Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσαὰκ ὁ Σύρος – Λόγοι ἀσκητικοί

Ἰσαὰκ ὁ Σύρος

Λόγοι ΚΓ'-ΚΣΤ': Η αδιάλειπτη εργασία, η φυλακή της καρδίας και η αγάπη του Θεού

Η κάθαρση από τα πάθη, η σταύρωση του σώματος, η λεπτοτέρα θεωρία, η εσωτερική ησυχία και τα σημεία της άρρητης αγάπης του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσαὰκ ὁ Σύρος

—

Κεφάλαιο 9 από 18

Τοῦ αὐτοῦ· Λόγος ΚΓʹ Ὑπόδειγμα παραβολῆς περὶ τῆς κυριακῆς καὶ σαββάτου θεωρίας. Ἡ κυριακὴ μυστήριόν ἐστι τῆς γνώσεως τῆς ἀληθείας, ἥτις μετὰ σαρκὸς καὶ αἵματος οὐ προσδέχεται, κἂν ὑπέρκειται τῶν ἐνθυμήσεων.

Ἐν τούτῳ τῷ αἰῶνι οὐκ ἔστιν ὀγδόη οὐδὲ σάββατον ἀληθῶς· ὁ γὰρ εἰπών, κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, τὴν κατάπαυσιν τοῦ δρόμου ταύτης τῆς ζωῆς ἐδήλωσε, διότι ὁ τάφος σῶμα ἐστὶ καὶ ἐκ τοῦ κόσμου ἐστίν. Ἓξ ἡμέραι ἐν τῇ γεωργίᾳ τῆς ζωῆς διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τελειοῦνται, καὶ τὸ ἕβδομον ἐν τῷ τάφῳ ὁλοκληροῦται, καὶ τὸ ὄγδοον ἐν τῇ ἐξόδῳ αὐτοῦ.

Ὥσπερ τὰ μυστήρια τῆς κυριακῆς ἐν παραβολῇ δέχονται ἐνταῦθα οἱ ἀξιούμενοι καὶ οὐκ αὐτὴν τὴν ἡμέραν σωματικῶς, οὕτως καὶ τὰ μυστήρια τοῦ σαββάτου ἐν παραβολῇ δέχονται οἱ ἀγωνισταὶ καὶ οὐκ αὐτὸ τὸ σάββατον ἐν ἀληθείᾳ, ὅπερ ἐστὶ κατάπαυσις ἀπὸ παντὸς λυπηροῦ καὶ ἀνάπαυσις τελεία τῶν ὀχληρῶν. Μυστήριον γὰρ ἡμῖν δέδωκεν ὁ Θεὸς καὶ οὐχὶ ἐνέργειαν ἀληθινὴν πολιτεύσασθαι ἐνθάδε. Τὸ σάββατον τὸ ἀληθινὸν καὶ ἀσύγκριτον, τὸ μνῆμα ἐστὶ τὸ ὑπεμφαῖνον καὶ σημαῖνον τὴν τελείαν κατάπαυσιν ἀπὸ τῶν θλίψεων τῶν παθῶν καὶ τῆς γεωργίας τῆς ἐναντιουμένης αὐτοῖς. Πᾶσα ἡ ἀνθρωπότης ἐκεῖ σαββατίζει, ἡ ψυχὴ καὶ τὸ σῶμα.

Ἐν ἓξ ἡμέραις ἔταξεν ὁ Θεὸς τὴν σύστασιν τοῦδε τοῦ κόσμου. Καὶ συνεστήσατο τὰ στοιχεῖα καὶ δέδωκε τὴν σύστασιν αὐτῶν ἀεικινήτῳ κινήσει πρὸς λειτουργίαν, καὶ οὐ μὴ παύσωνται τοῦ δρόμου πρὸ τῆς ἀναλύσεως· καὶ ἐκ τῆς δυνάμεως τούτων, λέγω δὴ τῶν ἀρχεγόνων στοιχείων, συνέστη τὰ σώματα ἡμῶν, ἀλλ’ οὐδὲ αὐτοῖς δέδωκε κατάπαυσιν τῆς κινήσεως αὐτῶν οὐδὲ τοῖς ἡμετέροις σώμασι, τοῖς ἐξ αὐτῶν γεγενημένοις, τοῦ καταπαύειν τῆς γεωργίας· ὅρον δὲ τῆς καταπαύσεως αὐτοῖς ἐν ἡμῖν ἔθηκεν, ἕως ἂν ἀκολουθήσωσι τῇ ἰδίᾳ συγγενείᾳ τῇ πρώτῃ, ἥτις ἐστὶ κατάλυσις ἀπὸ τῆς ζωῆς. Οὕτως καὶ τῷ Ἀδὰμ εἶπεν· Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· καὶ μέχρι τίνος; Ἕως ἂν ἀποστραφῇς εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθης, ἥτις ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι· ἅτινά ἐστι μυστήριον τῆς γεωργίας τοῦδε τοῦ βίου, ἐνόσῳ ζῇ.

Ἐξ ἐκείνης γὰρ τῆς νυκτὸς ἐν ᾗ ἵδρωσεν, ὁ Κύριος μετήλλαξε τὸν ἱδρῶτα τὸν ἐξαγαγόντα ἀκάνθας καὶ τριβόλους εἰς τὸ ἱδρῶσαι ἐν τῇ προσευχῇ ὁμοῦ καὶ ἐν τῇ γεωργίᾳ τῆς δικαιοσύνης. Πεντακισχιλίους [πεντακοσίους] χρόνους καὶ περαιτέρω ἐγκατέλιπε τὸν Ἀδὰμ μοχθεῖν ἐν αὐτῇ, διότι μέχρι τότε οὐκ ἦν ἡ τῶν ἁγίων ὁδὸς ἀποκαλυφθεῖσα, καθὼς ἔφησεν ὁ θεῖος ἀπόστολος. Ἐν ἐσχάταις δὲ ἡμέραις ἐπεδήμησε καὶ ἐνετείλατο τῷ αὐτεξουσίῳ μεταλλάξαι ἱδρῶτα ἱδρῶτι· καὶ ἐκ παντὸς οὐκ ἐπέτρεψε κατάπαυσιν ἀλλὰ μεταλλαγήν, καθότι ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς διὰ τὸ ἐπίμονον τῆς ἐν τῇ γῇ κακοπαθείας ἡμῶν. Ἐὰν μὲν καταπαύσωμεν τοῦ ἱδρῶσαι ἐν ταύτῃ, ἐξ ἀνάγκης ἀκάνθας θεριοῦμεν· ἡ γὰρ ἐξ αὐτῆς τῆς προσευχῆς κατάληξις, γεωργία ἐστὶ τῆς σωματώσεως τῆς γῆς, ἥτις ἀκάνθας καὶ τριβόλους κατὰ φύσιν ἀνατέλλει. Ἐπ’ ἀληθείας γὰρ τὰ πάθη ἄκανθαί εἰσι καὶ ἐκ τοῦ ἐν τῷ σώματι σπόρου εἰς ἡμᾶς ἀνατέλλουσιν· ἐνόσῳ τὴν εἰκόνα τοῦ Ἀδὰμ φέρομεν, ἀνάγκη καὶ τὰ πάθη αὐτοῦ. Ἀδύνατον τῇ γῇ ἀργεῖν τοῦ βλαστάνειν κατὰ τὴν ἰδίαν φύσιν· ἔκγονον δὲ τῆς φύσεως αὐτῆς ἐστὶν ἡ γῆ τῶν σωμάτων ἡμῶν, ὡς ἡ μαρτυρία τοῦ Θεοῦ, Ἡ γῆ ἐξ ἧς ἐλήφθης· ἐκείνη ἀκάνθας ἀνατέλλει· αὕτη δέ, ἡ λογική, πάθη.

Εἰ ὁ Κύριος ἐν πᾶσι τύπος ἦν ἡμῖν, ἐν τῷ μυστηρίῳ, ἐν πάσαις ταῖς διαφοραῖς τῆς οἰκονομίας αὐτοῦ, καὶ ἕως ἐννάτης ὥρας τῆς παρασκευῆς οὐ κατέπαυσεν ἀπὸ τοῦ ἔργου καὶ τοῦ μόχθου, ὅπερ ἐστὶ μυστήριον τῆς δι’ ὅλης τῆς ζωῆς ἡμῶν γεωργίας, τῷ δὲ σαββάτῳ ἐν τῷ τάφῳ κατέπαυσε, ποῦ εἰσιν οἱ λέγοντες ὅτι ἐν τῷ βίῳ σάββατον, ἤγουν κατάπαυσις ἀπὸ τῶν παθῶν;

Περὶ δὲ τῆς κυριακῆς, μέγα τὸ εἰπεῖν. Τὸ σάββατον ἡμῶν ἐστιν ἡ ἡμέρα τῆς ταφῆς· ἐκεῖ ἐν ἀληθείᾳ σαββατίζει ἡ φύσις ἡμῶν. Λοιπὸν καθ’ ἡμέραν ἀνάγκη ἡμῖν ἐπίκειται ἐκτίλαι ἐξ αὐτῆς τὰς ἀκάνθας, ἕως οὗ αὕτη ἡ γῆ ἵσταται. Καὶ διὰ τὸ ἐπίμονον ἡμῶν ἐν τῇ γεωργίᾳ ὑστεροῦσιν αἱ ἄκανθαι· οὐ γὰρ ὁλοτελῶς κεκαθάρισται ἐκ τούτων. Καὶ εἰ τοῦτο οὕτως ἔχει, ὅτι ἐν τῇ πρὸς καιρὸν ἢ ῥαθυμίᾳ ἢ τῇ ἀμελείᾳ τῇ μικρᾷ πληθύνονται αἱ ἄκανθαι, καὶ τὸ πρόσωπον αὐτῆς καλύπτει, καὶ τὸν σπόρον σου πνίγει, καὶ τὸν κόπον σου ποιεῖ ὡς μὴ ὄντα, λοιπὸν δέον ἐστὶ καθ’ ἡμέραν αὐτὴν καθαρίσαι· ἡ γὰρ ἐκ τούτου κατάπαυσις, πλῆθος ἀκανθῶν αὐξάνει.

Τοῦ αὐτοῦ· Λόγος ΚΔʹ Περὶ φυλακῆς καρδίας καὶ θεωρίας λεπτοτέρας. Εἰ κατὰ μόνας ὑπάρχεις ἐν τῷ κελλίῳ σου καὶ οὐκ ἐκτήσω ἀκμὴν δύναμιν ἀληθινῆς θεωρίας, μελέτησον ἀεὶ ἐν τῇ μελέτῃ τῶν τροπαρίων καὶ τῶν καθισμάτων καὶ ἐν τῇ μνήμῃ τοῦ θανάτου καὶ ἐν τῇ ἐλπίδι τῶν μελλόντων ταῦτα γὰρ συνάγουσι τὸν νοῦν καὶ οὐκ ἀφιοῦσιν αὐτὸν ῥέμβεσθαι ἕως ἔλθῃ ἡ ἀληθινὴ θεωρία. ὅτι ἡ δύναμις τοῦ πνεύματος δυνατωτέρα ἐστὶ τῶν παθῶν. Μελέτησον δὲ καὶ εἰς τὴν ἐλπίδα τῶν μελλόντων μετὰ τῆς μνήμης τοῦ Θεοῦ. καὶ κατανόησον καλῶς τὸν νοῦν τῶν τροπαρίων καὶ παραφυλάττου ἐκ τῶν πραγμάτων τῶν ἔξωθεν τῶν κινούντων σε εἰς ἐπιθυμίας.

Καὶ τὰ μικρὰ τὰ γινόμενα ὑπὸ σοῦ ἐν τῷ κελλίῳ σου, φύλαξον αὐτὰ μετὰ τούτων καὶ ἐρεύνησον ἀεὶ τοὺς λογισμούς σου. Καὶ εὔξαι ἵνα κτήσῃ ἐν πάσῃ ἀναστροφῇ σου ὀφθαλμούς· ἐντεῦθεν ἄρχεται βρύειν σοι ἡ χαρά, καὶ τότε εὑρίσκεις τὰς θλίψεις γλυκυτέρας τοῦ μέλιτος.

Οὐδεὶς δύναται νικῆσαι τὰ πάθη, εἰ μὴ δι’ ἀρετῶν αἰσθητῶν, θεωρουμένων· τὸν δὲ μετεωρισμὸν τοῦ νοὸς οὐδεὶς δύναται νικῆσαι, εἰ μὴ ἐν τῇ ἀδολεσχίᾳ τῆς ἐπιγνώσεως, τῆς πνευματικῆς. Ὁ νοῦς ἡμῶν κοῦφος ἐστί, καὶ ἐὰν μὴ δεσμευθῇ ἔν τινι διαλογισμῷ, οὐ παύεται ἐκ τοῦ μετεωρισμοῦ. Καὶ χωρὶς τελειώσεως τῶν προειρημένων ἀρετῶν οὐ δυνατὸν κτήσασθαι τὴν φυλακὴν ταύτην· ἐὰν γὰρ μὴ νικήσῃ τοὺς ἐχθρούς, οὐ δύναται ἐν εἰρήνῃ εἶναι. Καὶ ἐὰν ἡ εἰρήνη οὐ βασιλεύῃ, πῶς δύναται εὑρεῖν τὰ ἐντὸς τῆς εἰρήνης ἀποκείμενα;

Τὰ πάθη διάφραγμά εἰσι τῶν κρυπτῶν ἀρετῶν τῆς ψυχῆς· καὶ ταῦτα εἰ μὴ πρῶτον διὰ τῶν φανερῶν ἀρετῶν καταπέσωσιν, οὐχ’ ὁρῶνται τὰ ἔσωθεν τούτων. Οὐδεὶς δύναται, ἔξω τοῦ τείχους ὤν, ὁμιλῆσαι μετὰ τοῦ ἔνδον ὑπάρχοντος. Οὐδεὶς θεωρεῖ τὸν ἥλιον ἐν τῷ γνόφῳ, οὐδὲ τὴν ἀρετὴν τῆς φύσεως τῆς ψυχῆς, μετὰ τῆς ταραχῆς τῶν παθῶν τῆς διαμενούσης.

Εὔξαι τῷ Θεῷ δοῦναι σοι αἰσθηθῆναι τῆς ἐφέσεως τοῦ πνεύματος καὶ τῆς ἐπιποθήσεως αὐτῆς. Ὅταν γὰρ ἔλθῃ σοι αὕτη ἡ ἔφεσις καὶ ἡ ἐπιπόθησις τοῦ πνεύματος, τότε μέλλεις ἀποστῆναι τοῦ κόσμου, καὶ ὁ κόσμος ἀφίσταται ἀπὸ σοῦ· τοῦτο δέ, χωρὶς ἡσυχίας καὶ ἀσκήσεως καὶ ὁμιλίας τῆς ἀναγνώσεως τῆς ἀφωρισμένης εἰς ταῦτα, οὐδεὶς δύναται αἰσθηθῆναι· καὶ χωρὶς τούτων, μὴ ζητήσῃς ἐκεῖνα· ἐὰν γὰρ ζητήσῃς, στρέφονται μετὰ μικρὸν καὶ γίνονται σωματικά. Ὁ νοῶν, νοείτω.

Ἐν ἱδρῶτι ηὐδόκησεν ὁ σοφὸς Κύριος φαγεῖν τὸν ἄρτον τοῦτον· οὐχὶ ἀπὸ κακίας τοῦτο ἐποίησεν, ἀλλ’ ἵνα μὴ γένηται ἀπεψία ἡμῖν καὶ ἀποθάνωμεν. Ἑκάστη ἀρετή, μήτηρ ἐστὶ τῆς δευτέρας. Ἐὰν γὰρ ἀφήσῃς τὴν μητέρα τὴν γεννῶσαν τὰς ἀρετὰς καὶ ἀπέλθῃς ζητῆσαι τὰς ἀρετὰς πρὸ τοῦ κτήσασθαι τὴν μητέρα αὐτῶν, ἔχιδναι εὑρίσκονται αἱ ἀρεταὶ ἐκεῖναι τῇ ψυχῇ, ἐὰν μὴ ῥίψῃς αὐτὰς ἐξ ἑαυτοῦ ταχέως.

Τοῦ αὐτοῦ· Λόγος ΚΕʹ Σημεῖα καὶ ἐνεργήματα τῆς ἀγάπης τοῦ Θεοῦ. Ἡ ἀγάπη, θέρμη ἐστὶ τῇ φύσει, καὶ ὅταν ἀμέτρως ἐπιπέσῃ τινί, ποιεῖ ἐκείνην τὴν ψυχὴν ἐκστατικήν· διατοῦτο οὐ δύναται ἡ καρδία τοῦ αἰσθηθέντος αὐτῆς, χωρῆσαι αὐτὴν καὶ καρτερῆσαι, ἀλλὰ κατὰ τὸ μέτρον τῆς ποιότητος τῆς ἐπελθούσης αὐτῷ ἀγάπης ὁρᾶται ἐν αὐτῷ ἀλλοίωσις ἀσυνήθης.

Καὶ ταῦτα τὰ σημεῖα αὐτῆς τὰ αἰσθητά· γίνεται τὸ πρόσωπον τοῦ ἀνθρώπου πυρρόν, περιχαρές, καὶ τὸ σῶμα αὐτοῦ θερμαίνεται· ἀφίσταται ἀπ’ αὐτοῦ ὁ φόβος καὶ ἡ αἰδώς, καὶ γίνεται ὡς ἐκστατικός· καὶ ἡ δύναμις ἡ συνάγουσα τὸν νοῦν φεύγει ἐξ αὐτοῦ, καὶ ὡς ἔκφρων γίνεται· τὸν φοβερὸν θάνατον ἡγεῖται χαράν, καὶ οὐ κόπτεται ἡ θεωρία αὐτοῦ ἐκ τοῦ διαλογισμοῦ τῆς τῶν οὐρανίων κατανοήσεως· καὶ ἀπὼν ὡς παρὼν ὁμιλεῖ, μὴ ὁρώμενος ὑπό τινος· ἡ γνῶσις καὶ ἡ ὅρασις αὐτοῦ περιέρχεται ἡ φυσική, καὶ οὐκ αἰσθάνεται αἰσθητῶς τῆς κινήσεως· καὶ ἐν τοῖς πράγμασιν αὐτοῦ ἔχων τὴν ἀγάπην αὐτοῦ, ὡς μετὰ ἄλλου ἀεὶ ἀδολεσχεῖ.

Ἐν τούτῳ τῷ πάθει ἐμεθύσθησαν οἱ μάρτυρες, καὶ οἱ ἀπόστολοι ἐν αὐτῷ τὸν κόσμον ὅλον διῆλθον ὀνειδιζόμενοι, καὶ ἐκοπίασαν οἱ ἅγιοι καὶ ὀνειδίσθησαν καὶ ἐν ἐρημίαις ἐπλανήθησαν· ἐν ἀταξίαις, εὔτακτοι ὄντες· σοφοί, καὶ ὡς ἄφρονες ἐνομίσθησαν. Ταύτην τὴν ἄνοιαν ἀξιῶσαι ἡμᾶς ὁ Θεὸς φθάσαι.

Πρὸ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν τῆς ταπεινώσεως, ἐὰν ἴδῃς σεαὑτὸν ὅτι ἀνεπαύης ἐκ τῆς ὀχλήσεως τῶν παθῶν, μὴ πιστεύσῃς ἑαυτῷ· ἔνεδραν γὰρ τινὰ ἐνεδρεύει σοι ὁ ἐχθρός. Καὶ ἐκδέχου μετὰ τὴν ἀνάπαυσιν πολλὴν ὄχλησιν καὶ ταραχήν· ὅταν γὰρ διέλθῃς τὰ καταλύματα τῶν ἀρετῶν, οὐκ ἀπαντᾷς ἀνάπαυσιν ἐκ τοῦ μόχθου σου οὐδὲ ἐκ τῶν ἐπιβουλῶν ἄνεσιν, ἔως ἂν φθάσῃς τὸ κατάλυμα τῆς ταπεινώσεως.

Τοῦ αὐτοῦ· Λόγος Κϛʹ Περὶ τρόπων τῶν ἀρετῶν καὶ τῶν τοιούτων. Ἡ ἄσκησις, μήτηρ τοῦ ἁγιασμοῦ, ἐξ οὗ γεννᾶται γεῦσις τῆς αἰσθήσεως τῆς πρώτης τῶν μυστηρίων τοῦ Θεοῦ, ἥτις καλεῖται πρώτη τάξις τῆς ἐπιγνώσεως τοῦ πνεύματος.

Μηδεὶς πλανήσῃ ἑαυτὸν καὶ φαντασθῇ μαντείας· ψυχὴ γὰρ ἡ μεμιασμένη οὐκ ἀνέρχεται εἰς καθαρὰν βασιλείαν καὶ οὐ συνάπτεται τοῖς πνεύμασι τῶν ἁγίων. Ξῦσον τὸ κάλλος τῆς σωφροσύνης σου ἐν δάκρυσι καὶ νηστείαις καὶ τῇ καθ’ ἑαυτὸν ἡσυχίᾳ.

Θλίψις μικρὰ διὰ τὸν Θεὸν γινομένη, κρείσσων παρὰ Θεῷ τοῦ μεγάλου ἔργου τοῦ ἀθλίπτως γινομένου, διότι ἡ ἑκούσιος θλίψις τὸ δοκίμιον τῆς ἀγάπης ἀνατέλλει, τὸ δὲ ἔργον τῆς ἀναπαύσεως, ἐκ τοῦ κόρου τῆς συνειδήσεως γίνεται. Διατοῦτο ἐν θλίψεσιν ἐδοκιμάσθησαν οἱ ἅγιοι ὑπὲρ τῆς ἀγάπης τοῦ Χριστοῦ καὶ οὐχὶ ἐν ἀνέσει, διότι τὸ ἔργον τὸ χωρὶς κόπου γινόμενον, αὕτη ἡ δικαιοσύνη τῶν κοσμικῶν, οἵτινες ἐν τοῖς ἰδίοις αὐτῶν ποιοῦσιν ἐλεημοσύνας καὶ οὐκ ἐν ἑαυτοῖς κερδαίνουσι.

Σὺ δέ, ὦ ἀγωνιστά, τοῦ πάθους τοῦ Χριστοῦ ἐν ἑαυτῷ ἀγώνισαι γεύσασθαι, ἵνα ἀξιωθῇς γεύσασθαι τῆς δόξης αὐτοῦ· ἀλλ’ εἰπερ συμπάσχομεν καὶ συνδοξαζόμεθα. οὐ συνδοξάζεται ὁ νοῦς μετὰ τοῦ Ἰησοῦ, ἐὰν μὴ συμπάσχῃ τὸ σῶμα ὑπὲρ τοῦ Χριστοῦ. Λοιπὸν ὁ καταπατῶν τῆς δόξης τῆς ἀνθρωπίνης, οὗτος ἐστὶν ὁ τῆς δόξης τοῦ Θεοῦ ἀξιούμενος, καὶ τὸ σῶμα αὐτοῦ μετὰ τῆς ψυχῆς συνδοξάζεται. Ἡ δόξα τοῦ σώματος, ἡ ὑποταγὴ τῆς σωφροσύνης μετὰ τοῦ Θεοῦ· ἡ δόξα τοῦ νοῦ, ἡ θεωρία ἡ ἀληθινὴ περὶ τοῦ Θεοῦ Ἡ ὑποταγὴ ἡ ἀληθινὴ διπλῆ ἐστιν ἐν ἔργοις καὶ ὀνειδίσεσιν· ὅταν γὰρ πάσχῃ τὸ σῶμα, καὶ ἡ καρδία συμπάσχῃ αὐτῷ.

Ἐὰν οὐ γινώσκῃς τὸν Θεόν, οὐ δυνατὸν κινηθῆναι ἐν σοὶ τὴν ἀγάπην αὐτοῦ· οὐ δύνασαι ἀγαπῆσαι τὸν Θεόν, ἐὰν μὴ ἴδῃς αὐτόν. Ἡ ὅρασις δὲ τοῦ Θεοῦ, ἐκ τοῦ γινώσκειν αὐτόν· οὐ προηγεῖται ἡ θεωρία αὐτοῦ τῆς γνώσεως αὐτοῦ. “Ἀξίωσόν με, Κύριε, γινώσκειν σε καὶ ἀγαπᾶν, οὐκ ἐν τῇ γνώσει τῇ ἐν τῷ σκορπισμῷ τοῦ νοῦ, τῇ ἐκ τῆς γυμνασίας γινομένῃ, ἀλλὰ ἀξίωσόν με ἐκείνης τῆς γνώσεως, ἐν ᾗ ὁ νοῦς θεωρῶν σε δοξάζει τὴν φύσιν σου ἐν τῇ θεωρίᾳ τῇ κλεπτούσῃ τὴν αἴσθησιν τοῦ κόσμου ἀπὸ τῆς διανοίας.

Ἀξίωσόν με ὑψωθῆναι ἐκ τῆς θεωρίας τοῦ θελήματος, τῆς γεννώσης τὰς φαντασίας, καὶ ἰδεῖν σε ἐν τῇ βίᾳ τοῦ δεσμοῦ τοῦ σταυροῦ ἐν τῷ μέρει τῷ δευτέρῳ τῆς σταυρώσεως τοῦ νοῦ. τοῦ ἐν ἐλευθερίᾳ ἀποπαυομένου ἀπὸ τῆς ἐνεργείας τῶν νοημάτων, ἐν τῇ διηνεκεῖ σου θεωρίᾳ τῇ ὑπὲρ φύσιν.

Θὲς ἐν ἐμοὶ αὔξησιν τῆς ἀγάπης σου, ἵνα ὀπίσω τοῦ ἔρωτός σου ἔλθω ἐκ τοῦ κόσμου τούτου. Κίνησον ἐν ἐμοὶ τὴν κατανόησιν τῆς ταπεινώσεώς σου, ἐν ᾗ ἐν τῷ κόσμῳ ἀνεστράφῃς, ἐν τῷ καλύμματι ὃ ἐφόρεσας ἐκ τῶν μελῶν ἡμῶν, ἵνα ἐν τῇ μνήμῃ τῇ ἀδιαλείπτῳ καὶ ἀνεπιλήστῳ δέξωμαι μετὰ ἡδονῆς τὴν ταπείνωσιν τῆς φύσεώς μου”.

Δύο τρόποι εἰσὶ τοῦ ἀνελθεῖν ἐν τῷ σταυρῷ· ὁ εἷς ἡ σταύρωσις τοῦ σώματος, καὶ ὁ δεύτερος τὸ ἀνελθεῖν εἰς θεωρίαν· καὶ ὁ μὲν πρῶτος ἐκ τῆς ἐλευθερίας, ὁ δὲ δεύτερος ἐκ τῆς ἐνεργείας τῶν ἔργων γίνεται. Οὐχ’ ὑποτάσσεται ὁ νοῦς, ἐὰν μὴ ὑποταγῇ τὸ σῶμα. Ἡ βασιλεία τοῦ νοῦ, ἡ σταύρωσις τοῦ σώματος. Οὐχ’ ὑποτάσσεται ὁ νοῦς τῷ Θεῷ, ἐὰν μὴ ὑποταγῇ τὸ αὐτεξούσιον τῷ λογικῷ.

Δύσκολον ἐκδοῦναι τινὰ ὑψηλὰ τῷ ἔτι ἀρχαρίῳ ὄντι καὶ νηπίῳ τῇ ἡλικίᾳ· Οὐαί σοι πόλις ἧς ὁ βασιλεύς σου νεώτερος. Ὅστις ὑποτάξει ἑαυτόν, ἐγγύς ἐστι τοῦ ὑποταγῆναι αὐτῷ τὰ πάντα. Ὁ γνοὺς ἑαυτόν, ἡ γνῶσις τῶν πάντων δίδοται αὐτῷ· τὸ γινώσκειν ἑαυτόν, πλήρωμα τῆς γνώσεως τῶν ἁπάντων ἐστί, καὶ ἐν τῇ ὑποταγῇ τῆς ψυχῆς σου ὑποταγήσεταί σοι τὰ πάντα.

Ἐν τῷ καιρῷ ἐν ᾧ ἡ ταπείνωσις βασιλεύει ἐν τῇ διαγωγῇ σου, ὑποτάσσεταί σοι ἡ ψυχή σου καὶ μετ’ αὐτῆς τὰ πάντα, διότι γεννᾶται ἐν τῇ καρδίᾳ σου εἰρήνη ἐκ τοῦ Θεοῦ. Ὅσον εἶ ἔξωθεν ταύτης, οὐ μόνον ἐκ τῶν παθῶν, ἀλλὰ καὶ ἐκ τῶν συμβάσεων συνεχῶς μέλλεις καταδιωχθῆναι. “Ἀληθῶς, Κύριε, ἐὰν μὴ ταπεινωθῶμεν, οὐ παύῃ ταπεινῶν ἡμᾶς”.

Ἡ ἀληθὴς ταπείνωσις γέννημά ἐστι τῆς γνώσεως, καὶ ἡ γνῶσις ἡ ἀληθινὴ γέννημα τῶν πειρασμῶν.