δηλονότι καὶ πᾶσαι αἱ αἰσθήσεις καθαίρονται.

Ὁ μὲν γὰρ νοῦς, ἐὰν ἐπιμέλειαν ποιήσηται τῆς ἀναγνώσεως τῶν θείων γραφῶν καὶ μοχθήσῃ μικρὸν ἔν τε νηστείαις καὶ ἡσυχίαις, ἐπιλήσεται μὲν τῆς προτέρας διαγωγῆς καὶ καθαρθήσεται, ἡνίκα ἂν μακρυνθῇ ἀπὸ τῆς αἰσχρᾶς ἀναστροφῆς· οὐ μὴν δὲ μόνιμον ἕξει τὴν καθαρότητα· ὥσπερ γὰρ ταχέως καθαίρεται, οὕτως καὶ ταχέως μολύνεται.

Ἡ δὲ καρδία, διὰ πολλῶν θλίψεων καὶ στερήσεων καὶ μακρυσμοῦ τῆς κοινωνίας τῆς μετὰ τῶν κοσμικῶν, μετὰ καὶ τῆς ἀπὸ πάντων νεκρώσεως, καθαίρεται· καθαρθεῖσα δὲ ἀπὸ τῶν μικρῶν πραγμάτων, οὐ μολύνεται αὐτῆς ἡ καθαρότης, οὐδὲ ἀπὸ τῶν μεγάλων πολέμων πτοεῖται, καθότι ἐκτήσατο στόμαχον ἰσχυρὸν δυνάμενον τάχιστα πέψαι πᾶσαν τροφὴν τὴν οὖσαν τοῖς ἀσθενέσιν ἄπεπτον· οὕτως γὰρ εἴρηται τοῖς ἰατροῖς, ὅτι ἑκάστη κρεῶν βρῶσις δύσπεπτος μὲν ἐστί, πολλὴν δὲ δύναμιν ἐμποιεῖ τοῖς ὑγιεινοῖς σώμασιν, ἡνίκα στόμαχος ἰσχυρὸς ταύτην δέξηται.

Οὕτως ἑκάστη καθαρότης ταχέως γενομένη καὶ ἐν μικρῷ χρόνῳ καὶ ὀλίγῳ κόπῳ, ταχέως καὶ ἀπογίνεται καὶ μολύνεται· ἡ δὲ καθαρότης, ἡ διὰ πολλῶν θλίψεων γενομένη καὶ ἡ διὰ μακροῦ χρόνου κτηθεῖσα, ἔκ τινος μετρίας προσβολῆς ἔν τινι μορίῳ τῶν τῆς ψυχῆς οὐ φοβεῖται.

Περὶ τῶν αἰσθήσεων Αἱ αἰσθήσεις αἱ σώφρονες καὶ σεσυνηγμέναι εἰρήνην γεννῶσι τῇ ψυχῇ καὶ οὐκ ἐῶσιν αὐτὴν πεῖραν λαβεῖν τῶν πραγμάτων· ὅταν δὲ αἴσθησιν τῶν πραγμάτων μὴ λάβῃ, τότε γενήσεται νίκη δίχα ἀγῶνος.

Εἰ μέντοι ἀμεληθῇ ὁ ἄνθρωπος καὶ τὰς προσβολὰς εἰσελθεῖν ἐν αὐτῷ παραχωρήσῃ, τότε ἀναγκάζεται πολεμῆσαι, ταράττεται δὲ ἡ πρώτη καθαρότης, ἥτις ἐστὶν ἁπλουστάτη καὶ ὁμαλή. Οἱ πλεῖστοι γὰρ τῶν ἀνθρώπων, ἢ καὶ ὅλος ὁ κόσμος, διὰ τὴν ἀμέλειαν ταύτην ἐξέρχονται ἐκ τῆς φυσικῆς καὶ καθαρᾶς καταστάσεως.

Διατοῦτο οἱ ἐν κόσμῳ καὶ τοῖς κοσμικοῖς συμφυρόμενοι οὐ δύνανται καθαρθῆναι τὴν διάνοιαν διὰ τὴν πολλὴν τῆς κακίας ἐπίγνωσιν· ὀλίγοι δέ εἰσιν οἱ δυνάμενοι ὑποστρέψαι εἰς τὴν πρώτην καθαρότητα τῆς διανοίας.

Διατοῦτο χρὴ ἀσφαλῶς τηρεῖν ἕκαστον ἄνθρωπον τὰς αἰσθήσεις αὐτοῦ καὶ τὴν διάνοιαν ἐκ τῶν προσβολῶν· νήψεως γὰρ πολλῆς χρεία καὶ φυλακῆς καὶ τηρήσεως. Ἡ πολλὴ ἁπλότης πέφυκεν εὐπρεπής. Φόβου χρεία τῇ ἀνθρωπίνῃ φύσει, ἵνα τοὺς ὅρους τῆς ὑπακοῆς φυλάξῃ· ἡ δὲ ἀγάπη κινεῖ πρὸς πόθον τῆς ἐργασίας τῶν ἀρετῶν, καὶ δι’ αὐτῆς ἁρπάζεται πρὸς ἀγαθοεργίαν.

Ἡ πνευματικὴ γνῶσις δευτέρα ἐστὶ τῇ φύσει τῆς ἐργασίας τῶν ἀρετῶν· προηγεῖται δὲ ἀμφοτέρων ὁ φόβος καὶ ἡ ἀγάπη· καὶ πάλιν προηγεῖται τῆς ἀγάπης ὁ φόβος. Πᾶς τις ἀναιδῶς λέγων δυνατὸν κτήσασθαι τὰς τελευταίας πρὸ τῶν πρώτων, ἀνενδυάστως θεμέλιον ἀπωλείας τῇ ἑαυτοῦ ψυχῇ τέθεικεν. Αὕτη ἐστὶν ἡ ὁδὸς Κυρίου· ὅτι αὗται ὑπ’ ἐκείνων γεννῶνται.

Μὴ ἀλλάξῃς τὴν ἀγάπην τοῦ ἀδελφοῦ σου ἀγάπῃ τινὸς τῶν πραγμάτων, διότι τὸν τῶν πάντων τιμιώτερον λεληθότως ἔνδοθεν κέκτηται. Κατάλειψον τὰ μικρά, ἵνα εὑρήσῃς τὰ μεγάλα. Ἐξευτέλισον τὰ περισσά, ἵνα εὕρῃς τὰ τίμια.

Γενοῦ τεθνεὼς ἐν τῇ ζωῇ σου καὶ μὴ ζήσῃς εἰς θάνατον. Δίδου σεαυτὸν θανεῖν ἐν τοῖς ἀγωνίσμασι καὶ μὴ ζῆν ἐν ἀμελείᾳ· οὐ μόνον γὰρ οἱ διὰ τὴν εἰς Χριστὸν πίστιν δεξάμενοι τὸν θάνατον μάρτυρες εἰσίν, ἀλλὰ καὶ οἱ διὰ τὴν τῶν ἐντολῶν αὐτοῦ τήρησιν ἀποθνήσκοντες.

Μὴ γίνου ἄφρων ἐν τοῖς σοῖς αἰτήμασιν, ἵνα μὴ τὸν Θεὸν καθυβρίσῃς τῇ σμικρότητι τῆς σῆς γνώσεως. Γενοῦ σοφὸς ἐν ταῖς σαῖς προσευχαῖς, ἵνα τῶν ἐνδόξων καταξιωθῇς. Ζήτησον τὰ τίμια παρὰ τοῦ μὴ φθονοῦντος, ἵνα καὶ παρ’ αὐτοῦ τὴν τιμὴν δέξῃ διὰ τὸ σοφόν σου θέλημα.

Σοφίαν ᾐτήσατο Σολομών, καὶ σὺν αὐτῇ βασιλείαν γῆς ἐδέξατο, καθότι σοφῶς ᾐτήσατο, λέγω δὴ παρὰ τοῦ μεγάλου βασιλέως. Ἐλισσαιὲ διπλῆν ᾐτήσατο τὴν χάριν τοῦ Πνεύματος τὴν οὖσαν τῷ διδασκάλῳ αὐτοῦ, καὶ οὐδαμῶς τῆς αἰτήσεως ἀπέτυχεν· ὁ γὰρ παρὰ βασιλέως αἰτῶν τὰ εὐτελῆ, τούτου τὴν τιμὴν ἐξευτελίζει.

Ἰσραὴλ ᾐτήσατο τὰ εὐτελῆ. καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἐδέξατο· ἀφῆκε γὰρ τοῦ θαυμάσαι ἐν τοῖς ἔργοις τοῦ Θεοῦ τὰ φοβερὰ θαυμάσια αὐτοῦ. καὶ ἐζήτησε τὰς ἐπιθυμίας τῆς γαστρὸς αὐτοῦ, ἔτι δὲ οὔσης τῆς βρώσεως ἐν τῷ στόματι αὐτῶν, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς.

Πρόσφερε τῷ Θεῷ κατὰ τὴν δόξαν αὐτοῦ τὰς αἰτήσεις σου, ἵνα μεγαλυνθῇ πρὸς αὐτὸν ἡ ἀξία καὶ ἐπιχαρῇ σοι. Ὥσπερ γὰρ ἐάν τις αἰτήσηται παρὰ βασιλέως μέτρον κόπρου, οὐ μόνον αὐτὸς ἀτιμάζεται χάριν τῆς εὐτελείας τῆς αἰτήσεως αὐτοῦ, καθότι πολλὴν ἀγνωμοσύνην ἐπεδείξατο, ἀλλ’ ὅτι καὶ ὕβριν τῷ βασιλεῖ χάριν τῆς αἰτήσεως αὐτοῦ ἐπέθηκεν, οὕτως καὶ ὁ τὰ γήϊνα ζητῶν παρὰ Θεοῦ ἐν ταῖς προσευχαῖς αὐτοῦ. Ἰδοὺ γὰρ ἄγγελοι καὶ ἀρχάγγελοι, οἵτινες εἰσὶ τοῦ βασιλέως μεγιστάνες, εἰς σὲ ἀτενίζουσιν ἐν τῷ καιρῷ τῆς προσευχῆς σου, ποίαν αἴτησιν αἰτῇ παρὰ τοῦ δεσπότου αὐτῶν, καὶ ἐκπλήττονται ὅταν ἴδωσι τὸν γεώδη καταλείψαντα τὴν ἑαυτοῦ σάρκα, καὶ τὰ οὐράνια αἰτοῦντα.

Μὴ ζητήσῃς παρὰ Θεοῦ πρᾶγμα, ὅπερ αὐτὸς ἄνευ αἰτήσεως ἡμῖν διδόναι προνοεῖται, οὐ μόνον τοῖς ἰδίοις καὶ προσφιλέσιν ἀλλὰ καὶ τοῖς οὖσι ξένοις τῆς αὐτοῦ γνώσεως. Μὴ γίνεσθε γάρ φησιν ὡς τὰ ἔθνη βαττολογοῦντες ἐν ταῖς προσευχαῖς· ταῦτα γὰρ τὰ σωματικὰ τὰ ἔθνη ἐπιζητοῦσιν, ὑμεῖς δὲ μὴ μεριμνήσητε τί φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσησθε· ὁ γὰρ Πατὴρ ὑμῶν οἶδεν ὅτι χρείαν ἔχετε τούτων.

Ὁ υἱὸς οὐκ αἰτεῖ παρὰ τοῦ πατρὸς ἄρτον, ἀλλὰ ζητεῖ τὰ μέγιστα καὶ ὑψηλὰ τῆς οἰκίας τοῦ πατρὸς αὐτοῦ. Διὰ γὰρ τὴν ἀσθένειαν τῆς διανοίας τῶν ἀνθρώπων ἐνετείλατο ὁ Κύριος αἰτεῖσθαι τὸν καθημερινὸν ἄρτον· ὅρα γὰρ τί ἐντέταλται τοῖς τελείοις τὴν γνῶσιν καὶ ὑγιεινοῖς τὴν ψυχήν· μὴ μεριμνήσητε γάρ φησι περὶ βρώσεως ἢ ἐνδύματος· εἰ γὰρ τῶν ἀψύχων πετεινῶν ἐπιμελεῖται, οὐ πολλῷ μᾶλλον ὑμῶν; Ἀλλὰ μᾶλλον ζητήσατε τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐὰν δεηθῇς τοῦ Θεοῦ περὶ πράγματος, καὶ μακροθυμήσῃ τοῦ μὴ ταχέως ἐπακοῦσαι σου, μὴ λυποῦ· οὐ γὰρ εἶ σὺ τοῦ Θεοῦ σοφώτερος.

Τοῦτο δὲ συμβαίνει σοι, ἢ διὰ τὸ ἀνάξιόν σε ὄντα τυχεῖν τῆς αἰτήσεως ἢ διὰ τὸ μὴ εἶναι τὰς ὁδοὺς τῆς καρδίας σου ἐφαμίλλους τοῖς αἰτήμασί σου ἀλλ’ ἐναντίας, ἢ διὰ τὸ μήπω ἐφθακέναι σε τὸ μέτρον τοῦ δέξασθαι τὸ χάρισμα ὅπερ αἰτεῖς, καθότι οὐ δεῖ ἡμᾶς εἰς μέτρα μεγάλα πρὸ καιροῦ ἐπιβάλλειν ἑαυτούς, ἵνα μὴ ἀχρειωθῇ τὸ χάρισμα τοῦ Θεοῦ τῇ ταχύτητι τῆς ὑποδοχῆς αὐτοῦ· πᾶν γὰρ τὸ ῥαδίως καταλαμβανόμενον, ταχέως καὶ ἀπόλλυται, ἕκαστον δὲ πρᾶγμα μετὰ πόνου καρδίας εὑρισκόμενον, μετὰ παραφυλακῆς καὶ φυλάττεται.

Διὰ Χριστὸν δίψησον, ἵνα σε μεθύσῃ τῇ ἀγάπῃ αὐτοῦ. Κάμμυσον τοὺς ὀφθαλμούς σου ἀπὸ τῶν τερπνῶν τοῦ βίου, ἵνα καταξιωθῇς παρὰ Θεοῦ τοῦ βασιλεύειν ἐν τῇ σῇ καρδίᾳ τὴν αὐτοῦ εἰρήνην. Ἐγκρατεύου ἀπὸ τῶν πραγμάτων, ὧν τὰ σὰ ὄμματα θεωρεῖ, ἵνα τῆς πνευματικῆς χαρᾶς καταξιωθῇς.

Ἐὰν μὴ ἀρέσωσι τῷ Θεῷ τὰ ἔργα σου, μὴ ζητήσῃς παρ’ αὐτοῦ τὰ ἐπίδοξα, ἵνα μὴ γένῃ ὡς ἄνθρωπος πειράζων τὸν Θεόν. Κατὰ τὴν διαγωγήν σου δέον εἶναι καὶ τὴν εὐχήν σου· ἀδύνατον γάρ τινα συνδεδεμένον τοῖς γηΐνοις ζητεῖν τὰ οὐράνια· ἀμήχανόν τε τὸν ἐν τοῖς κοσμικοῖς ἀσχολούμενον τὰ θεῖα αἰτήσασθαι, διότι ἑκάστου ἀνθρώπου ἡ ἐπιθυμία ἐκ τῶν ἔργων αὐτοῦ δείκνυται, καὶ ἐν οἷς τισι πράγμασι δείκνυσι τὴν ἑαυτοῦ σπουδήν, ὑπὲρ αὐτῶν ἀγωνίζεται ἐν τῇ προσευχῇ. Ὁ τὰ μέγιστα θέλων οὐκ ἐνασχολεῖται τοῖς εὐτελεστέροις.

Γενοῦ ἐλεύθερος, συνδεδεμένος ὢν τῷ σώματι, καὶ δεῖξον σου τὴν ὑπακοὴν τῆς ἐλευθερίας διὰ Χριστόν. Γενοῦ δὲ καὶ νουνεχὴς ἐν τῇ σῇ πραότητι, ἵνα μὴ κλαπῇς. Ἀγάπησον τὴν ταπείνωσιν ἐν πᾶσι τοῖς ἔργοις σου, ἵνα ῥυσθῇς τῶν ἀκαταλήπτων παγίδων, αἵτινες εὑρίσκονται ἔξωθεν τῆς ὁδοῦ τῶν ταπεινοφρόνων.

Μὴ ἀπαναίνου τὰς θλίψεις, ὅτι δι’ αὐτῶν εἰς τὴν ἐπίγνωσιν [τῆς ἀληθείας] εἰσέρχῃ, καὶ μὴ φοβηθῇς τοὺς πειρασμούς, ὅτι ἐν αὐτοῖς εὑρίσκεις τὰ τίμια. Πρόσευξαι τοῦ μὴ εἰσελθεῖν εἰς τοὺς ψυχικοὺς πειρασμούς, πρὸς δὲ τοὺς σωματικοὺς εὐτρεπίζου ἐξ ὅλης τῆς ἰσχύος σου, ἐκτὸς γὰρ τούτων οὐ δύνασαι προσπελάσαι τῷ Θεῷ, διότι ἔνδοθεν αὐτῶν ἀπόκειται ἡ θεία ἀνάπαυσις. Ὁ φεύγων τοὺς πειρασμοὺς φεύγει τὴν ἀρετήν· πειρασμοὺς δὲ λέγω οὐ τῶν ἐπιθυμιῶν ἀλλὰ τῶν τῆς θλίψεως.

Καὶ πῶς ὁμοφωνήσει τὸ Εὔξασθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. καὶ τὸ Ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, καὶ πάλιν. Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ Ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν; Πῶς οὖν πανταχοῦ προτρέπεται ἡμᾶς ὁ Κύριος πρὸς τοὺς πειρασμούς, ἐνταῦθα δὲ προσέταξεν εὔξασθαι μὴ εἰσελθεῖν εἰς αὐτούς;

Ποία γὰρ ἀρετὴ γίνεται ἄνευ θλίψεως καὶ πειρασμοῦ, ἢ ποῖος πειρασμὸς μείζων τοῦ ἀπολέσαι τινὰ ἑαυτόν, εἰς ὃν εἰσελθεῖν ἡμᾶς ἕνεκεν αὐτοῦ διεκελεύσατο; ὅστις γάρ φησι μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθῇ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.

Πῶς οὖν ἐν πάσῃ τῇ διδασκαλίᾳ αὐτοῦ προστάξας εἰσελθεῖν εἰς τοὺς πειρασμούς, ἐνταῦθα μὴ εἰσελθεῖν προσεύξασθαι ἐνετείλατο; διὰ θλίψεων γὰρ δεῖ ὑμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. “Ὣ τῆς λεπτότητος τῆς ὁδοῦ τῶν σῶν διδαγμάτων Κύριε, ἧς ἔξωθεν πάντοτε καθέστηκεν ὁ μὴ συνετῶς καὶ μετὰ γνώσεως ἀναγινώσκων”.

Ἡνίκα ἐπεθύμησαν οἱ υἱοὶ τοῦ Ζεβεδαίου καὶ ἡ μήτηρ αὐτῶν τῆς μετ’ αὐτοῦ καθέδρας εἰς τὴν βασιλείαν, ταῦτα εἶπεν αὐτοῖς· Δύνασθε πιεῖν τὸ ποτήριον τῶν πειρασμῶν, ὃ ἐγὼ μέλλω πίνειν, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;

Καὶ πῶς ἐνταῦθα, ὦ δέσποτα, ἐπιτρέπεις ἡμῖν εὔξασθαι τοῦ μὴ εἰσελθεῖν εἰς πειρασμόν; Περὶ ποίων πειρασμῶν κελεύεις ἡμῖν εὔξασθαι τοῦ μὴ εἰσελθεῖν; Εὖξαι τοῦ μὴ εἰσελθεῖν εἰς τοὺς εἰς τὴν πίστιν πειρασμούς.

Εὖξαι μὴ εἰσελθεῖν εἰς τοὺς πειρασμοὺς ἐν τῇ οἰήσει τοῦ νοός σου μετὰ τοῦ δαίμονος τῆς βλασφημίας καὶ τῆς ὑπερηφανίας. Εὖξαι μὴ εἰσελθεῖν κατὰ παραχώρησιν εἰς πειρασμὸν φανερὸν τοῦ διαβόλου διὰ τὰς κακὰς ἐνθυμήσεις, ἃς ἐνεθυμήθης ἐν τῇ διανοίᾳ σου, δι’ ἃς καὶ παρεχωρήθης.

Εὖξαι τοῦ μὴ ἀποστῆναι ἀπὸ σοῦ τὸν ἄγγελον τῆς σωφροσύνης σου, ἵνα μὴ ἐμπύρῳ πολέμῳ πολεμηθεὶς τῆς ἁμαρτίας, χωρισθῇς ἀπ’ αὐτοῦ. Εὖξαι τοῦ μὴ εἰσελθεῖν εἰς πειρασμὸν ἐρεθισμοῦ τινος κατά τινος. Εὖξαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν διψυχίας καὶ δισταγμοῦ, ἐξ ὧν ἡ ψυχὴ εἰς μέγαν ἀγῶνα ἐκβιάζεται.

Τοὺς μέντοι πειρασμοὺς τοῦ σώματος ὁλοψύχως ὑποδέξασθαι εὐτρεπίζου, καὶ ἐν πᾶσι τοῖς μέλεσί σου διάπλευσον ἐν αὐτοῖς, καὶ τοὺς ὀφθαλμούς σου δακρύων πλήρωσον, ἵνα μὴ ἀποστῇ ὁ φυλάσσων σε ἀπὸ σοῦ. Ἐκτὸς γὰρ πειρασμῶν ἡ πρόνοια τοῦ Θεοῦ οὐχ’ ὁρᾶται, καὶ τὴν πρὸς Θεὸν παρρησίαν ἀδύνατον κτήσασθαι. καὶ τὴν σοφίαν τοῦ Πνεύματος ἀμήχανον μαθεῖν, καὶ τὸν θεῖον πόθον ἐν τῇ ψυχῇ βεβαιωθῆναι ἀνένδεκτον. Πρὸ γὰρ τῶν πειρασμῶν, ὡς ξένος τις εὔχεται τῷ Θεῷ· ἐπὰν δὲ εἰσέλθῃ εἰς τοὺς πειρασμοὺς διὰ τὴν ἀγάπην αὐτοῦ καὶ μὴ δέξηται ἀλλοίωσιν, τηνικαῦτα καθάπερ τις ὑπόχρεων ἔχων τὸν Θεὸν καὶ ὡς γνήσιος φίλος λογίζεται παρ’ αὐτῷ, διότι ἕνεκεν τοῦ θελήματος αὐτοῦ ἐπολέμησε τὸν ἐχθρὸν αὐτοῦ καὶ ἐνίκησεν αὐτόν. Τοῦτό ἐστι τὸ εὔξασθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν.

Καὶ πάλιν εὖξαι μὴ εἰσελθεῖν εἰς τὸν πειρασμὸν τὸν φοβερὸν τοῦ διαβόλου διὰ τὴν ἀλαζονείαν σου, ἀλλὰ διὰ τὸ ἀγαπᾶν σε τὸν Θεόν, ἵνα ἡ δύναμις τοῦ Θεοῦ συνεργήσῃ σοι καὶ ἐν σοὶ νικήσῃ τοὺς ἐχθροὺς αὐτοῦ.

Εὖξαι μὴ εἰσελθεῖν εἰς τούτους τοὺς πειρασμοὺς διὰ τὴν κακίαν τῶν λογισμῶν σου καὶ πράξεων, ἀλλ’ ἵνα δοκιμασθῇ σου ἡ πρὸς Θεὸν ἀγάπη καὶ δοξασθῇ ἡ δύναμις αὐτοῦ ἐν τῇ ὑπομονῇ σου. Περὶ τῆς εὐσπλαγχνίας τοῦ δεσπότου, δι’ ἧς ἐκ τοῦ ὕψους τῆς μεγαλωσύνης αὐτοῦ πρὸς τὴν ἀσθένειαν τῶν ἀνθρώπων συγκατέβη.

Καὶ πάλιν ὁ Κύριος ἡμῶν, κατὰ τὸν τρόπον τοῦ ἐλέους αὐτοῦ πρόνοιαν ποιησάμενος, καὶ κατὰ τὸ μέτρον τῆς χάριτος αὐτοῦ. ἐὰν συνετῶς πρόσχῃς, καὶ περὶ τῶν σωματικῶν πειρασμῶν προσέταξε προσεύξασθαι. Ἰδὼν γὰρ τὴν φύσιν ἡμῶν ἀσθενῆ οὖσαν διὰ τὸ γεῶδες καὶ σαθρὸν τοῦ σώματος καὶ μὴ δυναμένην ἀντιστῆναι τοῖς πειρασμοῖς, ὅταν ἐν μέσῳ αὐτῶν γένηται, καὶ διατοῦτο ἐκπίπτουσαν τῆς ἀληθείας καὶ νῶτα παρέχουσαν καὶ νικωμένην ὑπὸ τῶν θλίψεων. προσέταξε προσεύξασθαι μὴ ἐμπεσεῖν ἐξαίφνης εἰς τοὺς πειρασμούς, εἰ δυνατόν ἐστιν ἄνευ αὐτῶν εὐαρεστεῖν τῷ Θεῷ.

Εἰ μέντοι αἰφνιδίως, ἕνεκεν μεγίστης ἀρετῆς, εἰς φοβεροὺς πειρασμοὺς ἐμπέσῃ ἄνθρωπος, καὶ μὴ ὑπομείνῃ οὐδὲ τελειῶσαι τὴν ἀρετὴν ἐν τῷ καιρῷ ἐκείνῳ δύναται, οὐ χρὴ ἡμᾶς πρόσωπον λαμβάνειν, οὔτε ἡμῶν αὐτῶν οὔτε ἄλλων, οὐδὲ χάριν φόβου καταλιπεῖν τὸ εὐγενὲς καὶ τίμιον πρᾶγμα, ἐν ᾧ ἡ ζωὴ τῆς ψυχῆς τεταμίευται, καὶ προφάσεις φέρειν καὶ δόγματα τῆς χαυνότητος, οἷον εὔξασθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν· περὶ τῶν τοιούτων γὰρ εἴρηται, ὅτι διὰ τῆς ἐντολῆς κρυπτῶς ἁμαρτάνουσιν.

Ἐὰν οὖν συμβῇ ἀνθρώπῳ καὶ ἐπέλθῃ αὐτῷ πειρασμὸς καὶ ἀναγκασθῇ καταλῦσαι μίαν τῶν ἐντολῶν τούτων, τουτέστι καταλεῖψαι τὴν σωφροσύνην ἢ τὴν μοναχικὴν πολιτείαν ἢ ἀρνήσασθαι τὴν πίστιν ἢ μὴ ἀγωνίσασθαι διὰ Χριστὸν ἢ καταργῆσαι μίαν τῶν ἐντολῶν, ἐὰν δειλιάσῃ καὶ μὴ ἀντιστῇ γενναίως πρὸς τοὺς πειρασμούς, πεσεῖται [τῆς ἀληθείας].

Λοιπὸν πάσῃ δυνάμει περιφρονήσωμεν τοῦ σώματος, καὶ παραδώσωμεν τῷ Θεῷ τὴν ψυχήν, καὶ εἰσέλθωμεν ἐν ὀνόματι Κυρίου εἰς τὸν ἀγῶνα τῶν πειρασμῶν· καὶ ὁ διασώσας τὸν Ἰωσὴφ ἐν γῇ Αἰγύπτου καὶ ἀναδείξας αὐτὸν εἰκόνα καὶ τύπον τῆς σωφροσύνης, καὶ ὁ τὸν Δανιὴλ ἀλώβητον φυλάξας ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ τοὺς τρεῖς νεανίας ἐν τῇ καμίνῳ τοῦ πυρός, καὶ τὸν Ἱερεμίαν ἐκ τοῦ λάκκου τῶν βορβόρων καὶ ῥυσάμενος αὐτὸν καὶ χαρισάμενος αὐτῷ ἔλεος ἐν μέσῳ τοῦ στρατοπέδου τῶν Χαλδαίων, καὶ ἐξαγαγὼν τὸν Πέτρον ἐκ τοῦ δεσμωτηρίου κεκλεισμένων τῶν θυρῶν, καὶ τὸν Παῦλον διασώσας ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων. καὶ ἁπλῶς εἰπεῖν. ὁ πάντοτε ἐν παντὶ τόπῳ καὶ χώρᾳ συνὼν τοῖς δούλοις αὐτοῦ καὶ δεικνύων ἐν αὐτοῖς τὴν δύναμιν αὐτοῦ καὶ νίκην, καὶ διατηρῶν αὐτοὺς ἐν πολλοῖς τεραστίοις, καὶ ἐμφανίζων αὐτοῖς τὸ σωτήριον αὐτοῦ ἐν πάσαις ταῖς θλίψεσιν αὐτῶν, αὐτὸς καὶ ἡμᾶς ἐνισχύσει καὶ διασώσει ἐν μέσῳ τῶν κυμάτων τῶν περικυκλούντων ἡμᾶς.

Ἔστω οὖν ἡμῖν ζῆλος ἐν ταῖς ψυχαῖς ἡμῶν κατὰ τοῦ διαβόλου καὶ τῶν αὐτοῦ ταξεωτῶν, οἷον εἶχον οἱ Μακκαβαῖοι καὶ οἱ ἅγιοι προφῆται καὶ οἱ ἀπόστολοι καὶ μάρτυρες καὶ δίκαιοι καὶ ὅσιοι, οἵτινες συνεστήσαντο τοὺς θείους νόμους καὶ τὰς ἐντολὰς τοῦ Πνεύματος ἐν χώραις φοβεραῖς καὶ πειρασμοῖς χαλεπωτάτοις, καὶ ἀπέρριψαν τὸν κόσμον καὶ τὸ σῶμα ὀπίσω αὐτῶν, καὶ ὑπέμειναν ἐν τῇ δικαιοσύνῃ αὐτῶν, μὴ ἡττηθέντες ὑπὸ τῶν κινδύνων τῶν κυκλωσάντων τὰς ψυχὰς καὶ τὰ σώματα αὐτῶν, ἀλλὰ νικήσαντες ἀνδρείως, ὧν τὰ ὀνόματα γέγραπται ἐν βίβλῳ ζωῆς μέχρι τῆς παρουσίας τοῦ Κυρίου. καὶ ἡ διδαχὴ αὐτῶν τετήρηται διὰ προσταγῆς Θεοῦ πρὸς ἡμετέραν διδασκαλίαν καὶ ἀνάρρωσιν, ὡς μαρτυρεῖ ὁ μακάριος ἀπόστολος, ἵνα σοφοὶ γενώμεθα καὶ μάθωμεν τὰς ὁδοὺς τοῦ Θεοῦ, καὶ ὑπ’ ὄψιν ἕξωμεν τὰ διηγήματα καὶ τοὺς βίους αὐτῶν ὡς ἐμψύχους καὶ ζώσας εἰκόνας, καὶ λάβωμεν ἐξ αὐτῶν τύπον, καὶ δράμωμεν ἐν δρόμῳ αὐτῶν, καὶ ὁμοιωθῶμεν αὐτοῖς.

Ὡς ἡδέα τὰ θεῖα λόγια τῇ συνετωτάτῃ ψυχῇ, ὥσπερ τροφὴ θάλπουσα τὸ σῶμα· ἐπιθυμητὰ δὲ τὰ διηγήματα τῶν δικαίων τοῖς ὠσὶ τῶν πραέων, ὡς διηνεκὴς ἀρδεία τῷ νεωστὶ πεφυτευμένῳ φυτῷ. Ἔχε οὖν ἀγαπητὲ κατὰ νοῦν τὴν πρόνοιαν τοῦ Θεοῦ, ἣν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν προνοεῖται, ὥσπέρ τι καλὸν φάρμακον τοῖς ἀσθενέσιν ὄμμασι, καὶ κάτεχε παρὰ σεαυτῷ τούτων τὴν μνήμην ἐν πάσῃ ὥρᾳ, καὶ διαλογίζου καὶ φρόντισον καὶ παιδεύθητι ἐν αὐτοῖς, ἵνα μάθῃς λαβεῖν μνήμην ἐν τῇ σῇ ψυχῇ τῆς μεγαλωσύνης τῆς τιμῆς τοῦ Θεοῦ, καὶ εὕρῃς τῇ σῇ ψυχῇ ζωὴν αἰώνιον ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, τῷ γενομένῳ μεσίτῃ Θεοῦ καὶ ἀνθρώπων, ὡς ἐξ ἀμφοτέρων ἡνωμένῳ, οὗ τῇ δόξῃ τῇ περικυκλούσῃ τῷ θρόνῳ τῆς τιμῆς αὐτοῦ αἱ τῶν ἀγγέλων τάξεις προσπελάσαι οὐ δύνανται, δι’ ἡμᾶς δὲ φανέντι ἐν κόσμῳ ἐν εὐτελεῖ καὶ ταπεινῷ προσχήματι, καθώς φησιν ὁ Ἠσαΐας· Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἐκεῖνος ὁ πάσῃ κτιστῇ φύσει ἀόρατος καὶ σῶμα ἐνδυσάμενος καὶ τελειώσας τὴν οἰκονομίαν εἰς σωτηρίαν καὶ ζωὴν πάντων τῶν καθαρισθέντων δι’ αὐτοῦ ἐθνῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.