Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι Ξ'-ΞΔ': Οι πνευματικές εναλλαγές, η μετάνοια και η διαφορά των αρετών

Η παραχώρηση των πειρασμών, ο κίνδυνος της υπερηφάνειας, η συνεχή δέηση ως μετάνοια, η θεία αγάπη, η απλότητα της πίστεως και η ωφέλεια από την αναχώρηση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 17 από 18

Τοῦ αὐτοῦ· Λόγος Ξʹ Περὶ τῆς ἀληθοῦς γνώσεως καὶ περὶ πειρασμῶν, καὶ περὶ τοῦ ἀκριβῶς γινώσκειν ὅτι οὐχὶ μόνον τινὲς ἐλάχιστοι καὶ ἀσθενεῖς καὶ ἀγύμναστοι. ἀλλὰ καὶ οἱ ἀξιωθέντες τῆς ἀπαθείας χρονικῶς καὶ φθάσαντες τὴν τελειότητα τοῦ φρονήματος καὶ πλησίον γενόμενοι τῆς καθαρότητος μερικῶς τῆς μετὰ τῆς νεκρώσεως συνεζευγμένης καὶ φθάσαντες ὑπεραρθῆναι τῶν παθῶν, ἐνόσῳ εἰσὶν ἐν τῷ κόσμῳ τούτῳ ἐπετράπησαν ἐκ τοῦ Θεοῦ ἐν τῇ συζεύξει τῆς ζωῆς, τῆς μετὰ τῆς σαρκὸς τῆς παθητῆς, ἔχειν ἀγῶνα καὶ κατακόπτοντες εἶναι ἐκ τῶν παθῶν διὰ τὴν σάρκα, διότι γίνεται πρὸς αὐτοὺς ἀεὶ παραχώρησις ἐν ἐλέει διὰ τὴν πτῶσιν τῆς ὑπερηφανίας καὶ κατὰ μίαν καὶ μίαν ποσάκις παραβαίνουσί τινες καὶ ἐν τῇ μετανοίᾳ ἰατρεύουσι τὰς ψυχὰς αὐτῶν καὶ ἡ χάρις ὑποδέχεται αὐτούς. Ἐν πάσῃ γὰρ τῇ φύσει τῇ λογικῇ διέρχεται ἡ τροπὴ ἀδιορίστως, καὶ ἀλλοιώσεις διέρχονται κατὰ παντὸς ἀνθρώπου ἐν πάσαις ταῖς ὥραις αὐτοῦ, ἐξ ὧν πολλῶν εὑρίσκει ὁ διακριτικὸς συνιέναι τοῦτο.

Ἀλλ’ αἱ δοκιμασίαι αἱ μετ’ αὐτοῦ καθ’ ἑκάστην ἡμέραν, μάλιστα δύνανται σοφίσαι αὐτὸν ταῦτα, ἐὰν νήφῃ, ἵνα καὶ παρατηρήσηται ἑαυτὸν ἐν τῷ νῷ καὶ μάθῃ πόσην ἀλλοίωσιν πραότητος καὶ ἐπιεικείας ὑποδέχεται ἡ διάνοια καθ’ ἑκάστην ἡμέραν, καὶ πῶς ἐκ τῆς εἰρήνης αὐτῆς στρέφεται ἐξαίφνης εἰς θόλωσιν, ὅταν αἰτία τις ἐκ τόπου μὴ ἔσται αὐτῷ, καὶ πῶς ἐν κινδύνῳ μεγάλῳ καὶ ἀρρήτῳ γίνεται.

Καὶ τοῦτό ἐστιν ὅπερ ὁ μακάριος Μακάριος ἔγραψε φανερῶς ἐν πολλῇ προνοίᾳ καὶ σπουδῇ εἰς μνήμην καὶ διδαχὴν τῶν ἀδελφῶν, ἕως ἂν μὴ ἐκκλίνωσιν εἰς τὴν ἀπόγνωσιν ἐν τῷ καιρῷ τῆς ἀλλοιώσεως τῶν ἐναντιώσεων, ὅτ<ε> τοῖς ἐν τῇ τάξει τῆς καθαρότητος ἱσταμένοις, ἀεὶ συμβαίνει αὐτοῖς πτώματα καθὼς συμβαίνει τῷ ἀέρι, καὶ χωρὶς τοῦ εἶναι αὐτοὺς ἐν ἀμελείᾳ ἢ ἐν λύσει, ἀλλὰ καὶ ἡνίκα κατὰ τάξιν αὐτῶν πορεύονται, συμβαίνει αὐτοῖς πτώματα ἐναντιούμενα τῷ σκοπῷ τοῦ θελήματος αὐτῶν.

Ἀλλὰ καὶ ὁ μακάριος Μᾶρκος μαρτυρεῖ περὶ τούτου, ὡς ἐκ πείρας ἀκριβοῦς ὑπάρχων, καὶ τιθεῖ αὐτὸ ἐν τοῖς γράμμασιν αὐτοῦ εἰς σύστασιν περισσήν, ἵνα μὴ νομίσῃ ἄνθρωπος ὅτι ὡς ἔτυχε καὶ οὐχὶ ἐν πείρᾳ ἀληθινῇ ἔθηκεν αὐτὸ ὁ μακάριος Μακάριος ἐν τῇ ἐπιστολῇ αὐτοῦ καὶ ἵνα, ὡς ἐκ παντός, ἐκ τῶν δύο μαρτύρων τῶν τοιούτων γένηται ἡ διάνοια δεχομένη ἀδιστάκτως τὴν παράκλησιν αὐτῆς ἐν τῷ καιρῷ τῆς χρείας.

Τί οὖν ἔστιν ἄρτι; «Ἀλλοιώσεις» φησὶ «γίνονται πρὸς ἕκαστον κατὰ τὸν ἀέρα». Σύνες ἐκεῖνο τὸ «πρὸς ἕκαστον»· μία γὰρ φύσις ἐστίν. Ἵνα μὴ νομίσῃς ὅτι περὶ τῶν ὑποδεεστέρων καὶ ἐλαχίστων μόνων εἶπε καὶ οἱ τέλειοι ἐλεύθεροι τῆς ἀλλοιώσεως, καὶ ἐν μιᾷ τάξει ἀκλινῶς ἵστανται οὗτοι χωρὶς λογισμῶν ἐμπαθῶν, καθὼς λέγουσιν οἱ Εὐχῖται, διατοῦτο ἔθηκε τὸ «πρὸς ἕκαστον».

Πῶς οὖν τοῦτο, ὦ μακάριε; Ὅμως σὺ λέγεις· «Τὸ ψύχος, καὶ μετὰ μικρὸν καύσων, καὶ ἴσως χάλαζα, καὶ μετ’ ὀλίγον εὐδία. Καὶ ἐν τῇ γυμνασίᾳ ἡμῶν, τοῦτο οὕτως γίνεται· πόλεμος, καὶ ἀντίληψις τῆς χάριτος. Καὶ ἐν καιρῷ γίνεται ἡ ψυχὴ ἐν χειμῶνι, καὶ ἐπανίστανται ἐπ’ αὐτὴν κύματα σκληρά, καὶ πάλιν ἀλλοίωσις, καὶ ἐπισκέπτεται ὑπὸ τῆς χάριτος, καὶ πληροῖ χαρᾶς τὴν καρδίαν αὐτοῦ καὶ εἰρήνης τῆς ἀπὸ Θεοῦ, καὶ λογισμῶν σωφρόνων καὶ εἰρηνικῶν».

Τούτους τοὺς λογισμοὺς τῆς σωφροσύνης φαίνει ὧδε, αἰνιττόμενος τοὺς πρὸ τούτων κτηνώδεις ὄντας καὶ ἀκαθάρτους λογισμούς, καὶ παραινεῖ λέγων· «Ἐὰν οὖν μετὰ τούτους τοὺς λογισμοὺς τοὺς σώφρονας καὶ ἐπιεικεῖς ἀκολουθεῖ ἐπιφορά, μὴ λυπηθῶμεν καὶ ἀπογνῶμεν· καὶ ἐν τῇ ὥρᾳ τῆς ἀναπαύσεως τῆς χάριτος, μὴ καυχησώμεθα, ἀλλ’ ἐν τῇ ὥρᾳ τῆς χαρᾶς ἐκδεξώμεθα τὴν θλίψιν». Τὸ δὲ «μὴ λυπεῖσθαι» ἡμᾶς, ἐὰν ἀκολουθήσῃ συμπτώματα, οὐχὶ τὸ μὴ ἵστασθαι κατέναντι αὐτῶν λέγει, ἀλλὰ τὸ μετὰ χαρᾶς τὴν διάνοιαν αὐτὰ δέχεσθαι ὡς φυσικὰ ταῦτα καὶ ἡμέτερα· καὶ μὴ στῶμεν ἐν ἀπογνώσει, ὥς τις προσδοκήσας τι ὑπὲρ τὸν ἀγῶνα, καὶ ἀνάπαυσιν τελείαν καὶ ἀναλλοίωτον· καὶ πάλιν μὴ δεχόμενος ἀγῶνας καὶ λύπας, μὴ δὲ γενέσθαι ἐν αὐτῷ κίνησιν τινὸς τούτων τῶν ἐναντίων, τῶν μὴ προσηκόντων Κυρίῳ τῷ Θεῷ ἡμῶν δοῦναι τῇ φύσει ἡμῶν ταύτῃ ἐν τῷδε τῷ κόσμῳ· καὶ τοῦτο ποιεῖ, ἵνα μὴ γενώμεθα ἀργοὶ ἐκ τῶν ἔργων τελείως, καὶ ἐν ταύτῃ τῇ διανοίᾳ χαυνωθῇς ἐν τῇ ἀπογνώσει καὶ ἐκ τοῦ δρόμου σου μείνῃς ἀκίνητος.

Ἀλλά φησι γνῶθι ὅτι πάντες οἱ ἅγιοι ἐν τούτῳ τῷ ἔργῳ ἐγίνοντο· ὅσον ἐσμὲν ἐν τούτῳ τῷ κόσμῳ, καὶ ἡ παράκλησις ἡ περισσὴ μετὰ τούτων γίνεται ἡμῖν ἐν τῷ κρυπτῷ· διότι ἐν πάσῃ ἡμέρᾳ καὶ πάσῃ ὥρᾳ ἐκζητεῖται παρ’ ἡμῶν ἡ δοκιμὴ τῆς ἀγάπης ἡμῶν πρὸς τὸν Θεὸν ἐν πάλῃ καὶ ἀγῶνι πρὸς τοὺς πειρασμούς.

Καὶ τοῦτό ἐστι τὸ «Μὴ λυπεῖσθαι ἡμᾶς· τὸ μὴ ἀκηδιᾶν ἐν τῷ ἀγῶνι, καὶ οὕτως κατευθύνεται ἡ ὁδὸς ἡμῶν· ὁ δὲ θέλων ἐκ τούτων τραπῆναι ἢ ἐκκλῖναι, οὗτος μέρος τῶν λύκων ἐστίν». Ὢ θαῦμα ἐκ τούτου τοῦ ἁγίου, πῶς ἐν λόγῳ μικρῷ ἐβεβαίωσε τὴν χρῆσιν ταύτην καὶ ἀπέδειξεν αὐτὴν πεπληρωμένην συνέσεως καὶ ἐξέβαλε τὸν δισταγμὸν τελείως ἐκ τῆς διανοίας τοῦ ἀναγινώσκοντος· ἐκεῖνος δέ φησιν ὁ ἐκκλίνων ἐκ τούτων καὶ «μέρος τῶν λύκων» ὤν, ἐν οὐχ’ ὁδῷ θέλει πορεύεσθαι καὶ τοῦτο ἔθηκεν ἐν τῇ διανοίᾳ αὐτοῦ· κτήσασθαι καὶ ἐν τρίβῳ ἰδικῇ τῇ μὴ πατηθείσῃ ὑπὸ τῶν πατέρων θέλει πορεύεσθαι. Τὸ δὲ «ἐν τῇ ὥρᾳ τῆς χαρᾶς ἐκδέχεσθαι».

τοῦτο ἐκδιδάσκει· ὅταν ἐκ τῆς ἐνεργείας τῆς χάριτος, ἐξαίφνης γίνωνται ἐν ἡμῖν λογισμοὶ μεγάλοι καὶ ἐκπλήξεις τῆς θεωρίας τῆς διανοίας, τῆς ὑψηλοτέρας τῆς φύσεως· καθὼς εἶπεν ὁ ἅγιος Μᾶρκος, ὅταν οἱ ἅγιοι «ἄγγελοι πλησιάσωσιν ἡμῖν, πληροῦσιν ἡμᾶς θεωρίας πνευματικῆς», καὶ ταῦτα πάντα τὰ ἐναντία ἀναχωροῦσι, καὶ γίνεται εἰρήνη καὶ γαλήνη ἄρρητος ἐν τῷ καιρῷ ἐν ᾧ διάγεις ἐν τοῖς τοιούτοις· ὅτε ἐπισκιάσει ἡ χάρις καὶ «οἱ ἅγιοι ἄγγελοι πλησίον ὦσι περιτειχίζοντες, καὶ διατοῦτο ἀπέστησαν ἀπὸ τοῦ πλησιασμοῦ σου πάντες οἱ πειράζοντες», μὴ ἐπαρθῇς καὶ νομίσῃς ἐν τῇ ψυχῇ σου ὅτι ἔφθασας νῦν τὸν λιμένα τὸν ἀχείμαστον καὶ εἰς τὸν ἀέρα τὸν ἀναλλοίωτον, καὶ τελείως ὑπερήρθης ἐκ τούτου τοῦ κόλπου ἐξεναντίας τῶν ἐμπνεύσεων τῶν ἐν αὐτῷ, καὶ οὐκ ἔστι πάλιν ἐχθρὸς οὐδὲ ἀπάντησις κακή. Διότι πολλοὶ ταῦτα ἐνεθυμήθησαν καὶ ἔπεσαν εἰς κινδύνους, καθάπερ εἶπεν ὁ μακάριος Νεῖλος, ἢ πάλιν ὡς ὑπάρχων ὑπὲρ πολλοὺς μέγας, καὶ ὡς καθήκει σε ἐν τούτοις εἶναι, καὶ ἄλλοι οὐδαμῶς διὰ τὸ ὑστέρημα τῆς πολιτείας αὐτῶν ἢ οὐχ’ ἱκανεῖ φησιν ἡ γνῶσις αὐτῶν καὶ διατοῦτο στεροῦνται τῶν τοιούτων· «ἐγὼ δὲ ἐν τῷ καθήκοντι, καὶ ὡς ἔφθασα τὴν τελειότητα τῆς ἁγιότητος καὶ τὸν βαθμὸν τὸν πνευματικὸν καὶ εἰς τὴν χαρὰν τὴν ἀναλλοίωτον».

Ἀλλὰ λάβε καθ’ ἑαυτὸν τοὺς ἀκαθάρτους λογισμοὺς καὶ τὰ εἴδωλα τὰ ἀπρεπῆ, τὰ ἐν τῇ διανοίᾳ σου πηχθέντα ἐν τῷ καιρῷ τοῦ χειμῶνος καὶ τῆς ταραχῆς καὶ τῆς ἀταξίας τῶν λογισμῶν τῶν πρὸ μικροῦ ἐπαναστάντων ἐπὶ σὲ ἐν τῇ ἀορασίᾳ τῆς σκοτώσεως, καὶ πῶς ἐν τάχει ἔκλινας πρὸς τὰ πάθη καὶ συνωμίλησας αὐτοῖς ἐν καιρῷ τῆς θολώσεως τῆς διανοίας, καὶ οὐκ ᾐδέσθης οὐδὲ ἐθαμβήθης ἐκ τῆς θεϊκῆς ὁράσεως καὶ ἐκ τῶν χαρισμάτων καὶ δωρημάτων ὧν ἐδέξω.

Καὶ γνῶθι ὅτι ταῦτα πάντα διὰ τὸ ταπεινωθῆναι ἡμᾶς ἡ πρόνοια τοῦ Θεοῦ ἤγαγεν εἰς ἡμᾶς, ἥτις προνοεῖ καὶ οἰκονομεῖ ἑκάστῳ ἡμῶν ὡς ὀφείλει αὐτῷ. Καὶ ἐὰν ἐπαρθῇς ἐν τοῖς χαρίσμασιν αὐτῆς, ἐξαφεῖ σε καὶ τελείως πίπτεις ἐν πράγμασιν, ἐν οἷς διὰ τῶν λογισμῶν μόνον πειράζῃ.

Λοιπὸν γνῶθι ὅτι τοῦτο τὸ ἵστασθαί σε, οὐχὶ σόν ἐστιν οὐδὲ τῆς ἀρετῆς σου, ἀλλ’ ἡ χάρις αὕτη ἐστὶν ἡ βαστάζουσά σε ἐπὶ τὰς παλάμας τῆς χειρὸς αὐτῆς, ὅπως μὴ πτοηθῇς. Ταῦτά φησιν ἔμβαλε ἐν ἑαυτῷ ἐν τῷ καιρῷ τῆς χαρᾶς, ὅτε ἐπαρθῇ ὁ λογισμός, εἶπεν ὁ πατὴρ ἡμῶν ὁ ἅγιος, καὶ κλαῦσον καὶ δάκρυσον· καὶ παράπιπτε ἐπὶ τῇ μνήμῃ τῶν παραπτωμάτων σου τῶν ἐν τῷ καιρῷ τῆς παραχωρήσεώς σου, ὅπως ῥυσθῇς ἐν τούτῳ καὶ κτήσῃ ἐξ αὐτοῦ τὴν ταπείνωσιν. Ὅμως δὲ μὴ ἀπογνῶς, ἀλλ’ ἐν τοῖς λογισμοῖς τῆς ταπεινώσεως ἱλασμῷ συγχωρήσεις τὰς ἁμαρτίας σου.

Ἡ ταπείνωσις καὶ χωρὶς ἔργων, πλημμελήματα πολλὰ συγχωρεῖ· τὰ ἔργα δὲ χωρὶς ταπεινώσεως, ἐξεναντίας ὡς ἀνωφελῆ εἰσιν, ἀλλὰ καὶ κακὰ πολλὰ κατασκευάζουσιν ἡμῖν. Λοιπὸν συγχώρησον τὰς ἁμαρτίας σου ἐν τῇ ταπεινώσει, καθὼς εἶπον. Καθάπερ ἅλας πάσῃ τροφῇ, οὕτως ἡ ταπείνωσις πάσῃ ἀρετῇ, καὶ ἰσχὺν ἁμαρτημάτων πολλῶν αὕτη δύναται κλάσαι.

Ὑπὲρ ταύτης λοιπὸν χρεία τοῦ λυπεῖσθαι κατὰ διάνοιαν ἀδιαλείπτως ἐν ταπεινότητι καὶ ἐν τῇ λύπῃ τῆς διακρίσεως· καὶ ταύτην ἐὰν κτησώμεθα, ποιεῖ ἡμᾶς υἱοὺς τοῦ Θεοῦ, καὶ χωρὶς ἔργων ἀγαθῶν παριστᾷ ἡμᾶς τῷ Θεῷ, διότι χωρὶς αὐτῆς μάταιά εἰσι πάντα τὰ ἔργα ἡμῶν καὶ πᾶσαι αἱ ἀρεταὶ καὶ πᾶσαι αἱ ἐργασίαι ἡμῶν.

Λοιπὸν τὴν ἀλλοίωσιν τῆς διανοίας θέλει ὁ Θεός. Καὶ ἐν διανοίᾳ βελτιούμεθα, καὶ ἐν διανοίᾳ ἀχρειούμεθα· αὐταρκεῖ αὕτη μόνη ἀβοηθήτως ἵστασθαι ἐνώπιον τοῦ Θεοῦ καὶ λαλῆσαι ὑπὲρ ἡμῶν. Καὶ εὐχαρίστησον καὶ ἐξομολόγησαι τῷ Θεῷ ἀσιγήτως ὅπως, οἵαν φύσιν ἀσθενῆ καὶ εὐχερῆ εἰς τὸ ἐκκλῖναι κεκτημένος ὑπάρχεις, ἐν τῇ συνεργίᾳ τῆς χάριτος ποῦ ὑψοῦσαι κατὰ καιρὸν καὶ καιρόν, καὶ ποίων χαρισμάτων ἀξιοῦσαι, καὶ ἐν ποίῳ τινὶ γίνῃ σὺ ὑπεράνωθεν τῆς φύσεως· καὶ ὅταν δὲ παραχωρηθῇς, ἕως ποῦ κατέρχῃ καὶ κτᾶσαι νοῦν κτηνώδη.

Καὶ μνήσθητι τῆς ταλαιπωρίας τῆς φύσεώς σου καὶ τῆς ταχύτητος τῆς ἀλλοιώσεως τῆς ἐπακολουθούσης σοι, καθώς τις τῶν ἁγίων γερόντων εἶπεν· «Ὅταν» φησὶν «ἔλθῃ σοι ὁ λογισμὸς τῆς ὑπερηφανίας» λέγων σοι· «Μνημόνευσον τῶν ἀρετῶν σου», εἰπέ· «Γέρον, βλέπε τὴν πορνείαν σου». Ταύτην τὴν πορνείαν εἶπεν, ἐν ᾗ ἐν τῷ καιρῷ τῆς παραχωρήσεως ἐν τοῖς λογισμοῖς ἐπειράσθης, ὅπερ εἰς ἕκαστον οἰκονομεῖ ἡ χάρις, ἢ ἐν πολέμῳ, ἢ ἐν ἀντιλήψει. κατὰ τὸ ὀφειλόμενον ἡμῖν. Εἶδες τὸν γέροντα τοῦτον τὸν θαυμαστόν, πῶς εὐκόλως εἶπε τοῦτο τὸ πρᾶγμα; Ὅταν φησὶν ἔλθῃ σοι ὁ λογισμὸς τῆς ὑπερηφανίας ἀντὶ τοῦ ὕψους τῆς πολιτείας σου εἰπέ, «Γέρον, βλέπε τὴν πορνείαν σου». Τοῦτο φανερόν ἐστιν, ὅτι πρὸς μέγαν ἄνθρωπον εἶπε τοῦτο ὁ γέρων, ὅτι οὐ δυνατὸν ὀχληθῆναι ὑπὸ τοῦ λογισμοῦ τῆς ὑπερηφανίας, εἰ μὴ οἵτινες ἐν τῇ ἀνωτέρᾳ τάξει καὶ τῇ πολιτείᾳ τῇ ἀξίᾳ ἐπαίνου ἵστανται, καὶ ὅτι τοῦτο τὸ πάθος μετὰ τὴν ἀρετὴν τὴν πραχθεῖσαν ἐπανίσταται τῇ ψυχῇ τοῦ γυμνῶσαι αὐτὴν τῆς ἐργασίας αὐτῆς.

Καὶ ἐκ μιᾶς ἐπιστολῆς τοῦ αὐτοῦ ἁγίου Μακαρίου δύνῃ μαθεῖν, ἐὰν θέλῃς, ἐν ποίῳ βαθμῷ ἵστανται καὶ τίνα εἰσὶ τὰ παραχωρούμενα κατ’ αὐτῶν τοῦ πειρασθῆναι ἐν αὐτοῖς οἱ ἅγιοι. Ἡ ἐπιστολὴ δὲ ἐκείνη ἐστίν· «Ὁ ἀββᾶς Μακάριος γράφει πᾶσι τοῖς τέκνοις αὐτοῦ τοῖς ἀγαπητοῖς», ὅπου ἐκδιδάσκει φανερῶς πῶς οἰκονομοῦνται ἐκ τοῦ Θεοῦ ἐν πολέμοις καὶ ἐν ἀντιλήψει τῆς χάριτος, ὅτι ἐν τούτοις ἤρεσε τῇ σοφίᾳ τοῦ Θεοῦ γυμνάζεσθαι τοὺς ἁγίους ἐν τῷ ἀγῶνι κατέναντι τῆς ἁμαρτίας, ἐνόσῳ εἰσὶν ἐν τῇ ζωῇ ταύτῃ, ὑπὲρ τῆς ἀρετῆς, ὅπως ἐν παντὶ καιρῷ πρὸς αὐτὸν ὑψωθῇ ἡ θεωρία αὐτῶν, καὶ ἐν τῇ διηνεκεῖ θεωρία τῇ πρὸς αὐτὸν ἐπαυξήσῃ ἐν αὐτοῖς ἡ ἀγάπη αὐτοῦ ἡ ἁγία, ἡνίκα ἀδιαλείπτως ἐκ τῆς ἐπείξεως τῶν παθῶν καὶ τοῦ φόβου τοῦ ἐκκλῖναι, πρὸς αὐτὸν δράμωσι καὶ βεβαιωθῶσιν ἐν τῇ πίστει καὶ τῇ ἐλπίδι καὶ τῇ ἀγάπῃ.

Ταῦτα ἀρτίως οὐχὶ τοῖς διαμένουσι μετὰ τῶν ἀνθρώπων, καὶ μεταβαίνουσιν ἐν παντὶ τόπῳ, καὶ ἀεὶ ἐν πράγμασι καὶ λογισμοῖς αἰσχροῖς καὶ ἀκαθάρτοις οὖσιν, ἀληθῶς ἐρρέθησαν· οὐδὲ τοῖς ἔξωθεν τῆς ἡσυχίας τὴν δικαιοσύνην διερχομένοις ἐν ἔργοις, καὶ ἐν ταῖς αἰσθήσεσιν αὐτῶν θηρευομένοις καθ’ ὥραν, καὶ ἐν παντὶ καιρῷ ἐν τῷ κινδύνῳ τῆς πτώσεως—ἡ ἀνάγκη συνιστᾷ αὐτούς, ἡ ἀπαντῶσα αὐτοὺς πόρρω τοῦ θελήματος ἐν συμπτώμασιν ἀκουσίοις—, τοῖς μὴ μόνον τοὺς λογισμοὺς αὐτῶν ἀλλ’ οὐδὲ τὰς αἰσθήσεις αὐτῶν δυναμένοις φυλάξαι τελείως· ἀλλὰ τοῖς ἐν νήψει μεγάλῃ τηροῦσι τὰ σώματα καὶ τὸν λογισμὸν αὐτῶν, καὶ ἀπέχουσι παντελῶς ἐκ τῆς ταραχῆς καὶ τῆς συντυχίας τῶν ἀνθρώπων, καὶ ἐν τῇ ἀποταγῇ τῶν ἁπάντων, καὶ τῶν ψυχῶν αὐτῶν, τοῖς εὐκαιρήσασι φυλάξαι τὸν νοῦν αὐτῶν ἐν τῇ εὐχῇ καὶ ἀλλοιώσεις τῶν οἰκονομιῶν τῶν ἐκ τῆς χάριτος ὑποδεχομένοις ἐντὸς τῆς τελείας ἡσυχίας, καὶ ὑποκάτωθεν τοῦ βραχίονος τῆς γνώσεως τοῦ Κυρίου διάγουσι, καὶ σοφιζομένοις ὑπὸ τοῦ Πνεύματος κρυπτῶς ἐν τῇ ἀποχῇ ἀπὸ τῶν πραγμάτων καὶ τῆς θεωρίας τῆς ἀπό τινων, καὶ κτησαμένοις νέκρωσιν διανοίας ἀπὸ τοῦ κόσμου· [ὅτι ἐκ τούτων] τὰ πάθη οὐκ ἀποθνήσκουσιν, ἡ δὲ διάνοια ἀποθνήσκει αὐτοῖς ἐν τῇ ἀποχῇ τῶν πραγμάτων καὶ τῇ συνεργείᾳ τῆς χάριτος.

Τοῦ αὐτοῦ· Λόγος ΞΑʹ Νοῦς τοῦ κεφαλαίου τούτου μετὰ τῶν νοημάτων τῶν λεχθέντων ἐν αὐτῷ. Διάνοια μὲν συνηγμένη τοῦ κεφαλαίου τούτου ἐστὶ τὸ γινώσκειν ἡμᾶς ἐν πάσῃ ὥρᾳ ὅτι, ἐν ταύταις ταῖς εἰκοσιτέσσαρσιν ὥραις τῆς νυκτὸς καὶ τῆς ἡμέρας, τῆς μετανοίας χρήζομεν.

Νόησις δὲ τοῦ ὀνόματος τῆς μετανοίας, καθὼς ἐκ τοῦ ἀληθινοῦ τρόπου τῶν πραγμάτων ἐγνώκαμεν, τοῦτό ἐστι· δέησις ἐκτενής, ἡ ἐν πάσῃ ὥρᾳ ἐν εὐχῇ πεπληρωμένῃ κατανύξεως προσεγγίζουσα τῷ Θεῷ ὑπὲρ ἀφέσεως τῶν παρελθόντων, καὶ λιτὴ ὑπὲρ τῆς φυλακῆς τῶν μελλόντων. Διατοῦτο καὶ ὁ Κύριος ἐν τῇ προσευχῇ τὴν ἀσθένειαν ἡμῶν ἐπερείδωσε λέγων· Ἐξυπνίσθητε φησὶ καὶ γρηγορήσατε καὶ εὔξασθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. καὶ εὔξασθε καὶ μὴ ὀκνήσητε, καὶ ἔσεσθε γρηγοροῦντες ἐν παντὶ καιρῷ καὶ εὐχόμενοι.

Αἰτεῖτε φησὶ καὶ λήψεσθε· ζητήσατε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν· πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται. Καὶ ἐβεβαίωσε μάλιστα τὸν λόγον αὐτοῦ καὶ ἐπὶ πλέον σπουδάσαι ἡμᾶς παρεσκεύασεν ἐν τῇ παραβολῇ τοῦ φίλου, τοῦ ἀπελθόντος πρὸς τὸν φίλον αὐτοῦ τὸ μεσονύκτιον καὶ αἰτησαμένου αὐτῷ ἄρτον· «Ἀμήν φησι λέγω ὑμῖν ὅτι, ἐὰν μὴ διὰ τὴν φιλίαν αὐτοῦ δώσει αὐτῷ, ἀλλὰ διὰ τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ πάντα ὅσα ἂν αἰτήσηται αὐτόν· καὶ ὑμεῖς εὔξασθε καὶ μὴ ἀμελήσητε».

Ὢ τοῦ θάρσους τοῦ ἀρρήτου. Ὁ Δοτὴρ διεγείρει ἡμᾶς αἰτήσασθαι παρ’ αὐτοῦ, ἵνα δώσῃ ἡμῖν τὰ θεῖα αὐτοῦ χαρίσματα. Καὶ ἐὰν αὐτὸς πάντα ὅσα εὐεργετοῦσιν ἡμᾶς οἰκονομῇ ἡμῖν, ὡς οἶδεν αὐτός, ὅμως εἰς τὸ θαρρεῖν καὶ τὸ πεποιθέναι, μεγάλως πεπληρωμέναι εἰσὶν αἱ φωναὶ αὗται. Καὶ διότι ἔγνω ὁ Κύριος ὡς οὐκ ἐπῆρε τὴν ἔκκλισιν πρὸ τοῦ θανάτου, καὶ ὅτι ὅσον αὕτη ἡ ἀλλοίωσις πλησίον ἐστίν, ἤγουν ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν, καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ φύσις αὕτη δεκτική ἐστι τῶν ἐναντίων, ἐπὶ τὴν διηνεκῆ δέησιν σπουδάσαι καὶ ἀγωνίσασθαι ἡμᾶς προτρέψατο.

Ὅτι, εἰ ἦν ἡ χώρα τῆς πεποιθήσεως ἐν τῷ κόσμῳ τούτῳ, ἡνίκα ἔφθασεν αὐτὴν ὁ ἄνθρωπος, ἔκτοτε ὑψοῦτο ἡ φύσις αὐτοῦ ἐκ τῆς χρείας καὶ ἡ ἐργασία αὐτοῦ ἐκ τοῦ φόβου, καὶ ὑπὲρ τῆς εὐχῆς οὐ προετρέπετο ἡμᾶς ἀγωνίζεσθαι, ἐν τῇ προνοίᾳ αὐτοῦ τοῦτο ποιούμενος· διότι οὐδὲ ἐν τῷ μέλλοντι αἰῶνι προσευχὰς προσφέρουσιν <οἱ ἄνθρωποι> τῷ Θεῷ ἐν αἰτήσεσί τινων, διότι ἐν ἐκείνῃ τῇ πατρίδι τῆς ἐλευθερίας, ἡ φύσις ἡμῶν οὐ δέχεται ἀλλοίωσιν οὐδὲ ἐκκλινισμὸν κάτωθεν τοῦ φόβου τῆς ἐναντιώσεως, [καὶ] ὅτι καὶ τελεία ἐστὶν ἐν πᾶσι.

Διατοῦτο οὐ περὶ τῆς εὐχῆς μόνον καὶ περὶ φυλακῆς, ἀλλὰ καὶ διὰ τὴν λεπτότητα καὶ διὰ τὴν ἀκαταληψίαν τῶν ἀεὶ ἀπαντώντων ἡμῖν, τῶν μὴ καταλαμβανομένων ὑπὸ τῆς γνώσεως τοῦ νοὸς ἡμῶν, ἐν τούτοις οἷς πολλάκις καὶ ἀκουσίως ἐντὸς αὐτῶν εὑρισκόμεθα ἐν παντὶ καιρῷ. Καὶ ἐὰν μεγάλως τὸ φρόνημα ἡμῶν βέβαιον καὶ εὐδοκῇ ἐν τῷ ἀγαθῷ, ποσάκις πρὸς τὸν ὅρον τῶν πειρασμῶν ἀφῆκε καὶ ἔρριψεν ἡμᾶς ἡ πρόνοια αὐτοῦ, καθὼς εἶπεν ὁ μακάριος Παῦλος, «Ἵνα μὴ ὑπεραίρωμαι τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατάν, ἵνα με κολαφίζῃ· καὶ ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ, καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Λοιπόν. Κύριε, εἰ τοῦτό ἐστι τὸ θέλημά σου, καὶ τούτων πάντων δέεται ἡ νηπιότης ἡμῶν παιδαγωγηθῆναι καὶ ἐξυπνισθῆναι ὑπὸ σοῦ, καὶ οὐχὶ ὅταν ἔστιν ἄνθρωπος μεμεθυσμένος ἐν τῷ πόθῳ σου, ὥσπερ ἐγώ, καὶ ἕλκεται ὀπίσω τῶν ἀγαθῶν ὡς μὴ καθορᾶν τὸν κόσμον παντελῶς διὰ τὸν μεθυσμὸν ὃν ἔχει εἰς σέ, Καὶ ὑπὲρ τούτου καὶ ἕως τούτου φθάσαι με πεποίηκας εἰς ἀποκαλύψεις καὶ θεωρίας, τὰς μὴ ἐξουσιαζομένας γλώσσῃ σαρκίνῃ ἑρμηνευθῆναι, καὶ ἰδεῖν καὶ ἀκοῦσαι φωνῆς τῆς λειτουργίας τῶν πνευματικῶν, καὶ τῆς θεωρίας σου τῆς πεπληρωμένης ἁγιότητος ἀξιωθῆναι.

Καὶ ἀκμὴν σὺν τούτοις πᾶσιν οὐχ’ ἱκανός εἰμι φυλάξαι ἐμαυτὸν ἐγώ, ὁ ὑπάρχων ἄνθρωπος τέλειος ἐν Χριστῷ, διὰ τὸ εἶναι τις ἀκμὴν διὰ τὴν λεπτότητα αὐτοῦ μὴ δυνάμενον ὑπὸ τῆς δυνάμεώς μου καταληφθῆναι ἐμοὶ τῷ κεκτημένῳ τὸν νοῦν τοῦ Χριστοῦ· λοιπόν, Κύριε, διατοῦτο χαίρω ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν φυλακαῖς, ἐν δεσμοῖς, ἐν ἀνάγκαις, εἴτε ἐκ τῆς φύσεως, εἴτε ἐκ τῶν υἱῶν τῆς φύσεως, εἴτε ἐκ τῶν ἐχθρῶν τῆς φύσεως. Νῦν χαίρων ὑπομένω τὰς ἀσθενείας μου, τοῦτο δέ ἐστιν ἐν τοῖς πειρασμοῖς μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ. Ἐὰν μετὰ τούτων ἁπάντων τῆς ῥάβδου τῶν πειρασμῶν ἐγὼ δέωμαι, ἵνα ἐν αὐτῇ ἐπαυξήσῃ ἐπ’ ἐμὲ ἡ ἐπισκήνωσίς σου καὶ φυλαχθῶ ἐν τῷ πλησιασμῷ σου, ἐγὼ γινώσκω ὅτι οὐκ ἔστι σοι ἀγαπητὸς πλέον μου. Καὶ ἐκ τούτου ὑπὲρ πολλοὺς ἐμεγάλυνάς με, καὶ ὥσπερ ἔδωκάς μοι γνῶναι τὰς δυνάμεις σου τὰς θαυμαστὰς καὶ ἐνδόξους, τινὶ τῶν ἀποστόλων τῶν ἑταίρων μου οὐκ ἔδωκας, καὶ ἐκάλεσάς με σκεῦος ἐκλογῆς, ὡς πιστὸν φυλάξαι τὴν τάξιν τῆς ἀγάπης σου.

Διὰ ταῦτα πάντα καὶ μάλιστα ὡς προκόπτον καὶ πορευόμενον εἰς τὸ ἔμπροσθεν τὸ ἔργον τοῦ κηρύγματος, εἰ ὅτε λελυμένος γένωμαι ἐκ τοῦ δεσμοῦ τῶν πειρασμῶν, ἐγὼ γινώσκω ὅτι, παρεῖχες μοι <ἂν> ἐλευθερίαν διὰ ταῦτα πάντα, εἰ ὠφελούμην. Ἀλλ’ οὐκ ηὐδόκησας εἶναι με χωρὶς θλίψεως οὐδὲ μερίμνης ἐν τῷ κόσμῳ τούτῳ, ἡνίκα οὐκ ἔμελλέ σοι πλέον μάλιστα πληθύνεσθαι τὸ ἔργον τοῦ κηρύγματος τοῦ εὐαγγελίου σου ἐν τῷ κόσμῳ, ὅσον ἐγὼ ὠφεληθῶ ἐν τοῖς πειρασμοῖς μου, καὶ ὅταν ὑγιὴς ἡ ψυχή μου φυλαχθῇ παρὰ σοί».

Λοιπόν, ὦ διακριτικέ, ἐὰν τοῦτο ὅλον ἡ μεγάλη δωρεὰ τῶν πειρασμῶν, ὅτι ὅσον ἐπὶ πλέον ὑπεραρθῇ ἄνθρωπος καὶ εἰσέλθῃ εἰς τὸ πνευματικὸν κατὰ τὴν ὁμοίωσιν τοῦ Παύλου, ἀκμὴν χρήζει φόβου καὶ παραφυλακῆς, καὶ ὠφέλειαν τρυγᾷ ἐκ τῆς ἀπαντήσεως τῶν πειρασμῶν, τίς ἐστιν οὗτος ὁ φθάσας εἰς τὴν χώραν τῆς πεποιθήσεως <ἐν τῷ κόσμῳ τῆς θνητότητος>, τὴν πεπληρωμένην σκυλευτῶν, καὶ ἐδέξατο τὸ μὴ ἐκκλίνειν, ὅπερ τοῖς ἁγίοις ἀγγέλοις οὐκ ἐδόθη, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι, καὶ τοῦτο ἐδέξατο, ὅπέρ ἐστιν ἐναντίον πάντων τῶν πνευματικῶν καὶ τῶν σωματικῶν, καὶ ἀναλλοίωτος θέλει εἶναι ὅλως καὶ μὴ προσεγγίσαι αὐτῷ πειρασμὸς ὁ ἐν λογισμοῖς;

Ἡ τάξις δὲ τούτου τοῦ κόσμου, αὕτη ἐστὶν ἡ διάνοια, ἡ ὡς ἐν πάσαις ταῖς γραφαῖς λεγομένη· ἐὰν καθ’ ἡμέραν χιλίας καθόδους δεχώμεθα πληγῶν, [ἵνα] μὴ μικροψυχήσωμεν καὶ ἀπολειφθῶμεν τοῦ δρόμου τοῦ ἐν τῷ σταδίῳ· δυνατὸν γάρ ἐστιν ἐν μιᾷ προφάσει μικρᾷ ἁρπάσαι τὴν νίκην καὶ δέξασθαι τὸν στέφανον ἡμῶν. Οὗτος ὁ κόσμος δρόμος ἐστὶ τοῦ ἀγῶνος καὶ στάδιον τῶν δρόμων. Καὶ οὗτος ὁ καιρὸς καιρός ἐστι πάλης, καὶ ἐν τῇ χώρᾳ τῆς πάλης καὶ ἐν τῷ καιρῷ τοῦ ἀγῶνος, νόμος οὐ κεῖται· τοῦτο δέ ἐστιν, ὅτι ὅρον οὐ τιθεῖ ὁ βασιλεὺς ἐπὶ τοὺς στρατιώτας αὐτοῦ, ἕως ἂν πληρωθῇ ὁ ἀγὼν καὶ συναχθῶσιν ἕκαστος ἄνθρωπος πρὸς τὴν θύραν τοῦ βασιλέως τῶν βασιλευόντων, καὶ δοκιμασθῇ ἐκεῖσε ὁ ὑπομείνας ἐν τῷ ἀγῶνι καὶ οὐ κατεδέξατο ἡττηθῆναι, καὶ ὅστις ἔστρεψε τὸν νῶτον αὐτοῦ· ποσάκις γὰρ γίνεται ἄνθρωπος μὴ χρησιμεύων τινί, καὶ ἀδιαλείπτως ἐκ τῆς ἀγυμνασίας αὐτοῦ ἔστι κεντημένος καὶ ἐρριμμένος, καὶ ἐν παντὶ καιρῷ ἐν ἀδυναμίᾳ ὑπάρχων. ἔστιν ὅτέ ποτε ἁρπάζει τὸ φλάμουλον ἐκ τῆς χειρὸς τοῦ στρατοῦ τῶν υἱῶν τῶν γιγάντων, καὶ ἐξάγεται τὸ ὄνομα αὐτοῦ καὶ ἐπαινεῖται πολὺ πλέον ὑπὲρ τοὺς ἀγωνιζομένους καὶ γνωριζομένους ἐν νίκαις, καὶ ὑποδέχεται στέφανον καὶ δωρήματα τίμια ὑπὲρ ἅπαντας τοὺς ἑταίρους αὐτοῦ;

Διατοῦτο μὴ στῇ τις ἄνθρωπος ἐν ἀπογνώσει· μόνον εἰς τὴν εὐχὴν μὴ ἀμελήσωμεν, καὶ αἰτήσασθαι παρὰ Κυρίου ἀντίληψιν μὴ ὀκνήσωμεν. Καὶ τοῦτο θήσομεν ἐν τῷ φρονήματι ἡμῶν· ὅτι ὅσον ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ, καὶ ἐν τῇ σαρκί ἐσμεν καταλελειμμένοι, ἐὰν ἕως τῆς ἁψίδος τοῦ οὐρανοῦ ὑψωθῶμεν, χωρὶς ἔργου καὶ μόχθου γενέσθαι ἡμᾶς καὶ ἐν ἀμεριμνίᾳ εἶναι οὐ δυνάμεθα.

Τοῦτό ἐστι τὸ τελείωμα. Συγχώρησόν μοι. Τὸ πλέον δὲ τούτου, μελέτη ἐστί, [τουτέστι χωρὶς διανοίας].

Τοῦ αὐτοῦ· Λόγος ΞΒʹ Περὶ διαφορᾶς ἀρετῶν καὶ περὶ τελειότητος τοῦ παντὸς δρόμου καὶ περὶ μεγαλωσύνης τῆς ἐλεημοσύνης καὶ ἀγάπης τῶν ἀνθρώπων, κατὰ τρόπον πνευματικὸν τὸν τελειοῦντα πάντας τοὺς ἁγίους. δι’ οὗ ἐπήχθη ἐν αὐτοῖς ἡ θεία ὁμοίωσις, ἐν τῇ ἀγάπῃ αὐτοῦ τῇ πλουσίᾳ, ἣν ἐξέρχεται ἐπὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Τελειότης παντὸς δρόμου ἐν τούτοις τοῖς τρισίν ἐστιν· ἐν τῇ μετανοίᾳ καὶ τῇ καθαρότητι καὶ τῇ τελειότητι.

Τί δέ ἐστιν ἡ μετάνοια; Καταλεῖψαι τὰ πρότερα καὶ λυπεῖσθαι ὑπὲρ αὐτῶν. Καὶ τί ἐστιν ἡ καθαρότης συντόμως; Καρδία ἐλεήμων ὑπὲρ πάσης τῆς φύσεως τῆς κτιστῆς. Καὶ τί ἐστιν ἡ τελειότης; Βάθος ταπεινώσεως, ὅπέρ ἐστι κατάλειψις πάντων τῶν ὁρατῶν τε καὶ ἀοράτων· ὁρατῶν μὲν πάντων τῶν αἰσθητῶν, ἀοράτων δὲ τῶν νοητῶν, καὶ ἐκτὸς μερίμνης τῆς ὑπὲρ αὐτῶν.

Ἠρωτήθη πάλιν· Τί ἐστι μετάνοια, ἐν ἄλλῳ καιρῷ. Καὶ εἶπε· Καρδία συντετριμμένη. Καὶ τί ἐστι ταπείνωσις; Καὶ εἶπε, Διπλῆ νέκρωσις ἑκουσίως ἐκ πάντων. Καὶ τί ἐστι καρδία ἐλεήμων; Καὶ εἶπε· Καῦσις καρδίας ὑπὲρ πάσης τῆς κτίσεως, ὑπὲρ τῶν ἀνθρώπων καὶ τῶν ὀρνέων καὶ τῶν ζώων καὶ τῶν δαιμόνων καὶ ὑπὲρ παντὸς κτίσματος. Καὶ ἐκ τῆς μνήμης αὐτῶν καὶ τῆς θεωρίας αὐτῶν ῥέουσιν οἱ ὀφθαλμοὶ αὐτοῦ δάκρυα ἐκ τῆς πολλῆς καὶ σφοδρᾶς ἐλεημοσύνης τῆς συνεχούσης τὴν καρδίαν. Καὶ ἐκ τῆς πολλῆς καρτερίας σμικρύνεται ἡ καρδία αὐτοῦ καὶ οὐ δύναται βαστάξαι ἢ ἀκοῦσαι ἢ ἰδεῖν βλάβην τινὰ ἢ λύπην μικρὰν ἐν τῇ κτίσει γινομένην. Καὶ διατοῦτο καὶ ὑπὲρ τῶν ἀλόγων καὶ τῶν ἐχθρῶν τῆς ἀληθείας καὶ ὑπὲρ τῶν βλαπτόντων αὐτόν, ἐν πάσῃ ὥρᾳ εὐχὴν μετὰ δακρύων προσφέρει τοῦ φυλαχθῆναι αὐτοὺς καὶ ἱλασθῆναι αὐτοῖς, καὶ ἕως πάλιν ὑπὲρ τῆς φύσεως τῶν ἑρπετῶν ἐκ τῆς πολλῆς αὐτοῦ ἐλεημοσύνης τῆς κινουμένης ἐν τῇ καρδίᾳ αὐτοῦ ἀμέτρως καθ’ ὁμοιότητα τοῦ Θεοῦ.

Καὶ ἠρωτήθη· Τί ἐστιν εὐχή; Καὶ εἶπεν· Εὐκαιρία καὶ σχολὴ τῆς διανοίας ἐκ πάντων τῶν ἐνταῦθα, καὶ καρδία ἡ ἐπιστρέψασα τὴν ὅρασιν αὐτῆς τελείως εἰς τὴν ἐπιπόθησιν ἐκείνης τῆς ἐλπίδος τῶν μελλόντων. Ὁ δὲ ἀφωρισμένος ἐκ τούτων, σύμμικτον σπόρον σπείρει ἐν τῷ σπόρῳ αὐτοῦ κατὰ τὸν ζευγνύοντα ζεῦγος ἐν βοῒ καὶ ὄνῳ ὁμοῦ.

Καὶ ἠρωτήθη· Πῶς τις δύναται κτήσασθαι τὴν ταπείνωσιν; Καὶ εἶπεν· Ἐν τῇ μνήμῃ τῇ ἀδιαλείπτῳ τῶν παραπτωμάτων, καὶ ἐν ἐλπίδι προσεγγιζούσῃ θανάτῳ, καὶ ἐν ἐσθῆτι εὐτελεῖ, καὶ ἐν παντὶ καιρῷ προκρίνειν τὸν ἔσχατον τόπον, καὶ ἐν παντὶ πράγματι ἐπιτρέχειν τοῖς ἔργοις τοῖς ἐλαχίστοις καὶ καθυβρισμένοις, καὶ τὸ μὴ εἶναι ἀνήκοον, καὶ ἡ σιωπὴ ἡ ἀδιάλειπτος, καὶ τὸ μὴ ἀγαπᾶν συναντῆσαι τὰ συνάγματα, καὶ τὸ θέλειν εἶναι ἑαυτὸν ἀγνώριστον καὶ ἀψήφιστον, καὶ τὸ μὴ κατέχειν τινὰ τῶν πραγμάτων ἐν ἰδιορρυθμίᾳ παντελεῖ, καὶ τὸ μισεῖν τὴν ὁμιλίαν πολλῶν προσώπων, καὶ τὸ μὴ ἀγαπᾶν τὰ κέρδη. Μετὰ ταῦτα καὶ τὸ ὑπεραίρειν τὴν διάνοιαν αὐτοῦ ἐκ πάσης μέμψεως καὶ ἐγκλήσεως παντὸς ἀνθρώπου, καὶ τῆς ζηλοτυπίας, καὶ τὸ μὴ εἶναι τὴν χεῖρα αὐτοῦ κατὰ πάντων καὶ ἡ χεὶρ τῶν πάντων κατ’ αὐτοῦ, ἀλλ’ ἐν τοῖς ἑαυτοῦ μόνος μεμονωμένος, καὶ τὸ μὴ λαβεῖν μέριμναν τινὸς ἐν τῷ κόσμῳ πλὴν ἑαυτοῦ· καὶ τὸ σύντομον, ἡ ξενιτεία καὶ ἡ πτωχεία καὶ ἡ διαγωγὴ τῆς μονώσεως, ταῦτα τίκτουσι τὴν ταπείνωσιν καὶ καθαρίζουσι τὴν καρδίαν.

Τῶν δὲ φθασάντων τὴν τελειότητα, τοῦτό ἐστι τὸ τεκμήριον αὐτῶν· ἐὰν καθ’ ἡμέραν δέκατον εἰς καῦσιν παραδοθῶσιν ὑπὲρ τῆς ἀγάπης τῶν ἀνθρώπων, οὐ κορέννυνται ἐκ τούτου, καθάπερ εἶπεν ὁ Μωϋσῆς τῷ Θεῷ, Εἰ μὲν ἀφεῖς αὐτοῖς τοῖς υἱοῖς Ἰσραήλ, ἄφες· εἰ δὲ μή, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου ἧς ἔγραψας, καὶ καθὼς ὁ μακάριος Παῦλος εἶπεν, Ηὐχόμην γὰρ ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου καὶ τὰ ἑξῆς· καὶ πάλιν, ἀλλὰ χαίρω ἐν ταῖς θλίψεσιν ὑπὲρ ὑμῶν τῶν ἐθνῶν. Καὶ οἱ λοιποὶ ἀπόστολοι ἀντὶ τοῦ πόθου τῆς ζωῆς τῶν ἀνθρώπων ἐδέξαντο θάνατον ἐν παντοίοις τρόποις.

Τέλος δὲ τούτων πάντων ὁμοῦ, ὁ Θεὸς καὶ Κύριος διὰ τὸν πόθον τῆς κτίσεως παρέδωκε τὸν Υἱὸν αὐτοῦ εἰς θάνατον διὰ σταυροῦ· Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν μονογενῆ Υἱὸν αὐτοῦ δοῦναι ὑπὲρ αὐτοῦ, οὐχ’ ὅτι οὐκ ἠδύνατο ἐν ἄλλῳ πράγματι λυτρώσασθαι ἡμᾶς, ἀλλὰ τὴν ἀγάπην αὐτοῦ τὴν ὑπερβάλλουσαν ἐν τούτῳ μάλιστα ηὑρέθη διδάσκων ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ προσήγγισεν ἡμᾶς πρὸς ἑαυτόν.

Καὶ εἰ εἶχε τί τιμιώτερον αὐτοῦ, ἔδωκεν ἂν ἡμῖν, ὅπως ἐν αὐτῷ εὑρεθῇ τὸ γένος ἡμῶν. Καὶ διὰ τὴν ἀγάπην αὐτοῦ τὴν πολλὴν οὐκ ηὐδόκησε τὴν ἐλευθερίαν ἡμῶν βιάσασθαι, κἂν δυνατὸς ᾖ ποιῆσαι, ἀλλ’ ἵνα τῇ ἀγάπῃ τοῦ φρονήματος ἡμῶν πλησιάσωμεν αὐτῷ.

Καὶ αὐτὸς ὁ Κύριος ὑπήκουσε τῷ Πατρὶ αὐτοῦ διὰ τὴν ἀγάπην αὐτοῦ τὴν πρὸς ἡμᾶς, τοῦ δέξασθαι καθ’ ἑαυτοῦ τὴν ὕβριν καὶ τὴν λύπην ἐν χαρᾷ, καθὼς λέγει ἡ γραφή· Ἀντὶ τῆς χαρᾶς, ἧς εἶχεν, ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας. Διατοῦτο εἶπεν ὁ Κύριος ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο, Τοῦτο τὸ σῶμα μου τὸ ὑπὲρ τοῦ κόσμου διδόμενον εἰς ζωήν, καὶ τοῦτο τὸ αἷμα μου τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ ὑπὲρ ἡμῶν, φησίν, Ἐγὼ ἁγιάζω ἐμαυτόν.

Οὕτως καὶ πάντες οἱ ἅγιοι ταύτην τὴν τελειότητα φθάζουσιν, ὅταν τέλειοι ἔσωνται, καὶ τῷ Θεῷ ἀφομοιοῦνται ἐν τῷ ὑπερβλύζειν τὴν ἀγάπην αὐτῶν καὶ τὴν φιλανθρωπίαν εἰς πάντας. Καὶ τοῦτο τὸ σημεῖον ζητοῦσιν ἑαυτοῖς οἱ ἅγιοι· ἀφομοιωθῆναι τῷ Θεῷ ἐν τῷ τελειωθῆναι τῷ πόθῳ τοῦ πλησίον.

Οὕτως καὶ οἱ πατέρες ἡμῶν οἱ μονασταὶ ἐποίουν, ὅταν πρὸς ἐκείνην τὴν τελειότητα καὶ ὁμοίωσιν τὴν πλήρη ζωῆς τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐν ἑαυτοῖς ἐλάμβανον πάντοτε. Ὁ μακάριος, φασίν, Ἀντώνιος οὐδέποτε ἔκρινε καθ’ ἑαυτὸν ποιῆσαι τί ὠφελοῦν αὐτὸν πλέον τοῦ πλησίον αὐτοῦ, ὅτι εἶχε τὴν ἐλπίδα ταύτην, ὅτι τὸ κέρδος τοῦ πλησίον αὐτοῦ ἔστιν αὐτῷ ἐργασία ἀρίστη.

Καὶ καθὼς ἐρρέθη περὶ τοῦ μακαρίου ἀββᾶ Ἀγάθωνος ὅτι «ἤθελον» φησὶν «εὑρεῖν λωβὸν καὶ λαβεῖν τὸ σῶμα αὐτοῦ καὶ δοῦναι αὐτῷ τὸ σῶμα μου. Εἶδες ἀγάπην τελείαν;» Καὶ ἕως πάλιν εἰς ὅπερ ἔξωθεν αὐτοῦ ἦν, οὐκ ἔφερε μὴ ἀναπαῦσαι τὸν πλησίον αὐτοῦ πλέον ἑαυτοῦ· καὶ πάλιν εἶχε σμιλίον καὶ εἰσελθὼν ἀδελφὸς πρὸς αὐτὸν καὶ ἐπιθυμήσας αὐτό, οὐκ ἀφῆκεν αὐτὸν ἐξελθεῖν ἐκ τοῦ κελλίου αὐτοῦ χωρὶς αὐτοῦ· καὶ τὰ λοιπὰ τὰ γραφέντα περὶ τῶν τοιούτων.

Καὶ τί λέγω ταῦτα; Πολλοὶ ἐξ αὐτῶν τοῖς θηρίοις καὶ τῷ ξίφει καὶ τῷ πυρὶ παρέδωκαν τὰ σώματα αὐτῶν διὰ τὸν πλησίον αὐτῶν. Οὐδεὶς δύναται ἐλθεῖν εἰς τὴν τάξιν ταύτην τῆς ἀγάπης, εἰ μή τις αἰσθηθῇ κρυπτῶς τῆς ἐλπίδος αὐτοῦ.

Καὶ οὐ δύνανται κτήσασθαι τὴν ἀγάπην τῶν ἀνθρώπων οἱ ἀγαπῶντες τοῦτον τὸν κόσμον. Ὅταν τις κτήσηται ἀγάπην, αὐτὸν τὸν Θεὸν ἐνδύεται μετ’ αὐτῆς· ἀνάγκη δὲ τὸν ἐνδυσάμενον τὸν Θεὸν μὴ πεισθῆναι κτήσασθαι μετ’ αὐτοῦ τι, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ ἀποδύσασθαι· ἐὰν δὲ τὸν κόσμον τοῦτον ἐνδύσηται καὶ τὴν ζωὴν ταύτην ἐν τῷ πόθῳ αὐτοῦ, ἐνδύσασθαι τὸν Θεὸν οὐκ ἀφοῦσιν αὐτόν· αὐτὸς γὰρ ταῦτα ἐμαρτύρησεν·

Εἴ τις φησὶν οὐκ ἀφεῖ πάντα καὶ μισεῖ τὴν ἑαυτοῦ ψυχήν, μαθητὴς ἐμοὶ γενέσθαι οὐ δύναται· καὶ οὐχὶ μόνον τὸ ἀφῆσαι ἀλλὰ καὶ μισῆσαι αὐτά. Καὶ εἴ τις οὐ δύναται μαθητὴς αὐτοῦ γενέσθαι, πῶς οἰκήσει ἐν αὐτῷ;

Ἐρώτησις· Διατί ἡ ἐλπὶς οὕτως ἡδεῖα καὶ ἡ διαγωγὴ αὐτῆς καὶ τὰ ἔργα αὐτῆς ἐλαφρά, καὶ ταχέως τὰ ἔργα αὐτῆς τῇ ψυχῇ γίνεται: Ἀπόκρισις· Διὰ τὸ τὴν ἐπιπόθησιν τὴν φυσικὴν ἐξυπνισθῆναι ἐν τῇ ψυχῇ καὶ ποτίσαι αὐτοὺς τὸ ποτήριον τοῦτο καὶ μεθύσαι αὐτούς.

Καὶ ἐκ τῆς ὥρας ἐκείνης οὐκέτι αἰσθάνονται τοῦ κόπου καὶ γίνονται ἀναίσθητοι τῶν θλίψεων, καὶ ἐν παντὶ δρόμῳ τῆς πορείας αὐτῶν οὕτως νομίζουσιν, ὡς εἶναι αὐτοὺς ποιεῖσθαι τὴν πορείαν ἐν τῷ ἀέρι καὶ οὐχὶ ἐν τῷ βαδίσματι τῷ ἀνθρωπίνῳ, ἐν τῷ μὴ ὁρᾶσθαι ὑπ’ αὐτῶν τὴν σκληρότητα τῆς ὁδοῦ, καὶ μὴ γενέσθαι κατενώπιον αὐτῶν βουνοὶ καὶ χείμαρροι, καὶ ἔσται αὐτοῖς τὰ τραχέα εἰς ὁδοὺς λείας καὶ τὰ ἑξῆς, [καὶ] διὰ τὸ ἐν πάσῃ ὥρᾳ προσέχειν τῷ κόλπῳ τοῦ πατρὸς αὐτῶν. Καὶ αὕτη ἡ ἐλπὶς ὡς ἐν δακτύλῳ δεικνύει αὐτοῖς ἐν πάσῃ ῥοπῇ τὰ μακρὰν ὄντα καὶ ἀόρατα, ὡσανεὶ ἐν αὐτοῖς ἀκριβῶς καθορῶσι παραβολικῶς ἐν τῷ ὀφθαλμῷ τῷ κρυπτῷ τῆς πίστεως, καὶ διὰ τὸ πυρωθῆναι τὰ μέρη τῆς ψυχῆς ὡς ἐν πυρὶ ἐν τῷ πόθῳ τῶν μακρὰν ὄντων, καὶ τὰ ἀπόντα ὡς παρόντα αὐτοῖς λογισθῆναι. Ἐκεῖσε οὖν ἐκτείνεται πᾶν διάστημα τῶν λογισμῶν αὐτῶν· καὶ τὸ πότε φθάσωσιν ἀεὶ ἐπείγονται, καὶ <π>ότε προσεγγίσωσι πρὸς ἑκάστην ἀρετὴν τοῦ ἐνεργῆσαι αὐτήν.

Οὐχὶ μερικῶς ἐνεργοῦσιν αὐτήν, ἀλλὰ περιεκτικῶς ὅλας ἐξ ὅλων ἐφάπαξ ἐνεργοῦσι· διότι τὴν πορείαν αὐτῶν οὐχὶ ἐν τῇ βασιλικῇ ὁδῷ ποιοῦνται, καθὼς πάντες, ἀλλὰ τρίβους συντόμους ἐκλέγονται ἑαυτοῖς οὗτοι οἱ γίγαντες, ἐν αἷς ἔκδηλοί τινες πορεύονται ἐν αὐταῖς συντόμως πρὸς τὰς μονάς· διότι αὐτὴ ἡ ἐλπὶς πυροῖ αὐτοὺς ὡς ἐν πυρὶ καὶ οὐ δύνανται ἠρεμῆσαι ἐκ τοῦ σφοδροῦ δρόμου τοῦ διηνεκοῦς ἐν τῇ χαρᾷ αὐτῶν. Καὶ γίνεται ἐν αὐτοῖς καθὼς καὶ ἐν τῷ μακαρίῳ Ἱερεμίᾳ ἐρρέθη· Εἶπα γάρ φησιν οὐ μὴ μνησθῶ αὐτοῦ οὐδ’ οὐ μὴ λαλήσω τῷ ὀνόματι αὐτοῦ. Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλογίζον καὶ εἰσδῦνον ἐν τοῖς ὀστέοις μου· οὕτως γίνεται ἐν ταῖς καρδίαις αὐτῶν ἡ μνήμη τοῦ Θεοῦ, τῶν ἐν τῇ ἐλπίδι τῶν ἐπαγγελιῶν αὐτοῦ μεθυόντων.

Αἱ τρίβοι αἱ σύντομοι τῶν ἀρετῶν εἰσιν αἱ περιεκτικαὶ ἀρεταί, διὰ τὸ μὴ ἔχειν αὐτὰς μακρὸν διάστημα ἐν ταῖς τρίβοις ταῖς πολλαῖς τῆς πολιτείας, ἐξ ἐκείνης πρὸς αὐτήν· οὐδὲ τόπον καὶ καιρὸν καὶ σκορπισμὸν ἐκδέχονται, ἀλλ’ εὐθέως ἵστανται καὶ πληροῦσιν αὐτά.

Ἐρώτησις· Τί ἐστιν ἀπάθεια [ἡ ἀνθρωπίνη]; Ἀπόκρισις· Ἡ ἀπάθεια οὐχὶ τὸ μὴ αἰσθηθῆναι τῶν παθῶν ἐστιν, ἀλλὰ τὸ μὴ δέξασθαι τὰ πάθη. Ἐκ τῶν πολλῶν καὶ ποικίλων ἀρετῶν ὧν ἐκτήσαντο, τῶν φανερῶν καὶ κρυπτῶν, ἠσθένησαν ἐν αὐτοῖς τὰ πάθη καὶ οὐ δύνανται εὐχερῶς ἐπαναστῆναι κατὰ τῆς ψυχῆς.

Καὶ ἡ διάνοια οὐ χρήζει πάντοτε προσέχειν αὐτοῖς, διότι ἐν παντὶ καιρῷ πεπληρωμένη ἐστὶν ἐν τοῖς νοήμασιν αὐτῆς ἐκ τῆς μελέτης καὶ τῆς ὁμιλίας τῶν ἀρίστων τρόπων, τῶν ἐν τῇ συνέσει κινουμένων ἐν τῷ νοΐ. Καὶ ὅταν ἄρξωνται τὰ πάθη κινεῖσθαι, ἐξαίφνης ἁρπάζεται ἡ διάνοια ἐκ τῆς ἐγγύτητος αὐτῶν ἐν συνέσει τινὶ παρακυψάσῃ ἐν τῷ νοΐ, καὶ ἀπολιμπάνονται αὐτῷ τὰ πάθη ὡς ἀργά.

Καθάπερ εἶπεν ὁ μακάριος Μᾶρκος· «Νοῦς, ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ τὰς πράξεις τῶν ἀρετῶν πληρῶν καὶ τῇ γνώσει πλησιάσας, ὀλίγον αἰσθάνεται ἐκ τοῦ μέρους τοῦ κακοῦ καὶ ἀνοήτου τῆς ψυχῆς· ἡ γνῶσις γὰρ αὐτοῦ ἁρπάζει αὐτὸν εἰς τὸ ὕψος καὶ ἀπαλλοτριοῖ αὐτὸν ἀπὸ πάντων τῶν ἐν τῷ κόσμῳ», καὶ διὰ τὴν ἁγνείαν τὴν ἐν αὐτοῖς καὶ τὴν λεπτότητα τοῦ νοὸς αὐτῶν καὶ ἐλαφρότητα καὶ ὀξύτητα. Καὶ διὰ τὴν ἄσκησιν πάλιν αὐτῶν, καθαρίζεται αὐτῶν ὁ νοῦς καὶ διαυγὴς ἀποδείκνυται διὰ τὸ τὴν σάρκα αὐτῶν ξηρανθῆναι, καὶ ἐκ τῆς σχολῆς τῆς ἡσυχίας καὶ τῆς πολλῆς διαμονῆς τῆς ἐν αὐτῇ. Τούτου χάριν [εὐκόλως καὶ ταχέως ἐπιτίθεται ἑκάστῳ καὶ ὁδηγεῖ αὐτοὺς ἡ θεωρία ἡ ἐν αὐτοῖς πρὸς ἔκπληξιν τὴν παρ’ αὐτῇ. Καὶ ἐν τούτῳ πολλοστὸν πληθύνονται ταῖς θεωρίαις, καὶ οὐδέποτε ὑστερεῖται ὕλης συνέσεως ἡ διάνοια αὐτῶν, καὶ οὐδὲ ἐκτὸς ἐκείνων ποτέ, ὧν τοῦ Πνεύματος ὁ καρπὸς ἐμποιεῖ ἐν αὐτοῖς, διαγίνονται. Καὶ ἐν τῇ συνηθείᾳ τῇ πολυχρονίῳ ἐξαλείφονται αἱ μνῆμαι ἐκ τῆς καρδίας αὐτῶν, αἱ κινοῦσαι τὰ πάθη ἐν τῇ ψυχῇ, καὶ ἡ ἰσχὺς τῆς ἐξουσίας τοῦ διαβόλου· ὅταν γὰρ ἡ ψυχὴ μὴ ἑταιρειάσῃ μετὰ τῶν παθῶν ἐν τῇ μελέτῃ ἐν αὐτοῖς, διὰ τὸ εἶναι αὐτὴν ἐξ ἄλλης φροντίδος κεκρατημένην ἀδιαλείπτως, οὐ δύναται ἡ ἰσχὺς τῶν ὀνύχων τῶν παθῶν κατακρατῆσαι τῶν αἰσθήσεων αὐτῆς τῶν πνευματικῶν.

Ἐρώτησις· Τίνα εἰσὶ τὰ ἐξαίρετα τῆς ταπεινώσεως; Ἀπόκρισις· Καθάπερ ἡ οἴησις διασκορπισμὸς τῆς ψυχῆς ἐστιν ἐν τῇ φαντασίᾳ αὐτῆς τῇ μετεωριζούσῃ αὐτήν, καὶ οὐκ ἀναχαιτιζούσῃ αὐτὴν πτερωθῆναι ἐν νεφέλαις τῶν λογισμῶν αὐτῆς, ὥστε κυκλεῦσαι ἐν πάσῃ τῇ κτίσει. οὕτως καὶ ἡ ταπείνωσις συνάγει αὐτὴν ἐν ἡσυχίᾳ καὶ συνάπτεται ἐντὸς ἑαυτῆς ἡ ψυχή. Καὶ καθάπερ ψυχὴ οὐκ ἔστι γνωστὴ οὐδὲ τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁρατή, οὕτως ὁ ταπεινόφρων οὐ γινώσκεται μεταξὺ τῶν ἀνθρώπων. Καὶ ὥσπερ ψυχὴ ἐντὸς τοῦ σώματος κεκρυμμένη ἐστὶν ἐκ τῆς θεωρίας καὶ τῆς μίξεως τῆς μετὰ πάντων ἀνθρώπων, οὕτως ὁ ταπεινόφρων ὁ ἀληθινός, οὐχὶ μόνον οὐ θέλει εἴδεσθαι καὶ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων διὰ τὸν ἀφορισμὸν αὐτοῦ καὶ τὴν ἀπορίαν αὐτοῦ ἐκ πάντων, ἀλλὰ τοῦτό ἐστι τὸ θέλημα αὐτοῦ, εἰ δυνατόν, [καὶ] αὐτὸς ἀφ’ ἑαυτοῦ βαπτίζειν ἑαυτὸν ἐντὸς αὐτοῦ καὶ εἰσοικίζειν, καὶ εἰσέρχεσθαι ἐν ἡσυχίᾳ καὶ καταλεῖψαι τὰ νοήματα αὐτοῦ μετὰ τῶν αἰσθήσεων αὐτοῦ, ὅλα ἐξ ὅλου, καὶ ὥς τις γενέσθαι μὴ ὢν ἐν τῇ κτίσει καὶ οὐκ ἐλθὼν εἰς τὸ εἶναι αὐτόν, καὶ οὐκ ἔστι παντελῶς οὐδὲ αὐτὸς τῇ ψυχῇ αὐτοῦ γνωστὸς οὐδὲ αἰσθήσει γινωσκόμενος.

Καὶ ὅσον ἐστὶ κεκρυμμένος καὶ τεθησαυρισμένος καὶ κεχωρισμένος ἐκ τοῦ κόσμου, ὅλος πρὸς τὸν δεσπότην αὐτοῦ γίνεται. Ὁ ταπεινόφρων οὐκ ἀναπαύεται ποτὲ ἰδεῖν τὰ συναθροίσματα καὶ τὴν σύγχυσιν τῶν ὄχλων καὶ τὸν σεισμὸν καὶ τὰς φωνὰς καὶ τὸν πλατυσμὸν καὶ τὴν μέριμναν καὶ τὴν τρυφήν, ἐξ ἧς ἡ ἀκρασία, οὐδὲ εἰς τοὺς λόγους καὶ εἰς τὰς συντυχίας καὶ φωνὰς καὶ εἰς τὸν διασκορπισμὸν τῶν αἰσθήσεων, ἀλλὰ πλέον πάντων προκρίνει τὸ ἀφειδιάσαι καὶ συνάξαι ἑαυτὸν ἐν ἑαυτῷ, ἐν ἡσυχίᾳ μεμονωμένον, καὶ κεχωρισμένον ἀπὸ πάσης κτίσεως, φροντίζων ἑαυτοῦ ἐν χώρᾳ ἡσύχῳ καὶ κεχωρισμένῃ ἀπὸ πάσης τῆς κτίσεως. Καὶ ἐν πᾶσιν, ἡ σμικρότης καὶ ἡ ἀκτημοσύνη καὶ ἡ χρεία καὶ ἡ πτωχεία ποθητά εἰσι πρὸς αὐτόν, ἤπερ ἐν πράγμασι πολλοῖς καὶ ἔργοις ἐπαλλήλοις εἶναι, ἀλλ’ ἐν παντὶ καιρῷ ἐν εὐκαιρίᾳ καὶ ἀμεριμνίᾳ στῆναι χωρὶς συγχύσεως τῶν ἐνταῦθα, ἵνα μὴ ἐξέλθωσιν οἱ λογισμοὶ αὐτοῦ ἔξωθεν αὐτοῦ, ὅτι πεπεισμένος ἐστὶν ὅτι, ἐὰν εἰς τὰ πολλὰ πέσῃ, ἐκτὸς συγχύσεως τῶν λογισμῶν γενέσθαι οὐ δύναται· ὅτι τὰ πολλὰ πράγματα μέριμναί εἰσι πολλαί, καὶ <πολλαὶ μέριμναι> συναγωγή ἐστι λογισμῶν ποικίλων καὶ συνθέτων.

Καὶ ἐξέρχεται ἔνθεν ἐκ τοῦ εἶναι αὐτὸν ὑψηλότερον τῶν μεριμνῶν τῶν γηΐνων ἐν τῇ εἰρήνῃ τῶν λογισμῶν αὐτοῦ—χωρὶς τῶν μικρῶν χρειῶν τῶν ἐν ἀνάγκῃ ὄντων—καὶ τῆς διανοίας τῆς λαβούσης φροντίδα μονογενῆ ἐν τοῖς λογισμοῖς αὐτῆς τοῖς ἀρίστοις. Ἐὰν δὲ κωλυθῆναι αὐτὸν ἐκ τῶν λόγων μὴ ἀφήσωσιν αἱ χρεῖαι, ἔρχεται εἰς τὸ βλάπτεσθαι καὶ βλάπτειν, καὶ ἐντεῦθεν ἀνοίγεται τοῖς πάθεσι θύρα καὶ ἀπέρχεται ἡ γαλήνη τῆς διακρίσεως, καὶ φεύγει ἡ ταπείνωσις καὶ κλείεται ἡ θύρα τῆς εἰρήνης. Καὶ διὰ ταῦτα πάντα λοιπὸν ἀδιαλείπτως φυλάττει ἑαυτὸν ἐκ τῶν πολλῶν, καὶ ἐν παντὶ καιρῷ εὑρίσκει ἑαυτὸν ἐν γαλήνῃ καὶ ἀναπαύσει καὶ ἐν εἰρήνῃ καὶ ἐπιεικείᾳ καὶ εὐλαβείᾳ.

Ἐν ταπεινόφρονι ποτὲ οὐκ ἔστι κατέπειξις καὶ ταχύτης καὶ σύγχυσις, οὐδὲ νοήματα θερμὰ καὶ κοῦφα, ἀλλ’ ἐν παντὶ καιρῷ ἐν ἀναπαύσει καταλύει. Ἐὰν κολληθῇ ὁ οὐρανὸς τῇ γῇ, ὁ ταπεινόφρων οὐ θροεῖται. Οὐχὶ πᾶς ἡσύχιος, ταπεινόφρων· ἕκαστος δὲ ταπεινόφρων ἡσύχιός ἐστι.

Ταπεινόφρων μὴ ὢν συνεσταλμένος οὐκ ἔστι· συνεσταλμένους δὲ μὴ ὄντας ταπεινόφρονας, πολλοὺς εὑρήσεις, τουτέστιν ὅπερ εἶπεν ὁ Κύριος, ὁ πραῢς καὶ ταπεινός· Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶος εἰμὶ καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.

Ὁ ταπεινόφρων, ἐν παντὶ καιρῷ ἐν ἀναπαύσει ἐστίν, ὅτι οὐκ ἔστι τί κινοῦν ἢ θροοῦν τὴν διάνοιαν αὐτοῦ· καὶ ὥσπερ οὐ δύναταί τις πτοῆσαι ὄρος, οὕτως οὐ πτοεῖται ἡ διάνοια τοῦ ταπεινόφρονος. Καὶ εἰ δυνατὸν ῥηθῆναι, καὶ ἴσως οὐκ ἄτοπόν ἐστι τοῦ εἰπεῖν τοῦτο, ὅτι ὁ ταπεινόφρων ἐκ τούτου τοῦ κόσμου οὐκ ἔστιν, ὅτι οὔτε ἐν ταῖς λύπαις θροεῖται καὶ ἀλλοιοῦται, οὐδὲ ἐν εὐφροσύναις θαυμάζεται καὶ ἐξαπλοῦται, ἀλλ’ ὅλη ἡ εὐφροσύνη αὐτοῦ καὶ ἡ ἀγαλλίασις ἡ ἀληθινή, ἐν τοῖς τοῦ δεσπότου αὐτοῦ ἐστιν.

Ἀκολουθεῖ δὲ τῇ ταπεινώσει ἡ ἐπιείκεια καὶ τὸ συνάξαι ἑαυτόν, ὅπέρ ἐστιν ἡ σωφροσύνη τῶν αἰσθήσεων, φωνὴ σύμμετρος, σμικρολογία, καταφρόνησις ἑαυτοῦ, ἐσθὴς εὐτελής, βάδισμα μὴ σεσοβημένον, τὸ προσέχειν κάτω, τὸ ὑπερέχειν ἐν ἐλεημοσύνῃ, ταχύτης δακρύων, ψυχὴ μεμονωμένη, ἀκινησία θυμοῦ, καρδία συντετριμμένη, ἀσκόρπιστοι αἰσθήσεις, σμικρότης πραγμάτων, σμικρότης ἐν πάσῃ χρείᾳ, τὸ βαστάξαι, ἡ ὑπομονή, τὸ μὴ πτοεῖσθαι, ἡ ἰσχυρότης τῆς καρδίας ἡ τικτομένη ἐκ τοῦ μίσους τῆς χρονικῆς ζωῆς, ἡ ὑπομονὴ τῶν πειρασμῶν, ἔννοιαι βαρεῖαι καὶ οὐκ ἐλαφραί, σβέσις λογισμῶν, φυλακὴ τῶν μυστηρίων τῆς σωφροσύνης, ἡ αἰδώς, ἡ εὐλάβεια, καὶ ὑπὲρ πάντα ταῦτα, τὸ ἡσυχάσαι πάντοτε, τὸ τὴν ἀγνωσίαν ἀεὶ προσκαλεῖσθαι.

Τῷ ταπεινόφρονι ποτὲ οὐκ ἀπαντᾷ αὐτῷ ἀνάγκη ποιοῦσα αὐτὸν ταραχθῆναι ἢ συγχεῖσθαι· ὁ ταπεινόφρων, ἡνίκα ποτὲ μόνος γένηται, αἰδεῖται ἐξ ἑαυτοῦ. Ἐγὼ θαυμάζω ἐὰν ἔστι τις ταπεινόφρων ἐν ἀληθείᾳ, καὶ τολμήσει τοῦ προσεύξασθαι τῷ Θεῷ ἡνίκα προσεγγίσῃ τῇ εὐχῇ, ἢ τοῦ ἀξιωθῆναι αὐτῆς, ἢ τοῦ αἰτήσασθαι αὐτόν τι, ἢ γινώσκει τι εὔχεται· ἀλλὰ μόνον σιωπᾷ ἐν πάσαις ταῖς ἐννοίαις αὐτοῦ, προσδοκῶν μόνον τὸ ἔλεος, καὶ ποῖον ἄρα θέλημα ἐξέλθοι περὶ αὐτοῦ ἐκ προσώπου τῆς μεγαλωσύνης τῆς προσκυνητῆς. Ἡνίκα τὸ πρόσωπον αὐτοῦ κλίνει εἰς τὴν γῆν καὶ ἡ θεωρία ἡ ἔσω τῆς καρδίας αὐτοῦ ἐπηρμένη ἐπὶ τὴν πύλην τὴν ἁγίαν τῶν ἁγίων τὴν ὑψηλήν, ὅπου ἔστιν ἐκεῖνος ὅστις ὁ γνόφος σκήνωμα αὐτοῦ, ὁ ἀμβλύνων τὰ ὄμματα τῶν Σεραφίμ, καὶ ἡ ἀρετὴ αὐτοῦ κατεπείγει τοὺς λεγεῶνας τῆς χοροστασίας αὐτῶν, καὶ σιωπὴν ἐπιχέων ἐπὶ πάντα τὰ τάγματα αὐτῶν, [καὶ] ἕως τούτου μόνου τολμᾷ εἰπεῖν καὶ προσεύξασθαι· “κατὰ τὸ θέλημά σου, Κύριε, οὕτως γενέσθω ἐν ἐμοί”.

ΞΓʹ Τοῦ αὐτοῦ· Κεφάλαιον πεπληρωμένον ζωῆς· περὶ πίστεως· καὶ ταπεινοφροσύνης. Ὦ ἄνθρωπε ἐλάχιστε, θέλεις εὑρεῖν τὴν ζωήν; Τὴν πίστιν καὶ τὴν ταπείνωσιν κράτησον ἐν ἑαυτῷ, ὅτι ἐν αὐταῖς εὑρίσκεις τὸ ἔλεος καὶ τὴν βοήθειαν, καὶ λόγους ἐν καρδίᾳ ἐκ τοῦ Θεοῦ λαλουμένους μετὰ τοῦ φύλακος τοῦ ἐν τῷ κρυπτῷ καὶ ἐν τῷ φανερῷ παραμένοντός σοι.

Θέλεις ταῦτα κτήσασθαι, ἅπέρ εἰσιν ὁμιλίαι τῆς ζωῆς; Ἐν ἁπλότητι πορεύθητι ἐνώπιον τοῦ Θεοῦ καὶ οὐχὶ ἐν γνώσει· τῇ ἁπλότητι ἡ πίστις ἀκολουθεῖ, τῇ λεπτότητι δὲ καὶ τῇ ἀντιστροφῇ τῶν λογισμῶν τῆς γνώσεως, ἡ οἴησις· τῇ οἰήσει δὲ ἀκολουθεῖ τὸ ἀπέχεσθαι ἀπὸ τοῦ Θεοῦ.

Ὅτε προσπίπτῃς ἐνώπιον τοῦ Θεοῦ ἐν τῇ προσευχῇ, οὕτως γενοῦ ἐν τῷ λογισμῷ σου· ὥσπερ μύρμηξ, καὶ ὥσπερ τὰ ἑρπετὰ τῆς γῆς, καὶ ὥσπερ βδέλλα, καὶ ὡς παιδίον ψελλίζον· καὶ μὴ εἴπῃς ἔμπροσθεν αὐτοῦ τί ἐν γνώσει, ἀλλὰ τῷ νηπιάζοντι φρονήματι προσέγγισον τῷ Θεῷ καὶ πορεύθητι ἔμπροσθεν αὐτοῦ, ἵνα ἀξιωθῇς τῆς προνοίας ἐκείνης τῆς πατρικῆς, τῆς γινομένης ὑπὸ τῶν πατέρων ἐπὶ τὰ τέκνα αὐτῶν τὰ νήπια.

Ἐρρέθη· Φυλάσσων τὰ νήπια ὁ Κύριος. Προσεγγίζει ὁ νήπιος τῷ ὄφει καὶ κρατεῖ αὐτὸν εἰς τὸν τράχηλον αὐτοῦ, καὶ οὐ βλάπτει αὐτόν. Γυμνὸς πορεύεται ὁ νήπιος ὅλον τὸν χειμῶνα, ὅτε ἄλλοι ἐνδεδυμένοι καὶ ἐσκεπασμένοι καὶ ὑπεισέρχεται τὸ ψύχος ἐν ὅλοις τοῖς μέλεσιν αὐτῶν· καὶ αὐτὸς γυμνὸς καθήμενος ἐν ἡμέρᾳ ψύχους καὶ κρύους καὶ πάχνης καὶ οὐ πονεῖ, διότι τὸ σῶμα τῆς ἰδιωτείας αὐτοῦ κεκαλυμμένον ἐστὶν ἐν ἄλλῳ ἐνδύματι, ἀοράτῳ, ἐκ τῆς προνοίας ἐκείνης τῆς κρυπτῆς τῆς τηρούσης τὰ τρυφερὰ μέλη τῶν νηπίων, ἵνα μὴ ἐγγίσῃ αὐτοῖς βλάβη ἔκ τινος.

Νῦν πιστεύεις ὅτι ἔστι τίς πρόνοια κρυπτή, ἥτις τὸ σῶμα τὸ τρυφερόν, τὸ ἕτοιμον ταχέως εἰς ἑκάστην βλάβην διὰ τὴν τρυφερότητα καὶ ἀσθενῆ πολιτείαν αὐτοῦ, καὶ φυλαττόμενον <ἔχει> ἐν μέσῳ τῶν ἐναντίων καὶ μὴ καταπονούμενον ὑπ’ αὐτῶν; Φησί· Φυλάσσων τὰ νήπια ὁ Κύριος. καὶ οὐ τούτους μόνον τοὺς μικροὺς τῷ σώματι, ἀλλὰ καὶ τοὺς ἐν τῷ κόσμῳ σοφοὺς ὄντας, τοὺς καταλιμπάνοντας τὴν γνῶσιν αὐτῶν καὶ ἐπ’ ἐκείνην τὴν σοφίαν τὴν ἐπαρκοῦσαν ἐπερειδομένους, καὶ γινομένους ὡς νηπίους ἐν τῷ θελήματι αὐτῶν, καὶ τότε μανθάνοντας ἐκείνην τὴν σοφίαν τὴν μὴ διδασκομένην ἐν ἔργοις γυμνασίας.

Καὶ καλῶς εἶπεν ὁ σοφὸς τὰ θεῖα Παῦλος· Ὁ δοκῶν σοφὸς εἶναι ἐν τῷ κόσμῳ τούτῳ, γενέσθω μωρός, ἵνα γένηται σοφός. Ὅμως αἴτησαι τὸν Θεὸν δοῦναι σοι φθάσαι τὸ μέτρον τῆς πίστεως· καὶ ἐὰν τῆς τρυφῆς τῆς πίστεως αἰσθηθῇς ἐν τῇ ψυχῇ σου, οὐκ ἔστι μοι δυσχερὲς εἰπεῖν πάλιν ὅτι οὐκ ἔστι τί κωλῦον σε ἀπὸ τοῦ Χριστοῦ, καὶ οὐκ ἔστι σοι δυσχερὲς αἰχμαλωτισθῆναι ἐν πάσῃ ὥρᾳ. ἀπὸ τῶν γηΐνων καὶ λαθεῖν τοῦτον τὸν κόσμον τὸν ἀσθενῆ καὶ τὰς μνήμας τῶν πραγμάτων αὐτοῦ. Ὑπὲρ τούτου ἀόκνως προσεύχου καὶ ἐν θερμότητι ἱκέτευσον, καὶ ἐν σπουδῇ πολλῇ δεήθητι, ἕως ἂν λάβῃς. Καὶ πάλιν οὐ μὴ ἀτονήσῃς.

Ἀξιωθήσῃ δὲ τούτων, ἐὰν πρῶτον βιάσῃς ἑαυτὸν τοῦ ἐπιρρῖψαι ἐπὶ τὸν Θεὸν τὴν μέριμνάν σου μετὰ πίστεως, καὶ ἀνταλλάξῃς τὴν πρόνοιάν σου εἰς τὴν πρόνοιαν αὐτοῦ. Καὶ τότε, ὅταν ἴδῃ τὸ θέλημά σου ὅτι ἐν πάσῃ καθαρότητι τοῦ φρονήματος ἐπίστευσας αὐτῷ τῷ Θεῷ ὑπὲρ ἑαυτὸν καὶ ἐβιάσω ἑαυτὸν ἐλπίσαι ἐπὶ τὸν Θεὸν πλέον τῆς ψυχῆς σου, τότε ἐκείνη ἡ δύναμις ἡ ἄγνωστος ὑπὸ σοῦ ἐπισκηνοῖ ἐπὶ σέ, καὶ αἰσθητικῶς αἰσθηθήσῃ τῆς δυνάμεως τῆς μετὰ σοῦ ἀνενδοιάστως· ἐκείνης τῆς δυνάμεως, ἧς αἰσθανόμενοι πολλοὶ εἰσέρχονται εἰς τὸ πῦρ καὶ οὐ φοβοῦνται, καὶ ἐπὶ τὸ ὕδωρ πατοῦντες οὐ διστάζουσι τῷ λογισμῷ αὐτῶν, μήπως καταποντισθῶσι, διότι ἐνισχύει ἡ πίστις τὰς αἰσθήσεις τῆς ψυχῆς, καὶ ὡσανεί τι ἀόρατον αἰσθάνεται πεῖθον αὐτὴν μὴ προσέχειν τῇ ὁράσει τῶν φοβερῶν πραγμάτων, μὴ δὲ τῇ ὁράσει τῇ ὑπερβαλλούσῃ τῶν αἰσθήσεων βλέπειν.

Βλέπε <μὴ> τάχα δοκεῖ σοι παντελῶς ὅτι τὴν γνῶσιν τὴν πνευματικὴν ἐκείνην ἐν ταύτῃ τῇ γνώσει τῇ ψυχικῇ δέχεταί τις. Καὶ οὐ μόνον ἀδύνατον ὑποδεχθῆναι ἐκείνην τὴν γνῶσιν τὴν πνευματικὴν ἐν ταύτῃ τῇ γνώσει τῇ ψυχικῇ, ἀλλ’ οὐδὲ αἰσθήσει αἰσθηθῆναι αὐτῆς δυνατόν τινι ἢ ἀξιωθῆναι αὐτῆς, τῶν ἐν ταύτῃ σπουδαζόντων γυμνασθῆναι. Καὶ ἐὰν τινὲς ἐξ αὐτῶν θέλωσι προσεγγίσαι ἐκείνῃ τῇ γνώσει τοῦ πνεύματος, ἕως οὗ ἀπαρνήσωνται ταύτην καὶ πᾶσαν ἀναστροφὴν τῆς λεπτότητος αὐτῆς καὶ τὴν πολύπλοκον αὐτῆς μέθοδον, καὶ σταθῶσιν εἰς τὸ νήπιον αὐτῆς φρόνημα, οὐδὲ πρὸς ὀλίγον ἐκείνῃ προσεγγίσαι δύνανται· ἀλλὰ πολὺς ἀναχαιτισμὸς γίνεται αὐτοῖς ἡ συνήθεια αὐτῆς καὶ αἱ ἔννοιαι αὐτῆς <αἱ διεστραμμέναι>, ἕως ἂν κατὰ μικρὸν καὶ μικρὸν ἐξαλείψῃ αὐτά.

Ἡ γνῶσις ἐκείνη ἡ πνευματικὴ ἁπλῆ ἐστι καὶ ἐν λογισμοῖς ψυχικοῖς οὐκ ἐπιλάμπει. Ἕως ἂν ἐλευθερωθῇ ἡ διάνοια ἐκ τῶν πολλῶν λογισμῶν καὶ ἔλθῃ εἰς μίαν ἁπλότητα τῆς καθαρότητος, οὐ μὴ δυνηθῇ αἰσθηθῆναι τῆς πνευματικῆς γνώσεως.

Αὕτη ἡ τάξις τῆς γνώσεως· τὸ αἰσθηθῆναι τῆς τρυφῆς ἐκείνης τῆς ζωῆς τοῦ αἰῶνος ἐκείνου· ἐντεῦθεν τοὺς πολλοὺς λογισμοὺς ψέγει. Ἡ δὲ γνῶσις αὕτη ἡ ψυχική, ἐκτὸς πλήθους λογισμῶν, γνῶναι τί ἄλλο τὸ ἐν τῇ ἁπλότητι τῆς διανοίας δεχόμενον οὐ δύναται, κατὰ τὸν λέγοντα· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ οὐ δύνασθε.

Ἀλλ’ ἰδοὺ οἱ πολλοὶ εἰς τὴν τοιαύτην ἰδιωτείαν οὐ φθάνουσι· καὶ εἰς τὰ ἔργα αὐτῶν τὰ ἀγαθά, τετήρηται αὐτοῖς μέρος <μετὰ τοῦ Κυρίου> ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, καθὼς ἐκ τῆς συνέσεως τῶν μακαρισμῶν τῶν εὐαγγελίων ὧν ἔθηκε διαφόρως γνωσθῆναι ἡμῖν, ὅτι ἀλλοιώσεις πολλὰς ἐν διαφόροις πολιτείαις ἐγνώρισεν ἡμῖν ἐν αὐτοῖς τοῖς μακαρισμοῖς, διότι ἕκαστος ἄνθρωπος εἰς ὅλα τὰ μέτρα ἐν πάσῃ ὁδῷ ᾗ πορεύεται πρὸς αὐτόν, αὐτὸς ἀνοίγει ἔμπροσθεν αὐτοῦ τὴν πύλην τῆς βασιλείας τῶν οὐρανῶν.

Ἀλλ’ ἐκείνην τὴν γνῶσιν τὴν πνευματικὴν οὐ δύναταί τις δέξασθαι, ἐὰν μὴ στραφῇ καὶ γένηται ὡς τὰ παιδία, καὶ ἐντεῦθεν αἰσθάνεται τῆς τρυφῆς ἐκείνης τῆς βασιλείας τῶν οὐρανῶν. Τὴν βασιλείαν τῶν οὐρανῶν, θεωρίαν πνευματικὴν λέγουσιν ὅτι ἐστί, καὶ αὕτη οὐχὶ ἐν τοῖς ἔργοις τῶν λογισμῶν εὑρίσκεται, ἀλλ’ ἐκ τῆς χάριτος γευθῆναι δύναται. Καὶ ἕως ἂν καθαρθῇ ἄνθρωπος, οὐδὲ ἀκοῦσαι αὐτὴν πάλιν ἱκανεῖ, διότι ἐκ μαθήσεως οὐδεὶς δύναται αὐτὴν κτήσασθαι. Ἐὰν φθάσῃς τὴν καθαρότητα, ὦ τέκνον, ἐκείνην τὴν ἐκ πίστεως τῆς καρδίας προσγινομένην, τὴν ἐν ἡσυχίᾳ τῇ ἐκ τῶν ἀνθρώπων, καὶ λάθῃς τὴν γνῶσιν τούτου τοῦ κόσμου, ὥστε σε μὴ αἰσθηθῆναι αὐτῆς, ἐξαίφνης εὑρεθῇ αὕτη ἐντός σου χωρὶς ἐρεύνης τῆς περὶ αὐτῆς Στῆσον φησὶ στήλην καὶ ἐπίχεε ἐπ’ αὐτὴν ἔλαιον, καὶ εὑρήσεις θησαυρὸν ἐν τῷ κόλπῳ σου.

Ἐὰν δὲ τῇ ἀγχόνῃ τῆς γνώσεως τῆς ψυχικῆς κρατηθῇς, οὐκ ἄτοπόν μοι εἰπεῖν ὅτι εὐχερές σοι ἐκ τῶν δεσμῶν τοῦ σιδήρου εὔλυτος εἶναι ἢ ἐξ αὐτῆς. Καὶ οὐκ ἀπέχεις ἀεὶ ἐκ τῶν παγίδων τῆς πλάνης, καὶ οὐδέποτε δυνήσῃ λαβεῖν παρρησίαν καὶ πεποίθησιν πρὸς τὸν Κύριον. Καὶ ἐν πάσῃ ὥρᾳ κατὰ στόμα τοῦ ξίφους πορεύῃ καὶ ἐκτὸς λύπης γενέσθαι παντελῶς οὐ δυνήσῃ.

Ἐν ἀσθενείᾳ καὶ ἁπλότητι δεήθητι ἵνα ζήσῃς καλῶς ἔμπροσθεν τοῦ Θεοῦ, καὶ ἐκτὸς μερίμνης γενήσῃ· καθάπερ γὰρ ἀκολουθεῖ ἡ σκιὰ τῷ σώματι, οὕτως ἀκολουθεῖ τὸ ἔλεος τῇ ταπεινοφροσύνῃ. Λοιπὸν ἐὰν ἐν τούτοις θέλῃς ἀναστρέφεσθαι, μὴ δώσεις, χεῖρα τοῖς ἀσθενέσι λογισμοῖς παντελῶς, καὶ ἐὰν πᾶσαι αἱ βλάβαι καὶ αἱ κακίαι καὶ οἱ κίνδυνοι περικυκλοῦσι καὶ ἐκφοβοῦσι σε, μὴ φροντίσῃς περὶ αὐτῶν μὴ δὲ ψηφίσῃς αὐτά.

Ἐὰν ἅπαξ ἐπίστευσας τῷ Κυρίῳ τῷ αὐταρκοῦντι πρὸς φυλακήν σου καὶ οἰκονομίαν σου, καὶ ἐὰν πορεύσῃ ὀπίσω αὐτοῦ, μὴ πάλιν φροντίσῃς εἰς τί τῶν τοιούτων, ἀλλ’ εἰπὲ τῇ ψυχῇ σου· “Αὐταρκεῖ μοι εἰς πάντα, ᾧτινι τὴν ψυχήν μου ἅπαξ παρέδωκα· ἐγὼ οὔκ εἰμι ὧδε, αὐτὸς γινώσκει”. Καὶ τότε ἐν ἔργῳ βλέπεις τὰ θαυμάσια τοῦ Θεοῦ, πῶς ἐγγύς ἐστιν ἐν παντὶ καιρῷ λυτρώσασθαι τοὺς φοβουμένους αὐτόν, καὶ πῶς ἡ πρόνοια αὐτοῦ περικυκλοῖ αὐτοὺς καὶ οὐ καθορᾶται. Καὶ οὐχὶ ὅτι οὐ καθορᾶται τοῖς σωματικοῖς ὀφθαλμοῖς ὁ φρουρὸς ὁ μετὰ σοῦ, ὀφείλεις διστάσαι ἐν αὐτῷ ὅτι οὐκ ἔστι· πολλάκις γὰρ καὶ τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀποκαλύπτεται πρὸς τὸ σὲ θαρρῆσαι.

Ἡνίκα γὰρ ὁ ἄνθρωπος ῥίψῃ ἐξ αὐτοῦ πᾶσαν ἀντίληψιν ὁρωμένην καὶ τὴν ἀνθρωπίνην ἐλπίδα, καὶ ἀκολουθήσει τῷ Θεῷ ἐν πίστει καὶ καθαρᾷ καρδίᾳ, εὐθέως ἀκολουθεῖ αὐτῷ ἡ χάρις καὶ ἀποκαλύπτει ἐν αὐτῷ τὴν δύναμιν αὐτῆς ἐν ἀντιλήψεσι πολυτρόποις. Πρῶτον μὲν ἐν τούτοις τοῖς φανεροῖς καὶ τοῖς τοῦ σώματος, καὶ δεικνύει αὐτῷ τὴν ἀντίληψιν αὐτῆς διὰ τῆς προνοίας αὐτῆς τῆς περὶ αὐτόν, ὡς δύνασθαι αὐτὸν ἐν τούτοις ἐπὶ πλέον αἰσθηθῆναι τῆς δυνάμεως τῆς προνοίας τοῦ Θεοῦ τῆς περὶ αὐτοῦ· καὶ ἐν τῇ συνέσει τῶν φανερῶν βεβαιοῦται καὶ περὶ τῶν κρυπτῶν, καθὼς δεῖ τῇ νηπιότητι τοῦ φρονήματος αὐτοῦ καὶ τῇ <μὴ> διαγωγῇ αὐτοῦ· ὅτι πῶς εὐτρεπίζεται ἡ χρεία αὐτοῦ χωρὶς ἔργου, ἡνίκα οὐκ ἐφρόντισε· καὶ πολλὰς ἐπιφορὰς παρέρχεσθαι ἐξ αὐτοῦ ποιεῖ προσεγγιζούσας αὐτῷ πολλάκις πεπληρωμένας κινδύνων, ἡνίκα αὐτὸς οὐκ ἐμελέσθη ἐν αὐταῖς· ἀλλ’ ἀνεπαισθήτως ἡ χάρις ἀποδιώκει ἀπ’ αὐτοῦ ἐν θαύματι μεγάλῳ καὶ φρουρεῖ αὐτὸν καθάπερ τροφός, ἥτις ἐκπετᾷ τὰς πτέρυγας ἑαυτῆς ἐπισκιάσαι τὰ τέκνα αὐτῆς τοῦ μὴ προσεγγίσαι αὐτοῖς βλάβην τινός, καὶ δεικνύει αὐτῷ τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὅτι πῶς προσήγγισεν αὐτῷ ἡ ἀπώλεια αὐτοῦ καὶ ἀβλαβὴς διέμεινεν.

Οὕτως γυμνάζει αὐτὸν καὶ ἐν τοῖς κρυπτοῖς καὶ ἀνοίγει ἔμπροσθεν αὐτοῦ τὴν ἐνέδραν τῶν ἐννοιῶν καὶ τῶν λογισμῶν τῶν δυσχερῶν τῶν ἀκαταλήπτων. Καὶ εὐκόλως εὑρίσκεται αὐτῷ ἡ κατανόησις αὐτῶν, καὶ ἡ ἀκολουθία αὐτῶν πρὸς ἀλλήλους, καὶ ἡ πλάνη αὐτῶν, καὶ τίνι μὲν αὐτῶν προσκολλᾶται, καὶ πῶς γεννῶνται ἓν ἐξ ἑνὸς καὶ ἀπόλλουσι τὴν ψυχήν. Καὶ κατεκχύνει ἐν ὀφθαλμοῖς αὐτοῦ πᾶσαν ἐνέδραν τῶν δαιμόνων καὶ τὸ κάλυμμα τῶν λογισμῶν αὐτῶν καὶ τί ἐξακολουθεῖ ἑκάστων τούτων αὐτῷ.

Καὶ τιθεῖ ἐν αὐτῷ σύνεσιν κατανοῆσαι τὰ ἐσόμενα. Καὶ ἀνατέλλει ἐντὸς τῆς ἁπλότητος φῶς κρυπτὸν τοῦ αἰσθηθῆναι εἰς πάντα καὶ τὴν δύναμιν τῶν ἐννοιῶν τῶν λογισμῶν τῶν λεπτῶν. Καὶ δεικνύει αὐτῷ ὡς ἐν δακτύλῳ, ὅτι εἰ μὴ ἔγνω ταῦτα, τί ἦν μέλλων πάσχειν· καὶ τότε γεννᾶται αὐτῷ ἐντεῦθεν ὅτι ἕκαστον πρᾶγμα μικρὸν καὶ μέγα ἐν εὐχῇ δεῖ ἐξαιτήσασθαι παρὰ τοῦ προνοητοῦ αὐτοῦ περὶ αὐτοῦ.

Καὶ ἡνίκα ἡ θεία χάρις βεβαιώσῃ τὸ φρόνημα αὐτοῦ εἰς πάντα ταῦτα τοῦ πεποιθέναι ἐπὶ τὸν Θεόν, τότε ἄρχεται εἰσέρχεσθαι εἰς τοὺς πειρασμοὺς κατὰ μικρὸν καὶ μικρόν. Καὶ παραχωρεῖ πεμφθῆναι αὐτῷ πειρασμοὺς ἱκανοὺς πρὸς τὸ μέτρον αὐτοῦ τοῦ βαστάξαι τὴν ἰσχὺν αὐτῶν. Καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς προσεγγίζει αὐτῷ ἡ ἀντίληψις αὐτῆς αἰσθητικῶς, ἵνα θαρρήσῃ ἕως ἂν κατὰ μικρὸν καὶ μικρὸν γυμνασθῇ καὶ κτήσηται σοφίαν καὶ περιφρονήσῃ τοὺς ἐχθροὺς αὐτοῦ ἐν τῇ πεποιθήσει τῇ πρὸς τὸν Θεόν· οὐ δυνατὸν γὰρ ἐκτὸς τούτων σοφισθῆναι ἐν τοῖς πολέμοις τοῖς πνευματικοῖς καὶ γνῶναι τὸν προνοητὴν αὐτοῦ καὶ αἰσθηθῆναι τοῦ Θεοῦ αὐτοῦ καὶ στερεωθῆναι ἐν τῇ πίστει αὐτοῦ κρυπτῶς, εἰ μὴ ἐν τῇ δυνάμει τῆς πείρας αὐτοῦ, ἧς ἐδέξατο.

Καὶ ἡνίκα ἴδῃ ἡ χάρις ὅτι ἤρξατο ἐν τῷ λογισμῷ αὐτοῦ ἡ οἴησις μικρόν, καὶ ἤρξατο λογίζεσθαι μεγάλα περὶ αὐτοῦ, παραχωρεῖ τοὺς πειρασμοὺς ἰσχυροποιηθῆναι καὶ κραταιωθῆναι κατ’ αὐτοῦ, ἕως ἂν μάθῃ τὴν ἀσθένειαν αὐτοῦ καὶ φύγῃ καὶ κατάσχῃ τὸν Θεὸν ἐν ταπεινώσει.

Καὶ ἐν τούτοις ἔρχεται ὁ ἄνθρωπος εἰς τὰ μέτρα τοῦ τελείου ἀνδρὸς ἐν τῇ πίστει καὶ τῇ ἐλπίδι τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ ὑψοῦται πρὸς τὴν ἀγάπην· θαυμαστὴ γὰρ γνωρίζεται ἡ ἀγάπη τοῦ Θεοῦ πρὸς τὸν ἄνθρωπον, ὅταν ποτε ἐν μέσῳ γένηται πραγμάτων τῶν διακοπτόντων τὴν ἐλπίδα αὐτοῦ, καὶ ἐκεῖσε δεικνύει ὁ Θεὸς τὴν δύναμιν αὐτοῦ ἐν τῇ σωτηρίᾳ τῇ ἐπ’ αὐτόν· οὐδέποτε γὰρ μανθάνει ἄνθρωπος τὴν δύναμιν τὴν θεϊκὴν ἐν ἀναπαύσει καὶ πλατυσμῷ, καὶ οὐδέποτε ἔδειξε τὴν ἐνέργειαν αὐτοῦ αἰσθητικῶς ὁ Θεός, εἰ μὴ ἐν χώρᾳ ἡσυχίας καὶ ἐν ἐρήμῳ καὶ ἐν τόποις ἐστερημένοις τῶν συντυχιῶν καὶ τῆς ταραχῆς τῆς κατασκηνώσεως τῆς μετὰ τῶν ἀνθρώπων.

Μὴ θαυμάσῃς ἡνίκα, ὅταν «ἄρξῃ τῆς ἀρετῆς», καὶ βρύουσι κατὰ σοῦ αἱ θλίψεις αἱ σκληραὶ καὶ ἰσχυραὶ ἐκ παντὸς τόπου, διότι οὐδὲ ἀρετὴ ψηφίζεται ἐκείνη, ᾗτινι οὐκ ἀκολουθεῖ ἡ δυσχέρεια τῶν ἔργων εἰς ἐνέργειαν αὐτῆς. «Αὐτὴ γὰρ ἡ ἀρετὴ ἐξ αὐτοῦ τούτου ὠνομάσθη», καθὼς εἶπεν ὁ ἅγιος Ἰωάννης· «Σύνηθές ἐστι» φησὶ «τῇ ἀρετῇ ἐπιπίπτειν τὰς δυσκολίας»· ἐκείνη δέ φησι «ψεκτή ἐστιν ἡ ἀρετή, ἡνίκα δεδέσμευται τῇ ἀνέσει» εἶπεν ὁ μακάριος Μᾶρκος ὁ μοναχός.

Πᾶσα ἀρετὴ γινομένη, σταυρὸς ὀνομάζεται, ὅταν τὴν ἐντολὴν τοῦ Πνεύματος πληροῖ· διατοῦτο πάντες οἱ θέλοντες ἐν τῷ φόβῳ τοῦ Κυρίου ζῆσαι ἐν τῷ Ἰησοῦ Χριστῷ, διωχθήσονται. Εἴ τις φησὶ θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι· εἴ τις θέλει ζῆσαι ἐν ταῖς ἀναπαύσεσιν, <ἀπολέσει τὴν ψυχὴν αὐτοῦ, καὶ ὁ> ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Καὶ περὶ τούτου προέλαβε καὶ ἔθηκεν ἔμπροσθέν σου τὸν σταυρόν, ἵνα τὸν θάνατον ὁρίσῃς καθ’ ἑαυτοῦ, καὶ τότε ἀποστέλλεις τὴν ψυχήν σου πορευθῆναι ὀπίσω αὐτοῦ.

Οὐδὲν ἰσχυρότερον τῆς ἀπογνώσεως· αὕτη οὐ γινώσκει ἡττηθῆναι ὑπό τινος, ἐὰν ἐν τοῖς δεξιοῖς καὶ ἐὰν ἐν τοῖς ἀριστεροῖς. Ὅτε ἄνθρωπος ἐν τῇ διανοίᾳ αὐτοῦ κόψει τὴν ἐλπίδα ἐκ τῆς ζωῆς αὐτοῦ, οὐδὲν θαρσαλεώτερον αὐτοῦ, καὶ οὐδεὶς τῶν ἐχθρῶν δύναται ἀπαντῆσαι αὐτῷ, καὶ οὐκ ἔστι θλίψις, ἥτις ἡ φήμη αὐτῆς ἐξασθενῆσαι ποιεῖ τὸ φρόνημα αὐτοῦ, διότι πᾶσα θλίψις γινομένη, ὑποκάτωθεν τοῦ θανάτου ἐστί, καὶ αὐτὸς ἔκοψε καθ’ ἑαυτοῦ τὸν θάνατον ὑποδέξασθαι.

Ἐὰν εἰς πάντα τόπον καὶ εἰς πᾶν πρᾶγμα καὶ εἰς πάντα καιρόν, ἐν πᾶσιν οἷς θέλεις περιεργάσασθαι, θήσῃς ἐν τῷ φρονήματί σου σκοπὸν εἰς ἔργα καὶ λύπην, οὐχὶ μόνον εὐθαρσὴς καὶ ἄοκνος εὑρεθῇς ἐν παντὶ καιρῷ τοῦ ἀντιτάσσεσθαι πάσῃ δυσκολίᾳ νομιζομένῃ, ἀλλὰ καὶ ἐν τῇ δυνάμει τῶν λογισμῶν σου φεύγουσιν ἀπὸ σοῦ αἱ πτοοῦσαι ἔννοιαι καὶ ἐκφοβοῦσαι σε, αἱ ἐξ ἔθους τικτόμεναι ἐν τῷ ἀνθρώπῳ ἐξ ἐκείνων τῶν εἰς τὴν ἀνάπαυσιν προσεχόντων λογισμῶν, καὶ πάντα τὰ σκληρὰ καὶ δυσχερῆ τὰ συναντῶντα σοι, εὐχερῆ καὶ εὔκολα ὁρῶνται σοι. Καὶ πολλάκις ἐξεναντίας καταντήσει τὰ κατὰ σὲ ἐκείνων τῶν προσδοκηθέντων ὑπὸ σοῦ, καὶ ἴσως οὐδὲ συναντήσεταί σοι τῶν τοιούτων ποτέ.

Σὺ γινώσκεις ὅτι ἡ ἐλπὶς τῆς ἀναπαύσεως, ἐκ τῆς μνήμης τῶν μεγάλων καὶ ἐκ τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν στερίσκει ἐν παντὶ καιρῷ τοὺς ἀνθρώπους. Ἀλλ’ οὐδὲ οἱ ἐν τῷδε τῷ κόσμῳ ἐν τῇ συναναστροφῇ τῆς σαρκὸς ὑπάρχοντες, φθάσαι δύνανται τὸ τέλειον τοῦ θελήματος αὐτῶν, εἰ μὴ τὰ δυσχερῆ κρίνουσιν ἐν τῇ διανοίᾳ αὐτῶν τοῦ ὑπομεῖναι αὐτά. Καὶ ἐπειδὴ ἡ πεῖρα μαρτυρεῖ περὶ τούτων, οὐ χρεία πεῖσαι ἐν λόγοις· ὅτι ἐν πάσῃ γενεᾷ τῶν πρὸ ἡμῶν καὶ ἕως τοῦ νῦν, οὐκ ἔστιν ἄλλο δι’ οὗ ἐξασθενοῦσιν οἱ ἄνθρωποι τοῦ μὴ νικῆσαι, καὶ τοῦ στερηθῆναι ποιεῖ αὐτοὺς τῶν ἀρίστων πραγμάτων, εἰ μὴ τοῦτο. Διὸ καὶ συντόμως λέγομεν ὅτι οὐ καταφρονεῖ τις τῆς βασιλείας τῶν οὐρανῶν, εἰ μὴ τῇ ἐλπίδι τῆς ἀνέσεως τῆς μικρᾶς τῆς ἐνταῦθα. Καὶ οὐ μόνον τοῦτο πάσχει, ἀλλὰ καὶ ἐπιφοραὶ ἰσχυραὶ πολλάκις καὶ πειρασμοὶ δεινοὶ ἑτοιμάζονται παντὶ ἀνθρώπῳ προσέχοντι τῷ θελήματι αὐτοῦ, καὶ πρὸς τοῦτο οἱ λογισμοὶ αὐτοῦ πορεύονται, ὅτι ὁ κυβερνῶν αὐτὸν ἐστὶν ἡ ἐπιθυμία.

Τίς ἐστιν ὁ μὴ γινώσκων ὅτι καὶ τὰ πετεινὰ ἐν τῇ θεωρίᾳ τῆς ἀναπαύσεως προσπελάζει τῇ παγίδι; Μὴ ἴσως πολὺ ὑστερεῖ ἡ γνῶσις ἡμῶν τῆς γνώσεως τῶν πετεινῶν ἐν τῇ ὁμοιώσει ἐν τοῖς κρυπτοῖς, ἢ ἐν τοῖς συμβεβηκόσι τοῖς κεκαλυμμένοις ἔν τισι πράγμασιν, ἢ ἐν τόποις, ἢ τινί, ἐν οἷς καὶ ὁ διάβολος ἐξ ἀρχῆς ἐν ἐπαγγελίᾳ καὶ φρονήματι τῆς ἀναπαύσεως θηρεύει ἡμᾶς;

Ἀλλὰ διὰ τὸ εἶναι τὸ φρόνημα κατὰ τὴν ἐπιθυμίαν δραμεῖν τῷ λόγῳ, ἐσφάλην ἐκ τοῦ σκοποῦ οὗ ἔθηκα ἐξ ἀρχῆς ἐν τῷ λόγῳ μου, ὅτι ἐν παντὶ καιρῷ τὸν σκοπὸν τῆς θλίψεως δεῖ ἡμᾶς τιθέναι τῷ φρονήματι ἡμῶν ἐν παντὶ πράγματι, ἐν ᾧ θέλομεν ἄρξασθαι ἐν τῇ ὁδῷ τῇ πρὸς τὸν Κύριον, καὶ τὸ τέλος τῆς ἐκβάσεως αὐτῆς δεῖ ἐπερείδειν πρὸς τὴν ἀρχὴν σπουδαίως.

Ποσάκις ἐρωτᾷ ἄνθρωπος, ὅτε θέλει ἄρξασθαι εἰς πρᾶγμα τί διὰ τὸν Κύριον, ἐὰν ἆρα ἔστιν ἀνάπαυσις ἐν τῷ πράγματι, ἢ πῶς δυνατόν ἐστι πορεύεσθαι ἐν αὐτῷ χωρὶς ἔργου εὐκόλως, ἢ ἴσως ἔστι τί ἐν αὐτῷ θλίψιν καὶ πόνον ἐν τῷ σώματι ἐμποιοῦν· “Οὐκ ἰδοὺ ἄνω καὶ κάτω τὸ ὄνομα τῆς ἀναπαύσεως ζητοῦμεν;” Τί λέγεις, ὦ ἄνθρωπε; εἰς τὸν οὐρανὸν θέλεις ἀνελθεῖν καὶ τὴν ἐκεῖσε βασιλείαν λαβεῖν καὶ τὴν κοινωνίαν τὴν μετὰ τοῦ Θεοῦ καὶ τὴν ἀνάπαυσιν τῶν πνευματικῶν τῆς ἐκεῖθεν μακαριότητος καὶ τὴν μετὰ τῶν ἀγγέλων κοινωνίαν καὶ τὴν ζωὴν τὴν ἀθάνατον, καὶ ἐρωτᾷς σὺ ἐὰν ἔχῃ ἡ ὁδὸς αὕτη ἔργον; Ὦ θαῦμα· οἱ ἐπιθυμοῦντες τῶν πραγμάτων τοῦ αἰῶνος τούτου τοῦ διαλυομένου, κατὰ τῶν κυμάτων τῶν φοβερῶν τῆς θαλάσσης διαβαίνουσι καὶ ἐν ὁδοῖς τραχέσι πορευθῆναι κατατολμῶσι, καὶ ὅλως οὐ λέγουσιν ὅτι ἔστιν ἔργον ἐν τῷ πράγματι ἢ λύπη ἐν ᾧ θέλουσι ποιῆσαι, καὶ ἡμεῖς ἐν παντὶ τόπῳ περὶ ἀναπαύσεως ἐξετάζομεν.

Ἐὰν δὲ τὴν ὁδὸν τῆς σταυρώσεως κατὰ νοῦν λάβωμεν ἐν παντὶ καιρῷ καὶ τὴν σταύρωσιν ἐν παντὶ ἐννοήσωμεν, ποία λύπη οὐκ ἔστι ταύτης εὐχερεστέρα; Ἢ ἴσως ἔστι τίς παντελῶς ὁ μὴ ταῦτα πεπεισμένος, ὅτι οὐδέποτε ἔλαβέ τις νίκην ἐν τῷ πολέμῳ, ἢ ἐδέξατό τις τὸν στέφανον τὸν ἀφανιζόμενον, ἢ ἦλθεν ἐν τῇ χειρὶ αὐτοῦ ἡ ἐπιθυμία τοῦ θελήματος αὐτοῦ, καὶ εἰ οὐκ ἔστιν ἐκ τῶν ἐπαινουμένων, ἢ διηκόνησέ τις ἐν τοῖς πράγμασι τοῖς θεϊκοῖς, ἢ κατώρθωσέ τι τῶν ἐπαινουμένων ἀρετῶν, εἰ μὴ πρῶτον ηὑρέθη καταφρονήσας τῶν ἔργων καὶ τῶν θλίψεων, καὶ ἀπεδίωξεν ἀπὸ τῆς ἐγγύτητος αὐτοῦ τὸ φρόνημα τὸ ἐρεθίζον εἰς ἀνάπαυσιν, ὅπερ γεννᾷ τὴν ἀμέλειαν καὶ ὀκνηρίαν καὶ τὴν πτόησιν, ἐξ ὧν ἡ χαύνωσις ἐν παντί;

Ὅταν ὁ νοῦς ζηλώσῃ ὑπὲρ τῆς ἀρετῆς, αἱ αἰσθήσεις αἱ φανεραὶ ἤτοι ἡ ὅρασις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις καὶ ἡ γεῦσις καὶ ἡ ἁφή ἐξεναντίας τῶν δυσχερῶν ἔργων τῶν ἀλλοτρίων, τῶν ἔξωθεν τοῦ ἔθους καὶ τοῦ ὅρου τῆς δυνάμεως τῆς φυσικῆς, νικηθῆναι οὐ γινώσκουσιν.

Ἐπὰν δὲ ἐν καιρῷ ὁ θυμὸς ὁ φυσικὸς ἐνεργεῖ τὴν ἐνέργειαν αὐτοῦ, τότε ἡ ζωὴ τοῦ σώματος εὐκαταφρόνητός ἐστιν ὑπὲρ τὰ σκύβαλα· ἡνίκα γὰρ ἡ καρδία ζηλοτυπήσῃ ἐν πνεύματι, τὸ σῶμα οὐ λυπεῖται ἐν ταῖς θλίψεσιν, οὐδὲ ἐκ τῶν φόβων πτοεῖται καὶ συστέλλεται, ἀλλὰ συνίσταται αὐτῷ ὁ νοῦς πρὸς πάντας τοὺς πειρασμοὺς ὡς ἀδάμας ἐν τῇ καρτερίᾳ αὐτοῦ.

Ζηλώσωμεν καὶ ἡμεῖς τὸν ζῆλον τοῦ πνεύματος ὑπὲρ τοῦ θελήματος τοῦ Ἰησοῦ, καὶ ἀποδιωχθήσεται ἀφ’ ἡμῶν πᾶσα ἀμέλεια. ἡ γεννῶσα ἐν τῷ φρονήματι ἡμῶν τὴν ῥαθυμίαν· ζῆλος γὰρ γεννᾷ τὸ θάρσος καὶ τὸ κράτος τῆς ψυχῆς καὶ τὴν σπουδὴν τοῦ σώματος.

Ποία δύναμις γίνεται ἐν τοῖς δαίμοσιν, ὅταν ἡ ψυχὴ κινήσῃ τὸν ζῆλον αὐτῆς τὸν σφοδρὸν τὸν φυσικὸν ἐξεναντίας αὐτῶν; Καὶ ἡ προθυμία πάλιν γέννημα τοῦ ζήλου λέγεται· καὶ πᾶσαν ἰσχὺν ἀπτόητον ἐν τῇ ψυχῇ γινομένην, ὅταν ἐξάξῃ τὴν δύναμιν αὐτοῦ, εἰς πρᾶξιν βεβαιοῖ ἐν αὐτῇ. Καὶ αὐτοὺς τοὺς στεφάνους τῆς ὁμολογίας, οὓς ὑποδέχονται οἱ ἀθληταὶ καὶ οἱ μάρτυρες ἐν τῇ καρτερίᾳ αὐτῶν, ἐν ταῖς δυσὶν ἐργασίαις τοῦ ζήλου καὶ τῆς προθυμίας, τῶν τικτομένων ἐκ τῆς δυνάμεως τοῦ θυμοῦ τοῦ φυσικοῦ· <ἐκεῖνοι> γίνονται ἀπαθεῖς ἐν τῇ σφοδρᾷ λύπῃ τῶν βασάνων.

Τοῦ αὐτοῦ· Λόγος ΞΔʹ Περὶ ὠφελείας τῆς ἐκ τῆς φυγῆς τοῦ κόσμου, ὅτι ἐν τῇ ἐξετάσει καὶ προσοχῇ τῆς σοφίας ἐτροπώσαντο οἱ πατέρες τοῦτον τὸν τρόπον. Ἰσχυρός ἐστιν ἀληθῶς καὶ δυσχερὴς καὶ δύσκολος ὁ ἀγὼν ὁ γινόμενος ἐν τοῖς πράγμασι. Καὶ ὅσον ἐὰν δύνηται ἄνθρωπος γενέσθαι ἀήττητος καὶ ἰσχυρός, ὅταν πλησιάσωσιν αὐτῷ αἱ αἰτίαι τῶν προσβολῶν τῶν πολέμων καὶ ἀγώνων, φόβος προσκολλᾶται αὐτῷ. Καὶ ταχὺς εἰς πτῶσιν γίνεται, πολὺ πλέον τῆς ἀπαντήσεως τοῦ φανεροῦ πολέμου τοῦ διαβόλου, διότι ὅσον οὐ μακρύνεται ἄνθρωπος ἐξ ὧν ἡ καρδία αὐτοῦ πτοεῖται, ἀεὶ γίνεται τῷ ἐχθρῷ αὐτοῦ τόπος κατ’ αὐτοῦ. Καὶ ἐὰν μικρὸν νυστάξῃ, εὐχερῶς ἀπόλλει αὐτόν· ὅταν γὰρ ἡ ψυχὴ κρατηθῇ ἐν ταῖς ἀπαντήσεσι ταῖς βλαβεραῖς τοῦ κόσμου, αὗται αἱ ἀπαντήσεις γίνονται αὐτῇ σκόλοπες, καὶ ὡσανεὶ φυσικῶς ἡττᾶται ὅταν ἀπαντήσῃ αὐταῖς.

Ἐπειδὴ δὲ ἐπίσταντο οἱ πατέρες ἡμῶν οἱ ἀρχαῖοι, οἵτινες ἐν ταῖς τρίβοις ταύταις ἐπορεύθησαν, ὅτι οὐκ ἐν παντὶ καιρῷ ὁ νοῦς ἔρρωται, οὐδὲ δύναται ἵστασθαι ἐν μιᾷ τάξει ἀκλινῶς καὶ τηρῆσαι τὴν φρουρὰν αὐτοῦ, διότι γίνεται ἡ ψυχὴ κατὰ καιρὸν γνοφώδης καὶ οὐ δύναται κατιδεῖν εἰς τὰ βλάπτοντα αὐτόν, διεσκέψαντο ἐν σοφίᾳ καὶ ἠμφιάσαντο τὴν ἀκτημοσύνην ὡς ὅπλον, τὴν ἐκ πολλῶν ἀγώνων ἐλευθέραν ὑπάρχουσαν, καθὼς γέγραπται, ἵνα τις ἐξειλήσῃ ἐκ πολλῶν παραπτωμάτων διὰ τῆς ἐνδείας αὐτοῦ. Καὶ εἰς τὴν ἔρημον ἀπῆλθον ὅπου οὐκ ἔστι πράγματα, ἅπέρ εἰσιν αἰτίαι τῶν παθῶν, ἵνα καὶ ὅταν γένηται ὥρα ἀσθενῆσαι αὐτούς, μὴ εὕρωσι τὰς αἰτίας τῶν πτώσεων, λέγω δὴ τοῦ θυμοῦ καὶ τῆς ἐπιθυμίας καὶ τῆς μνησικακίας καὶ τῆς δόξης, ἵνα ταῦτα καὶ τὰ λοιπὰ τούτων ἐλαφρὰ γένωνται διὰ τὴν ἔρημον ἐκείνην, καὶ ἐν αὐτῇ ὠχύρωσαν ἑαυτοὺς καὶ ἐτείχισαν ὡς ἐν πύργῳ ἀκαταμαχήτῳ. Καὶ τότε ἠδυνήθη ἕκαστος αὐτῶν τελειῶσαι τὸν ἀγῶνα αὐτοῦ ἐν ἡσυχίᾳ, ὅπου αἱ αἰσθήσεις οὐχ’ εὗρον βοήθειαν συγγενέσθαι τῷ ἀντιπαλαίοντι ἡμᾶς ἐν τῇ ἀπαντήσει τῶν βλαπτόντων· κρεῖσσον γὰρ ἡμῖν θάνατος ἐν τῷ ἀγῶνι ἢ ζῆσαι ἐν τῷ πτώματι.