Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΝΑ'-ΝΔ': Ο σκοπός των πειρασμών, η ανύψωση του νου και η αντιμετώπιση της αμέλειας

Τα πνευματικά μέτρα, η διάκριση των παθών, η κάθαρση της διανοίας για την προσευχή, η νυχτερινή εργασία και η υπεροχή του πένθους και της σιωπής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 15 από 18

Τοῦ αὐτοῦ· Λόγος ΝΑʹ Διὰ ποίας αἰτίας ἀφεῖ ὁ Θεὸς τοὺς πειρασμοὺς ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν. Ἐκ τῆς ἀγάπης, ἧς ἔδειξαν οἱ ἅγιοι πρὸς τὸν Θεόν, ὑπὲρ ὧν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ πάσχουσιν, ὅτε στενοχωρεῖ αὐτοὺς καὶ οὐκ ἀφίσταται τῶν ὑπ’ αὐτοῦ ἀγαπωμένων, κτᾶται ἡ καρδία αὐτῶν παρρησίαν τοῦ ἰδεῖν πρὸς αὐτὸν ἀπερικαλύπτως καὶ ἐν πεποιθήσει αἰτήσασθαι αὐτόν.

Μεγάλη ἐστὶν ἡ δύναμις τῆς εὐχῆς τῆς παρρησίας· διατοῦτο ἀφεῖ ὁ Θεὸς τοὺς ἁγίους αὐτοῦ πειρασθῆναι ἐν πάσῃ λύπῃ, καὶ λαβεῖν πάλιν τὴν πεῖραν καὶ τὴν δοκιμὴν τῆς ἀντιλήψεως αὐτοῦ καὶ ὅσην πρόνοιαν ἔχει περὶ αὐτῶν, ὅτι ἐν τοῖς κινδύνοις αὐτῶν εὑρίσκεται λυτρωτὴς αὐτῶν· <καὶ> ὅτι κτῶνται ἐκ τῶν πειρασμῶν σοφίαν, ἵνα μὴ γένωνται ἰδιῶται καὶ στερηθῶσιν ἐκ τῆς γυμνασίας τῶν δύο μερῶν, ἵνα κτήσωνται ἐκ τῆς δοκιμῆς τὴν γνῶσιν τῶν ἁπάντων, μήπως καταγελασθῶσιν ὑπὸ τῶν δαιμόνων. Ὅτι εἰ ἐν τοῖς ἀγαθοῖς μόνον ἐγύμναζεν αὐτούς, ἦσαν λείποντες τῆς γυμνασίας τῆς ἄλλης καὶ ἐγίνοντο τυφλοὶ ἐν τοῖς πολέμοις.

Καὶ ἐὰν εἴπωμεν ὅτι αὐτὸς γυμνάζει αὐτοὺς χωρὶς τῆς ἐπιγνώσεως αὐτῶν, λοιπὸν λέγομεν ὅτι θέλει αὐτοὺς γενέσθαι κατὰ τοὺς βόας καὶ ὄνους καὶ τοὺς μὴ ἔχοντας ἐλευθερίαν ἔν τινι· διὸ καὶ οὐ γίνεται γεῦσις ἐν τῷ ἀγαθῷ· ὅτε μὴ πειρασθῇ πρῶτον ἐν τῇ δοκιμῇ τῶν κακῶν, ἵνα ὅταν ἀπαντήσῃ αὐτοῖς τὰ ἀγαθά, ἐν γνώσει καὶ ἐλευθερίᾳ χρήσωνται αὐτοῖς ὡς ἰδίοις. Πόσον ἡ γνῶσις αὕτη ἡδεῖα, ἥτις ἐκ τῆς γυμνασίας προσελήφθη καὶ ἐκ τῆς πείρας τῶν ἔργων, καὶ πόσην δύναμιν παρέχει τῷ ἐκ πολλῆς πείρας αὐτοῦ ἐν ἑαυτῷ εὑρόντι αὐτήν· τούτοις δὲ γνωρίζεται τοῖς πεπεισμένοις καὶ γινώσκουσι τὴν συνεργίαν αὐτῆς.

Ἀλλὰ καὶ τὴν ἀσθένειαν τῆς φύσεως καὶ τὴν ἀντίληψιν τῆς θεϊκῆς δυνάμεως τότε γινώσκουσιν, ὅτε πρῶτον κωλύσει ἐξ αὐτῶν τὴν δύναμιν αὐτοῦ <ἡνίκα ἦσαν ἐν πειρασμοῖς>, καὶ αἰσθηθῶσι τῆς ἀσθενείας τῆς φύσεως καὶ τῆς δυσχερείας τῶν πειρασμῶν καὶ τῆς πονηρίας τοῦ ἐχθροῦ, καὶ πρὸς ποῖον παλαιστὴν ἔχουσι, καὶ ποίαν φύσιν ἐνδεδυμένοι εἰσί, καὶ πῶς εἰσι πεφυλαγμένοι ἐν τῇ δυνάμει τῇ θεϊκῇ, καὶ πόσον ἔδραμον, καὶ πόσον ὑψώθησαν ἐν αὐτῇ, καὶ ὅτε μακρυνθῇ ἡ δύναμις ἡ θεϊκὴ πῶς ἀσθενοῦσι κατέναντι παντὸς πάθους· ἵνα καὶ ἐκ τούτων πάντων ταπείνωσιν κτήσωνται καὶ τῷ Θεῷ προσπελάσωσι καὶ τὴν ἀντίληψιν αὐτοῦ προσδοκήσωσι καὶ εἰς τὴν προσευχὴν ὑπομενοῦσι.

Καὶ ταῦτα πάντα πόθεν ἐκτήσαντο, εἰ μὴ ὅτι ἔλαβον πεῖραν τῶν πολλῶν κακῶν, ἐν οἷς ἐξαφεῖ ὁ Θεὸς μεσιτεῦσαι, καθώς φησιν. ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατάν;

Ἀλλὰ καὶ πίστιν βεβαίαν κτᾶται τις ἐκ τῶν πειρασμῶν ἐν τῇ πείρᾳ τῆς ἀντιλήψεως τῆς θεϊκῆς, ἧς ἔλαβε πεῖραν πολλάκις· καὶ ἐντεῦθεν ἄφοβος γίνεται καὶ θάρσος κτᾶται ἐν τοῖς πειρασμοῖς ἐκ τῆς γυμνασίας ἧς ἐκτήσατο.

Παντὶ ἀνθρώπῳ ὠφελεῖ ὁ πειρασμός· ἐὰν τὸν Παῦλον ὠφελεῖ ὁ πειρασμός, πᾶν στόμα φραγήσεται καὶ ὑπόδικος γενήσεται ὁ κόσμος τῷ Θεῷ· οἱ ἀγωνισταὶ πειράζονται, ἵνα προσθήσωσι τῷ πλούτῳ αὐτῶν, οἱ χαῦνοι, ἵνα ἐκ τῶν βλαπτόντων αὐτοὺς φυλάξωνται, καὶ οἱ ὑπνώττοντες, ἵνα εἰς ἐξυπνισμὸν εὐτρεπισθῶσι, καὶ οἱ μακρὰν ὄντες, ἵνα προσεγγίσωσι τῷ Θεῷ, καὶ οἱ οἰκεῖοι, ἵνα ἐν παρρησίᾳ εἰσοικισθῶσι.

Πᾶς υἱὸς ἀγύμναστος, οὐδὲ ὁ πλοῦτος τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ δίδοται αὐτῷ τοῦ δύνασθαι βοηθεῖσθαι ὑπ’ αὐτοῦ· καὶ διατοῦτο πρῶτον πειράζει καὶ βασανίζει ὁ Θεός, καὶ τότε τὸ χάρισμα δεικνύει. Δόξα ἐκείνῳ τῷ δεσπότῃ τῷ ἐν φαρμάκοις στρυφνοῖς τῇ τρυφῇ τῆς ὑγείας προσάγοντι ἡμᾶς.

Οὐκ ἔστιν ὅστις ἐν τῷ καιρῷ τῆς γυμνασίας οὐκ ἄχθεται. Καὶ οὐκ ἔστι τίς, εἰ μὴ ἔστιν αὐτῷ πικρὸς ὁ καιρός, ἐν ᾧ ποτίζεται τὸν ἰὸν τῶν πειρασμῶν· χωρὶς τούτων οὐ δυνατὸν κτήσασθαι κρᾶσιν ἰσχυράν, οὐδὲ τὸ ὑπομεῖναι τοῦτο ἡμῶν ἐστι. Πόθεν γὰρ ἔχει τὸ κεράμιον τὸ ἀπὸ πηλοῦ ὑπομεῖναι τὴν ῥύσιν τοῦ ὕδατος, εἰ μὴ τὸ πῦρ τὸ θεϊκὸν στερεώσει αὐτό;

Ἐὰν ὑποταγῶμεν αἰτούμενοι ἐν ταπεινώσει μετ’ ἐφέσεως ἀδιαλείπτου ἐν καρτερίᾳ, πάντα λαμβάνομεν.

Τοῦ αὐτοῦ· Λόγος ΝΒʹ Περὶ τοῦ συνιέναι τὸ ἐν ποίῳ μέτρῳ ἵσταταί τις ἐκ τῶν κινουμένων ἐν αὐτῷ λογισμῶν. Ἄνθρωπος, ὅσον ἐστὶν ἐν ἀμελείᾳ, ἐκ τῆς ὥρας τοῦ θανάτου φοβεῖται· καὶ ὅτε προσεγγίσει τῷ Θεῷ, ἐκ τῆς ἀπαντήσεως τῆς κρίσεως φοβεῖται· ὅτε δὲ ὁλοτελῶς ἔλθῃ εἰς τὸ ἔμπροσθεν, ἐν τῇ ἀγάπῃ καταπίνονται οἱ δύο αὐτῶν.

Πῶς δὲ τοῦτο; Ὅτε ἐν τῇ γνώσει καὶ τῇ πολιτείᾳ τοῦ σώματος ἵσταταί τις, ἐκ τοῦ θανάτου πτοεῖται· καὶ ὅτε ἐν τῇ γνώσει τῇ ψυχικῇ καὶ τῇ πολιτείᾳ τῇ ἀγαθῇ γένηται, ἐν τῇ μνήμῃ τῆς κρίσεως τῆς μελλούσης κινεῖται ἡ διάνοια αὐτοῦ ἐν πάσῃ ὥρᾳ. Διότι ἐν αὐτῇ τῇ φύσει ὀρθῶς ἵσταται, καὶ ἐν τῇ τάξει τῇ ψυχικῇ κινεῖται καὶ ἀναστρέφεται ἐν τῇ γνώσει αὐτοῦ καὶ τῇ πολιτείᾳ αὐτοῦ καὶ πρὸς τὸν πλησιασμὸν τοῦ Θεοῦ καλῶς καθίσταται. Ὅτε δὲ φθάσῃ τὴν γνῶσιν ἐκείνην τῆς ἀληθείας ἐν τῇ κινήσει τῆς αἰσθήσεως τῶν μυστηρίων τοῦ Θεοῦ καὶ ἐν τῇ στερεώσει τῆς ἐλπίδος τῶν μελλόντων, ἐν τῇ ἀγάπῃ καταπίνεται.

Ἐκεῖνος ὁ σωματικός, καθ’ ὁμοιότητα τοῦ ζώου, φοβούμενος τὴν θυσίαν, ὁ λογικὸς δὲ ἐκ τῆς κρίσεως τοῦ Θεοῦ φοβεῖται· ὁ δὲ γενόμενος υἱὸς εἰς τὴν ἀγάπην καλλωπίζεται, καὶ οὐχὶ τῇ ῥάβδῳ τῇ πτοούσῃ παιδαγωγεῖται. Ἐγὼ δὲ καὶ ὁ οἶκος τοῦ πατρός μου τῷ Κυρίῳ δουλεύσωμεν. Ὁ φθάσας τὴν ἀγάπην τοῦ Θεοῦ, οὐκέτι πάλιν ἐπιθυμεῖ διαμεῖναι ἐνταῦθα· ἡ ἀγάπη γὰρ καταργεῖ τὸν φόβον.

Ἀγαπητοί, διότι γέγονα μωρός, οὐχ’ ὑπομένω φυλάξαι τὸ μυστήριον ἐν σιωπῇ, ἀλλὰ γίνομαι μωρὸς διὰ τὴν ὠφέλειαν τῶν ἀδελφῶν μου, διότι αὕτη ἐστὶν ἡ ἀγάπη ἡ ἀληθινή, ὅτι οὐ δύναται ὑπομεῖναι ἔν τινι μυστηρίῳ ἐκ τῶν ἀγαπητῶν αὐτῆς.

Πολλάκις, ὅτε ἔγραφα ταῦτα, ὑπελείποντο οἱ δάκτυλοί μου ἐπὶ τὸν χάρτην, καὶ οὐχ’ ὑπέφερον κατέναντι τῆς ἡδονῆς τῆς ἐμπιπτούσης ἐν τῇ καρδίᾳ μου καὶ τὰς αἰσθήσεις κατασιγαζούσης. Ὅμως μακάριος ὃς ἐν τῷ Θεῷ ἡ ἀδολεσχία αὐτοῦ ἀεὶ καὶ ἑαυτὸν ἐκ πάντων τῶν κοσμικῶν κατέσχε καὶ πρὸς αὐτὸν μόνον γέγονεν ἐν τῇ ὁμιλίᾳ τῆς γνώσεως αὐτοῦ· καὶ ἐὰν μακροθυμήσῃ, οὐ βραδύνει πολλὰ ἕως ἂν ἴδῃ καρπούς.

Ἡ χαρὰ ἡ ἐν Θεῷ ἰσχυροτέρα ἐστὶ τῆς ἐνταῦθα ζωῆς· καὶ ὁ εὑρὼν αὐτὴν οὐ μόνον εἰς τὰ πάθη οὐ περιβλέψεται, ἀλλ’ οὐδὲ ἐπὶ τὴν ζωὴν αὐτοῦ ἐπιστρέφεται, οὐδὲ αἴσθησις αὐτῷ ἑτέρα γενήσεται ἐκεῖθεν, ἐὰν ἐξ ἀληθείας ἄξιος γέγονεν ταύτης.

Ἡ ἀγάπη, γλυκυτέρα τῆς ζωῆς, καὶ γλυκυτέρα ἡ σύνεσις ἡ κατὰ Θεόν, ἐξ ἧς ἡ ἀγάπη τίκτεται, ὑπὲρ μέλι καὶ κηρίον. Τῇ ἀγάπῃ οὐκ ἔστιν αὐτῇ λύπη δέξασθαι ὑπὲρ τῶν ἀγαπώντων αὐτὴν μέγαν θάνατον. Ἡ ἀγάπη γέννημά ἐστι τῆς γνώσεως, καὶ ἡ γνῶσις γέννημά ἐστι τῆς ὑγείας τῆς ψυχῆς.

Ἡ ὑγεία τῆς ψυχῆς ἔστι δύναμις, ἥτις ἐκ τῆς ὑπομονῆς τῆς μακρᾶς γέγονεν. Ἐρώτησις· Καὶ τί ἐστιν ἡ γνῶσις; Ἀπόκρισις· Αἴσθησις τῆς ζωῆς τῆς ἀθανάτου. Ἐρώτησις· Καὶ τί ἐστιν ἡ ζωὴ ἡ ἀθάνατος; Ἀπόκρισις· Αἴσθησις ἐν Θεῷ. Ἡ γνῶσις ἡ κατὰ Θεόν, βασιλεύς ἐστι πασῶν τῶν ἐπιθυμιῶν, καὶ ἡ καρδία ἡ δεχομένη αὐτήν, πᾶσα γλυκύτης ἡ ἐν τῇ γῇ ἔστιν αὐτῇ περισσή, ὅτι τῇ γλυκύτητι τῆς ἐπιγνώσεως τοῦ Θεοῦ οὐδέν ἐστιν ὅμοιον αὐτῆς. “Κύριε πλήρωσον τὴν καρδίαν μου ζωῆς αἰωνίου”. Ζωὴ αἰώνιός ἐστι παράκλησις ἐν Θεῷ, καὶ ὁ εὑρὼν παράκλησιν ἐν Θεῷ, ἡ παράκλησις τοῦ κόσμου αὐτῷ περισσή.

Ἐρώτησις· Πόθεν αἰσθάνεται ἄνθρωπος ὅτι ἐδέξατο σοφίαν ἐκ τοῦ Πνεύματος; Ἀπόκρισις· Ἐξ ἐκείνης τῆς γνώσεως τῆς διδασκούσης αὐτὸν τοὺς τρόπους τῆς ταπεινώσεως ἐν τῷ κρυπτῷ αὐτοῦ καὶ ἐν ταῖς αἰσθήσεσιν αὐτοῦ, καὶ ἀποκαλύπτεται αὐτῷ ἐν τῇ διανοίᾳ αὐτοῦ πῶς αὕτη ἡ ταπείνωσις δεχθήσεται.

Ἐρώτησις· Πόθεν αἰσθάνεταί τις ὅτι ἔφθασε τὴν ταπείνωσιν; Ἀπόκρισις· Ἐξ ὧν ἀηδίζεται ἀρεσθῆναι τῷ κόσμῳ ἐν ἀναστροφῇ αὐτοῦ ἢ τῷ λόγῳ, καὶ μισητή ἐστιν ἐν ὀφθαλμοῖς αὐτοῦ ἡ δόξα τοῦ κόσμου τούτου. Ἐρώτησις· Τί εἰσι τὰ πάθη;

Ἀπόκρισις· Προσβολαί εἰσιν, αἵτινες ἐν τοῖς πράγμασι <καὶ ταῖς γενεαῖς> τοῦ κόσμου τούτου ἐτέθησαν, κινοῦσαι τὸ σῶμα πρὸς τὴν χρείαν αὐτοῦ τὴν ἀναγκαστικήν, καὶ οὐ παύονται προσβάλλουσαι, ὅσον ἐστὶν ὁ κόσμος οὗτος. Ἄνθρωπος δὲ ἀξιωθεὶς τῆς χάριτος τῆς θείας, καὶ γευσάμενος καὶ αἰσθηθεὶς τινὸς ὑπερέχοντος τούτων, οὐκ εἰσέρχονται αἱ προσβολαὶ αὗται εἰς τὴν καρδίαν αὐτοῦ, ὅτι ἐν τῷ τόπῳ τῶν προσβολῶν κατεκράτησεν ἐπιθυμία ἄλλη, κρείττων αὐτῶν· καὶ οὐ προσεγγίζουσιν αἱ προσβολαὶ καὶ τὰ ἐξ αὐτῶν τικτόμενα τῇ καρδίᾳ αὐτοῦ, ἀλλ’ ἵστανται ἔξω ἀργαί· οὐχὶ ὅτι προσβολαὶ τῶν παθῶν οὔκ εἰσιν, ἀλλ’ ἡ καρδία ἡ δεχομένη αὐτὰς νεκρά ἐστιν αὐταῖς καὶ ζῇ ἔν τινι ἄλλῳ· οὐχὶ ὅτι ἔληξεν ἐκ τῆς φυλακῆς τῆς διακρίσεως καὶ τῶν ἔργων, ἀλλ’ οὐκ ἔστιν ἐν τῇ διανοίᾳ αὐτοῦ ὄχλησις τινός, ὅτι ἐκορέσθη ἡ συνείδησις αὐτοῦ ἀπὸ τρυφῆς ἄλλου τινός.

Καρδία ἡ δεξαμένη αἴσθησιν τινῶν τῶν πνευματικῶν ἐν ἀκριβείᾳ καὶ τῆς θεωρίας τοῦ μέλλοντος αἰῶνος, ἐν τοιούτῳ τρόπῳ γίνεται ἡ συνείδησις ἐν τῇ μνήμῃ τῶν παθῶν· ὥσπερ ἄνθρωπος κεκορεσμένος τροφῆς τιμίας, καὶ παρακειμένης ἄλλης τροφῆς, οὐ τοιαύτης, οὐ προσέχει αὐτῇ οὔτε ἐπιθυμεῖ αὐτῆς, ἀλλὰ βδελύττεται αὐτήν, οὐ μόνον διὰ τὸ βδελυρὸν αὐτῆς, ἀλλὰ καὶ διὰ τὸν κόρον, οὐχὶ ὥσπερ ὁ σκορπίσας τὸ μέρος αὐτοῦ καὶ ἐπιθυμήσας τῶν κερατίων, διὰ τὸ προφθάσαι σκορπίσαι τὸν πατρικὸν πλοῦτον ὃν εἶχε.

Καὶ πάλιν οὐκ ἔστιν ὁ ἐμπιστευθεὶς θησαυρὸν καὶ καθεύδων. Ἐὰν φυλάξωμεν τὸν νόμον τῆς νήψεως καὶ τὸ ἔργον τῆς διακρίσεως ἐν γνώσει, ἐξ ὧν καρποῦται ἡ ζωή, παντελῶς ὁ ἀγὼν τῶν προσβολῶν τῶν παθῶν τῇ διανοίᾳ οὐ προσεγγίζει· καὶ οὐχὶ ὅτι ἀπὸ ἀγῶνος κωλύονται εἰσελθεῖν ἐν τῇ καρδίᾳ αἱ προσβολαί, ἀλλ’ ὁ κόρος τῆς συνειδήσεως καὶ ψυχῆς πληρωθείσης τῆς γνώσεως, καὶ τῆς ἐπιθυμίας τῶν θεωριῶν τῶν θαυμασίων τῶν εὑρισκομένων ἐν αὐτῇ, ταῦτα ἐκώλυσαν τὰς προσβολὰς προσεγγίσαι αὐτῇ. οὐχὶ ὅτι ἐχωρίσθη ἐκ τῆς φυλακῆς, καθὼς εἶπον, καὶ τῶν ἔργων τῆς διακρίσεως, ἅπερ φυλάττουσι τὴν γνῶσιν τῆς ἀληθείας καὶ τὸ φῶς τὸ ψυχικόν, ἀλλ’ οὐκ ἔχει ἀγῶνα ἡ διάνοια διὰ τὰς αἰτίας ἃς προείπομεν.

Τὸ βρῶμα γὰρ τῶν πτωχῶν τοῖς πλουσίοις βδελυκτόν ἐστιν, ὁμοίως καὶ τὸ βρῶμα τῶν ἀρρώστων τοῖς ὑγιαίνουσιν. Ἀλλ’ ὁ πλοῦτος καὶ ἡ ὑγεία ἐκ τῆς νήψεως καὶ τῆς ἐπιμελείας συνίστανται. Ὅσον γὰρ ζῇ τις, χρήζει τῆς νήψεως καὶ τῆς ἐπιμελείας καὶ τοῦ ἐξυπνισμοῦ τοῦ φυλάξαι τὸν θησαυρὸν αὐτοῦ· ἐὰν δὲ τὸν ὅρον αὐτοῦ καταλείψῃ, νοσῆσαι ἔχει καὶ κλαπῆναι. Καὶ οὐχὶ ἕως τοῦ ἰδεῖν τὸν καρπὸν δέον ἐργάζεσθαι, ἀλλ’ ἕως τῆς ἐξόδου δέον ἀγωνίζεσθαι· πολλάκις ὅτε λιπανθῇ ὁ καρπός, καταβάλλει αὐτὸν χάλαζα ἐξαίφνης.

Ὁ μισγόμενος ἐν πράγμασι καὶ λύων ἑαυτὸν εἰς ὁμιλίας, οὐκέτι πιστεύεται ἡ ὑγεία αὐτοῦ προσμεῖναι αὐτῷ. Ὅταν προσεύχῃ, ταύτην τὴν προσευχὴν εἰπέ· “Κύριε, ἀξίωσόν με νεκρωθῆναι τῇ συνομιλίᾳ τοῦ αἰῶνος τούτου ἐν ἀληθείᾳ”, καὶ γίνῃ ὅ,τι πᾶσαν δέησιν συνήγαγες. Καὶ ἀγώνισαι τὸ ἔργον πληρῶσαι τοῦτο ἐν σοί· καὶ ἐὰν τὸ ἔργον ἀκολουθήσῃ τῇ εὐχῇ, ἀληθῶς ἐν τῇ ἐλευθερίᾳ τοῦ Χριστοῦ ἔστηκας.

Νέκρωσις τοῦ κόσμου ἐστὶν οὐχὶ τὸ ἀποστῆναι τῆς κοινωνίας τῆς ὁμιλίας τῶν πραγμάτων αὐτοῦ μόνον, ἀλλὰ τὸ μὴ ἐπιθυμῆσαι τῶν ἀγαθῶν τούτου τοῦ κόσμου ἐν τῇ ὁμιλίᾳ τῆς διανοίας αὐτοῦ. Ἐὰν ἐν τῇ μελέτῃ τῇ ἀγαθῇ ἐθίσωμεν ἑαυτούς, αἰσχυνόμεθα ἐκ τῶν παθῶν, ὅταν ἀπαντήσωμεν αὐτοῖς—καὶ γινώσκουσι ταῦτα οἱ κτησάμενοι πεῖραν ἐν ἑαυτοῖς—, ἀλλὰ καὶ ἐκ τῶν αἰτίων τῶν παθῶν αἰσχυνθῆναι ἔχομεν προσεγγίσαι αὐτά.

Ὅταν εἰς ἔργον τινὸς ὑπὲρ τῆς ἀγάπης τοῦ Θεοῦ ἐπιθυμῇς ἀκολουθῆσαι, δὸς κατὰ τῆς ἐπιθυμίας αὐτοῦ τὸν ὅρον τοῦ θανάτου, καὶ οὕτως ἐν τῷ πράγματι εἰς τὸν βαθμὸν τῆς μαρτυρίας ἀξιωθήσῃ εἰς ἕκαστον πάθος καὶ βλάβην τινὰ τῶν ἀπαντώντων σε ἔσωθεν ἐκείνου τοῦ ὅρου, ἐὰν ἕως τέλους ὑπομείνῃς ἐν αὐτῷ καὶ μὴ χαυνωθῇς.

Ἡ μελέτη τοῦ ἀσθενοῦς λογισμοῦ ἀσθενεῖν ποιεῖ τὴν ἰσχὺν τῆς ὑπομονῆς· ἡ δὲ διάνοια ἡ στερεὰ καὶ τὴν δύναμιν, ἣν οὐκ ἔχει ἡ φύσις, παρέχει τῷ ἀκολουθοῦντι τῇ μελέτῃ αὐτῆς. “Κύριε, ἀξίωσόν με μισῆσαι τὴν ζωήν μου διὰ τὴν ζωὴν τὴν ἐν σοί”.

Ἡ πολιτεία τοῦ κόσμου τούτου ὁμοία ἐστὶ τοῖς σχεδιάζουσι τὰ γράμματα τῶν ἐν σχεδίοις ἀκμὴν ὑπαρχόντων, καὶ ὅτε θέλει τις. καὶ ἐπιθυμεῖ, προστιθεῖ ἐν αὐτοῖς καὶ ὑφείλει καὶ ποιεῖ ἐναλλαγὴν ἐν τοῖς γράμμασιν. Ἡ πολιτεία δὲ τῶν μελλόντων, ὁμοία ἐστὶ τοῖς χειρογράφοις τοῖς γραφεῖσιν ἐν σωματίοις καθαροῖς καὶ σφραγισθεῖσιν ἐν τῇ σφραγίδι τοῦ βασιλέως καὶ οὐκ ἔστιν ἐν αὐτοῖς προσθήκη οὐδὲ ἔλλειψις. Ὅσον οὖν ἐσμὲν ἐν μέσῳ τῆς ἀλλοιώσεως, προσέχωμεν ἑαυτοῖς, καὶ ἡνίκα ἐξουσιάζωμεν εἰς τὸ χειρόγραφον τῆς ζωῆς ἡμῶν, ὅπερ ἐν ταῖς χερσὶν ἡμῶν γεγραφήκαμεν, ἀγωνισώμεθα καὶ ποιήσωμεν ἐν αὐτῷ προσθήκην ἐν πολιτείᾳ ἀγαθῇ, καὶ ἀπαλείψωμεν ἐξ αὐτοῦ τὰ ἐλαττώματα τῆς πρώτης πολιτείας· ὅσον γάρ ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ, οὐ τιθεῖ ὁ Θεὸς τὴν σφραγίδα. οὐδὲ ἐπὶ τοῖς ἀγαθοῖς ἡμῶν οὐδὲ ἐπὶ τοῖς κακοῖς, ἕως τῆς ὥρας τῆς ἐξόδου, ἐν ᾖ τελειοῦται τὸ ἔργον τῆς πατρίδος ἡμῶν καὶ ἐρχόμεθα εἰς τὴν ἀποδημίαν. Καὶ πρέπει ἡμῖν ποιῆσαι, καθὼς εἶπεν ὁ ἅγιος Ἐφραὶμ «ὁμοία ἐστὶν ἡ ψυχὴ ἡμῶν πλοίῳ ἑτοίμῳ μὴ γινώσκοντι πότε ἐξέρχεται αὐτῷ ὁ ἄνεμος, καὶ στρατῷ μὴ γινώσκοντι πότε σαλπίσει σάλπιγξ»· καὶ ἐὰν ταῦτά φησι διὰ τὴν διαφορὰν τὴν μικρὰν οὕτως, καὶ ἴσως πάλιν στρέφονται, πόσον δέον ἡμᾶς ἄρα εὐτρεπίζεσθαι καὶ προπαρασκευάζεσθαι πρὸ ἐκείνης τῆς ἡμέρας τῆς ἀποτόμου, καὶ γεφύρας καὶ θύρας τοῦ καινοῦ αἰῶνος.

Δῴη ἡμῖν ὁ Χριστὸς ὁ μεσίτης τῆς ζωῆς ἡμῶν ἑτοιμασίαν ἐπερείδεσθαι ἐκείνῃ τῇ ἀποφάσει τῆς προσδοκίας, ὁ ἔχων τὴν δόξαν καὶ τὴν προσκύνησιν καὶ τὴν εὐχαριστίαν εἰς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Τοῦ αὐτοῦ Λόγος ΝΓʹ Διατί οἱ ἄνθρωποι οἱ ψυχικοὶ ἐν τῇ γνώσει περιβλέπουσιν εἴς τινα πνευματικὰ κατὰ τὴν παχύτητα τῶν σωμάτων, καὶ πῶς δύναται ἡ διάνοια ὑψωθῆναι ἐκ ταύτης, καὶ τί ἐστιν ἡ αἰτία τοῦ μὴ ἐλευθερωθῆναι ἐξ αὐτῆς, καὶ πότε καὶ ἐν ποίῳ τρόπῳ δυνατὸν ἐμμεῖναι τὴν διάνοιαν ἄνευ φαντασίας ἐν τῇ ὥρᾳ τῆς λιτῆς. Εὐλογημένη ἡ τιμὴ τοῦ Κυρίου τοῦ ἀνοίγοντος θύραν ἔμπροσθεν ἡμῶν, ἵνα μὴ σχῶμεν αἴτησιν, εἰ μὴ τὴν εἰς αὐτὸν ἐπιθυμίαν· οὕτως γὰρ καταλιμπάνομεν πάντα, καὶ εἰς τὴν καταδίωξιν αὐτοῦ μόνον ἐξέρχεται ἡ διάνοια, μὴ ἔχουσα τινὰ μέριμναν κωλύουσαν αὐτὴν κατέναντι ἐκείνης τῆς θεωρίας τοῦ Κυρίου.

Ὅσον γὰρ ἀφεῖ ἡ διάνοια, ἀγαπητοί, τὴν μέριμναν τούτων τῶν ὁρατῶν καὶ φροντίζει ἐν τῇ ἐλπίδι τῶν μελλόντων, κατὰ τὸ μέτρον τῆς ὑψώσεως αὐτῆς ἐκ τῆς μερίμνης τοῦ σώματος καὶ τῆς μελέτης αὐτῆς ἐν ἐκείνῃ, κατὰ τοσοῦτον λεπτύνεται καὶ γίνεται διαυγὴς ἐν τῇ εὐχῇ. Καὶ καθόσον ἐλευθεροῦται τὸ σῶμα ἐκ τῶν δεσμῶν τῶν πραγμάτων, οὕτως ἐλευθεροῦται ἡ διάνοια· καὶ καθόσον ἡ διάνοια ἐλευθεροῦται ἐκ τῶν δεσμῶν τῶν φροντίδων, κατὰ τοσοῦτον τηλαυγὴς γίνεται· καὶ καθόσον τηλαυγὴς γίνεται, λεπτύνεται· καὶ καθόσον λεπτύνεται, [καὶ] ὑψοῦται ἐκ τῶν νοημάτων τοῦ αἰῶνος τούτου, τοῦ βαστάζοντος τοὺς τρόπους τῆς παχύτητος, καὶ τότε γινώσκει ἡ διάνοια θεωρεῖν ἐν Θεῷ κατ’ αὐτὸν καὶ οὐ καθὼς ἡμεῖς.

Ἐὰν γὰρ μὴ ὁ ἄνθρωπος πρῶτον ἄξιος γένηται τῆς ἀποκαλύψεως, οὐ δύναται γνῶναι αὐτήν· καὶ ἐὰν μὴ ἔλθῃ εἰς καθαρότητα, οὐ γίνονται τὰ νοήματα τηλαυγῆ τοῦ θεωρῆσαι τὰ κρυπτά· καὶ ἕως ἂν ἐλευθερωθῇ ἐκ πάντων τῶν ὁρατῶν τῶν ὁρωμένων ἐν τῇ κτήσει αὐτῶν, οὐκ ἐλευθεροῦται ἐκ τῶν νοημάτων τῶν περὶ αὐτῶν, οὐδὲ ἀργὸς γίνεται ἐκ τῶν λογισμῶν τῶν σκοτεινῶν. Καὶ ὅπου ἡ σκοτία καὶ ἡ πλοκὴ τῶν λογισμῶν, καὶ τὰ πάθη ἐκεῖ.

Ἐὰν γὰρ μὴ ἐλευθερωθῇ ἄνθρωπος ἐκ πάντων τούτων, ὧν εἴπομεν, καὶ τῶν αἰτίων αὐτῶν, οὐ μὴ θεάσηται ἐν τοῖς κρυπτοῖς ἡ διάνοια. Διατοῦτο πρὸ πάντων τὴν ἀκτημοσύνην ἐκέλευσεν ὁ Κύριος κρατῆσαι, καὶ ἀποστῆναι ἀπὸ τῆς ταραχῆς τοῦ κόσμου, καὶ λυθῆναι ἐκ τῆς μερίμνης πάντων τῶν ἀνθρώπων. Ὅστις φησὶν οὐκ ἀποτάσσεται πάσῃ τῇ ἀνθρωπότητι αὐτοῦ, καὶ πᾶσι τοῖς ἑαυτοῦ καὶ ἀρνεῖται ἑαυτόν, οὐ δύναται εἶναι μου μαθητής, ἵνα μὴ ἡ διάνοια ἐν πᾶσι βλαβῇ, ἐν θεωρίᾳ, ἐν ἀκοῇ, ἐν μερίμνῃ πραγμάτων, ἐν ἀφανισμῷ αὐτῶν, ἐν αὐξήσει αὐτῶν, ἐν ἀνθρώπῳ. Καὶ διὰ τὸ δεσμῆσαι τὴν διάνοιαν ἡμῶν ἐν τῇ ἐλπίδι μόνῃ τῇ πρὸς αὐτόν, ἔτρεψε πᾶσαν μέριμναν τῶν λογισμῶν ἡμῶν, καὶ ἐν αὐτῷ ἐδέσμησε πᾶσαν μέριμναν τοῦ φρονήματος ἐν λύσει πάντων, ἵνα ἐκ τούτου ὀρεγώμεθα τῆς ὁμιλίας αὐτοῦ ἐν τῇ διαμονῇ τῆς μερίμνης ἡμῶν τῆς περὶ αὐτοῦ.

Ἀλλὰ καὶ γυμνασίας πάλιν χρήζει ἡ εὐχή, ἵνα διὰ τοῦ μακροῦ χρόνου τοῦ ἐν αὐτῇ σοφισθῇ ἡ διάνοια· μετὰ γὰρ τὴν ἀκτημοσύνην τὴν λύουσαν τὰ νοήματα ἡμῶν ἐκ τῶν δεσμῶν, διαμονὴν θέλει ἡ εὐχή, ὅτι ἐκ τῆς διαμονῆς καὶ τοῦ καιροῦ λαμβάνει ἡ διάνοια τὴν γυμνασίαν καὶ γινώσκει ἀποδιῶξαι τὸν λογισμὸν ἀπ’ αὐτῆς καὶ μανθάνει ἐκ τῆς πολλῆς πείρας ἅπερ παρ’ ἄλλων δέξασθαι οὐ δύναται.

Ἑκάστη γὰρ πολιτεία γινομένη, αὔξησιν λαμβάνει ἐκ τῆς πολιτείας τῆς πρὸ αὐτῆς, καὶ τὸ πρὸ αὐτῆς ζητεῖται εἰς εὕρεσιν τῶν μετ’ αὐτήν. Τὴν εὐχὴν προλαμβάνει ἡ ἀναχώρησις, καὶ αὕτη ἡ ἀναχώρησις διὰ τὴν εὐχήν, καὶ ἡ εὐχή, ἵνα κτησώμεθα τὴν ἀγάπην τοῦ Θεοῦ, ὅτι ἐξ αὐτῆς εὑρίσκονται αἰτίαι ἵνα ἀγαπήσωμεν τὸν Θεόν.

Καὶ τοῦτο πρέπον ἡμῖν γνῶναι, ἀγαπητοί· ὅτι ἑκάστη ὁμιλία ἐν κρυπτῷ γινομένη, καὶ πᾶσα μέριμνα ἀγαθῆς διανοίας ἐν Θεῷ, καὶ πᾶσα μελέτη τῶν πνευματικῶν, ἐν τῇ εὐχῇ ὁρίζεται καὶ ἐν τῷ ὀνόματι τῆς εὐχῆς ψηφίζεται, καὶ ἔσωθεν τούτου τοῦ ὀνόματος συνάγεται, καὶ ἐὰν ἀναγνώσεων διαφοραί, καὶ ἐὰν φωναὶ στόματος εἰς δοξολογίαν Θεοῦ, καὶ ἐὰν φροντὶς λυπηρὰ ἐν Κυρίῳ, καὶ αἱ προσκυνήσεις τοῦ σώματος, καὶ ἡ ψαλμωδία τῆς στιχολογίας, καὶ τὰ λοιπά, ἐξ ὧν ἡ διδαχὴ ἐπιγίνεται τῆς εὐχῆς τῆς εἰλικρινοῦς, ἐξ ἧς ἡ ἀγάπη τοῦ Θεοῦ γεννᾶται· διότι αὕτη ἡ ἀγάπη ἐκ τῆς εὐχῆς, καὶ ἡ εὐχὴ ἐκ τῆς διαγωγῆς τῆς ἀναχωρήσεως, καὶ αὕτη ἡ ἀναχώρησις εἰς τοῦτο· εἰς τὸ ἔχειν ἡμᾶς τόπον ἀδολεσχῆσαι μόνους μετὰ τοῦ Θεοῦ.

Τῆς ἀναχωρήσεως πάλιν προηγεῖται ἡ ἀποταγὴ τοῦ κόσμου· ἐὰν γὰρ ἄνθρωπος μὴ ἀποτάξηται τῷ κόσμῳ πρῶτον, καὶ εὐκαιρήσῃ ἐκ πάντων τῶν αὐτοῦ, οὐ δύναται μονωθῆναι. Καὶ οὕτως πάλιν τῆς ἀποταγῆς τοῦ κόσμου προηγεῖται ἡ ὑπομονή, καὶ τῆς ὑπομονῆς τὸ μίσος τοῦ κόσμου, καὶ τοῦ μίσους τοῦ κόσμου ὁ φόβος καὶ ὁ πόθος. Ἐὰν γὰρ μὴ ἐκφοβήσῃ τὴν διάνοιαν ὁ φόβος τῆς γεέννης καὶ εἰς ἔφεσιν ἐλθεῖν ὁ πόθος τῶν μακαρισμῶν ποιήσῃ, οὐ κινηθήσεται ἐν αὐτῷ τὸ μίσος τούτου τοῦ κόσμου· καὶ ἐὰν μὴ μισήσῃ τὸν κόσμον, οὐχ’ ὑπομένει ἐκτὸς εἶναι τῆς ὁμιλίας <καὶ> τῆς ἀναπαύσεως αὐτοῦ· καὶ ἐὰν μὴ προηγήσηται ἡ ὑπομονὴ ἐν τῇ διανοίᾳ, οὐ δύναται ἐκλέξασθαι τόπον πεπληρωμένον ἀγριότητος καὶ κενὸν τῶν ἐν αὐτῷ οἰκούντων· καὶ ἐὰν μὴ ἐκλέξηται ἑαυτῷ ζωὴν ἀναχωρήσεως, οὐ δύναται διαμεῖναι ἐν τῇ εὐχῇ· καὶ ἐὰν μὴ μείνῃ ἀδολεσχῶν μετὰ τοῦ Θεοῦ καὶ διαμείνῃ ἐν τούτοις τοῖς διανοήμασι τοῖς μεμιγμένοις ἐν τῇ εὐχῇ καὶ ἐν τοῖς εἴδεσι τῆς διδαχῆς ἧς εἰρήκαμεν, οὐ μὴ αἰσθανθῇ τῆς ἀγάπης.

Λοιπὸν ἡ ἀγάπη τοῦ Θεοῦ ἐκ τῆς ὁμιλίας τῆς μετ’ αὐτοῦ, καὶ ἡ ἀδολεσχία καὶ ἡ μελέτη τῆς εὐχῆς διὰ τῆς ἡσυχίας, καὶ ἡ ἡσυχία ἐν τῇ ἀκτημοσύνῃ, καὶ ἡ ἀκτημοσύνη ἐν τῇ ὑπομονῇ, καὶ ἡ ὑπομονὴ ἐν τῷ μίσει τῶν ἐπιθυμιῶν, καὶ τὸ μίσος τῶν ἐπιθυμιῶν ἐν τῷ φόβῳ τῆς γεέννης καὶ τῇ προσδοκίᾳ τῶν μακαρισμῶν. Μισεῖ τὰς ἐπιθυμίας ὁ γινώσκων τὸν καρπὸν τὸν ἐξ αὐτῶν, τί εὐτρεπίζει αὐτῷ καὶ ἐκ ποίου μακαρισμοῦ κωλύεται δι’ αὐτάς.

Οὕτως ἑκάστη πολιτεία ἐν τῇ πρὸ αὐτῆς δεδεμένη ἐστί, καὶ ἐξ αὐτῆς λαμβάνει προσθήκην, καὶ μεταβαίνει εἰς ἄλλην ὑψηλοτέραν αὐτῆς· καὶ ἐὰν μία ἐξ αὐτῶν ὑπολείπεται, οὐ δύναται στῆναι τὸ ὀπίσω αὐτῆς, καὶ ὁρᾶται ὅτι πάντα λύονται καὶ ἀπόλλυνται· {τὸ δὲ πλέον τούτων, μέτρον ἐστὶ τῶν λόγων}.

ΝΔʹ Τοῦ αὐτοῦ· Πάλιν περὶ μετανοιῶν καὶ ἕτεροι λόγοι. Μὴ ψηφίσῃς ἀργίαν τὴν ἔκτασιν τῆς εὐχῆς τῆς ἀμετεωρίστου καὶ συνηγμένης καὶ μακρᾶς, διὰ τὸ ἀφῆσαι τοὺς ψαλμούς. Πλέον τῆς μελέτης τῆς στιχολογίας, τὰς μετανοίας ἐν τῇ προσευχῇ ἀγάπησον· ὅτε δώσει σοι χεῖρα αὕτη, αὐτὴ ἀναπληροῖ ἀντὶ τῆς λειτουργίας.

Καὶ ὅτε ἐν αὐτῇ τῇ λειτουργίᾳ δοθῇ σοι τὸ χάρισμα τῶν δακρύων, μὴ ψηφίσῃς τὴν τρυφὴν τὴν ἐν αὐτοῖς ἀργίαν ἐξ αὐτῆς· πλήρωμα γὰρ τῆς εὐχῆς, ἡ χάρις τῶν δακρύων. Ἐν τῷ καιρῷ ἐν ᾧ ἡ διάνοιά σου ἐσκορπισμένη ἐστί, πλέον τῆς εὐχῆς ἐν τῇ ἀναγνώσει ἔμμεινον.

Καὶ οὐχὶ πᾶσα γραφὴ ὠφέλιμος, καθὼς ἐρρέθη. Πλέον τῶν ἔργων, τὴν ἡσυχίαν ἀγάπησον. Τίμησον τὴν ἀνάγνωσιν, εἰ δυνατόν, πλέον τῆς στάσεως· αὕτη γὰρ πηγή ἐστι τῆς καθαρᾶς εὐχῆς. Μὴ οὖν ἀμελήσῃς παντελῶς, ἀλλὰ νῆφε ἐκ τοῦ μετεωρισμοῦ.

Ῥίζα τῆς πολιτείας, ἡ ψαλμωδία· ὅμως τοῦτο γνῶθι, ὅτι τῆς στιχολογίας τῆς μετὰ τοῦ μετεωρισμοῦ, τὰ ἔργα τοῦ σώματος πλέον ὠφελοῦσι. Τὸ λυπεῖσθαι κατὰ διάνοιαν ὑπερβάλλει τὸν κόπον τοῦ σώματος. Ἐν τῷ καιρῷ τῆς ἀμελείας, νῆφε καὶ κίνησον μικρὸν τὸν ζῆλον· μεγάλως γὰρ ἐξυπνίζει τὴν καρδίαν καὶ θερμαίνει τὰ νοήματα τῆς ψυχῆς.

Ὥσπερ ἐξεναντίας τῆς ἐπιθυμίας, οὕτως βοηθεῖ ὁ θυμὸς τῇ φύσει ἐν τῷ καιρῷ τῆς ἀμελείας· λύει γὰρ τὴν ψυχρότητα τῆς ψυχῆς. Ἐν ταύταις ταῖς ὥραις εἴωθεν ἔρχεσθαι καθ’ ἡμῶν ἡ ἀμέλεια· ἢ ἐκ τοῦ βάρους τῆς γαστρός, ἢ ἐκ τῆς ἀτονίας τῆς ἐκ τῶν πολλῶν ἔργων.

Ἡ εὐταξία τῆς ἐργασίας ἐστὶ τὸ φῶς τοῦ φρονήματος· οὐκ ἔστι τί ὡς ἡ γνῶσις. Πᾶσα εὐχή, ἣν προσφέρεις ἐν τῇ νυκτί, πασῶν τῶν πράξεων τῆς ἡμέρας ἔστω τιμιωτέρα ἐν ὀφθαλμοῖς σου. Μὴ βαρήσῃς τὴν γαστέρα σου, ἵνα μὴ συγχυθῇ ἡ διάνοιά σου καὶ ἔσῃ τεταραγμένος ἐν τῷ μετεωρισμῷ, ὅταν ἀναστῇς νυκτός, καὶ ἐκλυθῶσι τὰ μέλη σου, καὶ σὺ εὑρεθῇς πεπληρωμένος χαυνώσεως γυναικώδους, ἀλλὰ καὶ ἡ ψυχή σου ἐσκοτισμένη καὶ τὰ νοήματά σου τεθολωμένα, καὶ οὐ δύνῃ συνάξαι αὐτὰ παντελῶς ἐν τῇ στιχολογίᾳ διὰ τὴν σκότωσιν· καὶ μωραίνεται ἐν σοὶ ἡ γεῦσις τῶν πάντων, καὶ οὐ γλυκαίνεταί σοι ἡ στιχολογία τῆς ψαλμωδίας, ἧς διὰ τῆς ἐλαφρότητος καὶ λαμπρότητος τῆς διανοίας εἴωθεν ὁ νοῦς γεύεσθαι μεθ’ ἡδονῆς τῆς διαφορᾶς τῆς ἐν αὐτῇ.

Ὅταν γὰρ ἡ εὐταξία τῆς ἐργασίας τῆς νυκτὸς ταραχθῇ, τότε καὶ ἐν τῇ ἐργασίᾳ τῆς ἡμέρας γίνεται ὁ νοῦς συγκεχυμένος καὶ πορευόμενος ἐν σκοτώσει, καὶ ἐν τῇ ἀναγνώσει καθὼς εἴωθεν οὐ τρυφᾷ· ἐπιπίπτει γὰρ ὡς καταιγὶς ἐπὶ τῶν νοημάτων, καὶ ἐὰν εἰς εὐχὴν κινηθῇ, καὶ ἐὰν εἰς μελέτην· ἡ ἡδονὴ γὰρ ἡ ἐν ἡμέρᾳ διδομένη τοῖς ἀσκηταῖς, ἐκ τοῦ φωτὸς τῆς ἐργασίας τῆς νυκτὸς βρύει ἐπὶ τῷ νῷ τῷ καθαρῷ.

Ἕκαστος ἄνθρωπος, ὃς οὐκ ἔλαβε πεῖραν τῆς ἡσυχίας τῆς μακρᾶς, μὴ προσδοκήσῃ<ς> μαθεῖν ἐξ αὐτοῦ τί πλέον ἐν τοῖς ἀγαθοῖς τῆς ἀσκήσεως, καὶ ἐὰν ἔστι μέγας σοφός, καὶ διδάσκαλος ἔχων πολλὰ κατορθώματα. Παραφύλαξαι μὴ ἐξασθενήσῃ ἐπὶ πλέον τὸ σῶμα σου, ἵνα μὴ ἐνδυναμωθῇ κατὰ σοῦ ἡ ἀμέλεια καὶ ψυχράνῃ τὴν ψυχήν σου ἐκ τῆς γεύσεως τῆς ἐργασίας αὐτῆς.

Ὡς ἐν ζυγῷ ἁρμόζει σταθμίσαι τις τὴν πολιτείαν αὐτοῦ. Ἐν τῷ καιρῷ ἐν ᾧ κορέννυσαι, παραφύλαξαι ὀλίγον ἐκ τῆς παρρησίας τῆς πρὸς σεαυτόν. Ἐν σωφροσύνῃ ἔστω τὸ κάθισμά σου, καὶ ἐν τῇ ὥρᾳ τῆς χρείας. Καὶ μάλιστα γίνου σώφρων καὶ καθαρὸς ἐν τῇ ὥρᾳ τοῦ ὕπνου σου, καὶ οὐ μόνον ἐν τῷ λογισμῷ σου, ἀλλὰ καὶ ἐν τοῖς μέλεσί σου παρατετηρημένος.

Φυλάττου ἐκ τῆς οἰήσεως ἐν τῇ ὥρᾳ τῶν ἀλλοιώσεων τῶν καλῶν. Τὴν ἀσθένειάν σου καὶ τὴν ἰδιωτείαν σου πρὸς τὴν λεπτότητα αὐτῆς τῆς οἰήσεως, ἐν προσευχῇ σπουδῆς δεῖξον τῷ Κυρίῳ, ἵνα μὴ καταλειφθῇς πειρασθῆναι ἐν τοῖς αἰσχροῖς· ἡ πορνεία γὰρ ἀκολουθεῖ τῇ ὑπερηφανίᾳ καὶ ἡ πλάνη τῇ οἰήσει.

Ἐν τοῖς ἔργοις τῶν χειρῶν σου πρὸς τὴν χρείαν σου ἔργασαι, μᾶλλον δὲ πρὸς δεσμὸν τὸν ἐν τῇ ἡσυχίᾳ σου. Μὴ ἀσθενήσῃς ἐν πεποιθήσει σου πρὸς τὸν προνοητήν σου. Οἰκονομίαι Θεοῦ θαυμασταὶ γίνονται ἐν τοῖς οἰκείοις αὐτοῦ, διότι ἐν ἐρήμῳ ἀοικήτῳ οἰκονομεῖ τοῖς ἐν πεποιθήσει αὐτοῦ καθημένοις, οὐκ ἐν χερσὶν ἀνθρώπων.

Ἐὰν δὲ ἐπισκέψηταί σε ὁ Κύριος ἐν τοῖς σωματικοῖς χωρὶς ἔργου, ὅτε σὺ ἀγωνίζῃ ἐν τῇ ἐπιμελείᾳ τῆς ψυχῆς σου μόνον, τότε κινεῖται ἐν σοὶ λογισμὸς ἐκ τῆς μηχανῆς τοῦ φονευτοῦ διαβόλου. ὅτι ἡ αἰτία τῆς προνοίας ταύτης πάσης πάντως ἐκ σοῦ ἐστι, καὶ τότε σὺν τῷ λογισμῷ τούτῳ παύεται ἐκ σοῦ ἡ πρόνοια τοῦ Θεοῦ· καὶ αὐτῇ τῇ ὥρᾳ βρύουσι κατὰ σοῦ πλεῖστοι πειρασμοί, εἴτε ἐκ τῆς ἀμελείας τοῦ προνοητοῦ, εἴτε ἐκ τοῦ ἀνακαινισμοῦ τῶν πόνων καὶ τῶν νοσημάτων τῶν κινουμένων ἐν τῷ σώματί σου. Ἀλλ’ οὐχὶ ἐκ τῆς κινήσεως μόνης τοῦ λογισμοῦ ἀμελεῖ ὁ Θεός, ἀλλ’ ὅταν ἡ διάνοια διαμείνῃ ἐν αὐτῇ· ἐκ τῆς κινήσεως γὰρ τῆς ἀκουσίου, οὐ παιδεύει καὶ κρίνει ὁ Θεὸς τὸν ἄνθρωπον, οὐδὲ ἐὰν πρὸς ὥραν συμφωνήσωμεν αὐτῇ καὶ ἐν αὐτῇ τῇ ὥρᾳ κεντήσωμεν τὸ πάθος καὶ ἡ κατάνυξις φθάσῃ ἡμᾶς. Καὶ ὁ Κύριος οὐ λογοθετεῖ ἡμᾶς εἰς τοιαύτην πλημμέλειαν, ἀλλ’ εἰς ἐκείνην, ἣν ἡ διάνοια ἀληθῶς ἐδέξατο αὐτὴν καὶ ἀνεπαισθήτως προσβλέπει αὐτήν, καὶ ὡς καθήκουσαν καὶ ὠφελοῦσαν ἐδέξατο αὐτὴν καὶ οὐκ ἐλογίσατο αὐτὴν φροντίδα δεινήν.

Ἀεὶ τοῦτο προσευξώμεθα τῷ Κυρίῳ· “Χριστέ, τὸ πλήρωμα τῆς ἀληθείας, ἀνατειλάτω ἡ ἀλήθειά σου ἐν ταῖς καρδίαις ἡμῶν, καὶ κατὰ τὸ θέλημά σου γνῶμεν πορευθῆναι ἐν τῇ ὁδῷ σου”. Ὅτε λογισμὸς πονηρός, καινός, ἢ ἐκ τούτων τῶν ἀπὸ μακρὰν ὄντων, εἴτε τῶν προλήψεων, καὶ συνεχῶς ἐν σοὶ δεικνύει ἑαυτόν, γνῶθι ἀληθῶς ὅτι παγίδα κρύψει σε. Καὶ ἐξυπνίσθητι καὶ νῆφε ἐν καιρῷ.

Ἐὰν δέ ἐστιν ἐκ τούτων, τοῦ μέρους τῶν δεξιῶν καὶ τῶν ἀγαθῶν, γνῶθι ὅτι τρόπον τινὰ ζωῆς θέλει ὁ Κύριος δοῦναι σοι, καὶ διατοῦτο ἀεὶ ἔξωθεν τοῦ ἔθους κινεῖται ἐν σοί. Ἐὰν δὲ λογισμός ἐστι σκοτεινὸς καὶ διστάζεις ἐν αὐτῷ, ὅτι οὐ δύνῃ τηλαυγῶς φθάσαι ἐὰν ἔστιν οἰκεῖος ἢ κλέπτης ἢ ἀντιλήπτωρ ἢ ἐνεδρευτὴς ὡς ἐν σχήματι ἀγαθῷ ἐκρύβη, ἐν εὐχῇ ἐκτενεῖ καὶ ὀξυτάτῃ νυκτὸς καὶ ἡμέρας, ἐν ἀγρυπνίᾳ πολλῇ παρασκευασθῶμεν κατ’ αὐτοῦ. Μὴ ὠθήσῃς αὐτὸν μὴ δὲ συμφωνήσῃς αὐτῷ. ἀλλ’ εὐχὴν ἐν σπουδῇ καὶ θερμότητι ποίησον ὑπὲρ αὐτοῦ καὶ μὴ σιωπήσῃς ἐπικαλέσασθαι τὸν Κύριον, καὶ αὐτὸς δεικνύει σοι αὐτὸν πόθεν ἐστίν.

Ὑπὲρ πάντα τὴν σιωπὴν ἀγάπησον, ὅτι προσεγγίζει σε πρὸς καρπόν, ὅτι ἡ γλῶσσα ἀσθενεῖ πρὸς τὴν ἐξήγησιν αὐτοῦ. Πρῶτον μὲν βιασώμεθα ἑαυτοὺς εἰς τὸ σιωπᾶν, καὶ τότε ἐκ τῆς σιωπῆς γεννᾶται ἡμῖν τί ὁδηγοῦν ἡμᾶς εἰς αὐτὴν τὴν σιωπήν· δῴη σοι ὁ Θεὸς αἰσθηθῆναι τινὸς γεννωμένου ἐκ τῆς σιωπῆς.

Ἐὰν ἐν ταύτῃ τῇ πολιτείᾳ ἄρξῃ, οὐκ ἐπίσταμαι ἐγὼ πόσον φῶς ἀνατελεῖ σοι ἐντεῦθεν. Μὴ λογίσῃ, ὦ ἀδελφέ, ὅτι ὅπερ ἐρρέθη ἐπὶ τοῦ θαυμασίου ἐκείνου Ἀρσενίου, ὅτε παρέβαλον αὐτῷ οἱ πατέρες καὶ ἀδελφοὶ οἱ ἐρχόμενοι τοῦ θεάσασθαι αὐτόν, καὶ ἐκαθέζετο μετ’ αὐτῶν σιωπῶν καὶ ἐν σιωπῇ ἦν ἀπολύων αὐτούς, ὅτι τῷ θελήματι μόνον αὐτοῦ τοῦτο ἐποίει, ἀλλ’ ἐπεὶ ἐξ ἀρχῆς εἰς τοῦτο ἑαυτὸν ἐβιάσατο.

Ἡδονὴ τίκτεται ἐν τῇ καρδίᾳ ἐκ τῆς γυμνασίας τῆς ἐργασίας ταύτης μετὰ καιρόν, καὶ ἐν βίᾳ ὁδηγεῖ τὸ σῶμα [καὶ] ὑπομεῖναι ἐν τῇ ἡσυχίᾳ. Πλῆθος δὲ δακρύων τίκτεται ἡμῖν ἐν ταύτῃ τῇ πολιτείᾳ, ἐν τῇ θεωρίᾳ τῇ θαυμαστῇ τινὸς αἰσθάνεται ἐν αὐτοῖς ἡ καρδία διακριτικῶς, ἐν καιρῷ μετὰ πόνου καὶ ἐν καιρῷ ἐκ τοῦ θαύματος· σμικρύνεται γὰρ ἡ καρδία καὶ γίνεται ὡς νήπιος, καὶ ὅτε ἄρξεται ἐν τῇ εὐχῇ, προεπιρρέουσι τὰ δάκρυα.

Μέγας ἐστὶν ὁ ἄνθρωπος ὁ ἐν ὑπομονῇ τῶν μελῶν αὐτοῦ συνήθειαν θαυμαστὴν κτώμενος ἔσω ἐν τῇ ψυχῇ αὐτοῦ. Ὅτε πάντα τὰ ἔργα τῆς πολιτείας ταύτης εἰς ἓν μέρος θήσεις, καὶ τὴν σιωπὴν ἐν ἄλλῳ μέρει, εὑρίσκεις τὴν σιωπὴν ὑπερβάλλουσαν ἐν σταθμῷ.

Παραινέσεις εἰσὶ πολλαὶ τῶν ἀνθρώπων· ὅτε ἡνίκα τῇ σιωπῇ τις προσεγγίσῃ, περισσὴ αὐτῷ ἡ ἐργασία τῆς φυλακῆς αὐτῶν καὶ εὑρίσκονται γενόμεναι περισσαὶ αἱ ἐργασίαι, καὶ αὐτὸς εὑρίσκεται ὑπερυψωθεὶς αὐτῶν, ὅτι τῇ τελειότητι προσήγγισε· καὶ γὰρ βοήθειά ἐστι τῇ ἡσυχίᾳ.

Πῶς δὲ τοῦτο, ὅτι ἀδύνατον ἐν κατασκηνώσει τῇ μετὰ τῶν πολλῶν ὄντων ἡμῶν, μὴ ἀπαντηθῆναι ἡμᾶς ὑπό τινος; Οὐδὲ γὰρ ὁ ἰσάγγελος Ἀρσένιος, ὃς ὑπὲρ ἅπαντας ἠγάπησε τὴν ἡσυχίαν, ἠδυνήθη ἀποστῆναι τούτων. Τὸ γὰρ συναντηθῆναι ἡμᾶς ὑπὸ τῶν πατέρων καὶ ἀδελφῶν ἡμῶν τῶν ὄντων μεθ’ ἡμῶν, καὶ ἡ ἀπάντησις αὐτῶν ἡ ἀπροσδοκήτως γινομένη, καὶ τὸ ἀπέρχεσθαι αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἢ ἀλλαχοῦ. Ἅπερ ὅτε εἶδεν ὁ ἄνθρωπος ἐκεῖνος ὁ ἀξιομακάριστος, ὅτι οὐ δυνατόν ἐστιν ἀποστῆναι τούτων, ὅσον ἐστὶ πλησίον τῆς κατοικήσεως τῶν ἀνθρώπων, ἡνίκα ἦν πολλάκις μὴ δυνάμενος μακρυνθῆναι ἐν τόπῳ τῆς κατοικίας αὐτοῦ ἐκ τοῦ πλησιασμοῦ τῶν ἀνθρώπων καὶ τῶν μοναστῶν τῶν κατοικούντων ἐν ἐκείνοις τοῖς τόποις, τοῦτον τὸν τρόπον ἔμαθεν ἐκ τῆς χάριτος, τὴν διηνεκῆ σιωπήν· καὶ ἐάν ποτε ἐξ ἀνάγκης ἤνοιγε τὴν θύραν αὐτοῦ τισὶν αὐτῶν, ἐν τῇ θεωρίᾳ μόνον αὐτοῦ ἐνηυφραίνοντο, ἡ δὲ ὁμιλία τοῦ λόγου καὶ ἡ χρεία αὐτοῦ περισσὴ ἐγίνετο μεταξὺ αὐτῶν.

Πολλοὶ τῶν πατέρων, ἐν τῇ θεωρίᾳ ταύτῃ, ἦλθον εἰς κατάστασιν καὶ αὐτοὶ εἰς τὸ παραφυλάξασθαι ἑαυτοὺς τοῦ λαβεῖν αὐτοὺς, προσθήκην τοῦ πλούτου τοῦ πνευματικοῦ ἐκ τῆς μαθήσεως, ἧς ἐδέξαντο ἐκ τῆς θεωρίας τοῦ μακαρίου· καὶ τινὲς ἐξ αὐτῶν ἐν λίθῳ ἢ ἐν σχοινίῳ ἐδέσμουν ἑαυτοὺς ἢ ἐν λιμῷ ἔτηξαν ἑαυτοὺς ἐν τῷ καιρῷ ἡνίκα ἤθελον πρὸς τοὺς ἀνθρώπους ἐξελθεῖν, διότι ἡ πεῖνα πολὺ ὠφελεῖ εἰς τὴν συστολὴν τῶν αἰσθήσεων.

Πολλοὺς πατέρας εὗρον, ἀδελφοί, μεγάλους καὶ θαυμαστούς, πλείω τῶν λοιπῶν ἔργων εἰς τὴν εὐταξίαν τῶν αἰσθήσεων πρόνοιαν ποιουμένους, καὶ εἰς τὸ ἦθος τοῦ σώματος, ὅτι ἐξ αὐτῶν γεννᾶται ἡ εὐταξία τῶν λογισμῶν.

Αἰτίαι πολλαὶ ἔξωθεν τοῦ θελήματος συναντῶσι τῷ ἀνθρώπῳ καὶ ποιοῦσιν αὐτὸν ἐξελθεῖν ἔξωθεν τοῦ ὅρου τῆς ἐλευθερίας αὐτοῦ· καὶ εἰ μὴ εὑρέθη παραφυλαττόμενος ἐν ταῖς αἰσθήσεσιν αὐτοῦ ἐν τῇ ἀδιαλείπτῳ συνηθείᾳ τῇ προηγησαμένῃ ἐν αὐτῷ, εἶχον ποιῆσαι αὐτὸν ἐν πολλῷ χρόνῳ μὴ ἐλθεῖν εἰς ἑαυτὸν καὶ εὑρεῖν τὴν πρώτην αὐτοῦ εἰρηνικὴν κατάστασιν.

Προκοπὴ τῆς καρδίας ἀδολεσχία ἐστὶν ἐν τῇ ἐλπίδι αὐτῆς· προκοπὴ τῆς πολιτείας, λύσις ἐκ πάντων. Ἡ μνήμη τοῦ θανάτου δεσμός ἐστιν ἀγαθὸς τῶν μελῶν τῶν ἔξωθεν. Δέλεαρ ψυχῆς ἐστι χαρὰ ἡ ἐκ τῆς ἐλπίδος τῆς ἐξανθούσης ἐν τῇ καρδίᾳ.

Πόσ<ις> τῆς γνώσεως δοκιμασίαι διηνεκεῖς εἰσιν, ἃς ἐκ τῶν δύο ἀλλοιώσεων λαμβάνει ὁ νοῦς ἔσωθεν καθ’ ἡμέραν. Καὶ ἐὰν γένηται ἡμῖν ἀκηδία κατὰ καιρὸν καὶ καιρὸν διὰ τὴν μόνωσιν—καὶ ἴσως οἰκονομικῶς τοῦτο παραχωρεῖται γενέσθαι—, ἀλλὰ παράκλησιν ἔχομεν τῆς ἐλπίδος ὑπερβάλλουσαν τὸν λόγον τῆς πίστεως, ὃν ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν. Καὶ καλῶς εἶπε τίς τῶν θεοφόρων, ὅτι ἱκανεῖ ὁ πόθος τοῦ Θεοῦ γενέσθαι παράκλησις τῷ πιστῷ, κἂν ἐν τῇ ἀπωλείᾳ τῆς ψυχῆς αὐτοῦ. Τί γάρ φησι βλάπτουσιν αἱ θλίψεις τὸν τὴν τρυφὴν καὶ τὴν ἀνάπαυσιν καταπεφρονημένας ἔχοντα διὰ τὰ μέλλοντα ἀγαθά;

Καὶ τοῦτο, ἀδελφέ, παραγγέλλω σοι· ἔστω ἐκνικῶν ἐν σοὶ ἀεὶ ὁ σταθμὸς τῆς ἐλεημοσύνης, ἕως ἂν αἰσθηθῇς ἐν ἑαυτῷ ἐκείνου τοῦ ἐλέους, οὗ ἔχει ὁ Θεὸς πρὸς τὸν κόσμον· ταῦτα γὰρ τὰ ἡμέτερα, ἔσοπτρα γενέσθω τοῦ ἰδεῖν ἐν ἑαυτοῖς τὴν ὁμοιότητα καὶ τὸν τύπον τὸν ἀληθινόν, τὸν τῇ φύσει ὑπάρχοντα καὶ τῇ οὐσίᾳ ἐκείνῃ τοῦ Θεοῦ.

Ἐν τούτοις καὶ τοῖς τοιούτοις φωτισθῶμεν κινηθῆναι κατὰ Θεὸν ἐν διαυγεῖ προαιρέσει. Καρδία ἀπότομος καὶ ἀνηλεὴς οὐδέποτε καθαρίζεται. Ἄνθρωπος ἐλεήμων, ἰατρός ἐστι τῆς ψυχῆς αὐτοῦ· τὴν σκότωσιν γὰρ τῶν παθῶν, ὡς ἐν πνεύματι βιαίῳ καταδιώκει ἐκ τῶν ἔνδον αὐτοῦ.

Χρέος ἀγαθὸν κατὰ τοῦ Θεοῦ ἐστι τοῦτο, κατὰ τὸν εὐαγγελικὸν λόγον τῆς ζωῆς· <Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται>. Ὅταν προσεγγίσῃς τῇ στρωμνῇ σου, εἰπὲ αὐτῇ· “Ὦ στρωμνή, ἴσως ἐν τῇ νυκτὶ ταύτῃ τάφος μοι γίνῃ καὶ οὐ γινώσκω μήπως ἀντὶ τοῦ προσκαίρου ὕπνου, ἐκεῖνος ὁ αἰώνιος, ὁ μέλλων, εἰσέλθῃ ἐν ἐμοὶ ταύτῃ τῇ νυκτί”.

Ἐν ὅσῳ ἔχεις πόδας, δράμε ὀπίσω τῆς ἐργασίας πρὸ τοῦ δεσμευθῆναι ἐν ἐκείνῳ τῷ δεσμῷ τῷ μὴ ἐνδεχομένῳ πάλιν λυθῆναι. Ἐν ὅσῳ ἔχεις δακτύλους, σταύρωσον ἑαυτὸν ἐν προσευχῇ πρὸ τοῦ ἔλθῃ ὁ θάνατος. Ἐν ὅσῳ ἔχεις ὀφθαλμούς, πλήρωσον αὐτοὺς δακρύων πρὸ τοῦ σκεπασθῶσιν ὑπὸ τοῦ κονιορτοῦ.

Καθάπερ τὸ ῥόδον τὸ ὑπὸ ἀνέμου ἐμπνεόμενον καὶ μαραινόμενον, οὕτως ἔσωθέν σου ἓν τῶν στοιχείων τῶν ἐν σοὶ καὶ ἀποθνήσκεις. Θὲς εἰς τὴν καρδίαν σου τοῦ ἀπελθεῖν, ὦ ἄνθρωπε, ἐν τῷ λέγειν σε ἀεί, “ἴδε ἔφθασε τὴν θύραν ὁ ἀπόστολος ὁ ἐρχόμενος ὀπίσω μου· τί κάθημαι; ἀποδημία ἐστὶν αἰώνιος, μὴ ἔχουσα πάλιν ἐπάνοδον”.

Ὁ ἀγαπῶν τὴν ὁμιλίαν τὴν μετὰ Χριστοῦ, ἀγαπᾷ γενέσθαι μοναστικός· ὁ δὲ ἀγαπῶν ὑπολειφθῆναι μετὰ τῶν πολλῶν, οὗτος φίλος τοῦ κόσμου τούτου ἐστίν. Ἐὰν ἀγαπᾷς τὴν μετάνοιαν, ἀγάπησον καὶ τὴν ἡσυχίαν· ἔξωθεν γὰρ τῆς ἡσυχίας οὐ τελειοῦται ἡ μετάνοια· καὶ ἐάν τις ἀντιλέγῃ ἐν τούτῳ, μὴ φιλονικήσῃς μετ’ αὐτοῦ.

Ἐὰν ἀγαπᾷς τὴν ἡσυχίαν, τὴν μητέρα τῆς μετανοίας, ἀγάπησον ἐν ἡδονῇ καὶ τὴν ζημίαν τὴν μικρὰν τοῦ σώματος καὶ τὰς μέμψεις τὰς βρυούσας καὶ τὰς ἀδικίας τὰς ὑπὲρ αὐτῆς· ἐκτὸς γὰρ ταύτης τῆς παρασκευῆς, ζῆσαι ἐν ἡσυχίᾳ μετ’ ἐλευθερίας ἀταράχως οὐ δυνήσῃ.

Ἐὰν δὲ τούτων καταφρονήσῃς, μέτοχος γίνῃ τῆς ἡσυχίας κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ ἐμμένεις καθήμενος ἐν αὐτῇ ὡς θέλει ὁ Θεός. Πόθος ἡσυχίας ἐστὶ προσδοκία διηνεκὴς τοῦ θανάτου· ὁ ἐκτὸς ταύτης τῆς μελέτης εἰσερχόμενος ἐν τῇ ἡσυχίᾳ, οὐ δύναται βαστάξαι τὰ ἅπερ δι’ αὐτῆς ὀφείλομεν καρτερεῖν καὶ βαστάξαι ἐκ παντὸς τόπου.

Καὶ τοῦτο γνῶθι, ὦ διακριτικέ, ὅτι ἡμεῖς, κατοίκησιν μετὰ τῶν ψυχῶν ἡμῶν μοναστικῶς καὶ τὴν ἡσυχίαν καὶ τὸν ἐγκλεισμόν, οὐχὶ διὰ τὰ ἔργα τὰ περισσὰ τῶν κανόνων, ἵνα ταῦτα ἐργασώμεθα, ποιοῦμεν· ὅτι γνώριμόν ἐστιν ὅτι ἡ κοινωνία ἡ μετὰ τῶν πολλῶν, πλέον τούτου παρέχει χεῖρα εἰς τοῦτο διὰ τὴν προθυμίαν τοῦ σώματος. Καὶ εἰ ἦν ἀνάγκη τοῦτο, οὐκ ἦσαν τινὲς ὅσιοι τῶν πατέρων ἀφῶντες τὴν συντυχίαν καὶ τὴν κοινωνίαν τῶν ἀνθρώπων.

Καὶ τινὲς ἐξ αὐτῶν ἐν τάφοις ᾤκησαν· καὶ ἄλλοι τὸν ἐγκλεισμὸν ἐν οἴκῳ μοναστικῷ ἐξελέγοντο, ἐν ἐκείνῳ μάλιστα τὸ σῶμα ἐκλύοντες καὶ ἀφῶντες αὐτό, μὴ δυνάμενοι ἀναπληρῶσαι τοὺς κανόνας αὐτ<ῶν> σὺν πάσῃ ἀσθενείᾳ καὶ μόχθῳ σωματικῷ. Ἀλλὰ καὶ τὰ βαρέα νοσήματα τὰ φθάζοντα αὐτούς, ἐν ἡδονῇ ὑπέφερον ἐν πάσῃ τῇ ζωῇ αὐτῶν, ὅπου οὐδὲ οὔτε στῆναι ἐν ποσὶν αὐτῶν, ἢ τὴν προσευχὴν τὴν συνήθη προσφέρειν, ἢ δοξολογεῖν ἐν τῷ στόματι αὐτῶν ἠδύναντο, καὶ οὔτε ψαλμόν, οὐδὲ ἕν τι τῶν τελουμένων ἐν σώματι ἐποίουν. Καὶ ἤρκεσεν αὐτοῖς μόνη ἡ ἀσθένεια τοῦ σώματος καὶ ἡ ἡσυχία ἀντὶ πάντων τῶν κανόνων· καὶ οὗτος ὁ τρόπος ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς αὐτῶν. Καὶ ἐν ταύτῃ τῇ νομιζομένῃ ἀργίᾳ πάσῃ, οὐδεὶς ἐπεθύμησεν ἐξ αὐτῶν καταλεῖψαι τὸ κελλίον αὐτοῦ, καὶ διὰ τὴν ἀργίαν τῆς ἐργασίας τῶν κανόνων ἔξω περιάγειν ἤθελεν ἢ ἐν ταῖς ἐκκλησίαις ἐνευφραίνεσθαι φωναῖς καὶ λειτουργίαις τῶν ἄλλων.

Ὁ αἰσθηθεὶς τῶν ἁμαρτιῶν αὐτοῦ, κρείττων ἐστὶ τοῦ ὠφελοῦντος τὸν κόσμον ἐν τῇ θεωρίᾳ αὐτοῦ. Ὁ στενάζων μίαν ὥραν ὑπὲρ τῆς ψυχῆς αὐτοῦ, κρείττων ἐστὶ τοῦ ἐγείροντος τοὺς νεκροὺς ἐν τῇ προσευχῇ αὐτοῦ, ὅτε εὑρεθῇ ἐν μέσῳ πολλῶν ἡ κατοίκησις αὐτοῦ.

Ὁ ἀξιωθεὶς ἰδεῖν ἑαυτόν, οὗτος κρείττων ἐστὶ τοῦ ἀξιωθέντος ἰδεῖν τοὺς ἀγγέλους· οὗτος γὰρ ἐν τοῖς σωματικοῖς ὀφθαλμοῖς κοινωνεῖ, ἐκεῖνος δὲ ἐν τοῖς ὀφθαλμοῖς τῆς ψυχῆς. Ὁ ἀκολουθῶν τῷ Χριστῷ ἐν πένθει μοναστικῷ, οὗτος κρείττων ἐστὶ τοῦ ἐπαινοῦντος αὐτὸν ἐν ταῖς συναγωγαῖς.

Καὶ μηδεὶς ἐνέγκῃ εἰς τὸ μέσον, τὸ τοῦ ἀποστόλου, τὸ Ἀνάθεμα εἶναι ἐγὼ φησὶν ηὐχόμην ἀπὸ τοῦ Χριστοῦ καὶ τὰ ἑξῆς. Τῷ λαβόντι τὴν δύναμιν τοῦ Παύλου, καὶ ἐκείνῳ ποιῆσαι ἐπιτάττεται· Παῦλος δέ, ἐκ τοῦ νεύματος τοῦ ἐν ἑαυτῷ ἐλαμβάνετο εἰς ὠφέλειαν τοῦ κόσμου, καθὼς αὐτὸς ἐμαρτύρησεν, ὅτι οὐχὶ ἐν τῷ ἑαυτοῦ θελήματι τοῦτο ἐποίει· Ἀνάγκη γάρ μοι ἐστί, καὶ Οὐαί μοι ἐὰν μὴ εὐαγγελίζωμαι. Καὶ ἡ ἐκλογὴ τοῦ Παύλου οὐχὶ τῆς μετανοίας ἐθεώρει τὸν τρόπον αὐτοῦ, ἀλλ’ εὐαγγελίσασθαι τῇ ἀνθρωπότητι καὶ δύναμιν περισσὴν ἔλαβεν.

Ὅμως τὴν ἡσυχίαν ἀγαπήσωμεν, ἀδελφοί, ἕως ἂν νεκρωθῇ ὁ κόσμος ἐκ τῆς καρδίας καὶ μνημονεύσωμεν τοῦ θανάτου ἀεί. Καὶ ἐν τῇ τοιαύτῃ μελέτῃ προσεγγίσωμεν τῷ Θεῷ ἐν τῇ καρδίᾳ ἡμῶν καὶ καταφρονήσωμεν τῆς ματαιότητος τοῦ κόσμου, καὶ περιφρονηθῇ ἡ ἡδονὴ αὐτοῦ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν. Καὶ ὑπομείνωμεν ἐν ἡδονῇ ἐν σώματι νοσερῷ τὴν ἀργίαν τὴν διηνεκῆ τὴν ἐν τῇ ἡσυχίᾳ, ὦ ἀδελφέ, ὅπως ἀξιωθῶμεν τῆς τρυφῆς τῆς μετὰ τῶν ἐν σπηλαίοις καὶ ὀπαῖς τῆς γῆς προσδοκώντων τὴν ἀποκάλυψιν τὴν ἐπαινετὴν τοῦ Κυρίου τὴν ἐξ οὐρανοῦ· ὅτι αὐτῷ καὶ τῷ Πατρὶ αὐτοῦ καὶ τῷ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ ἡ τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.