Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΙΣΤ'-ΙΘ': Η νυχτερινή αγρυπνία, η αμεριμνία και τα όρια της προσευχής

Η βλάβη του περισπασμού, η υπεροχή της νυχτερινής αγρυπνίας, η συγκέντρωση του νου, η διάκριση μεταξύ προσευχής και θεωρίας και η έλευση της θείας χάριτος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 7 από 18

Τοῦ αὐτοῦ· Λόγος ΙϚʹ Ὅτι ὠφέλιμος τοῖς ἡσυχασταῖς ἡ ἀργία ἀπὸ τῶν φροντίδων. καὶ ἐπιζήμιος ἡ εἴσοδος καὶ ἔξοδος καὶ ὁ περισπασμός. Ἄνθρωπος πολυμέριμνος, πρᾶος καὶ ἡσύχιος γενέσθαι οὐ δύναται, διότι αἱ ἀναγκαῖαι αἰτίαι τῶν πραγμάτων ἐν οἷς ταλαιπωρεῖ, ἀναγκάζουσιν αὐτὸν κινεῖσθαι ἐν αὐτοῖς ἄκοντα καὶ μὴ βουλόμενον, καὶ διασκορπίζουσι τὴν γαλήνην αὐτοῦ καὶ ἡσυχίαν.

Δεῖ οὖν τὸν μοναχὸν κατέναντι τοῦ προσώπου τοῦ Θεοῦ στῆναι ἀδιαλείπτως, καὶ πρὸς αὐτὸν τὸ ὄμμα αὐτοῦ τεῖναι, εἰ ἀληθῶς βούλεται φρουρῆσαι τὸν νοῦν αὐτοῦ καὶ τὰς μικρὰς κινήσεις τὰς ἑρπούσας ἐν αὐτῷ καθαρίσαι, καὶ μαθεῖν μετὰ γαλήνης διαλογισμῶν διακρῖναι τὰ εἰσερχόμενα καὶ ἐξερχόμενα.

Αἱ πολλαὶ ἀσχολίαι τῷ μοναχῷ τεκμήριον εἰσὶ τῆς χαυνότητος αὐτοῦ πρὸς ἑτοιμότητα τῆς γεωργίας τῶν ἐντολῶν τοῦ Χριστοῦ. καὶ ἐκφαίνουσιν αὐτοῦ τὰ ἐλαττώματα πρὸς τὰ θεῖα. Χωρὶς ἀμεριμνίας, φῶς ἐν τῇ ψυχῇ σου μὴ ζητήσῃς, μήτε γαλήνην καὶ ἡσυχίαν ἐν τῇ χαυνότητι τῶν αἰσθήσεων, ὅπου ἀσχολίαι πραγμάτων. Μὴ πληθύνῃς τὰς ἀσχολίας σου, καὶ οὐ μὴ εὕρῃς ῥεμβασμὸν ἐν τῷ νοΐ σου.

Ἄνευ ἀδιαλείπτου προσευχῆς προσεγγίσαι τῷ Θεῷ οὐ δύνασαι· καὶ μετὰ κόπου τῆς προσευχῆς ποιῆσαι τῷ νοῒ μέριμναν ἑτέραν, σκορπισμὸν τῇ διανοίᾳ ἀπεργάζεται. Τὰ δάκρυα καὶ ὁ ῥαπισμὸς τῆς κεφαλῆς ἐν τῇ προσευχῇ καὶ τὸ κυλινδεῖσθαι μετὰ θερμότητος ἐξυπνίζουσι τὴν θέρμην τῆς γλυκύτητος αὐτῶν ἔνδοθεν τῆς καρδίας· καὶ μετὰ ἐπαινουμένης ἐκστάσεως πετᾶται ἡ καρδία πρὸς τὸν Θεὸν καὶ βοᾷ· Ἐδίψησεν ἡ ψυχή μου πρὸς σὲ τὸν Θεόν, τὸν ἰσχυρόν, τὸν ζῶντα· πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ σου;

Ὁ ἐκ τοῦ οἴνου τούτου πιὼν καὶ μετὰ ταῦτα στερηθεὶς αὐτοῦ, αὐτὸς μόνος οἶδεν ἐν ποίᾳ ταλαιπωρίᾳ κατελείφθη, καὶ τί ἀφῃρέθη ἀπ’ αὐτοῦ χάριν τῆς χαυνότητος αὐτοῦ. Ὢ τί κακὴ ἡ θέα καὶ ἡ ὁμιλία τοῖς ἐν ἡσυχίᾳ διάγουσι, πλεῖον τῶν λελυμένων τῆς ἡσυχίας.

Ἐν ἀληθείᾳ, ἀδελφοί, ὅτι καθάπερ ἡ σφοδρότης τοῦ κρυστάλλου ἐξαίφνης καταπεσοῦσα τοῖς ἀκροδρύοις τῶν φυτῶν ξηραίνει αὐτά, οὕτως καὶ αἱ συντυχίαι τῶν ἀνθρώπων, κἂν μικραὶ παντελῶς οὖσαι καὶ ὡς τὸ δοκοῦν πρὸς τὸ ἀγαθὸν ἐξενηνεγμέναι, ξηραίνουσι τὰ ἄνθη τῶν ἀρετῶν, τὰ νεωστὶ ἀνθήσαντα ἐκ τῆς συγκράσεως <τοῦ ἀέρος> τῆς ἡσυχίας καὶ τὰ κυκλοῦντα μετὰ ἁπλότητος καὶ τρυφερότητος τῷ φυτῷ τῆς ψυχῆς τῷ φυτευθέντι παρὰ τὰς διεξόδους τῶν ὑδάτων τῆς μετανοίας.

Καὶ ὥσπερ ἡ σφοδρότης τῆς πάχνης ἡ καταλαμβάνουσα τὰ νεωστὶ φυόμενα κατακαίει αὐτά, οὕτως καὶ ἡ συντυχία τῶν ἀνθρώπων τὴν ῥίζαν τοῦ νοὸς τὴν ἀρξαμένην χλοηφορεῖν τῇ τῶν ἀρετῶν χλόῃ. Καὶ εἰ ἡ ὁμιλία τῶν κατά τι μὲν ἐγκρατευομένων, κατά τι δὲ ἐλαττώματα μικρὰ ἐχόντων, βλάπτειν εἴωθε τὴν ψυχήν, πόσῳ μᾶλλον ἡ λαλιὰ καὶ ἡ θέα τῶν ἰδιωτῶν καὶ μωρῶν, ἵνα μὴ εἴπω τῶν κοσμικῶν, ἅτινα ἐστὶν <ὥσπερ πῦρ ἐν θάμνῳ>.

Ὥσπερ εὐγενὴς ἄνθρωπος καὶ ἔντιμος ἐπιλανθάνεται τῆς αὐτοῦ εὐγενείας, ὅταν μεθυσθῇ καὶ ἀτιμάζεται αὐτοῦ ἡ κατάστασις καὶ καταγελᾶται αὐτοῦ τὸ τίμιον ἐκ τῶν ἀλλοτρίων λογισμῶν. τῶν ἐπεισελθόντων αὐτῷ ἐκ τῆς δυνάμεως τοῦ οἴνου, οὕτως καὶ ἡ σωφροσύνη τῆς ψυχῆς θολοῦται ὑπὸ τῆς ὁμιλίας καὶ τῆς θέας τῶν ἀνθρώπων, καὶ ἐπιλανθάνεται τοῦ τρόπου τῆς παραφυλακῆς αὐτῆς καὶ ἀπαλείφεται ἀπὸ τῆς διανοίας αὐτῆς ὁ σκοπὸς τοῦ θελήματος αὐτῆς· καὶ ἐκριζοῖ ἀπ’ αὐτῆς πᾶσαν βάσιν καταστάσεως ἐπαινουμένης.

Εἰ οὖν ἡ συντυχία καὶ ὁ πλατυσμὸς ἐν τῷ μετεωρισμῷ, τῷ ὄντι ἐν ἡσυχίᾳ ἐπισυμβαίνουσαι ἢ καὶ πλησίον τούτων γενομένῳ ὥστε ἰδεῖν ἢ ἀκοῦσαι, ἀρκετὸν αὐτῷ τὰ εἰσερχόμενα διὰ τῶν πυλῶν τῆς ὄψεως καὶ τῆς ἀκοῆς πρὸς ψυχρότητα καὶ θόλωσιν τῆς διανοίας αὐτοῦ ἀπὸ τῶν θείων· καὶ εἰ ἡ μικρὰ ὥρα ταύτην τὴν ζημίαν δύναται τῷ ἐγκρατεῖ μοναχῷ ποιῆσαι, τί φήσομεν περὶ τῆς διηνεκοῦς ἀπαντήσεως καὶ τοῦ πολλοῦ ἐν τούτοις ἐγχρονισμοῦ;

Ἡ ἀναθυμίασις ἡ ἐκ τῆς γαστρὸς ἀνιοῦσα, σκοτίζει τὴν θείαν ἐπίγνωσιν, ὃν τρόπον ἡ ὁμίχλη ἡ ἐκ τῆς ὑγρότητος τῆς γῆς ἀνιοῦσα καὶ σκοτοῦσα τὸν ἀέρα. Ἡ ὑπερηφανία οὐ κατανοεῖ ὅτι ἐν τῇ σκοτίᾳ πορεύεται, καὶ τὴν ἔννοιαν τῆς σοφίας οὐκ οἶδε, καὶ τῷ λογισμῷ αὐτῆς ἐπαίρεται ὑπεράνω πάντων, οὖσα εὐτελεστέρα καὶ ἀσθενεστέρα καὶ τὰς ὁδοὺς Κυρίου μὴ δυναμένη μαθεῖν· ὁ δὲ Κύριος κρύπτει ἐξ αὐτῆς τὸ θέλημα αὐτοῦ, καθότι ἐν τῇ ὁδῷ τῶν ταπεινῶν οὐκ ἠβουλήθη πορεύεσθαι.

Τοῦ αὐτοῦ· Λόγος ΙΖʹ Περὶ τῶν ὁδῶν τοῦ πλησιάζειν τῷ Θεῷ ποιουσῶν. φανερουμένων τῶν ἀνθρώπων τῷ πλήθει ἐκ τῶν ἡδέων ἔργων τῆς νυκτερινῆς ἀγρυπνίας καὶ ὅτι οἱ ἐν τῇ διαγωγῇ ταύτῃ ἐργαζόμενοι μέλιτι τρέφονται πάσας τὰς ἡμέρας αὐτῶν. Μὴ νομίσῃς, ὦ ἄνθρωπε, ὅτι ἐν πάσῃ τῇ ἐργασίᾳ τῶν μοναχῶν ἔστι διαγωγὴ μείζων τῆς ἀγρυπνίας τῆς νυκτός.

Ἀληθῶς, ἀδελφοί, ἐὰν μὴ γένηται <ἐν ἡμέρᾳ> τῷ ἀνθρώπῳ ἀσκητῇ σκορπισμὸς καὶ ταραχὴ ἐν τοῖς σωματικοῖς πράγμασι καὶ ἐν τῇ μερίμνῃ τῶν παρερχομένων, ἀλλὰ παρατηρήσεται ἑαυτὸν ἀπὸ τοῦ κόσμου καὶ φυλάξῃ ἑαυτὸν μετὰ ἀγρυπνίας, τούτου ὡς διὰ πτερύγων πέταται ἡ διάνοια ἐν βραχεῖ καιρῷ, καὶ ὑψωθήσεται πρὸς τὴν τερπνότητα τοῦ Θεοῦ, καὶ εἰς τὴν δόξαν αὐτοῦ ταχέως κατανοήσει, καὶ ἐν τῇ γνώσει τῇ ὑπὲρ ἀνθρωπίνην ἔννοιαν νήχεται διὰ τῆς ἐλαφρότητος καὶ κουφότητος αὐτοῦ.

Μοναχὸν διαμένοντα ἐν τῇ ἀγρυπνίᾳ μετὰ διακρίσεως νοός. τοῦτον μὴ ἴδῃς ὡς σαρκοφόρον· τάξις γὰρ ἀγγέλων ὡς ἀληθῶς τοῦτο τὸ ἔργον. Ἀδύνατον δὲ τοὺς ἐν τῇ διαγωγῇ ταύτῃ διαπαντὸς πολιτευομένους, ἄνευ χαρισμάτων μεγάλων παρὰ Θεοῦ ἀφεθῆναι, διὰ τὴν νῆψιν αὐτῶν καὶ ἐγρήγορσιν τῆς καρδίας καὶ διὰ τὴν διαμονὴν τῆς μερίμνης τῶν λογισμῶν αὐτῶν πρὸς αὐτόν.

Ψυχὴ ἡ ἐν τῇ διαγωγῇ ταύτῃ τῆς ἀγρυπνίας κοπιῶσα καὶ διαπρέπουσα, ὀφθαλμοὺς χερουβικοὺς ἕξει τοῦ διαπαντὸς ἀτενίσαι καὶ κατοπτεῦσαι τὴν ἐπουράνιον θεωρίαν. Ἐγὼ μὲν οἶμαι ἀδύνατον εἶναι τὸν μετὰ γνώσεως καὶ διακρίσεως ἐκλεξάμενον ἑαυτῷ τοῦτον τὸν κόπον τὸν μέγαν καὶ θεῖον, καὶ τὸ βάρος τοῦτο προαιρησάμενον βαστάσαι ἐν τούτῳ τῷ δεδοξασμένῳ μέρει ᾧ ἐξελέξατο, μὴ ἀγωνίσασθαι καὶ ἐν ἡμέρᾳ φυλάξαι ἑαυτὸν ἀπὸ τῆς ταραχῆς τῶν συντυχιῶν καὶ τῆς μερίμνης τῶν ἔργων, ἵνα μὴ κενὸς γένηται ἀπὸ τῆς ἐπικαρπίας τῆς θαυμαστῆς καὶ τῆς μεγάλης τρυφῆς τῆς προσδοκωμένης τρυγηθῆναι ἐξ αὐτῆς.

Ὁ μέντοι ἀμελῶν τούτου, θαρρῶ λέγειν ὅτι ἀγνοεῖ τίνος χάριν κοπιᾷ καὶ τοῦ ὕπνου ἀπέχεται, καὶ ἐν στιχολογίᾳ τῇ πολλῇ καὶ τῷ μόχθῳ τῆς γλώττης καὶ τῇ ὁλονύκτῳ στάσει κακοπαθεῖ, μὴ ἔχων τὸν νοῦν ἐν τῇ ψαλμωδίᾳ αὐτοῦ καὶ τῇ προσευχῇ, ἀλλ’ ὡς ἀπὸ συνηθείας ἀγόμενος κοπιᾷ ἀδιακρίτως. Καὶ εἰ μὴ ταῦτα οὕτως ἐστίν, ὡς ἔφην, πῶς ἂν ἐστερεῖτο τοῦ θερίζειν ἀπὸ τοῦ διηνεκοῦς σπέρματος αὐτοῦ ἐν τῷ κόπῳ τὰς μεγίστας ἐπικαρπίας; Εἰ γὰρ ἀντὶ τούτων τῶν φροντίδων ἐξησχόλει ἑαυτὸν εἰς τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν. τὴν ἐνδυναμοῦσαν τὸν νοῦν, καὶ μάλιστα οὖσαν ἀρδείαν τῆς προσευχῆς, καὶ βοηθοῦσαν τὴν ἀγρυπνίαν καὶ ταύτης ὁμόζυγον, καὶ φῶς τῆς διανοίας ὑπάρχουσαν, καὶ ὁδηγὸν εἰς τὴν εὐθεῖαν τρίβον καὶ σπερματικὴν τῆς ὕλης τῆς θεωρίας εἰς τὴν προσευχήν, τὴν δεσμεύουσαν τὰς ἐνθυμήσεις ἀπὸ τοῦ μετεωρισμοῦ τοῦ μὴ ῥέμβεσθαι καὶ νέμεσθαι ἐν τοῖς ματαίοις, καὶ σπείρουσαν τὴν μνήμην τοῦ Θεοῦ ἐν τῇ ψυχῇ ἀδιαλείπτως καὶ τὰς ὁδοὺς τῶν ἁγίων τῶν εὐαρεστησάντων αὐτῷ, τὴν ἐμποιοῦσαν τὸν νοῦν κτήσασθαι λεπτότητα καὶ σοφίαν, πάντως ἂν εἶχε τρυγεῖν καὶ τοὺς τῶν πόνων καρπούς.

Τίνος ἕνεκεν, ὦ ἄνθρωπε, οὕτως ἀδιακρίτως διοικεῖς τὰ κατὰ σεαυτόν, ὅτι νυκτὸς μὲν παννύχιον στάσιν ἐπιτελεῖς καὶ καταπονεῖς σεαυτὸν ἔν τε ὑμνωδίαις καὶ ψαλμωδίαις καὶ δεήσεσι. βαρὺ δέ σοι καὶ οὐ μικρὸν φαίνεται, διὰ βραχυτάτης ἐπιμελείας ἐν ἡμέρᾳ, καταξιωθῆναι τῆς χάριτος τοῦ Θεοῦ, χάριν τῆς σῆς κακοπαθείας ἐν τοῖς ἑτέροις;

Τίνος χάριν καταπονεῖς σεαυτόν, καὶ νυκτὸς μὲν σπείρεις, ἡμέρας δὲ πετάζεις τὸν κόπον σου καὶ εὑρίσκῃ ἄκαρπος καὶ σκορπίζεις τὴν ἐγρήγορσιν καὶ νῆψιν καὶ θέρμην, ἣν ἐκτήσω, καὶ ἐν ταῖς ταραχώδεσιν ὁμιλίαις τῶν ἀνθρώπων καὶ ἀπόλλεις τὸ κέρδος σου ἄνευ τινός;

Εἰ γὰρ τῇ νυκτερινῇ μελέτῃ ἀκόλουθον ἐποίεις τὴν ἡμερινὴν γεωργίαν, καὶ τῇ θέρμῃ τῆς καρδιακῆς ὁμιλίας διάστασιν ἐν τῷ μέσῳ μὴ ἐτίθεις, ἐν ὀλίγῳ καιρῷ συμπλακῆναι τῷ στήθει τοῦ Ἰησοῦ εἶχες. Ἀλλ’ ἐντεῦθεν φανερόν ἐστιν ὅτι ἀδιακρίτως πολιτεύῃ καὶ οὐκ οἶδας τίνος ἕνεκεν χρὴ τοὺς μοναχοὺς ἐγρηγορέναι. Σὺ μὲν νομίζεις ὅτι χάριν τοῦ κοπιᾶν καὶ μόνον τέθεινται καὶ οὐ δι’ ἕτερόν τι τικτόμενον ἐκ τούτου· ὁ δὲ καταξιωθεὶς ὑπὸ τῆς χάριτος μαθεῖν. χάριν ποίας ἐλπίδος ἀνθίστανται οἱ ἀγωνισταὶ τῷ ὕπνῳ καὶ ἐκβιάζουσι τὴν φύσιν καὶ διὰ τῆς ἐγρηγόρσεως τῶν σωμάτων αὐτῶν καὶ τῶν ἐνθυμήσεων προσφέρουσι τὰς ἐντεύξεις αὐτῶν καθ’ ἑκάστην νύκτα, ἐκεῖνος ἐπίσταται τὴν δύναμιν τὴν γινομένην ἀπὸ τῆς ἡμερινῆς φυλακῆς, καὶ ὁποίαν βοήθειαν δίδωσι τῷ νῷ ἐν τῇ ἡσυχίᾳ τῆς νυκτός, καὶ ποίαν ἐξουσίαν κατὰ τῶν λογισμῶν λαμβάνει, καὶ ποίαν καθαρότητα καὶ σύννοιαν ἀβιάστως καὶ ἀμάχως αὐτῷ χαρίζεται, καὶ μετὰ ἐλευθερίας ποιεῖ ἐννοῆσαι τὴν εὐγένειαν τῶν λογίων.

Ἐγὼ δὲ λέγω ὅτι, ἐὰν τὸ σῶμα ἀτονήσῃ διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ μὴ δυνηθῇ νηστεῦσαι, δύναται μόνῃ τῇ ἀγρυπνίᾳ κτήσασθαι ὁ νοῦς τὴν κατάστασιν τῆς ψυχῆς καὶ τῇ καρδίᾳ δοῦναι νόησιν τοῦ καταμαθεῖν τὴν δύναμιν τὴν πνευματικήν, μόνον ἐὰν μὴ γένηται αὐτῷ ἀφανισμὸς ἐκ τοῦ πλατυσμοῦ τῶν ἡμερινῶν αἰτιῶν.

Διὸ παρακαλῶ σε, τὸν ἐφιέμενον κτήσασθαι νοῦν νηφάλεον πρὸς τὸν Θεὸν καὶ ἐπίγνωσιν τῆς καινῆς ζωῆς, ἐν πάσῃ τῇ ζωῇ σου, μὴ ἀμελήσῃς εἰς τὴν πολιτείαν τῆς ἀγρυπνίας, διότι ἐξ αὐτῆς ἀνοίγονταί σου οἱ ὀφθαλμοὶ εἰς τὸ ἰδεῖν πᾶσαν τὴν δόξαν τῆς πολιτείας καὶ τὴν δύναμιν τῆς ὁδοῦ τῆς δικαιοσύνης.

Ἐὰν δὲ γένηταί σοι πάλιν, ὅπερ μὴ γένοιτο, λογισμὸς χαυνότητος καὶ ἐμφωλεύσῃ σοι τυχὸν ἐκ πείρας τοῦ ἀντιλήπτορός σου τοῦ συνήθως παραχωροῦντος σοι ἀλλοιωθῆναι ἐν τοῖς τοιούτοις εἴτε ἐν θερμότητι εἴτε ἐν ψυχρότητι, ἢ ἐξ αἰτίας τινός, ἢ ἀσθενείας σώματος, ἢ διὰ τὸ μὴ δύνασθαί σε ὑπομεῖναι τὸν κόπον τῆς συνήθως παρὰ σοῦ ψαλμωδίας τῆς πολλῆς καὶ τῆς εὐχῆς τῆς ἐντόνου καὶ τῆς πολλῆς γονυκλισίας, ἃ εἴωθας ἐκτελεῖν ἀεί, παρακαλῶ σε ἐν ἀγάπῃ, ἐὰν καταλειφθῇς ἐκ τούτων καὶ μὴ δυνηθῇς αὐτὰ διαπράξασθαι, κἂν καθήμενος γρηγόρησον, καὶ ἐν τῇ καρδίᾳ πρόσευξαι καὶ μὴ ὑπνώσῃς, καὶ πάση μηχανῇ διεξάγαγε τὴν νύκτα καθήμενος καὶ διαλογιζόμενος ἐννοίας ἀγαθάς, καὶ μὴ σκληρύνῃς τὴν καρδίαν σου καὶ σκοτώσῃς ἐν τῷ ὕπνῳ, καὶ πάλιν ἥξει σοι διὰ τῆς χάριτος ἡ πρώτη ἐκείνη θέρμη καὶ ἡ ἐλαφρότης καὶ ἡ δύναμις, καὶ χαρίσῃ καὶ σκιρτήσῃς εὐχαριστῶν τῷ Θεῷ· ἡ ψυχρότης γὰρ καὶ τὸ τοιοῦτον βάρος, πρὸς πεῖραν καὶ δοκιμὴν παραχωροῦνται τῷ ἀνθρώπῳ.

Καὶ ἐὰν διεγείρῃ ἑαυτὸν μετὰ θερμότητος καὶ ἐκτινάξῃ ἀφ’ ἑαυτοῦ ταῦτα καὶ ἀναγκάσῃ ἑαυτὸν μικρόν, τηνικαῦτα πλησιάζει αὐτῷ ἡ χάρις ὥσπερ ἦν. Καὶ ἔρχεται αὐτῷ ἄλλη δύναμις ἔχουσα πᾶν ἀγαθὸν ἐν ἑαυτῇ κεκρυμμένον καὶ τὰ εἴδη τῆς ἀντιλήψεως.

Καὶ θαυμάσει ἐκπληττόμενος ὁ ἄνθρωπος μνημονεύσας τὸ πρότερον βάρος καὶ τὴν ἐλαφρότητα τὴν ἐπελθοῦσαν καὶ τὴν δύναμιν ἐννοῶν, καὶ πῶς αἰφνιδίως τοιαύτην ἐδέξατο ἀλλοίωσιν. Καὶ ἐκ τούτου σοφίζεται, ἵνα, ἐὰν ἄλλοτε ἐπέλθῃ αὐτῷ τοιοῦτον βάρος, γνωρίσῃ αὐτὸ ἐκ τῆς πρώτης αὐτοῦ πείρας· ἐὰν γὰρ ἐν τῷ πρώτῳ καιρῷ μὴ ἀγωνίσηται ὁ ἄνθρωπος, ταύτην τὴν γνῶσιν οὐ δύναται κτήσασθαι.

Ὁρᾷς πόσον σοφίζεται ὁ ἄνθρωπος, ὅταν ἐξυπνίσῃ ἑαυτὸν μικρὸν καὶ ὑπομείνῃ ἐν τῷ καιρῷ τοῦ πολέμου; εἰ μὴ μόνον ἡ φύσις τοῦ σώματος ἐξασθενήσῃ καὶ οὐκ ἔστι πόλεμος ἀλλ’ ἀσθενείας ἀνάγκη, τότε γὰρ οὐκ ἔστι συμφέρον πολεμῆσαι τὴν φύσιν· ἐν μέντοι τοῖς λοιποῖς, καλόν ἐστι τὸ ἀναγκάσαι τινὰ ἑαυτὸν ἐν πᾶσι τοῖς ὠφελοῦσιν αὐτόν.

Ἡ διηνεκὴς ἡσυχία ἡ μετὰ ἀναγνώσεως καὶ ἡ σύμμετρος τῶν βρωμάτων μετάληψις καὶ ἡ ἀγρυπνία ταχέως τὴν διάνοιαν ἐξυπνίζουσιν εἰς ἔκπληξιν τῶν πραγμάτων, εἰ μὴ γένηταί τις αἰτία λύουσα τὴν ἡσυχίαν. Αἱ ἔννοιαι αἱ κινούμεναι ἐν τοῖς ἡσυχάζουσιν. αὐτομάτως χωρὶς σκέψεως ποιοῦσιν ἀμφοτέρους τοὺς ὀφθαλμοὺς δίκην κολυμβήθρας βαπτισμοῦ ἐν τοῖς χεομένοις δάκρυσι καὶ τὰς παρειὰς βάπτουσι τῇ πληθυνότητι αὐτῶν.

Ὅταν δι’ ἐγκρατείας δαμασθῇ σου τὸ σῶμα καὶ τῇ προσοχῇ τῆς ἡσυχίας, καὶ αἰσθάνῃ τῷ σώματί σου τῇ ὀξύτητι τοῦ πάθους τῆς πορνείας, ἔξωθεν τῆς φυσικῆς κινήσεως γινόμενον, γίνωσκε ὅτι ἀπὸ λογισμῶν ὑπερηφανίας ἐπειράθης· καὶ μῖξον τῇ τροφῇ σου σποδὸν καὶ προσκόλλησον τῇ γῇ τὴν σὴν γαστέρα, καὶ ἐξερεύνησον τί ἐνενόησας, καὶ μάθε τὴν ἀλλοίωσιν τῆς φύσεώς σου καὶ τὰ παρὰ φύσιν σου ἔργα· ἴσως ἐλεήσει σε ὁ Θεὸς καὶ ἐξαποστείλει σοι φῶς τοῦ μαθεῖν ταπεινωθῆναι, ἵνα μὴ αὐξηθῇ ἡ κακία σου.

Μὴ οὖν παυσώμεθα ἀγωνιζόμενοι καὶ σπουδάζοντες, ἕως ἂν τὴν μετάνοιαν ἐν ἡμῖν ἴδωμεν, καὶ εὕρωμεν τὴν ταπείνωσιν, καὶ ἐπαναπαύσηται ἡ καρδία ἡμῶν ἐν τῷ Θεῷ.

Τοῦ αὐτοῦ· Λόγος ΙΗʹ Διήγησις ἁγίων ἀνδρῶν καὶ λόγοι πανόσιοι, οὓς παρ’ αὐτῶν ἀκήκοα, καὶ περὶ τῆς θαυμαστῆς αὐτῶν διαγωγῆς. Ἐν μιᾷ τῶν ἡμερῶν ἀπῆλθον εἰς κελλίον τινὸς ἀδελφοῦ ἁγίου καὶ ἀνέκλινα ἑμαυτὸν εἰς τόπον τινὰ διὰ τὴν ἀσθένειάν μου, ἵνα ἐπιμέλειάν μου ποιήσηται διὰ τὸν Θεόν· οὐ γὰρ εἶχον ἐκεῖσε τινὰ γνώριμον.

Καὶ ἔβλεπον τοῦτον τὸν ἀδελφόν, νυκτὸς ἀνιστάμενον πρὸ τοῦ καιροῦ, καὶ συνήθειαν ἔχοντα πρὸ τῶν ἀδελφῶν εἰς τὸν κανόνα εὑρεθῆναι. Οὗτος ἱκανῶς ἐστιχολόγει, καὶ ἐξαίφνης, ἐνόσῳ ἐν τούτῳ ἦν, ἤφιε τὸν κανόνα καὶ ἔπιπτεν ἐπὶ πρόσωπον, καὶ ἐντὸς ἑκατὸν ἢ περαιτέρω ἔκρουε τὴν κεφαλὴν τῇ γῇ μετὰ θερμότητος τῆς ἐξαφθείσης ἐν τῇ καρδίᾳ αὐτοῦ ὑπὸ τῆς χάριτος. Καὶ μετὰ ταῦτα ἀνίστατο καὶ εἰς τὸν σταυρὸν τοῦ δεσπότου ἐφίλει, καὶ πάλιν προσεκύνει καὶ <εἰς> τὸν αὐτὸν σταυρὸν ἐφίλει, καὶ αὖθις ἔρριπτεν ἑαυτὸν ἐπὶ πρόσωπον. Καὶ ἐν τῇ τοιαύτῃ συνηθείᾳ ἐπολιτεύετο, ὥστε με μὴ δύνασθαι ἀριθμῷ καταλαβεῖν τὸ πλῆθος τῶν γονυκλισιῶν αὐτοῦ.

Τίς γὰρ ἠδύνατο ἀριθμῆσαι τὰς μετανοίας τοῦ ἀδελφοῦ ἐκείνου, ἃς καθ’ ἑκάστην νύκτα ἐποίει; Εἰκοσάκις γὰρ ἐφίλει εἰς τὸν σταυρὸν μετὰ φόβου καὶ θερμότητος, μετὰ ἀγάπης συγκεκερασμένης εὐλαβείᾳ, καὶ πάλιν ἤρχετο τῆς στιχολογίας. Καὶ ἅπαξ ἅπαξ, ἀπὸ τῆς πολλῆς ἐκκαύσεως τῶν λογισμῶν τῶν ἐξαπτόντων αὐτὸν ἐν τῇ θερμότητι αὐτῶν, ὅταν οὐκ ἠδύνατο φέρειν τὴν ἔξαψιν τῆς φλογὸς ἐκείνης, ὑπὸ τῆς χαρᾶς νικώμενος ἔκραζεν· οὐ γὰρ ἴσχυε κατέχειν ἑαυτόν. ὥστε με πολλὰ θαυμάζειν τὴν χάριν τοῦ ἀδελφοῦ ἐκείνου καὶ τὸν ἀγῶνα αὐτοῦ καὶ τὴν νῆψιν εἰς τὸ ἔργον τοῦ Θεοῦ.

Ἕωθεν δὲ μετὰ τὴν πρώτην, ἡνίκα ἐκαθέζετο εἰς τὴν ἀνάγνωσιν, ὅμοιος ἐγίνετο ἀνθρώπῳ αἰχμαλωτισθέντι, καὶ καθ’ ἕκαστον κεφάλαιον, ὃ ἀνεγίνωσκε, πολλάκις ἔπιπτεν ἐπὶ πρόσωπον, καὶ κατὰ πολὺ τῶν στίχων τὰς χεῖρας εἰς τὸν οὐρανὸν ὕψου καὶ τὸν Θεὸν ἐδοξολόγει.

Ἦν δὲ τῆς ἡλικίας αὐτοῦ ὁ χρόνος τεσσαρακοστός, εἶχε δὲ καὶ τὴν βρῶσιν ὀλιγοστὴν καὶ κατάξηρον. Καὶ διὰ τὸ πολλάκις βιάζειν τὸ σῶμα αὐτοῦ ὑπὲρ μέτρον καὶ δύναμιν, ἐφαίνετο ὡς σκιά, ὥστε με ἐλεῆσαι αὐτὸν ἐκ τῆς ἀσθενείας τοῦ προσώπου αὐτοῦ, ὅπερ ἐκ τῆς πολλῆς ἀσιτίας ἐξέλιπε, καὶ ἦν μὴ δὲ δύο δακτύλων ἔχων ποσότητα.

Πολλάκις δὲ ἔλεγον αὐτῷ· “ἐλέησον σεαυτὸν ἐν τῇ διαγωγῇ σου, ὦ ἀδελφέ, καὶ ταύτῃ τῇ ἀγαθῇ πολιτείᾳ, ἣν ἐκτήσω, καὶ μὴ συμφύρῃς καὶ ἐκκόψῃς σου τὴν ἀναστροφήν, ἥτις ὁμοία καθέστηκεν ἁλύσει πνευματικῇ, διὰ πόθον προσθήκης μικροῦ κόπου, καὶ σταθήσῃ τοῦ δρόμου σου ὅλου· φάγε συμμέτρως, ἵνα πάντοτε φάγῃς, καὶ μὴ ἐκτείνῃς σου τὸν πόδα ὑπὲρ δύναμιν, ἵνα μὴ παντελῶς ἀργήσῃς”.

Ὑπῆρχε δὲ ἐλεήμων καὶ πάνυ αἰδήμων, μετὰ ἱλαρότητος ἐλεῶν, καθαρὸς τὴν φύσιν, πειθήνιος πρὸς παράκλησιν, σοφὸς κατὰ Θεόν, καὶ διὰ τὴν καθαρότητα αὐτοῦ καὶ ἱλαρότητα ἠγαπᾶτο παρὰ πάντων. Εἰργάζετο δὲ καὶ μετὰ τῶν ἀδελφῶν, ὅτε ἔχρηζον αὐτοῦ, πολλάκις τρεῖς ἡμέρας καὶ τέσσαρας, καὶ ἀπὸ ἑσπέρας εἰς ἑσπέραν ἤρχετο εἰς τὸ ἴδιον κελλίον· ἦν γὰρ ἔμπειρος [καὶ] εἰς ταύτην τὴν διακονίαν. Ὅτε δὲ ἐκέκτητό τι, εἰ καὶ ἔχρηζεν αὐτοῦ, ἐκ τῆς πολλῆς αὐτοῦ αἰδοῦς τῆς πρὸς μικροὺς καὶ μεγάλους, οὐκ ἠδύνατο εἰπεῖν μὴ ἔχειν αὐτό· καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον, ὅτε συνειργάζετο τοῖς ἀδελφοῖς, ὡς αἰδούμενος τούτοις, τοῦτο ἐποίει καὶ ἐβίαζεν ἑαυτόν, μὴ ἔχων ἡδέως ἐξελθεῖν ἐκ τῆς κέλλης. Τοιαύτη ἦν ἡ ἀναστροφὴ καὶ ἡ πολιτεία τοῦ ἀδελφοῦ ἐκείνου τοῦ ὄντως θαυμαστοῦ.

Διήγησις περὶ τοῦ παλαιοῦ γέροντος Ἄλλοτε πάλιν ἀπῆλθον πρός τινα παλαιὸν γέροντα, καλὸν καὶ ἐνάρετον· μεγάλως δέ με οὗτος ἠγάπα. Καὶ ἦν ἰδιώτης μὲν τῷ λόγῳ, πεφωτισμένος δὲ τῇ γνώσει καὶ βαθὺς τῇ καρδίᾳ, καὶ τὰ ὑπὸ τῆς χάριτος αὐτῷ χορηγούμενα ἐλάλει. Οὐκ ἐξήρχετο δὲ συχνῶς ἐκ τοῦ ἰδίου κελλίου ἀλλ’ εἰς τὰς ἁγίας συνάξεις· ἦν γὰρ προσέχων ἑαυτῷ καὶ ἡσυχάζων. Τούτῳ εἶπον· “Πάτερ, ἐπῆλθέ μοι λογισμὸς ἀπελθεῖν τῇ κυριακῇ εἰς τὴν στοὰν τῆς ἐκκλησίας, κἀκεῖ καθίσαι καὶ φαγεῖν ἕωθεν, ἵνα πᾶς ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος, θεασάμενός με ἐξουθενήσῃ”.

Πρὸς ταῦτα ἀνταπεκρίθη μοι ὁ γέρων· “Γέγραπται ὅτι πᾶς ὁ ποιῶν κοσμικοῖς σκάνδαλον, οὐκ ὄψεται φῶς. Σὲ γὰρ οὐδεὶς ἐπίσταται ἐν τῇ χώρᾳ ταύτῃ οὐδὲ γινώσκουσί σου τὸν βίον, ἀλλὰ μέλλουσιν εἰπεῖν ὅτι οἱ μοναχοὶ ἀπὸ πρωῒ ἐσθίουσι, καὶ μάλιστα ὅτι εἰσὶν ἐνταῦθα ἀδελφοὶ ἀρχάριοι, οἵτινες εἰσὶν ἀσθενεῖς ἐν τοῖς λογισμοῖς αὐτῶν. Καὶ πολλοὶ ἐξ αὐτῶν ἔχουσιν εἰς σὲ πίστιν καὶ ὠφελοῦνται ἐκ σοῦ, καὶ ὅταν σε ἴδωσι τοῦτο κατεργασάμενον, βλάπτονται.

Οἱ ἀρχαῖοι πατέρες τοιαῦτα ἐποίουν διὰ τὰς πολλὰς θαυματουργίας, ἃς ἐπετέλουν, καὶ διὰ τὴν τιμήν, ἣν εἶχον καὶ τὸ μέγα ὄνομα· ἐποίουν δὲ ταῦτα, ἵνα ἀτιμασθῶσι καὶ ἀποκρύψωσι τὴν δόξαν τῆς πολιτείας αὐτῶν καὶ μακρὰν ποιήσωσιν ἀπ’ αὐτῶν τὰς αἰτίας τῆς ὑπερηφανίας. Σὲ δὲ τί τὸ ἀναγκάζον ποιῆσαι τοῦτο; οὐδὲ οἶδας ὅτι ἔστιν ἑκάστῃ πολιτείᾳ τάξις καὶ καιρός; Σοὶ δὲ οὐκ ἔστι τοιαύτη πολιτεία ἀφωρισμένη οὔτε τοιοῦτον ὄνομα· ὡς γὰρ εἷς τῶν ἀδελφῶν πολιτεύῃ καὶ οὔτε σεαυτὸν ὠφελεῖς καὶ ἄλλους βλάπτεις.

Καὶ πάλιν αὕτη ἡ οἰκονομία οὐ πᾶσιν ἐστὶν ὠφέλιμος, μόνοις δὲ τοῖς μεγάλοις καὶ τελείοις, διότι ἐν ταύτῃ πέφυκεν ἡ λύσις τῶν αἰσθήσεων. Τοῖς μὲν γὰρ μέσοις καὶ τοῖς ἀρχαρίοις ἐπιζήμιός ἐστι, διότι πολλῆς παραφυλακῆς δέονται καὶ τῆς τῶν αἰσθήσεων ὑποταγῆς· οἱ δὲ γέροντες διέβησαν τὸν καιρὸν τῆς παραφυλακῆς καὶ ἐν πᾶσιν οἷς βούλονται κερδαίνουσιν· οἱ γὰρ ἄπειροι ἔμποροι ἐν τοῖς μεγίστοις πράγμασι μεγάλας ἑαυτοῖς προξενοῦσι ζημίας, ἐν δὲ τοῖς εὐτελεστέροις πράγμασιν εἰς τὸ ἔμπροσθεν ταχέως ἐκτείνονται.

Καὶ πάλιν, ὡς ἔφην, παντὶ ἔργῳ ἐστὶ τάξις καὶ πάσῃ διαγωγῇ καιρὸς ἐγνωσμένος· πᾶς δὲ ὁ πρὸ καιροῦ ἀρχόμενος τῶν ὑπὲρ τὸ μέτρον αὐτοῦ, τὴν βλάβην ἑαυτῷ διπλασιάζει καὶ οὐ κέρδος. Εἰ ἐπιθυμεῖς τοῦτο, ὑπόμεινον τὴν οἰκονομικῶς ἐπερχομένην σοι ἀκούσιον ἀτιμίαν μετὰ χαρᾶς καὶ μὴ θορυβηθῇς μήτε μισήσῃς τὸν ἀτιμάζοντά σε”.

Ἤμην ποτὲ ἐν συντυχίᾳ μετ’ ἐκείνου τοῦ εὐφυοῦς, τοῦ γευσαμένου τοῦ φυτοῦ τῆς ζωῆς διὰ τοῦ ψυχικοῦ ἱδρῶτος ἀπὸ πρωΐας τῆς νεότητος αὐτοῦ ἕως τῆς ἑσπέρας τοῦ γήρως αὐτοῦ. Καὶ μετὰ τὸ διδάξαι με πολλοὺς λόγους περὶ ἀρετῆς, εἶπέ μοι οὕτως· “Πᾶσα προσευχὴ ἐν ᾗ μὴ μοχθήσῃ τὸ σῶμα καὶ θλιβῇ ἐν αὐτῇ ἡ καρδία, ἔκτρωμα λογίζεται· χωρὶς ψυχῆς ἐστιν ἐκείνη ἡ προσευχή”.

Καὶ πάλιν ἔφη μοι· “Μετὰ ἀνθρώπου φιλονεικοῦντος, καὶ τὸν λόγον αὐτοῦ στῆσαι θέλοντος, καὶ πονηροῦ τὴν διάνοιαν, καὶ ἀναιδοῦς εἰς τὰς αἰσθήσεις αὐτοῦ, μήτε δώσεις μήτε λάβῃς παντελῶς, ἵνα μὴ μακρύνῃς ἀπὸ σοῦ τὴν καθαρότητα, ἣν ἐκτήσω μετὰ κόπου, καὶ ἐμπλήσῃς σου τὴν καρδίαν σκότους καὶ ταραχῆς”.

Περὶ ἑτέρου γέροντος διήγησις Ἀπῆλθον ποτὲ εἰς κελλίον τινὸς τῶν πατέρων· οὐκ ἤνοιγε δὲ οὗτος ὁ ἅγιος τινὶ συχνῶς. Ὡς δὲ εἶδε με ἀπὸ τῆς θυρίδος, ὅτι αὐτὸς ἐγὼ εἰμί, εἶπε μοι· “Βούλει εἰσελθεῖν;” κἀγὼ ἀντέφην· “Ναὶ τίμιε πάτερ”. Μετὰ δὲ τὸ εἰσελθεῖν με καὶ εὔξασθαι καὶ καθίσαι, καὶ λαλιὰν πολλὴν κινηθῆναι, ἔσχατον ἠρώτησα αὐτόν· “Τί ποιῆσαι ἔχω, πάτερ, ὅτι τινὲς ἔρχονται πρός με καὶ οὔτε κερδαίνω οὔτε ὠφελοῦμαι ἐκ τῆς συντυχίας αὐτῶν αἰδοῦμαι δὲ εἰπεῖν αὐτοῖς μὴ ἐλθεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν συνήθων κανόνων ἐμποδίζουσί με πολλάκις καὶ διατοῦτο θλίβομαι”.

Πρὸς ταῦτα, ἀνταπεκρίθη μοι ἐκεῖνος ὁ μακάριος· “Ἡνίκα τοιοῦτοι τινὲς πρὸς σὲ ἔλθωσιν ἀγαπῶντες τὴν ἀργίαν, ὅταν καθίσωσι μικρόν, ποίησον σεαυτὸν ὅτι θέλεις ἀνίστασθαι εἰς προσευχήν, καὶ εἰπὲ τῷ εὑρισκομένῳ μετὰ μετανοίας· ‘Ἀδελφέ, δεῦρο προσευξώμεθα, ὅτι ὁ καιρὸς τοῦ κανόνος μου ἔφθασε καὶ οὐ δύναμαι διαβῆναι αὐτόν, ὅτι βάρος μοι ἐστὶ βουλομένῳ εἰς ἄλλην ὥραν τοῦτον πληρῶσαι, καὶ γίνεταί μοι αἰτία ταραχῆς, καὶ ἄνευ ἀναγκαίου τινὸς οὐ δύναμαι ἐάσαι αὐτόν· νυνὶ δὲ οὐκ ἔστιν ἐπάναγκες καταργῆσαι τὴν προσευχήν μου’· καὶ μὴ ἐάσῃς αὐτὸν τοῦ μὴ εὔξασθαι μετὰ σοῦ. Ἐὰν δὲ εἴπῃ, ‘Προσεύξαι σύ, ἐγὼ πορεύσομαι’. ποίησον αὐτῷ μετάνοιαν καὶ εἰπὲ αὐτῷ, ‘Διὰ τὴν ἀγάπην, κἂν τὴν μίαν ταύτην εὐχὴν ποίησον μετ’ ἐμοῦ, ἵνα ὠφεληθῶ ἐκ τῆς εὐχῆς σου’.

Καὶ ὅταν ἀναστῆτε, μάκρυνόν σου τὴν εὐχὴν καὶ ὑπὲρ ὃ εἴωθας· ἐὰν γὰρ οὕτως ποιήσῃς αὐτοῖς, καθόσον πρὸς σὲ παραγένωνται. μαθόντες ὅτι οὐχ’ ὁμογνωμονεῖς αὐτοῖς οὔτε ἀγαπᾷς τὴν ἀργίαν. ὁπουδὰν ἀκούσωσιν ὅτι ἐκεῖ εἶ, οὐ μὴ προσεγγίσωσι. Βλέπε οὖν μὴ πρόσωπον λαμβάνων ἀνθρώπου καταλύσῃς τὸ ἔργον τοῦ Θεοῦ.

Ἐὰν δὲ εὑρεθῇ τις τῶν πατέρων ἢ ξένος κεκοπιακώς, ἀντὶ μεγίστης σου εὐχῆς κρίνεται τὸ μετὰ τοῦ τοιούτου στῆναι· καὶ ἐὰν ὁ ξένος ἐκ τῶν ἀγαπώντων τὰς ματαιολογίας ᾖ, τὸ κατὰ δύναμιν ἀναπαύσας αὐτόν, ἀπόλυσον ἐν εἰρήνῃ”.

Εἶπε ποτέ τις τῶν ἁγίων· “Θαυμάζω ὅτι ἀκούω τινὰς ποιοῦντας ἐν ταῖς κέλλαις αὐτῶν ἐργόχειρον, καὶ δυναμένους ἀνελλιπῶς ποιῆσαι καὶ τὸν κανόνα αὐτῶν καὶ μὴ ταράσσεσθαι”. Ἔφη δὲ λόγον, θαύματος ἄξιον· “Ἐν ἀληθείᾳ λέγω, ὅτι ἐὰν ἀπέλθω εἰς ὕδωρ. ταράσσομαι ἀπὸ τῆς συνήθους μοι τάξεως καὶ ἐμποδίζομαι τῆς τελειώσεως τοῦ διακριτικοῦ μου.”

Περὶ ἐρωτήσεως ἀδελφοῦ Ἠρωτήθη ποτὲ ὁ αὐτὸς γέρων ὑπό τινος ἀδελφοῦ· “Τί ποιήσω. ὅτι πολλάκις μοι γίνεταί τι πρᾶγμα οὗ χρείαν ἔχω, ἢ διὰ τὴν ἀσθένειαν, ἢ δι’ ἔργον, ἢ δι’ ἥν τινα οὖν αἰτίαν, καὶ τούτου χωρὶς οὐ δύναμαι πολιτεύσασθαι ἐν τῇ ἡσυχίᾳ. Καὶ βλέπων τινὰ τούτου χρείαν ἔχοντα καὶ νικώμενος ὑπὸ τοῦ ἐλέους, δίδωμι τούτῳ αὐτό· ἢ αἰτηθεὶς ὑπό τινος, καὶ ἀναγκάζομαι ὑπό τε τῆς ἀγάπης καὶ τῆς ἐντολῆς, καὶ παρέχω αὐτό. Καὶ μετὰ ταῦτα ἡ χρεία ποιεῖ με εἰς μέριμναν καὶ ταραχὴν λογισμῶν, καὶ σκορπίζει μου τὸν νοῦν ἀπὸ τῆς εἰς τὴν ἡσυχίαν μερίμνης. Καὶ πολλάκις ἀναγκάζομαι ἐξελθεῖν ἐκ τῆς ἡσυχίας καὶ ἀπελθεῖν εἰς ζήτησιν τοῦ αὐτοῦ πράγματος. Ἐὰν δὲ ὑπομείνω τοῦ μὴ ἐξελθεῖν, ἐν θλίψει πολλῇ καὶ θορύβῳ τῶν λογισμῶν γίνομαι. Οὐκ οἶδα οὖν τί τῶν δύο ἐκλέξομαι ἐμαυτῷ· τὴν παύουσαν καὶ σκορπίζουσάν μου τὴν ἡσυχίαν διὰ τὴν ἀνάπαυσιν τοῦ ἀδελφοῦ μου, ἢ ὑπεριδεῖν τὴν αἴτησιν καὶ μένειν ἐν τῇ ἡσυχίᾳ.”

Πρὸς ταῦτα ἀνταπεκρίθη μοι ὁ γέρων καὶ εἶπε· “Πᾶσα ἐλεημοσύνη, ἢ ἀγάπη, ἢ εὐσπλαγχνία, ἢ ὁτιοῦν διὰ τὸν Θεὸν νομιζόμενον εἶναι—ἀπὸ τῆς ἡσυχίας κωλύον σε, καὶ αἶρον ἀπό σου τὸ αἷμα σου ἐπὶ τὸν κόσμον, καὶ ἐμβάλλον σε εἰς μέριμναν, καὶ ταράσσον σε ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ, καὶ ἐκκόπτον τὰς εὐχάς σου, καὶ εἰσάγον σοι θόρυβον λογισμῶν, καὶ παῦον σε τῆς μελέτης τῶν θείων ἀναγνώσεων, ἥτις ἐστὶν ὅπλον ἀπὸ τῶν μετεωρισμῶν, καὶ λύον τὴν παραφυλακήν σου, καὶ ποιοῦν σε μετὰ τὸ δεδέσθαι περιπατῆσαι, καὶ μετὰ τὸ μονωθῆναι συναναστρέφεσθαι, καὶ ἐξυπνίζον ἐπάνω σου τὰ τεθαμμένα πάθη, καὶ διαλύον τὴν ἐγκράτειαν τῶν αἰσθήσεών σου, καὶ ἐγεῖρον τὴν ἀπὸ τοῦ κόσμου σου θνῆξιν, καὶ κατάγον σε ἀπὸ τῆς γεωργίας τῆς ἀγγελικῆς ἧς τὸ ἔργον μία φροντίς, καὶ ἐν τῷ μέρει τῶν κοσμικῶν ἱστῶν σε—, ἀπόλοιτο ἐκείνη ἡ δικαιοσύνη.

Πλήρωμα τῆς ὀφειλῆς τῆς ἀγάπης ἐν τῇ ἀναπαύσει τῶν σωματικῶν, τοῦ ἔργου τῶν κοσμικῶν ἐστιν, ἢ τῶν μοναχῶν τῶν ἐνδεεστέρων ὄντων τῶν ἐν ἡσυχίᾳ διαγόντων, ἢ τῶν ἐχόντων τὴν ἡσυχίαν μεμιγμένην ἐν ὁμονοίᾳ μετ’ ἀλλήλων καὶ εἰσερχομένων διηνεκῶς καὶ ἐξερχομένων· καὶ τοῦτο τοῖς τοιούτοις καλὸν καὶ ἀξιάγαστον.

Τοῖς μέντοι ἐν ἀληθείᾳ ἐκλεξαμένοις τὴν ἀπὸ τοῦ κόσμου ἀναχώρησιν σώματι καὶ νοΐ, τοῦ στῆσαι τὰς διανοίας αὐτῶν εἰς τὴν μεμονωμένην εὐχήν, ἐν τῇ θνήξει τῶν παρερχομένων καὶ τῆς μνήμης καὶ θέας τῶν πραγμάτων, οὐ πρέπει τῇ τῶν σωματικῶν γεωργίᾳ καὶ τῇ δικαιοσύνῃ τῶν φανερῶν πραγμάτων, ἵνα δι’ αὐτῶν δικαιωθῶσι, τῷ Χριστῷ ὑπηρετεῖν, ἀλλὰ τῇ νεκρώσει τῶν μελῶν αὐτῶν τῶν ἐπὶ τῆς γῆς, κατὰ τὸ τοῦ ἀποστόλου λόγιον, προσφέρειν αὐτῷ θυσίαν καθαράν τε καὶ ἄμωμον, τὴν τῶν λογισμῶν, ἀπαρχὴν τῆς αὐτῶν γεωργίας καὶ τὴν θλίψιν τῶν σωμάτων, ἐν τῇ ὑπομονῇ τῶν κινδύνων διὰ τὴν μέλλουσαν ἐλπίδα· ἡ γὰρ μοναχικὴ πολιτεία τῇ τῶν ἀγγέλων ἐφάμιλλος καθέστηκεν· οὐ πρέπει δὲ ἡμῖν ἐάσαι τὴν ἐπουράνιον γεωργίαν καὶ πραγμάτων ἀντέχεσθαι.”

Περὶ μέμψεως ἀδελφοῦ Ἐμέμφθη ποτέ τις ἀδελφὸς ὡς μὴ ποιήσας ἐλεημοσύνην, καὶ μετὰ παρρησίας ἀνταπεκρίθη τῷ μεμψαμένῳ· “Μοναχοῖς οὐχ’ ὑπόκειται ποιεῖν ἐλεημοσύνην”. Καὶ πρὸς αὐτὸν ἀντέφη ὁ μεμψάμενος· “Δῆλος ἐστὶ καὶ φανερὸς ὁ μοναχός, ὃς οὐχ’ ὑπόκειται ποιεῖν ἐλεημοσύνην· ἐκεῖνος γάρ ἐστιν, ὃς ἀνακεκαλυμμένῳ προσώπῳ δύναται εἰπεῖν τῷ Χριστῷ, ὡς γέγραπται, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι, τουτέστιν ἐκεῖνος ὁ μηδὲν ἔχων ἐπὶ τῆς γῆς καὶ μὴ κατεργάζων ἑαυτὸν ἐν τοῖς σωματικοῖς καὶ μὴ ἔχων κατὰ νοῦν τι τῶν ὁρωμένων, μὴ δὲ μεριμνῶν κτήσασθαί τι, ἀλλὰ καὶ ἐάν τις δώσει τι αὐτῷ, λαμβάνων τὰ πρὸς τὴν χρείαν μόνα, τῶν δὲ ὑπὲρ ταύτην λόγον μὴ ποιούμενος, καὶ ἔστιν ὡς τὸ πετεινὸν ἐν τῇ ἀναστροφῇ αὐτοῦ· τῷ τοιούτῳ οὐχ’ ὑπόκειται ποιῆσαι ἐλεημοσύνην· πῶς γὰρ ἀφ’ ὧν πραγμάτων ἐλεύθερός ἐστι δύναται δοῦναι ἑτέρῳ; Ἐὰν δέ τις ἐργάζηται ταῖς ἰδίαις χερσὶν καὶ παρ’ ἄλλων λαμβάνῃ, ἐποφείλεται αὐτῷ δοῦναι ἐλεημοσύνην, καὶ τὸ ἀμελῆσαι ταύτης, ἐναντίον τῆς ἐντολῆς τοῦ Κυρίου. Εἰ γὰρ ἐν τοῖς κρυπτοῖς οὐ προσεγγίζει τῷ Θεῷ, οὔτε δουλεύειν αὐτῷ οἶδεν ἐν πνεύματι, καὶ τῶν φανερῶν οὐ φροντίζει, ἅτινα δυνατὰ αὐτῷ ἐστί, ποία ἑτέρα ἐλπὶς ἔσται τῷ τοιούτῳ, δι’ ἧς κτήσεται ἑαυτῷ τὴν ζωήν; Ὁ τοιοῦτος ἀσύνετός ἐστιν.”

Ἕτερος γέρων εἶπεν· “Ἐγὼ θαυμάζω ἐκ τῶν ταρασσόντων ἑαυτοὺς ἐν τῷ ἔργῳ τῆς ἡσυχίας, ὅπως ἄλλους ἀναπαύσωσιν ἐν τοῖς σωματικοῖς”.

Καὶ πάλιν ἔφη· “Οὐ χρὴ ἡμᾶς συμμῖξαι τῷ ἔργῳ τῆς ἡσυχίας μέριμναν τινὸς ἑτέρου· πᾶν δὲ ἔργον τιμάσθω ἐν τῷ τόπῳ αὐτοῦ, ἵνα μὴ γένηται ἡ διαγωγὴ ἡμῶν πεφυρμένη· ὁ γὰρ πολλῶν ἔχων μέριμναν, δοῦλος ἐστὶ τῶν πολλῶν, ὁ δὲ πάντα καταλείψας καὶ τῆς καταστάσεως τῆς ἑαυτοῦ ψυχῆς μέριμναν ποιῶν, οὗτος φίλος τῷ Θεῷ πέφυκε. Βλέπε ὅτι οἱ ποιοῦντες ἐλεημοσύνην καὶ πληροῦντες τὴν ἀγάπην τῷ πλησίον ἐν τοῖς σωματικοῖς, οὗτοι πολλοὶ εἰσὶν ἐν τῷ κόσμῳ· οἱ δὲ ἐργάται τῆς καλῆς ἡσυχίας καὶ οἱ ἀσχολούμενοι ἐν τῷ Θεῷ, μόλις εὑρίσκονται καὶ σπάνιοι εἰσί. Τίς δὲ ἐκ τῶν ἐν τῷ κόσμῳ ποιούντων ἐλεημοσύνην ἢ δικαιοσύνην ἐν τοῖς σωματικοῖς ἠδύνατο ἓν τῶν χαρισμάτων φθάσαι, ὧν καταξιοῦνται παρὰ Θεῷ οἱ ἐν ἡσυχίᾳ καθήμενοι;” Καὶ πάλιν εἶπεν· “Ἐὰν ᾖ κοσμικός, ἐν τῇ διαγωγῇ τῶν ἀγαθῶν κοσμικῶν ἀναστρέφου· εἰ δὲ μοναχὸς εἶ, ἐν τοῖς ἔργοις ἐν οἷς ἀριστεύουσιν οἱ μοναχοὶ διάπρεπε. Εἰ μέντοι ἐν ἑκατέροις βούλει ἀναστραφῆναι, ἀπὸ τῶν δύο πέσειν μέλλεις. Ἔργα μοναχοῦ εἰσὶ ταῦτα· ἐλευθερία ἀπὸ τῶν σωματικῶν καὶ ὁ ἐν προσευχαῖς σωματικὸς κόπος καὶ ἡ ἀδιάλειπτος πρὸς Θεὸν μνήμη τῆς καρδίας. Εἰ οὖν δυνατόν σοι χωρὶς τούτων αὐταρκεῖσθαι ταῖς κοσμικαῖς ἀρεταῖς, κρῖνον σύ.” Οὐ δύναται ἆρα μοναχὸς ἐν τῇ ἡσυχίᾳ κακοπαθῶν τὰς δύο ἀναστροφὰς κτήσασθαι, λέγω δὴ μέριμναν Θεοῦ καὶ φέρειν καὶ φροντίδα ἑτέρου ἐν τῇ καρδίᾳ;

Ἐγὼ μὲν οἶμαι ὅτι, οὐδ’ ὅταν ἀφήσῃ πάντα ὁ ἐν τῇ ἡσυχίᾳ βουλόμενος ἀναστρέφεσθαι καὶ τῆς ἑαυτοῦ ψυχῆς καὶ μόνης φροντίζῃ. δύναται ἀνελλιπῶς ἐν τῷ ἔργῳ τῆς ἡσυχίας πολιτεύσασθαι, κἂν ἔξω γένηται τῆς βιωτικῆς μερίμνης· πόσῳ μᾶλλον ἐὰν ἄλλου φροντίσῃ.

Κατέλιπεν ὁ Κύριος ἑαυτῷ ἐν τῷ κόσμῳ τοὺς δουλεύοντας αὐτῷ, καὶ ἐπιμελουμένους τῶν τέκνων αὐτοῦ, καὶ ἐξελέξατο ἑαυτῷ τοὺς ἔμπροσθεν αὐτοῦ λειτουργοῦντας. Οὐ γὰρ ἐν μόνοις τοῖς πράγμασι τῶν ἐπιγείων βασιλέων διαφορὰς τάξεων ἔστιν ἰδεῖν, ἐνδοξοτέρων ὄντων τῶν ἀεὶ κατὰ πρόσωπον τοῦ βασιλέως ἱσταμένων καὶ τοῖς μυστηρίοις αὐτῷ κοινωνούντων, τῶν ὄντων ἐν τοῖς ἐξωτικοῖς πράγμασιν, ἀλλὰ καὶ ἐν τοῖς τοῦ ἐπουρανίου βασιλέως ἔστι ταῦτα ἰδεῖν· πόσην παρρησίαν κέκτηνται οἱ ἐν τῇ ὁμιλίᾳ μετ’ αὐτοῦ μυστηριάζοντες διὰ τῆς προσευχῆς πάντοτε, καὶ πόσου πλούτου ἐπουρανίου τε καὶ ἐπιγείου καταξιοῦνται, καὶ πόσην ἐνδείκνυσιν τὴν αὐτῶν ἐξουσίαν κατὰ πάσης τῆς κτίσεως, ὑπὲρ ἐκείνους τοὺς διὰ κτημάτων καὶ βιωτικῶν πραγμάτων δουλεύοντας τῷ Θεῷ, καὶ ἐν τῇ ἀγαθοεργίᾳ αὐτῶν εὐαρεστοῦντας αὐτῷ, εἰ καὶ τοῦτο μέγιστον καὶ καλὸν πάνυ. Δεῖ οὖν ἡμᾶς, οὐκ ἐκ τούτων τῶν ἐν τοῖς ἔργοις τοῦ Θεοῦ ὄντων ἐλλιπῶν τύπον λαβεῖν, ἀλλ’ ἐκ τῶν ἀθλητῶν καὶ ἀγωνιστῶν ἁγίων, τῶν καλῶς πολιτευσαμένων, καὶ ἐκείνων τῶν καταλειψάντων τὰ βιωτικὰ καὶ ἐν γῇ γεωργησάντων τὴν ἐπουράνιον βασιλείαν, ἐκείνων τῶν καθάπαξ ἀπωσαμένων τὰ γήϊνα καὶ ἐκτεινάντων τὰς χεῖρας πρὸς τὰς τοῦ οὐρανοῦ πύλας.

Ἐν τίνι εὐηρέστησαν οἱ ἀρχαῖοι ἅγιοι τῷ Θεῷ, οἵτινες προωδοποιήσαντο τὴν ὁδὸν ἡμῖν τῆς πολιτείας ταύτης; Ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Θηβαῖος, ὁ θησαυρὸς τῶν ἀρετῶν, ἡ πηγὴ τῆς προφητείας, ἆρα ἐν τοῖς σωματικοῖς ἀναπαύων τοὺς ἀδελφοὺς ἔσωθεν τοῦ ἐγκλειστηρίου αὐτοῦ εὐηρέστησε τῷ Θεῷ ἢ ἐν προσευχῇ καὶ ἡσυχίᾳ;

Ὅτι μὲν γὰρ καὶ ἐν ἐκείνοις πάλιν τινὲς εὐηρέστησαν αὐτῷ, οὐκ ἀντιλέγω, ἀλλ’ ἐνδεέστερον τῶν διὰ προσευχῆς καὶ τῆς τῶν πάντων καταλείψεως. Ἡ γὰρ βοήθεια τῶν ἐν ἡσυχίᾳ εὐδοκιμούντων τοῖς ἰδίοις ἀδελφοῖς, φανερὰ τίς ἐστι, λέγω δὴ τὸ βοηθῆσαι ἡμῖν λόγῳ ἐν καιρῷ ἀνάγκης ἢ τὸ προσφέρειν ὑπὲρ ἡμῶν ἐντεύξεις· ἐκτὸς γὰρ τούτων, μνήμη ἢ μέριμνά τινος ἔνεκεν βιωτικῶν, ἐὰν καθεύδῃ ἐν καρδίᾳ τῶν ἐν ἡσυχίᾳ καθημένων, οὐκ ἔστι τῆς πνευματικῆς σοφίας. Τὸ γὰρ Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. τὰ ὄντα αὐτῷ καὶ τὰ τῷ πλησίον καὶ τὰ τῷ Θεῷ. οὐ τοῖς ἡσυχάζουσιν εἴρηται, ἀλλὰ τοῖς ἔξω πολιτευομένοις· τοῖς γὰρ τῇ ἀγγελικῇ τάξει ἀναστρεφομένοις, λέγω δὴ τῇ τῆς ψυχῆς μερίμνῃ, ἐν τοῖς βιωτικοῖς εὐαρεστεῖν αὐτῷ οὐκ ἐντέταλται, τουτέστι φροντίζειν ἐργοχείρου ἢ λαβεῖν ἀπό τινος καὶ δοῦναι ἑτέρῳ. Ὥστε οὐ δεῖ τὸν μοναχὸν ἔχειν μέριμναν τινὸς κινοῦντος καὶ καταβιβάζοντος τὸν νοῦν αὐτοῦ ἀπὸ τῆς στάσεως αὐτοῦ τῆς πρὸ προσώπου τοῦ Θεοῦ.

Εἰ δέ τις ἀντιλέγοι, μνημονεύων τοῦ θείου Παύλου, ὅτι ἐκεῖνος εἰργάζετο ταῖς ἰδίαις χερσὶ καὶ ἐποίει ἐλεημοσύνας, ἐροῦμεν αὐτῷ ὅτι ὁ Παῦλος καὶ μόνος ἠδύνατο πάντα· ἄλλον δὲ Παῦλον οὐκ οἴδαμεν γενόμενον καὶ δυνάμενον πρὸς πάντα κατ’ ἐκεῖνον· δεῖξον γάρ μοι σὺ ἕτερον Παῦλον, κἀγώ σοι πείθομαι. Λοιπὸν τὰ οἰκονομικῶς γινόμενα, μὴ ἀγάγῃς ἐν τῷ μέσῳ τῶν καθολικῶν πραγμάτων· ἕτερον γάρ ἐστι τὸ ἔργον τοῦ εὐαγγελίου, καὶ ἑτέρα ἡ πρᾶξις τῆς ἡσυχίας. Σὺ δέ, εἰ βούλει κρατῆσαι τῆς ἠσυχίας, γενοῦ ὡς τὰ χερουβίμ, τὰ μηδενὸς φροντίζοντα βιωτικοῦ, καὶ μὴ ἡγοῦ εἶναι τινὰ ἄλλον ἐν τῇ γῇ πλὴν σοῦ καὶ τοῦ Θεοῦ, οὗ φροντίζεις ὡς ἐδιδάχθης ὑπὸ τῶν πατέρων σου τῶν πρὸ σοῦ γεγονότων.

Ἐὰν γὰρ μὴ σκληρύνῃ τίς τὴν καρδίαν καὶ βιαίως συνέξει τὸ ἔλεος αὐτοῦ, ἵνα γένηται μακρὰν ἀπὸ τῆς πάντων μερίμνης, τῆς τε διὰ τὸν Θεὸν καὶ διὰ τινὰ βιωτικά, καὶ ἐν τῇ προσευχῇ καὶ μόνῃ ἐν τοῖς ὡρισμένοις αὐτῷ καιροῖς ἐμμένῃ, ἐλευθερωθῆναι τῆς ταραχῆς καὶ τῆς μερίμνης καὶ ἐν ἡσυχίᾳ γενέσθαι οὐ δύναται.

Ὅταν ἔλθῃ σοι ἐνθύμησις τοῦ φροντίζειν τινὸς λόγῳ ἀρετῆς, ὥστε σκεδάσαι ἀπὸ σοῦ τὴν οὖσαν σοι γαλήνην ἐν τῇ καρδίᾳ, εἰπὲ αὐτῇ· “Καλή ἐστιν ἡ τῆς ἀγάπης ὁδὸς καὶ τὸ διὰ Θεὸν ἔλεος, ἀλλὰ κἀγὼ διὰ τὸν Θεὸν οὐ θέλω αὐτήν”· “Στῆθι μοι γάρ”, ἔφησέ τις μοναχός, “ὅτι διὰ τὸν Θεὸν τρέχω ὀπίσω σου”· κἀκεῖνος ἀντέφη, “Κἀγὼ διὰ τὸν Θεὸν φεύγω ἐκ σοῦ”.

Ὁ ἀββᾶς Ἀρσένιος οὔτε διὰ τὸν Θεὸν οὔτε πρὸς ὠφέλειαν οὔτε πρὸς ἄλλό τι ὑπήντα τινί. Ἄλλος διὰ τὸν Θεὸν ὅλην τὴν ἡμέραν ἐλάλει, καὶ ἅπαντας τοὺς ἐρχομένους ξενικοὺς ἐδέχετο, ἐκεῖνος δὲ ἀντὶ τοῦδε ἐξελέξατο τὴν σιγὴν καὶ τὴν ἡσυχίαν, καὶ διατοῦτο «μετὰ τοῦ θείου Πνεύματος» ἐν μέσῳ τῆς θαλάσσης τοῦ παρόντος βίου μετὰ γαλήνης μεγίστης «διέπλεε τῷ πλοίῳ τῆς ἡσυχίας», ὡς φανερῶς ὡράθη τοῖς ἀγωνισταῖς τοῖς ἐξερευνήσασι περὶ τούτου.

Καὶ γὰρ ὁ τῆς ἡσυχίας ὅρος οὗτός ἐστι· σιωπὴ ἀπὸ πάντων. Ἐὰν δὲ ἐν τῇ ἡσυχίᾳ εὑρεθῇς πεπληρωμένος ταραχῆς καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν θορυβήσῃς τὸ σῶμα καὶ τὴν ψυχὴν ἐν φροντίδι τινῶν, ποίαν ἡσυχίαν τηνικαῦτα ἄγεις φροντίζων πολλῶν, ἵνα ἀρέσῃς τῷ Θεῷ; κρῖνον σύ· ἄνευ γὰρ τῆς τῶν πάντων καταλείψεως καὶ τοῦ μακρυσμοῦ ἀπὸ πάσης φροντίδος, τὴν πολιτείαν τῆς ἡσυχίας κατορθώσασθαι ἐπονείδιστον ἡμῖν εἰπεῖν.

Τοῦ αὐτοῦ· Λόγος ΙΘʹ Περὶ διαφορᾶς τῆς ἐν ἡσυχίᾳ διακρίσεως· καὶ περὶ τοῦ νοὸς ἐξουσίας, καὶ μέχρι τίνος ἔχει ταύτην τὴν ἐξουσίαν τοῦ νικῆσαι τὰς ἰδίας κινήσεις ἐν τῇ διαφορᾷ τῶν τῆς προσευχῆς σχημάτων· καὶ τίς ὁ τῇ φύσει διδόμενος ὅρος τῆς προσευχῆς· καὶ τίνος μέχρι ἐξουσιάζει ἐν αὐτῇ προσεύχεσθαι· καὶ ὃν διαβαινούσης ὅρον μὴ εἶναι ταύτην προσευχήν, εἰ καὶ προσηγορία προσευχῆς λέγεται τὸ τελούμενον. Δόξα τῷ ἐκχέαντι πλουσίως τὰς ἑαυτοῦ δωρεὰς ἐν τοῖς ἀνθρώποις, ὅτι σαρκικοὺς ὄντας ἐποίησεν αὐτοὺς λειτουργῆσαι αὐτῷ ἐν τάξει τῶν ἀσωμάτων φύσεων, καὶ κατηξίωσε τὴν τῶν χοϊκῶν φύσιν λαλῆσαι περὶ τοιούτων μυστηρίων, καὶ μάλιστα ἁμαρτωλοὺς καθ’ ἡμᾶς, τοὺς μὴ ὄντας ἀξίους μήτε ἀκοῦσαι λόγων τοιούτων.

Ἀλλὰ τῇ χάριτι αὐτοῦ διήνοιξε τὴν πώρωσιν τῆς καρδίας ἡμῶν τοῦ κατανοῆσαι ἐκ τῆς θεωρίας τῶν γραφῶν καὶ διδαχῆς τῶν μεγάλων πατέρων. Οὐ γὰρ ἠξιώθην ἐξ οἰκείου ἀγῶνος ἔχειν πεῖραν ἑνὸς ἐκ χιλίων ὧν ἐν ταῖς ἐμαῖς χερσὶ διεθέμην, καὶ μάλιστα ἐν τῷδε τῷ συγγράμματι, ὅπερ μέλλομεν ἐκθέσθαι πρὸς ἐρεθισμὸν καὶ φωτισμὸν τῶν ψυχῶν ἡμῶν καὶ τῶν ἐντυγχανόντων αὐτῷ, <οἵτινες> ἴσως ἐξυπνισθῶσι προσεγγίσαι τῇ ἐργασίᾳ ἐξ ἐπιθυμίας τούτου.

Ἄλλο ἐστὶν ἡ ἡδονὴ τῆς προσευχῆς, καὶ ἕτερόν ἐστιν τῆς προσευχῆς ἡ θεωρία· τιμιωτέρα δὲ τῆς πρώτης ἡ δευτέρα, ὅσον ὁ τέλειος ἄνθρωπος τοῦ ἀτελοῦς παιδίου. Ἐνίοτε ἐφηδύνονται οἱ στίχοι ἐν τῷ στόματι, καὶ στιχολογία ἀναρίθμητος γίνεται ἑνὸς στίχου ἐν τῇ προσευχῇ, μὴ συγχωροῦσα ἐπ’ ἄλλον στίχον δραμεῖν, καὶ κόρον οὐκ οἶδεν· ἐνίοτε δὲ ἐκ τῆς προσευχῆς, τίκτεται θεωρία τις, καὶ τὴν προσευχὴν τῶν χειλέων ἐκκόπτει, καὶ γίνεται ἐκεῖνος τῇ θεωρίᾳ σῶμα ἄπνουν, ἐκπεπληγμένος· τὸ τοιοῦτον λέγομεν τὴν τῆς προσευχῆς θεωρίαν, καὶ οὐχὶ καθὼς οἱ ἄφρονες λέγουσιν, εἶδος τινὸς καὶ μορφὴν ἢ σχῆμα φαντασθέν. Καὶ πάλιν ἐν ταύτῃ τῇ θεωρίᾳ τῆς προσευχῆς, μέτρον ἐστὶ καὶ διάκρισις χαρισμάτων· καὶ μέχρι τούτου προσευχή ἐστι, διότι οὔπω διέβη ἡ διάνοια τοῦ μὴ εἶναι προσευχήν, ὅπερ ἐστὶν ὑψηλότερον αὐτῆς· αἱ γὰρ κινήσεις τῆς γλώττης καὶ τῆς καρδίας ἐν τῇ προσευχῇ, κλεῖδες εἰσί· τὰ μέντοι μετὰ ταῦτα, εἴσοδος εἰς τὰ ταμεῖα. Παυσάσθω ἐνταῦθα πᾶν στόμα καὶ πᾶσα γλῶσσα, καὶ καρδία ἡ τῶν λογισμῶν ταμειοῦχος, καὶ νοῦς ὁ τῶν αἰσθήσεων κυβερνήτης, καὶ ἡ διάνοια τὸ ταχυπετὲς ὄρνεον καὶ ἀναιδέστατον καὶ πᾶσα τούτων μηχανή, παυσάσθω· κἀνταῦθα μενέτωσαν οἱ ζητοῦντες, διότι παρέστη ὁ οἰκοδεσπότης.

Καθώσπερ πᾶσα ἡ δύναμις τῶν νόμων καὶ τῶν ἐντολῶν τῶν δοθεισῶν τοῖς ἀνθρώποις παρὰ Θεοῦ, μέχρι τῆς καθαρότητος τῆς καρδίας διορίζεται, κατὰ τὸν λόγον τῶν πατέρων, οὕτως καὶ πάντες οἱ τρόποι καὶ τὰ σχήματα τῆς προσευχῆς ἅτινα τῷ Θεῷ προσεύχονται οἱ ἄνθρωποι, μέχρι τῆς καθαρᾶς προσευχῆς διορίζονται· οἵ τε γὰρ στεναγμοί, καὶ αἱ γονυπετίαι, καὶ αἱ καρδιακαὶ δεήσεις, καὶ οἱ γλυκύτατοι κλαυθμοί, καὶ πάντα τὰ ἐν τῇ προσευχῇ σχήματα, καθὼς ἔφην, ἕως τῆς καθαρᾶς εὐχῆς τὸν ὅρον κέκτηνται, καὶ ἐξουσίαν ἔχει κινεῖσθαι. Ἀπὸ δὲ τῆς καθαρότητος τῆς προσευχῆς καὶ μέχρι τῶν ἔνδον, ἡνίκα τὸν ὅρον τοῦτον διαβῇ, οὐκέτι ἕξει ἡ διάνοια οὔτε προσευχήν, οὔτε κίνησιν, οὔτε κλαυθμόν, οὔτε ἐξουσίαν, οὔτε αὐτεξουσιότητα, οὔτε δέησιν, οὔτε ἐπιθυμίαν, ἢ τινὸς ἡδονὴν τῶν ἐν τῷ βίῳ ἐλπιζομένων, ἢ τῶν ἐν τῷ μέλλοντι αἰῶνι· καὶ διατοῦτο μετὰ τὴν καθαρὰν προσευχήν, ἄλλη προσευχὴ οὐκ ἔστι.

Καὶ πᾶσα ταύτης κίνησις καὶ πάντα τὰ σχήματα, ἕως ὧδε τὸν νοῦν ἀπάγουσι τῇ ἐξουσίᾳ τῆς αὐτεξουσιότητος· διατοῦτο, ἀγὼν ἐν αὐτῇ. Μετὰ δὲ τοῦτον τὸν ὅρον, ἔκπληξις ἔσται τότε καὶ οὐχὶ προσευχή, διότι πέπαυται τῆς προσευχῆς, καὶ θεωρία τίς ἐστι, καὶ οὐχὶ προσευχὴν προσεύχεται ὁ νοῦς.

Πᾶς τρόπος προσευχῆς γινόμενος, διὰ κινήσεως <τῆς ψυχῆς> γίνεται· ἡνίκα δὲ ὁ νοῦς εἰσέλθῃ εἰς τὰς πνευματικὰς κινήσεις, ἐκεῖ προσευχὴν οὐκ ἔχει. Ἄλλο ἐστὶ προσευχὴ καὶ ἄλλο ἡ ἐν αὐτῇ θεωρία, εἰ καὶ ἐξ ἀλλήλων τὰς ἀφορμὰς λαμβάνουσιν· ἐκείνη μέν, γάρ, σπόρος· αὕτη δέ, δραγμάτων ἄρσις, ἔνθα θέᾳ ἀνεκλαλήτῳ ἐξίσταται ὁ θερίζων, πῶς ἐξ ἐλαχίστων καὶ γυμνῶν κόκκων ὧν ἔσπειρε, τοιοῦτοι ἀνθηροὶ στάχυες ἐνώπιον αὐτοῦ ἐξαίφνης ἐβλάστησαν· οὗτος μένει ἐν τῇ θεωρίᾳ ἐκτὸς πάσης κινήσεως, διότι πᾶσα προσευχὴ γινομένη, δέησις ἐστίν, ἢ αἴτησις, ἢ αἴνεσις, ἢ εὐχαριστία. Ἐξερεύνησον εἰ ἔστι μία τούτων ἢ τίνος αἴτησις, ὅταν διαβῇ ὁ νοῦς τὸν ὅρον τοῦτον καὶ εἰσέλθῃ εἰς τὴν χώραν ἐκείνην· τὸν γὰρ εἰδότα τὴν ἀλήθειαν ἐγὼ ἐρωτῶ, διότι οὐ πᾶσιν αὔτη ἡ διάκρισις, ἀλλ’ ἐκείνοις, τοῖς θεαταῖς καὶ λειτουργοῖς τούτου τοῦ πράγματος γεγενημένοις, ἢ παιδευθεῖσιν ὑπὸ τοιούτων πατέρων καὶ ἐκ στόματος αὐτῶν τὴν ἀλήθειαν δεδεγμένοις, καὶ ἐν ταύταις καὶ τοιαύταις ζητήσεσι διαπεράσασι τὸν βίον αὐτῶν κατὰ ἐρώτησιν καὶ ἀπόκρισιν περὶ τῆς ἀληθείας.

Ὥσπερ μόλις ἐκ μυριάδων ἀνθρώπων εἷς εὑρίσκεται πληρώσας τὰς ἐντολὰς καὶ τὰ νόμιμα μικρὸν ἐνδεῶς καὶ φθάσας εἰς τὴν τῆς ψυχῆς καθαρότητα, οὕτως εἷς ἐκ χιλίων εὑρίσκεται καταξιωθεὶς φθάσαι μετὰ πολλῆς παραφυλακῆς εἰς τὴν καθαρὰν προσευχὴν καὶ διαρρῆξαι τοῦτον τὸν ὅρον καὶ τυχεῖν ἐκείνου τοῦ μυστηρίου. διότι πολλοὶ τῆς καθαρᾶς προσευχῆς οὐδαμῶς ἠξιώθησαν ἀλλ’ ὀλίγοι· πρὸς δὲ τὸ μυστήριον ἐκεῖνο τὸ μετ’ ἐκείνην καὶ πέραν. ὁ φθάσας <εἰς τὴν γνῶσιν ταύτην> μόλις εὑρίσκεται γενεᾷ καὶ γενεᾷ τῇ χάριτι τοῦ Θεοῦ.

Προσευχή ἐστι δέησις καὶ φροντὶς καὶ τινὸς ἐπιθυμία, ἢ λυτρώσεως τῶν ἐνθάδε πειρασμῶν ἢ τῶν μελλόντων, ἢ δέησις δι’ ἧς ὑπὸ Θεοῦ βοηθεῖται ἄνθρωπος. Ἐντὸς τούτων τῶν κινήσεων περιορίζονται αἱ τῆς προσευχῆς κινήσεις. Ἡ μέντοι καθαρότης αὐτῆς καὶ ἡ μὴ καθαρότης οὕτως ἔχει· ὅταν ἐν τῷ καιρῷ, ἐν ᾦ εὐτρέπισται ὁ νοῦς προσενέγκαι μίαν τῶν κινήσεων αὐτοῦ ὧν εἴπομεν, συμμιγῇ αὐτῷ ἔννοιά τις ξένη ἢ ῥεμβασμὸς ἔν τινι, τότε οὐ καθαρὰ λέγεται ἐκείνη ἡ προσευχή, διότι ἐκ τῶν μὴ καθαρῶν ζώων ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον Κυρίου, ὅπερ ἔστιν ἡ καρδία, τὸ νοητὸν θυσιαστήριον.

Ἐὰν δέ τις μνήμην ἀγάγῃ ἐκείνης τῆς ὑπὸ τῶν πατέρων καλουμένης πνευματικῆς προσευχῆς, καὶ μὴ συνιὼν τὴν δύναμιν τῶν λογίων τῶν πατέρων, εἴπῃ· “Αὕτη ἐκ τῶν τῆς πνευματικῆς προσευχῆς ὅρων ἐστίν”, ἐγὼ μὲν οἶμαι, εἰ πρὸς τὴν τῆς κατανοήσεως ἔρευναν ἔλθῃ, βλασφημία ἐστὶ τὸ λέγειν τινὰ τῶν κτισμάτων ὅτι ἡ πνευματικὴ προσευχὴ ὅλως κλίνει· ἡ γὰρ κλίνουσα, κάτωθέν ἐστι τῆς πνευματικῆς, πᾶσα δὲ πνευματική, κινήσεως ἠλευθέρωται.

Καὶ εἰ μετὰ καθαρότητος μόλις τις προσεύχεται, τί εἴπωμεν περὶ τῆς πνευματικῆς; Διότι ἔθος ἦν τοῖς ἁγίοις πατράσι πάσας τὰς ἀγαθὰς κινήσεις καὶ τὰς πνευματικὰς ἐργασίας τῷ τῆς προσευχῆς ὀνόματι προσαγορεύειν· οὐ μόνοις δὲ τούτοις, ἀλλὰ καὶ πᾶσι τοῖς πεφωτισμένοις τῇ γνώσει, τὰς καλὰς ἐργασίας παραπλησίως τῇ προσευχῇ λογίζεσθαι εἴωθε· καὶ τοῦτο φανερόν, ὅτι ἕτερόν ἐστι προσευχή, καὶ ἕτερόν ἐστι τὰ ἐκτελούμενα πράγματα.

Ἐνίοτε δὲ ταύτην τὴν λεγομένην πνευματικὴν προσευχήν, ἔν τισιν ὁδὸν προσαγορεύουσι, καὶ ἐν ἄλλοις γνῶσιν, ἐν ἑτέροις δὲ ὀπτασίαν νοεράν. Ὁρᾷς πῶς διαλλάσσουσιν οἱ πατέρες τὰς προσηγορίας ἐν τοῖς πνευματικοῖς πράγμασιν; Αὕτη γὰρ ἡ ἀκρίβεια τῶν ὀνομάτων τοῖς ἐνταῦθα πράγμασι συνίσταται· ὑγιὲς δὲ ἢ ἀληθινὸν ὄνομα τοῖς τοῦ μέλλοντος αἰῶνος πράγμασιν οὐδαμῶς, ἀλλὰ μία γνῶσις ἁπλῆ ὑπεράνω πάσης προσηγορίας, καὶ παντὸς στοιχείου καὶ μορφῆς καὶ χροιᾶς καὶ σχήματος καὶ συνθέτων ὀνομάτων.

Διατοῦτο ἡνίκα ὑψωθῇ ἡ γνῶσις τῆς ψυχῆς ἐκ τοῦ ὁρατοῦ κόσμου, ὡς βούλονται οἱ πατέρες χρῶνται τοῖς δηλωτικοῖς αὐτῆς, καθότι τὰ ὀνόματα αὐτῆς ἐν ἀκριβείᾳ οὐδεὶς ἐπίσταται, ἀλλ’ ἵνα ἐπιστηρίξωσιν αὐτῇ τοὺς ψυχικοὺς διαλογισμούς, προσηγορίαις χρῶνται καὶ παραβολαῖς κατὰ τὸ λόγιον τοῦ ἐν ἁγίοις Διονυσίου εἰπόντος, ὅτι «ἐν παραβολαῖς καὶ συλλαβαῖς καὶ ὀνόμασιν ἐνδεχομένοις καὶ ῥήμασι χρώμεθα τῶν αἰσθήσεων ἕνεκα· ἡνίκα δὲ τῇ ἐνεργείᾳ τοῦ πνεύματος κινηθῇ ἡ ψυχὴ πρὸς ἐκεῖνα τὰ θεῖα, περιττόν ἐστιν ἡμῖν τότε αἵ τε αἰσθήσεις καὶ αἱ δι’ αὐτῶν ἐνέργειαι, ὥσπερ αἱ δυνάμεις τῆς ψυχῆς τῆς πνευματικῆς περιτταί εἰσιν. ἡνίκα ἡ ψυχὴ ὁμοία τῇ θεότητι κατασταθῇ τῇ ἀκαταλήπτῳ ἑνότητι, καὶ φωτισθῇ τῇ ἀκτῖνι τοῦ ὑψηλοῦ φωτὸς ἐν ταῖς ἑαυτῆς κινήσεσι».

Λοιπόν, ἀδελφέ, πίστευε ὅτι ἐξουσίαν ἔχει διακρίνειν ὁ νοῦς τὰς ἑαυτοῦ κινήσεις ἕως τοῦ τόπου τῆς ἐν προσευχῇ καθαρότητος. Ὅταν δὲ φθάσῃ ἐκεῖ, καὶ μὴ στραφῇ εἰς τὰ ὀπίσω ἢ καταλείψῃ τὴν προσευχήν, τότε γίνεται ἡ προσευχὴ ὥσπέρ τις μεσίτις μεταξὺ τῆς ψυχικῆς καὶ τῆς πνευματικῆς· ὅταν μὲν κινηθῇ, ἐν τῇ ψυχικῇ χώρᾳ ἐστίν, ὅταν δὲ εἰς ἐκείνην τὴν χώραν εἰσέλθῃ, παύεται τῆς προσευχῆς. Οἱ γὰρ ἅγιοι ἐν τῷ μέλλοντι αἰῶνι οὐ προσευχῇ προσεύχονται ὅταν ὁ νοῦς καταποθῇ ὑπὸ τοῦ Πνεύματος, ἀλλὰ μετὰ καταπλήξεως ἐναυλίζονται ἐν τῇ εὐφραινούσῃ δόξῃ· οὕτως ὅταν ἀξιωθῇ ὁ νοῦς αἰσθάνεσθαι τῆς μελλούσης μακαριότητος, καὶ ἑαυτοῦ ἐπιλανθάνεται καὶ πάντων τῶν ἐνθάδε καὶ οὐκέτι ἕξει κίνησιν ἔν τισι.

Τούτου ἕνεκεν μετὰ πεποιθήσεως θαρρεῖ τις λέγειν, ὅτι πᾶσαν ἀρετὴν γινομένην καὶ πᾶσαν τάξιν προσευχῆς, εἴτε ἐν σώματι εἴτε ἐν διανοίᾳ. τὸ αὐτεξούσιον τοῦ θελήματος ὁδηγεῖ καὶ κινεῖ, καὶ αὐτὸν τὸν νοῦν τὸν ὄντα βασιλέα τῶν αἰσθήσεων. Ἡνίκα δὲ τοῦ Πνεύματος ἡ διοίκησις καὶ ἡ οἰκονομία κυριεύῃ τοῦ νοὸς τοῦ τῶν αἰσθήσεων καὶ λογισμῶν οἰκονόμου, ἀφαιρεῖται τὸ αὐτεξούσιον ἀπὸ τῆς φύσεως, καὶ ὁδηγίᾳ ὁδηγεῖται τότε καὶ οὐχ’ ὁδηγήσει. Καὶ ποῦ τότε ἔσται ἡ προσευχή, ἡνίκα ἡ φύσις μὴ ἰσχύῃ ἐξουσίαν ἔχειν καθ’ ἑαυτῆς, ἀλλ’ ἑτέρᾳ δυνάμει ὁδηγεῖται ἔνθα οὐ γινώσκει; Οὐδὲ τὰς κινήσεις τῆς διανοίας κατορθῶσαι δύναται ἐν οἷς βούλεται, ἀλλ’ αἰχμαλωσίᾳ κρατεῖται ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ ὑπ’ αὐτῆς ὁδηγεῖται ἔνθα οὐκ αἰσθάνεται; Ἀλλ’ οὐδὲ θέλησιν ἕξει τηνικαῦτα, οὔτε εἰ ἐν σώματι ἐστίν, ἢ ἐκτὸς τοῦ σώματος οἶδε, κατὰ τὴν τῆς γραφῆς μαρτυρίαν. Λοιπὸν ἔσται ἆρα, τῷ οὕτως αἰχμαλωτισθέντι καὶ ἑαυτὸν μὴ εἰδότι, προσευχή;

Διατοῦτο μηδεὶς βλασφημείτω καὶ λέγειν θαρρείτω, δυνατὸν εἶναι τοῦ προσεύχεσθαι τὴν πνευματικὴν προσευχήν. Ταύτῃ γὰρ τῇ τόλμῃ καταχρῶνται οἱ μετὰ ἀλαζονείας Προσευχόμενοι καὶ ἰδιῶται τῇ γνώσει, καὶ ἑαυτοῖς καταψεύδονται, ὅτι ὅταν βούλοιντο προσεύχονται τὴν πνευματικὴν προσευχήν. Οἱ δὲ ταπεινόφρονες καὶ νοήμονες συγκαταβαίνουσι μαθεῖν παρὰ τῶν πατέρων καὶ γνῶναι τοὺς ὅρους τῆς φύσεως, καὶ ταύτῃ τῇ τόλμῃ τὰς ἑαυτῶν διανοίας δοῦναι οὐκ ἀνέχονται.

Καὶ τίνος ἕνεκεν, ἐπεὶ οὐκ ἔστι προσευχή, τῇ τῆς προσευχῆς ἐπωνυμίᾳ προσαγορεύεται αὕτη ἡ ἀνεκλάλητος χάρις; Τὸ αἴτιον οὕτως εἶναι λέγομεν· διότι ἐν τῷ καιρῷ τῆς προσευχῆς δίδοται τοῖς ἀξίοις, καὶ ἐκ τῆς προσευχῆς ἔχει τὴν ἀφορμήν, καθότι οὐκ ἔστι ταύτῃ τῇ ἐπιδόξῳ τόπος ἐπιφοιτήσεως ἀλλ’ ἢ τῷ τοιούτῳ καιρῷ κατὰ τὴν τῶν πατέρων μαρτυρίαν. Διά τοι τοῦτο τῇ ἐπωνυμίᾳ τῆς προσευχῆς προσαγορεύεται, διότι ἐκ τῆς προσευχῆς ὁδηγεῖται ὁ νοῦς πρὸς ἐκείνην τὴν μακαριότητα, καὶ διὰ τὸ τὴν προσευχὴν ταύτην εἶναι αἰτίαν καὶ ἐν ἄλλοις καιροῖς χώραν οὐκ ἔχειν, ὡς δηλοῦσι τὰ συγγράμματα τῶν πατέρων· εἴδομεν γὰρ πολλοὺς τῶν ἁγίων ὡς καὶ ἐν τοῖς βίοις αὐτῶν ἐστίν, ἱσταμένους εἰς προσευχὴν καὶ ἁρπαγέντας τὸν νοῦν.

Ἀλλ’ ἐάν τις ἐρωτήσῃ, τίνος χάριν ἐν τούτῳ τῷ καιρῷ μόνον γίνονται ταῦτα τὰ μεγάλα καὶ ἀνεκλάλητα χαρίσματα ἐροῦμεν· διότι ἐν τούτῳ τῷ καιρῷ, πλέον παντὸς καιροῦ, ὁ ἄνθρωπος ηὐτρεπισμένος τυγχάνει καὶ σεσυνηγμένος τοῦ προσέχειν τῷ Θεῷ, καὶ ἐπιθυμῶν καὶ ἐκδεχόμενος παρ’ αὐτοῦ τὸ ἔλεος. Καὶ συντόμως εἰπεῖν, καιρός ἐστι τῆς στάσεως ἐπὶ <τῆς> τοῦ βασιλέως πύλης εἰς τὸ δέεσθαι, καὶ ἡ αἴτησις τοῦ δεομένου καὶ παρακαλοῦντος, ἐν τούτῳ τῷ καιρῷ πρέπει δοθῆναι. Ποῖος γὰρ καιρός ἐστιν ἐν ᾧ ὁ ἄνθρωπος ηὐτρεπισμένος καὶ ἐν παραφυλακῇ τυγχάνει, ὡς ὁ καιρὸς ἐν ᾧ προσεύχεσθαι μέλλει; ἢ πρέπον ἐστὶν ἴσως ἐν τῷ καιρῷ ἐν ᾧ καθεύδει ἢ ἐργάζεταί τι ἢ πεφυρμένος τὸν νοῦν γίνεται, τυχεῖν τινὸς τῶν τοιούτων;

Ἰδοὺ γάρ, εἰ καὶ οἱ ἅγιοι καιρὸν ἀργίας οὐκ ἔχουσι, διότι ἐν πάσῃ ὥρᾳ ἠσχολημένοι εἰσὶν ἐν τοῖς πνευματικοῖς, ἀλλ’ οὖν ὅταν μὴ ἐν ἑτοιμασίᾳ τῆς προσευχῆς ἱστάμενοι ὦσι—πολλάκις γὰρ ἢ μελετῶσιν ἔν τισι τῶν ἐν τῷ βίῳ ἢ ἐν τῇ θεωρίᾳ τῶν κτισμάτων, μετὰ καὶ τῶν ἄλλων τῶν ὄντων ἐπωφελῶ—ἀλλ’ ἐν τῷ καιρῷ τῆς προσευχῆς, τῷ Θεῷ μόνῳ προσέχει τοῦ νοὸς ἡ θεωρία, καὶ πρὸς αὐτὸν τείνει πάσας τὰς κινήσεις αὐτοῦ, καὶ δεήσεις ἐκ καρδίας μετὰ σπουδῆς καὶ θέρμης διηνεκοῦς προσάγει αὐτῷ.

Καὶ διατοῦτο ἐν τούτῳ τῷ καιρῷ, ἐν ᾧ μονωτάτη φροντὶς ἔγκειται τῇ ψυχῇ, πρέπον ἐστὶ βρύειν ἐξ αὐτοῦ θείαν εὐμένειαν. Ἰδοὺ γὰρ βλέπομεν ὅτι, ἡνίκα ἕκαστος εὐτρεπισθῇ καὶ εἰς προσευχὴν στῇ, ἐξευμενιζόμενοι τὸ θεῖον καὶ δεόμενοι καὶ συνάγοντες τὸν νοῦν <ἐν Θεῷ>, τότε ἐπιφοιτᾷ τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τῷ ἄρτῳ καὶ τῷ οἴνῳ τῷ ἐπιτεθειμένῳ ἐπὶ τῷ θυσιαστηρίῳ. Καὶ τῷ Ζαχαρίᾳ δὲ ἐν τῷ καιρῷ τῆς προσευχῆς ὤφθη ὁ ἄγγελος καὶ τὸν Ἰωάννου τόκον προευηγγελίσατο. Ὁμοίως καὶ τῷ Πέτρῳ, ἐπὶ δωματίῳ προσευχομένῳ ἐν τῷ καιρῷ τῆς ἕκτης ὥρας, ὤφθη ἡ ὀπτασία ἡ ὁδηγήσασα ἐπὶ τὴν τῶν ἐθνῶν πρόσκλησιν διὰ τῆς κατενεχθείσης οὐρανόθεν ὀθόνης καὶ τῶν ἐν αὐτῇ ζώων. Καὶ τῷ Κορνηλίῳ προσευχομένῳ ὤφθη ἄγγελος καὶ εἶπεν αὐτῷ τὰ περὶ αὐτοῦ γεγραμμένα.

Καὶ πάλιν Ἰησοῦ τῷ υἱῷ Ναυῆ, ἐπὶ πρόσωπον κεκυφότι ἐν προσευχῇ, ἐλάλησεν αὐτῷ ὁ Θεός. Καὶ πάλιν ἐκ τοῦ ἱλαστηρίου τοῦ ἄνωθεν τῆς κιβωτοῦ, ἐξ οὗ ὁ ἱερεὺς ἐμυεῖτο θεόθεν τὰς ὀπτασίας ἑκάστου τῶν ὀφειλομένων, ἐν τῷ καιρῷ ἐν ᾧ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ εἰσήρχετο ἐν τῷ φρικώδει καιρῷ τῆς προσευχῆς, τῶν φυλῶν πασῶν τῶν υἱῶν Ἰσραὴλ συνηγμένων καὶ ἱσταμένων ἐν τῇ ἐξωτέρᾳ σκηνῇ εἰς προσευχήν, ἡνίκα εἰσήρχετο ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια ἁγίων καὶ ἔρριπτεν ἑαυτὸν ἐπὶ πρόσωπον, ἤκουε τῶν λογίων τοῦ Θεοῦ δι’ ὀπτασίας φοβερᾶς καὶ ἀνεκλαλήτου. Ὢ τί φοβερὸν ἐκεῖνο τὸ μυστήριον ὃ ἐλειτουργεῖτο ἐν ἐκείνῳ τῷ πράγματι.

Οὕτως καὶ πᾶσαι αἱ ὀπτασίαι αἱ ἐν τοῖς ἁγίοις φανεῖσαι, ἐν τῷ καιρῷ τῆς εὐχῆς γίνονται. Ποῖος γὰρ καιρὸς ἅγιος καὶ τῷ ἁγιασμῷ πρέπων καὶ τῇ εἰσδοχῇ τῶν χαρισμάτων, ὡς ὁ τῆς προσευχῆς καιρὸς ἐν ᾧ συνδιαλέγεταί τις τῷ Θεῷ; Ἐν τούτῳ γὰρ τῷ καιρῷ αἱ πρὸς Θεὸν λιτανεύσεις καὶ δεήσεις καὶ αἱ μετ’ αὐτοῦ συντυχίαι γίνονται· πάσας τὰς κινήσεις καὶ ἐνθυμήσεις πανταχόθεν μετὰ βίας συνάγει ὁ ἄνθρωπος, καὶ ἐν τῷ Θεῷ μόνῳ διαλογίζεται, καὶ τὴν καρδίαν αὐτοῦ ἐμπιπλαμένην ἐξ αὐτοῦ ἔχει. Ἐντεῦθεν συνήσει τὰ ἀκατάληπτα· τὸ γὰρ ἅγιον Πνεῦμα κατὰ τὸ μέτρον ἑκάστου κινεῖται ἐν αὐτῷ, καὶ ἐξ ὧν τις προσεύχεται ὕλην λαβὼν κινεῖ ἐν αὐτῷ, ὥστε ἐν τῇ προσευχῇ ἡ προσευχὴ ἐκκόπτεται τῆς κινήσεως, καὶ ἐν τῇ ἐκπλήξει καταπίνεται ὁ νοῦς, καὶ τῆς ἐπιθυμίας τοῦ ἰδίου αἰτήματος ἐπιλανθάνεται, καὶ ἐν βαθείᾳ μέθῃ βαπτίζονται αἱ κινήσεις αὐτοῦ, καὶ οὐκ ἔστιν ἐν τῷδε τῷ κόσμῳ· καὶ τότε οὐκ ἔσται ἐκεῖ διαφορὰ ψυχῆς οὔτε σώματος, οὔτέ τινος μνήμη, καθὼς ἔφη ὁ μέγας καὶ ἅγιος Γρηγόριος· «Προσευχή ἐστι καθαρότης νοός, ἥτις μόνη ἐκ τοῦ φωτὸς τῆς ἁγίας Τριάδος μετ’ ἐκπλήξεως τέμνεται.» Ὁρᾷς πῶς τέμνεται ἡ προσευχὴ διὰ τῆς ἐκπλήξεως τῆς κατανοήσεως ἐκείνων τῶν ἐξ αὐτῆς τικτομένων ἐν τῷ νοΐ, καθὼς προέφην ἐν τῇ ἀρχῇ τοῦ συγγράμματος καὶ ἐν ἄλλοις πολλοῖς τόποις;

Καὶ πάλιν ὁ αὐτὸς ἔφη· «Καθαρότης νοός ἐστι μετεωροπορία τῶν νοητῶν, ἥτις ἁμιλλᾶται τῇ οὐρανίῳ χροιᾷ, ἐφ’ ᾗ διαυγάζει ἐν τῷ καιρῷ τῆς προσευχῆς τὸ φῶς τῆς ἁγίας Τριάδος».

Καὶ πότε ἀξιοῦταί τις ταύτης τῆς χάριτος ὅλης τῆς ἐν τῷ καιρῷ τῆς προσευχῆς; Φησὶν «ὅταν ὁ νοῦς ἀποδύηται τὸν παλαιὸν ἄνθρωπον καὶ ἐνδύηται τὸν καινὸν διὰ τῆς χάριτος, τότε τὴν ἑαυτοῦ καθαρότητα ὄψεται ὁμοίαν τῇ ἐπουρανίῳ χροιᾷ, ἥτις Θεοῦ τόπος ὑπὸ τῆς γερουσίας τῶν υἱῶν Ἰσραὴλ ὠνόμασται, ἡνίκα ὤφθη αὐτοῖς ἐν τῷ ὄρει».

Οὐκοῦν, ὡς εἶπον, οὐχὶ προσευχὴν πνευματικὴν δεῖ καλεῖν ταύτην τὴν δωρεὰν καὶ χάριν, ἀλλὰ τοκετὸν τῆς καθαρᾶς προσευχῆς τῆς διὰ τοῦ Πνεύματος καταπιομένης· τότε ὁ νοῦς ἐκεῖσε ὑπεράνω τῆς προσευχῆς γίνεται, καὶ ἐν τῇ εὑρέσει τῆς κρείττονος ἡ προσευχὴ καταλείπεται· καὶ τότε οὐ προσευχῇ προσεύχεται, ἀλλ’ ἐν ἐκστάσει γίνεται ἐν τοῖς ἀκαταλήπτοις πράγμασι τοῖς ὑπερκειμένοις τοῦ τῶν θνητῶν κόσμου, καὶ σεσίγηται ἐν ἀγνοίᾳ πάντων τῶν ἐνθάδε. Αὕτη ἔστιν ἡ ἄγνοια ἡ ὑπερτέρα τῆς γνώσεως, ἥτις εἴρηται· «μακάριος ὁ καταλαβὼν τὴν ἄγνοιαν τὴν τῆς προσευχῆς ἀχώριστον», ἧς ἀξιωθείημεν χάριτι τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.