Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1276-1300
Εκτενείς αναλύσεις περί της ελευθερίας της βούλησης, της θείας οικονομίας, ερμηνεία προφητικών χωρίων και οδηγίες για την αντιμετώπιση της κακίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1276-1300
Εκτενείς αναλύσεις περί της ελευθερίας της βούλησης, της θείας οικονομίας, ερμηνεία προφητικών χωρίων και οδηγίες για την αντιμετώπιση της κακίας.
ΟΛΥΜΠΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ασοϛʹ Ὅτι μὲν πρὸ πολλῶν ἂν δωρεῶν καὶ μεγίστης εὐκλείας ἐθέμην τὸ περὶ ὧν πρώην γέγραφα πεπεικὼς ἀνῦσαι, οὐκ ἂν ἔξαρνος, ὦ φιλαίτιε, γενοίμην. Οὐ μὴν ταύτῃ γε αἰτίας εἴσω ὑπελάμβανον εἶναι δόξειν, εἴ τινες τὰ βέλτιστα ἀκούοντες μὴ προσέχοιεν τὸν νοῦν, καὶ ταύτῃ τῆς ἀπὸ τῶν λόγων ὠφελείας ἀποστερήσοιεν ἑαυτούς, ἀλλ’ ἤλπιζον ἁπλῶς ἕκαστον ἢ ἐπὶ τοὺς μὴ πεισθέντας τὴν μέμψιν οἴσειν, ἢ μήτ’ ἐμοί, μήτ’ ἐκείνοις ἐπιτιμήσειν. Ἐπειδὴ δὲ εἰς τοσοῦτον σοφίας προήκεις ὡς ἐμοὶ μέμψασθαι, ἄλλο μὲν οὐδὲν ἔχων εἰπεῖν, ἀλλὰ κατὰ πάντα ἐκθειάζων, ἓν δὲ ἰσχυρὸν ἔχειν νομίζων τὸ μὴ δεδυνῆσθαι πεῖσαι, ἀνάγκη σοι περὶ τούτου χαράξαι γράμματα, καὶ μὴ σιγῇ τὴν αἰτίαν ἐνεγκεῖν. Ἄτοπον γάρ, σὲ μὲν τολμᾶν ἃ μὴ προσήκει γράφειν, ἐμὲ δ’ ἀντεπιστέλλειν τὰ δίκαια κατοκνεῖν. Εἰ μὲν γὰρ εἶπες μέν, μὴ ἐπέστειλας δέ, τὴν ἡσυχίαν ἂν ἤγαγον. Ἐπειδὴ δὲ μεμήνυκας, ἅμα τε ἐγὼ σεσίγηκα καὶ τῇ σῇ σοφίᾳ τὸ δοκεῖν τἀληθῆ μέμφεσθαι περιγίγνεται. Βουλοίμην μὲν οὖν μηδὲν πικρὸν μηδὲ καταφρονητικὸν ἐνθεῖναι ταῖς ἀποδείξεσιν· οὐ γὰρ ἑτέρους ἥκω κακῶς λέξων, ἀλλ’ ὡς οὐκ αὐτὸς ἥμαρτον ἀποδείξων. Εἰ δέ τι ὑπ’ αὐτῆς τῆς ἀνάγκης εἰπεῖν ἐκβιασθῶ, τῇ τῶν πραγμάτων φύσει, οὐ τῇ τοῦ γράφοντος γνώμῃ τὴν αἰτίαν λογιστέον.
Ἄρξομαι δὲ ἀφ’ ὧν αὐτὸς γέγραφας. Εἰ γὰρ γεγραφὼς πολλάκις, ὥς φῃς, ἃ προσῆκεν, ὅνπερ δὴ προσῆκε τρόπον, πρὸς Εὐσέβιον καὶ Μαρτινιανόν, Ζώσιμόν τε καὶ Μάρωνα, ὥστε κακίας μὲν ἀποφοιτῆσαι, ἀρετῆς δὲ ἀντιλαβέσθαι, εἶτα οὐκ ἔπεισα, ποτέρων ἡ κατηγορία; Καί μοι δοκεῖς λόγῳ μὲν ἐμὲ αἰτιᾶσθαι· ἔργῳ δ’ ἐκείνους κωμῳδεῖν. Ὁ μὴ πειθόμενος κορυφαίῳ χορὸς ἄμουσος, ὁ μὴ πειθόμενος ἄρρωστος ἰατρῷ ἄθλιος. Ὁ δὲ κορυφαῖος καὶ ὁ ἰατρὸς ἔξω αἰτίας ἐσκήνωνται. Τῶν γὰρ μάλιστα δυνηθέντων εἰπεῖν, καὶ μεγίστην δόξαν ἐπὶ φρονήσει λαβόντων, οὐδείς ἐστιν ὅστις τοῦτ’ ἐξέφυγεν, οὐ παρὰ τὴν οἰκείαν ἀσθένειαν, ἀλλὰ παρὰ τὸ τοὺς ἀκροατὰς κυρίους εἶναι τοῦ τέλους, διὰ τὸν τῆς αὐτεξουσιότητος τρόπον δι’ ὃν καὶ ὁ τῆς κρίσεως βέβαιος ὑπάρχει λόγος. Καὶ τί δεῖ τοὺς ἀνθρώπους λέγειν, ἐξὸν ἐξ αὐτοῦ τοῦ Σωτῆρος λαβεῖν τῶν παραδειγμάτων τὴν ἀρχήν; Ὅτε γὰρ Ἰουδαῖοι καὶ ὁ τούτων ἐπώνυμος, οἱ μὲν ἠπίστουν, καὶ ἀνελεῖν ἐπεχείρουν, ὁ δὲ προδιδόναι ἐπειρᾶτο, τοιούτοις λόγοις ἐχρήσατο ὁ Λόγος οἳ καὶ τὴν τῶν λίθων φύσιν εἰκότως δεινότατοι ἂν ἦσαν ἐπικάμψαι, ποτὲ μὲν τοῖς τοῦ δικαίου λογισμοῖς ἀνείργων, ποτὲ δὲ τῇ τῶν τιμωριῶν ἀπειλῇ ἀναστέλλων αὐτῶν τὴν κακίαν. Τί οὖν;
Ἔπεισεν; Οὐδαμῶς. Διὰ τί; Ἐπειδὴ τοῦ πεισθῆναι καὶ μή, τοὺς ἀκούοντας κυρίους εἶναι χρὴ διὰ τὸν τῆς αὐτεξουσιότητος, ὡς ἔφην, ὅρον. Ἆρ’ οὖν, εἰ κατ’ ἐκεῖνον ἐγεγόνεις τὸν χρόνον, προσῆλθες ἂν τῷ Θεῷ Λόγῳ, καὶ κατῃτιάσω· Πῶς οὐκ ἔσωσας τὸν Ἰούδαν, καίτοι λέγων ἃ σώσειεν; Ἀλλ’ οἶμαι πάντας ἄν σε παραπληξίας καὶ τῆς ἐσχάτης γράψασθαι ἀπαιδευσίας.
Τοῦ μὲν γὰρ διδάσκοντός ἐστι τὸ μηδὲν παραλεῖψαι τῶν φερόντων εἰς πειθώ, τῶν δ’ ἀκροωμένων τὸ πεισθῆναι καὶ μή. Τούτου τοίνυν οὐδὲν διαφέρει καὶ τὸ παρόν, εἰ τὴν αἰτίαν τῶν οὐ πεισθέντων ὁ μὴ πεπεικὼς οἴσομαι. Εἰ δ’ Ἕλληνες ἢ Ἰουδαῖοι πρὸς τοῦτο ἀντείποιεν—χρὴ γὰρ μυρίοις ὀφθαλμοῖς τὰς ἀντιθέσεις περισκοπεῖν, καὶ εἰκόσι λογισμοῖς ἀνατρέπειν—πρὸς μὲν ἐκείνους φήσομεν· Δι’ ἣν αἰτίαν ὁ Ζεύς, ὥς φησιν Ὅμηρος, οὐκ ἔσωσε τῶν κινδύνων τὸν Αἴγισθον ὄντα αὐτῷ φίλτατον, ἀλλὰ συνεβούλευσε μόνον; Πρὸς δὲ τούτους· Διὰ τί ἐν τῇ Παλαιᾷ διὰ Μωσέως καὶ τῶν ἄλλων προφητῶν λαλήσας ὁ Θεὸς οὐκ ἔπεισεν, ἀλλὰ παρακουόμενος τιμωρίαις αὐτοὺς μετῆλθεν; Ὅταν γάρ τις δίκην δῷ, ὁμοῦ τό τε κεκολάσθαι καὶ τὸ μὴ πεπεῖσθαι τῷ νομοθέτῃ δείκνυσι· μᾶλλον δὲ αὐτὸς ὁ νομοθέτης ὡς οὐ πείσει πάντας χρηστοὺς εἶναι προοῖδεν. Ὁ γὰρ ὁρίζων τὰς τιμωρίας ὡς οὐ καθέξει τοὺς πονηροὺς δῆλός ἐστιν εἰδώς.
Ὅπερ γὰρ ἂν εἰς τοῦτο ἀπολογήσωνται τοῦτο καὶ ἐπὶ τοῦ Ἰούδα λελέξεται. Ἔδει μὲν οὖν ἐνταῦθα στῆναι τὴν ἀπόδειξιν· πᾶν γὰρ ὅ τι ἂν ἐν τῷδε λεχθείη παράδειγμα τοῦδ’ ἔλαττον. Τί γὰρ θαυμαστὸν εἰς ἄνθρωπον ἐλθεῖν ὃ καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου ἥψατο; Τοῦ δὲ μὴ δοκεῖν εὐπρόσωπον τεθηρευκέναι ῥᾳθυμίαν, οὐδὲ τῶν ἀνθρώπων ἀφέξομαι.
Δι’ ἣν αἰτίαν τοίνυν Μωσῆς μὲν κατελιθοῦτο ὁ ἱεροφάντης, Ἠσαΐας δὲ ἐπρίζετο, ὁ τῶν Σεραφὶμ θεωρός, Ἰερεμίας δὲ εἰς λάκκον βορβόρου κατεκλείετο, καὶ Πέτρος μὲν ἀνῃρεῖτο, Παῦλος δὲ ἀπετέμνετο; Οὐκ ἐπειδὴ μὴ πάντες τοῖς λόγοις προσεῖχον, καὶ ταῖς παραινέσεσιν; Εἰ δὲ διὰ τὸ λόγων ῥητορικῶν ἢ συλλογιστικῶν ἀπείρους εἶναι φαίης ταῦτα πεπονθέναι, εἰς τοὺς ἔξωθεν, τοὺς καὶ ἐπὶ λόγῳ, καὶ δεινότητι, καὶ πειθοῖ μεγίστην δόξαν ἐσχηκότας, τρέψομαι.
Διὰ τί γὰρ Πλάτων, ὁ Ἑλλήνων θησαυρός, καὶ αὐτῆς τῆς ἐλευθερίας ἐξέπεσεν; Οὐκ ἐπειδὴ οὐδένα τύραννον πεῖσαι ἠδυνήθη; Πυθαγόρας δέ, ὁ μέγα ἐπὶ φιλοσοφίᾳ φρονήσας, τῆς Φαλάριδος συνουσίας διὰ τί ἀπεπήδησεν;
Οὐκ ἐπειδὴ καὶ μετὰ τὴν τοσαύτην διδασκαλίαν ἐκεῖνος πάλιν τύραννος ἦν; Διὰ τί δὲ Σωκράτης, ὁ πάντων τῶν σοφῶν περιγενόμενος, κωνείῳ κατακριθεὶς ἀπέθανεν; Οὐκ ἐπειδὴ τοὺς σωφρονιστὰς οὐ φέρουσιν ἄνθρωποι;
Ἐπειδὴ δὲ καὶ Ἀριστοτέλει κινδυνεύεις ἡττῆσθαι, ἄκουε τί φησιν ἐκεῖνος· «Οὔθ’ ὁ ῥητορικὸς παντὶ τρόπῳ πείσει, οὔθ’ ὁ ἰατρικὸς ὑγιάσει, ἀλλ’ ἐὰν τῶν ἐνδεχομένων μηδὲν παραλίπῃ, ἱκανῶς αὐτὸν ἔχειν τὴν ἐπιστήμην φήσομεν.» Πῶς γὰρ Περικλῆς ἑάλω, ὃς ἀπὸ δέκα ποδῶν ᾕρει τοὺς ῥήτορας, καὶ προσέτι γε αὐτοῦ, κατὰ τὸν κωμικόν, πειθώ τις ᾤκει ἐν τοῖς χείλεσιν; Οὐ γάρ, εἰ ἐδυνήθη πεῖσαι, ἑκὼν ἂν ἐζημιώθη. Πῶς δὲ Θεμιστοκλῆς, ὁ ἐπὶ φύσεως δυνάμει ἀνακηρυττόμενος, καὶ αὐτοσχεδιάζων τὸ δέον, ἐζημιοῦτο φυγῇ; Πῶς δὲ Δημοσθένης ὁ τὰ αὐτὰ δυνατά, καὶ πάλιν ἀδύνατα ἐπιδεικνύς—ἵνα τἄλλα πάντα παρῶ, καὶ τὰς ἥττας, καὶ τὸν περὶ τῶν Ἁρπαλείων χρημάτων λόγον σιωπήσω— τὸν Μειδίαν οὐχ εἷλε, τὸν τοσαῦτα αὐτὸν κακὰ διαθέντα; Ὅτι μὲν γὰρ αὐτὸν ἐβούλετο ἑλεῖν, διὸ καὶ παντὶ σθένει τὴν κατηγορίαν ἐνέγραψε, δῆλον· διὰ τί οὖν οὐχ εἷλεν;
Οὐκ ἐπειδὴ ἀσθενεστέρους τοὺς λόγους τῆς τῶν ἐχθρῶν δυναστείας ἐνόμισεν· οὐ γάρ τι λαβών, ὡς Αἰσχίνης εἶπεν, ἀπέδοτο τὴν κατηγορίαν· οὐ γὰρ δέχεται τὴν αἰτίαν τῆς αἰσχροκερδείας ἡ μεγαλοψυχία τοῦ ῥήτορος· οὐδ’ ὁ τοῖς ἐπιτρόποις εὐποροῦσιν ἀφεὶς τὰ πατρῷα μετὰ τὴν νίκην, οὗτος ἂν ἔλαβεν αἰσχρῶς ἀπὸ τῆς κεφαλῆς· ἀλλὰ τοὺς ἐχθροὺς ἰσχυροτέρους ἡγησάμενος τοῦ λόγου, καὶ ὡς πρὸς τὴν ἐκείνων βίαν οὐδαμοῦ φανεῖσθαι τὴν τέχνην λογισάμενος, εὐπρεπῶς κατέθετο τὴν συμφοράν, ἄμεινον ἡγησάμενος τὸ πρᾳότητι καθυφεῖναι δεῖξαι, τοῦ κρίσει δικαστῶν ἡττῆσθαι· καίτοι τὸ διὰ τὸν φόβον τοῦτον ἀποστῆναι ταυτόν ἐστι τῷ παραδόντα τὸν Μειδίαν ἑλεῖν μὴ δυνηθῆναι· μᾶλλον δὲ καὶ λαμπροτέραν τοῦτο ἔχει τὴν ἧτταν. Ἐκεῖνο μὲν γὰρ ἦν πρὸς τοὺς δικάζοντας οὐκ ἰσχύσαι τὸν λόγον· τοῦτο δὲ καὶ παρ’ αὐτῷ τῷ γεγραφότι ταύτην λαβεῖν τὴν δόξαν. Εἰ τοίνυν ὁ τοιοῦτος λόγος οὐ παρέστησεν ἐλπίδα πειθοῦς τῷ ῥήτορι, ὁ μὴ πείσας ἐγὼ κατὰ τοῦτο οὐ διαφέρω τοῦ δι’ αὐτὸ τοῦτο μὴ εἰρηκότος ὅτι μὴ πείσειν ἤλπισε· πῶς οὖν οὐ δεινόν, ὦ δεινότατε, ἐκείνων μὲν ἀπὸ τῆς γνώμης ἕκαστον κρίνεσθαι, καὶ μὴ τὴν ἑτέρων ἀπείθειαν ἑτέροις βλάβην εἶναι εἰς δόξαν, ἐπὶ δ’ ἐμοῦ καινοτομεῖσθαι καὶ νεωτερίζεσθαι τὸ πρᾶγμα;
Ταῦτα δ’ οὐκ ἐπαίνων ἀπολαῦσαι ὀρεγόμενος γέγραφα —οἶσθα γὰρ ὅπως αὐτῶν καταφρονῶ· εἰ γὰρ ἐπαίνων ἤρων, ἀπηριθμησάμην ἂν καὶ οὓς ἔπεισα ἀρετὴν ἀσπάσασθαι, πολλοὺς ὄντας καὶ εὐδοκίμους—ἀλλὰ δεῖξαι σπουδάζων ὅτι ἄν τε πείσῃ τις, ἄν τε μὴ πείσῃ, τὴν γνώμην χρὴ ἐξετάζεσθαι τοῦ συμβουλεύσαντος, καὶ μὴ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων οὗ οὐκ ἔστι κύριος, κρίνεσθαι.
ΝΕΙΛΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασοζʹ Τοὺς Βαβυλωνίους τότε ὠφρυωμένους ἐπὶ τοῖς πολεμικοῖς πλεονεκτήμασι, καὶ ἐπηρμένους ἐπὶ τοῖς τροπαίοις, καὶ ἐναβρυνομένους ἐπὶ προρρήσει, κατέπληξε τὸ Θεῖον, παῖδας αἰχμαλώτους οὐ σοφωτέρους αὐτῶν κατὰ σύγκρισιν—ἐπὶ τῶν ὁμογενῶν γὰρ ἡ σύγκρισις—ἀλλὰ σοφωτάτους ἀποφῆναν.
ΘΕΟΓΝΩΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασοηʹ Οὐ ταὐτόν, ὦ βέλτιστε, τὸ κελεῦσαι καὶ τὸ ἐπιτρέψαι· τὸ μὲν γὰρ ὡς παντὶ τρόπῳ ἀνυσθῆναι ὀφεῖλον προστάττεται, ὡς τὸ «Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις», καὶ ὅσα τοιαῦτα· τὸ δὲ οἰκονομίας τινὸς ἕνεκεν συγχωρεῖται. Τὸ μὲν γὰρ θεσπίζεται· τὸ δ’οὐ κωλύεται· καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν πιστώσομαι.
Οἱ ἀπόστολοι οὐκ ἐκήρυττον μέν, οὐδ’ ἐνομοθέτουν περιτομήν, συνεχώρουν δέ, οὐχ ὅτι δέον γενέσθαι, ἀλλ’ ὅτι σοφῆς συγκαταβάσεως ἦν ἡ χρεία. Οὐ γὰρ ἂν ὃ ἐπέτρεψαν πρότερον ὕστερον ἀνέτρεψαν, εἰ ὡς δέον φυλάττεσθαι παρὰ τὴν ἀρχὴν προσέταττον.
Καὶ περὶ τῶν παρὰ τοῖς ἀπίστοις ἑστιωμένων ἔφη ὁ Παῦλος· «Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν, ἐσθίετε.» Οὐ κελεύω, φησίν, ἀπελθεῖν· εἰ δὲ βούλεσθε, οὐ κωλύω.
Ἄλλο γὰρ τὸ κελεῦσαι καὶ ἄλλο τὸ μὴ κωλῦσαι· τὸ μὲν γὰρ νομοθεσίας ἐστί, τὸ δ’ οἰκονομίας.
ΛΟΥΚΑΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵ασοθʹ Κακὸν μὲν τὸ ἀδικεῖν· κάκιον δὲ τὸ ἀδικῶς ψηφίζεσθαι. Τὸ μὲν γὰρ ἐλπίδα βοηθείας καταλιμπάνει τῷ ἀδικηθέντι, τὸ δὲ καὶ ταύτην ἀφαιρεῖται βεβαιῶσαν τὸ ἀδίκημα. Μήτε οὖν ἀδικῶμεν, μήτε, ἂν κριταὶ αἱρεθῶμεν, ἀδικῶς ψηφιζώμεθα.
ΠΕΤΡΩΙ ͵ασπʹ Οἱ μὲν θυμῷ πλέον ἢ βουλῇ στρατηγούμενοι εἰς χαλεπόν, ὡς τὰ πολλά, καταστρέφουσι τέλος, οἱ δὲ συνέσει μὲν στρατηγούμενοι, τὰ δὲ σώματα ὄργανα ταύτης ἡγούμενοι, οὐκ ἀμοιροῦσι τῆς ἐπὶ τοῖς καλλίστοις δόξης. Καὶ τοῦτ’ ἔστιν ὅπερ ἔφησεν ὁ Παροιμιαστής· «Μετὰ βουλῆς πάντα ποίει.» Τὸ γὰρ ἀπερίσκεπτον, σφαλερόν.
ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ασπαʹ Εἰ εὐγνωμόνως καὶ νουνεχῶς ἐντυχεῖν ἐθελήσειας ταῖς ἱεραῖς Γραφαῖς, οὐ πρὸς τὸν ἔρωτα τῆς θείας φιλοσοφίας ὁρμήσεις μόνον, ἀλλὰ καὶ πρὸς αὐτὴν τῶν δογμάτων τὴν ἐπιθυμίαν ἀφ’ ἧς ἡ οὐρανῷ πρέπουσα πολιτεία ἔχει τὴν ὑπόθεσιν.
ΠΑΥΛΩΙ ͵ασπβʹ Ὥσπερ τὸν φιλόσοφον οὐχ ἡ στολὴ καὶ ἡ βακτηρία δείκνυσιν, ἀλλ’ ἡ παρρησία καὶ ἡ πολιτεία, οὕτω καὶ τὸν Χριστιανὸν οὐ σχῆμα καὶ λόγος, ἀλλὰ τρόπος καὶ βίος τῷ ὀρθῷ λόγῳ ἐφάμιλλος.
ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασπγʹ Γέλωτα ὀφλισκάνεις, ὦ ... —τί σε καλέσας τῆς σῆς ἀναλγησίας καθάψομαι; —, εὐχόμενος· «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.» Τῶν μὲν γὰρ τὰ παρ’ ἑαυτῶν εἰσφερόντων, καὶ νηστευόντων, καὶ τῇ αὐταρκείᾳ χρωμένων, καὶ τοῦ σώματος κολαζόντων τὰ σκιρτήματα, ἐστὶν αὕτη ἡ εὐχή, ἐπικουρίαν τῇ σφῶν ἀσκήσει πεμφθῆναι παρακαλούντων οὐρανόθεν. Τῶν δέ, ὥσπερ σύ, κραιπάλῃ ἀμέτρῳ πιαινόντων τὴν σάρκα, καὶ τρυφῇ ποικίλῃ καὶ παντοδαπῇ τὰ σκιρτήματα αὐτῆς διεγειρόντων, καὶ τῇ εὐεξίᾳ τοὺς ἀθλητὰς ἀποκρυπτόντων, οὐκ ἔστι. Ταὐτὸν γὰρ ποιεῖς ὡς ἂν εἰ καὶ ἑταίρᾳ συμπλεκόμενος καὶ ἐρῶν αὐτῆς εὔξαιο σωφροσύνην λαβεῖν—τῶν γὰρ ἀνωτέρω τῶν δικτύων ἐκείνης πετομένων ἐστὶν αὕτη ἡ εὐχή, οὐ τῶν ὑποβαλλόντων ἑαυτοὺς ταῖς αὐτῆς ἄρκυσιν—ἢ ὡς ἂν ἀπὸ πλοίου εἰς πέλαγος ἄπειρον σαυτὸν ῥίπτων ἀντιβολοίης σωθῆναι, ἐμβρόντητε, σαυτῷ κατασκευάζων τὸν κίνδυνον εὐχῇ σωθῆναι. Καὶ πῶς οἷόν τε; Τῶν γὰρ πάντα τὰ παρ’ ἑαυτῶν πληρούντων, καὶ παρακαλούντων μὴ βαπτισθῆναι τὴν οἰκείαν τέχνην ὑπὸ τοῦ χειμῶνός ἐστιν αὕτη ἡ δέησις, οὐ τῶν ἑαυτοὺς εἰς τὸ πέλαγος καὶ πρὸ τοῦ κλύδωνος ῥιπτούντων.
Παῦσαι τοίνυν τρυφῶν. Εἰ γὰρ γαστρὸς περιέσῃ, καὶ τῶν μετὰ γαστέρα κρατήσεις, καὶ γέλωτα οὐκ ὀφλήσεις, ὡς τἀναντία ὧν διαπράττῃ λαβεῖν προσευχόμενος.
ΤΩΙ ΑΥΤΩΙ ͵ασπδʹ Ἐπειδὴ γέγραφας τί ἐστι τὸ «Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου»—ἴσως γὰρ ἀγνοῶν ᾔτεις ὃ μὴ ἐβούλου λαβεῖν—, ἄκουε. Πῆξον αὐτάς, νέκρωσον, ἀκινήτους ποίησον πρὸς ἡδονήν, ἀντὶ ἥλων ὁ φόβος ὁ σὸς πηγνύτω αὐτάς, καὶ νεκρούτω, καὶ σταυρούτω, καὶ ἀκινήτους καὶ ἀνενεργήτους πρὸς ἁμαρτίαν παρασκευαζέτω.
Γνοὺς οὖν τὴν ἑρμηνείαν, ἢ τρυφῶν τοῦτο μὴ αἴτει, ἢ αἰτῶν μὴ τρύφα· καὶ μάλιστα ὅτι οὐδ’ ἡ τρυφὴ οἴκαδέ σοι παρεσκεύασται, ἀλλ’ ἀλλοτρίαις ἀναισχύντως ἐπιπηδῶν τραπέζαις, ὅπερ ἓν τῶν ἀπευκταίων καὶ ἀθλίων ὡρίσατο εἶναι ὁ Σολομών, τὴν σάρκα οὐ δεόντως πιαίνεις. Οὐ γὰρ τῆς χρείας γίγνῃ, ἀλλὰ καὶ τὸν κόρον ὑβρίζεις.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵ασπεʹ Ἄμεινον μὲν ὑβριζόμενον σιγῇ φέρειν, καὶ φιλοσοφεῖν, οὐκ ἄκομψον δὲ καὶ τὸ παρὰ σοῦ γεγονός. Ἐπειδὴ γὰρ ὑπ’ ἀνθρώπων μοχθηρῶν καὶ παρασήμων, Ζωσίμου, φημί, καὶ Μάρωνος καὶ Εὐσταθίου τε καὶ Μαρτινιανοῦ, ἐπεπόνθεις κακῶς, ἡγήσω δὲ τὸ μὲν ψήφῳ δικαστηρίου τιμωρήσασθαι τούτους πικρόν, τὸ δὲ σιωπῇ φέρειν ταπεινόν, λογικῇ μετῆλθες τοὺς ὑβριστὰς δίκῃ, τοῖς σκώμμασιν ὁρισάμενος τὴν τιμωρίαν ἃ τοὺς ἐνόχους δάκνειν μὲν εἴωθε, κινδύνῳ δὲ οὐ περιβάλλει.
Ἀμείνονα τοίνυν ἐγὼ κρίνων τοῦ συγγράμματος τὸν λογισμὸν ὑφ’ οὗ γράφειν ἤρξω, συμβουλεύοιμί σοι καὶ τὸ λοιπὸν προσθεῖναι, φημὶ δὴ τὸ φέρειν γενναίως, καὶ κακηγορίας ἐλευθέραν ἔχειν τὴν γλῶτταν. Εἰ γὰρ κἀκεῖνοι δίκαιοι ταῦτα καὶ τὰ τούτων χαλεπώτερα ἀκοῦσαι, ἀλλὰ σοὶ οὐ πρέπει φράσαι ἁγνείας ἀνάκτορον ἔχοντι τὴν γλῶτταν.
ΕΥΣΤΕΦΙΩΙ ΝΑΥΑΡΧΩΙ ͵ασπϛʹ Πόθεν, ἔφης, δῆλόν ἐστιν ὅτι ἑκὼν ἐπὶ τὸν θάνατον ἦλθεν ὁ Χριστός; Μάλιστα μὲν ἐκ τοῦ νεκροὺς δεσποτικῇ αὐθεντείᾳ ἐγηγερκέναι. Ὁ γὰρ νεκροῖς ζωὴν χαρισάμενος οὐκ ἂν δήπου ἄκων ἐπὶ τὸ πάθος ἤχθη. Εἰ δὲ καὶ τῇ θεϊκῇ ἐξουσίᾳ οὐκ ἤθελε χρήσασθαι, ἀλλά γε ἐξῆν κἂν ἀπολογησάμενον ἐκφυγεῖν, εἴ γε ἤθελε. Καὶ γὰρ εἶχε καὶ τὸν Πιλάτον εἰς τοῦτο αὐτῷ συμπράττοντα, καὶ λέγοντα, ποτὲ μέν· «Οὐχ εὑρίσκω ἐν αὐτῷ οὐδὲ μίαν αἰτίαν θανάτου», ποτὲ δέ· «Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τούτου.» Εἰ δὲ μὴ ἀπολογήσασθαι ἤθελεν, ἐκκαλέσασθαι κατὰ τὸν Παῦλον ἐξῆν. Καὶ γὰρ ὑπὸ Ῥωμαίοις ἦσαν—λοιπὸν γὰρ Αὔγουστος ὁ Ῥωμαίων αὐτοκράτωρ χειρωσάμενος ἅπαντας (ἐν οἷς ἦσαν καὶ αὐτοί) ἐκέλευσεν ἀπογράψασθαι πᾶσαν τὴν οἰκουμένην, πρὸ τοῦ τὸν Σωτῆρα κατὰ σάρκα τεχθῆναι—καὶ Ῥωμαίων ἡγεμὼν ἦν παρ’ αὐτοῖς ὁ Πιλάτος, διέπων τὰ πράγματα, καὶ τοὺς ἐκκαλουμένους πέμπων εἰς τὴν Ῥώμην, καὶ τηρῶν αὐτοῖς τὸ ἄσυλον· ὥσπερ οὖν καὶ ὁ Φῆστος, εἰ δὲ βούλει, ὁ χιλίαρχος, τὸν Παῦλον καὶ διέσωσεν ἐκ τῆς φονώσης αὐτὸν συνόδου, καὶ εἰς τὴν Ῥώμην πρὸς Καίσαρα ἀνέπεμψεν. Ἀλλ’ οὐδὲν τούτων πεποίηκεν ὁ Χριστός· οὔτε γὰρ τῇ ἐξουσίᾳ, οὔτε τῇ ἀπολογίᾳ, οὔτε τῇ ἐκκλήτῳ ἐχρήσατο, ἵνα δείξῃ λαμπρῶς ὅτι τὸν θάνατον θανατώσων δεῦρ’ ἀφῖκτο.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασπζʹ Ἀγωνίζεσθαι μὲν χρὴ ὑπὲρ τῶν τῆς ἀρετῆς τροφίμων, οὐ μὴν αὐτοῖς ἐπιδείκνυσθαι δυοῖν ἕνεκεν· τοῦ τ’ ἐκείνους μὴ ὑπτιῶσαι, τοῦ τε κολακείας ὑπόνοιαν ἐκφυγεῖν. Διὸ οὐδὲ γέγραφα πρώην. Ἐπειδὴ δὲ παρ’ ἄλλων πυθόμενος γέγραφας, τῇ μὲν σιωπῇ μεμφόμενος, τὰ δὲ γεγενημένα ἀκριβῶς βουλόμενος μαθεῖν, ἴσθι ὅτι ὡς ἔρρει ἐπὶ πολὺ ὁ σὸς διάδικος· ἅτε ἐκ ῥητορικῶν ὁρμώμενος μαθημάτων, ἐπαίνου τε ῥόθιον αὐτῷ παρὰ τῶν παρόντων ἠγείρετο, ἅτε ἀγνοούντων τὴν σὴν καλοκαγαθίαν, ὀλίγα τινὰ φράσας τῶν προσόντων σοι πλεονεκτημάτων—πάντα γὰρ ἴσως οὐ ῥᾴδιον—εἰς τοσαύτην μεταβολὴν μετερρύθμισα τὸ πρᾶγμα ὡς ἐκεῖνον μὲν ἐρυθριάσαντα ἀποπηδῆσαι, τοὺς δὲ ἀκροατὰς παλινῳδίαν ᾆσαι.
ΤΩΙ ΑΥΤΩΙ ͵ασπηʹ Ὁ μὲν εἰς τὸ Θεῖον πεποιθὼς ἐπὶ μεγίστης καὶ λαμπρᾶς καὶ ἀδιαπτώτου, ὁ δ’ ἐπ’ ἄνθρωπον ἐπὶ λεπτῆς καὶ ἀσθενοῦς καὶ σφαλερᾶς καί, ὡς τὰ πολλά, διαπιπτούσης ἐλπίδος ὀχεῖται. Διὸ χρὴ τοὺς ἐχέφρονας, τῆς μὲν προτέρας ὡς ἱερᾶς ἀγκύρας ἀντέχεσθαι, τῆς δὲ δευτέρας ἀπέχεσθαι.
ΤΩΙ ΑΥΤΩΙ ͵ασπθʹ Λίαν θαυμάζω τῶν πάντα μὲν ὅσα ὁ κοινὸς ἐχθρὸς ἁπάντων διάβολος βούλεται ἀσμένως πραττόντων, εἶτα ἐπιζητούντων πόθεν τὰ τῆς εὐταξίας ἀπόλωλεν ἅπαντα. Ἢν γὰρ τὴν ὑπερβάλλουσαν καὶ ἀνήκεστον ῥᾳθυμίαν ἀπόθωνται, συναποθήσονται εὖ οἶδ’ ὅτι καὶ τὸ τὰ τοιαῦτα ζητεῖν.
ΘΕΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αςϟʹ Μὴ λίαν ἐκπλήττου, μηδὲ θαύμαζε, εἰ Ζώσιμος ἀπὸ οἰκετικῆς, ὡς φῄς, ῥίζης ὁρμώμενος φανητιᾷ, καὶ μέτριον οὐδὲν φρονεῖ. Εἴωθε γὰρ ἡ παρ’ ἐλπίδα εὐημερία τοὺς ἀνοηταίνοντας πρὸς ὕβριν τρέπειν.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵ασϟαʹ Ἡ μονῳδία ἣν γέγραφας εἰς Μαρτινιανὸν καὶ Ζώσιμον, Εὐστάθιόν τε καὶ Μάρωνα, ὡς οὐδέπω μὲν τεθνηκότας, ἀεὶ δὲ ἐν τῷ ἁμαρτάνειν ἀποθνῄσκοντας, καὶ τὰς ψυχὰς ἐν τοῖς σώμασιν ὥσπερ ἐν τάφοις κατορωρυγμένας ἔχοντας, εἰ καὶ ἀληθῶς καὶ εἰκότως συγγέγραπται, παρ’ ἐμοῦ αὐτοῖς οὐ πεμφθήσεται. Οὐ γὰρ ἂν δή σοι πολέμου αἴτιος γενοίμην· ἀμείλικτα γάρ φασιν εἶναι αὐτοὺς καὶ ἀτίθασσα θηρία. Εἰ μὲν γὰρ παραίνεσις ἦν, ἔπεμψα ἄν· ἐπεὶ δὲ θρῆνός ἐστι μονοειδής, οὐκ ἐδοκίμασα πέμψαι· εἰ δ’ αὐτὸς ὄντως βούλει, πέμψον, ἵν’ εἰ καὶ γένοιτο ἄσπονδος μάχη, μὴ εἰς ἄλλον ἔχῃς ἀνενεγκεῖν τὴν αἰτίαν.
ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ ͵ασϟβʹ Μονῳδίαν τις τῶν λίαν πεπαιδευμένων, καὶ εἰς ἄκραν ἀρετὴν ἀναβεβηκότων, πεποίηκεν εἰς ὑμᾶς. Ἔστι δὲ ἡ μονῳδία—οἶδα γὰρ ὅτι καὶ τοῦτο ἀγνοεῖτε—θρῆνος μονοειδής, μήτε προσωποποιίαν, μήτε ἠθοποιίαν ἔχων.
Καὶ τὸ μεῖζον, οἱ μὲν ἄλλοι τοὺς ἐκπεπτωκότας φιλοσοφίας θρηνοῦσιν, οὗτος δὲ ὡς ἀλιτηρίους, καὶ μηδεπώποτε γευσαμένους αὐτῆς τεθρήνηκε, πᾶν μὲν εἶδος ἁμαρτημάτων ῥητῶν τε καὶ ἀρρήτων ὑμᾶς διαπραττομένους εἰσαγαγών, τῶν δὲ τῆς ἀρετῆς μερῶν μηδὲ εἰς ἔννοιάν ποτε ἐληλυθέναι ἰσχυρισάμενος. Ὃ δὲ μέγιστον φάναι, τοῦτο οὐ πρὶν εἰπεῖν παύσομαι, ὅτι ἕκαστος τῶν ἐντυγχανόντων τῇ μονῳδίᾳ, ὑμᾶς μὲν ὡς ἀργαλέα θηρία, καὶ δαίμονας ἀλάστορας, καὶ τῆς κοινῆς φύσεως ἐχθροὺς ἀποστρέφεται, ἐκεῖνον δὲ μέμφεται ἐπιχειρήσαντα μέν, μὴ δυνηθέντα δὲ ἐφικέσθαι τῆς ἀκριβείας.
Οὕτω καὶ λόγου παντὸς καὶ συγγράμματος μείζων ἡ κακία ἡ ὑμετέρα πᾶσιν εἶναι δοκεῖ. Ἕκαστος γὰρ τὸ ἐκείνῳ παραλειφθὲν ὑμῶν ἁμάρτημα ἐκκωμῳδῶν, ἐκεῖνον μὲν ἡττῆσθαι νομίζει, πρὸς τὴν ἄφθαστον ὑμῶν κακίαν ἁμιλληθῆναι τῷ λόγῳ τολμήσαντα. Τὰ γὰρ ἁμαρτήματα ὑμῶν οὐχὶ συγγνώμης μόνον, ἀλλὰ καὶ τιμωρίας ἡγεῖται εἶναι μείζονα. Ὑμᾶς δὲ κακίζει ὅτι οὔτε παραδείγμασιν ἐκβιασθέντες, οὔθ’ ἕξοντες τοὺς μιμησομένους εἰς τοιαύτην ἠλάσατε κακίαν ἧς οὐδεὶς οὐδὲ τῶν ἄγαν παιδευομένων ἐφικέσθαι τῷ λόγῳ δυνήσεται. Ἀλλ’ ὡς πράξαντες ὅσα μηδεὶς τῶν πώποτε ἐπὶ παρανομίαις βεβοημένων, κἂν ὀψέ ποτε, γνωσιμαχήσατε.
ΘΕΟΔΟΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασϟγʹ Τὸ μὲν «Ἐκσπάσω ἐξ αὐτῶν»—δῆλον δὲ ὅτι τῶν ἑκουσίως προσιόντων τῇ θείᾳ παιδεύσει—«τὴν λιθίνην καρδίαν», τὴν ἀναίσθητον καὶ ἀνάλγητον τῆς ψυχῆς μηνύει ἕξιν, τὴν τοῖς θείοις ἀντιπράττουσαν νόμοις, τὸ δὲ «Καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην», τὴν εὔεικτον καὶ πειθήνιον, καὶ τοῖς πνευματικοῖς εἴκουσαν χρησμοῖς ἐξ ὧν καὶ ὁ περιώνυμος τῆς ἀρετῆς τίκτεσθαι πέφυκε χορός.
Εἰ δὲ καὶ διὰ παραδειγμάτων τοῦτο βούλει μαθεῖν, ἄκουε ὅτι ὥσπερ γραμματικοὶ καὶ σοφισταί, τοὺς παῖδας δεχόμενοι ῥυπῶντας καθήραντες ἀποπέμπουσιν, οὐ τὰς γλώττας ἀμείβοντες—οὐ γὰρ οἷόν τε—ἀλλὰ τέχνην ἐντιθέντες, οὐδὲ τὰς ψυχὰς ἀλλάττοντες, τὴν δὲ ἀμαθίαν ἐκβάλλοντες, οὕτω καὶ ἡ θεία σοφία τὴν κακίαν καὶ τὴν ἄγνοιαν ἐξοστρακίζουσα, σύνεσιν καὶ ἐπιστήμην ἐντίθησιν.
ΘΩΜΑΙ ΜΟΝΑΖΟΝΤΙ ͵ασϟδʹ Ἐπειδὴ ἔφης διὰ τί εἶπεν ὁ Θεὸς διὰ τοῦ Ἰεζεκιήλ· «Τὰ δικαιώματά μου ἀπώσαντο, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν», συντομωτάτῃ ἑρμηνείᾳ κεχρήσομαι. Οὐ μόνον, φησίν, ἀσεβεῖς ἐφωράθησαν, ἀλλὰ καὶ περὶ τοὺς πέλας πονηροὶ ἀναπεφήνασιν. Ἐπειδὴ γὰρ γενικῇ τινι διαιρέσει εἰς δύο ταῦτα τέμνεται τὰ νόμιμα, εἴς τε τὴν τοῦ Θεοῦ θεραπείαν, εἴς τε τὴν τῶν ὁμοιῶν φιλανθρωπίαν· διὸ καὶ δύο, οἶμαι, πλάκας γεγράφθαι· ἐνεδέχετο δὲ κατὰ τὸ πρότερον σφάλλεσθαι τὸ πλῆθος ἀγνοίᾳ τοῦ κρείττονος, καὶ ἀπάτῃ τῶν φενακίζειν βουλομένων, ἅτε καὶ ἀοράτου ὄντος τοῦ Θείου, καὶ πολυσχιδοῦς τῆς περὶ αὐτὸ δόξης· τὸ δεύτερον ἐπήγαγεν ὃ τοῖς πᾶσι πρόδηλόν ἐστιν. Οὐδεὶς γάρ ἐστιν ὃς ἀγνοεῖ ὡς κακὸν καὶ κολάσεως ἄξιον φόνος, καὶ μοιχεία, καὶ πλεονεξία, καὶ τἄλλα τὰ τούτων ἀδελφά.
Ἐπεὶ τοίνυν ἐπ’ ἀσεβείᾳ ἔσκωπτε τὸν Ἰουδαϊκὸν λαόν, ὡς ἂν μὴ σκήπτοιντο ἄγνοιαν, ἢ συγγνώμης σφᾶς αὐτοὺς ἀξίους εἶναι φαῖεν, ὡς δελεασθέντας ὑπό τινων δεινῶν περὶ τὰ τοιαῦτα, ἐλέγχει τὴν περὶ τοὺς ὁμοφύλους ἀδικίαν, καὶ πάσης συγγνώμης ἔξω καθίστησιν, εἴπερ μηδ’ ὧν ἡ κοινὴ φύσις τῶν ἀνθρώπων κατήγορος τυγχάνει ἀπέστησαν, ἀλλ’ ἀνέδην ἐπὶ τὰς παρανομίας ἐχώρησαν. Δι’ ὧν οὖν τὸ δῆλον παρεβάθη, διὰ τούτων ἔδειξε καὶ τὸ δοκοῦν ἄδηλον ἐθελοκάκως καὶ κακοήθως παραβαθέν.
ΤΩΙ ΑΥΤΩΙ ͵ασϟεʹ Ἐπειδὴ τὰ μέγιστα καὶ θειότατα συντόμως μαθεῖν βούλει, ἴσθι ὅτι διὰ τοῦτ’ ἔφη ὁ Σωτήρ· «Ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι» ἵν’ ἀρετὴν ἀσκοῦντες, καὶ τὸν προφορικόν, καὶ τὸν ἐνδιάθετον λόγον διὰ παντὸς ἀστράπτοντα ἔν τε τῇ ψυχῇ, ἔν τε τῇ γλώττῃ ἔχωμεν.
Ὁ μὲν γὰρ ἔνδον ὤν, ἡμᾶς φωτίζει, ὁ δ’ ἔξω, τοὺς ἄλλους· ὁ μέντοι διδασκαλικὸς λύχνος ψυχούσθω, καὶ ἀρδευέσθω, καὶ τρεφέσθω ὑπὸ τῆς πρακτικῆς ἀρετῆς, ἵνα μὴ σκοτεινὸς εἴη καὶ ἀλαμπής.
ΗΡΩΝΙ ΔΙΑΚΟΝΩΙ ͵αςϟϛʹ Ἐνίας τῶν κατηγοριῶν εἴωθεν ἀπίστους ποιεῖν ὁ τῶν ἐγκαλουμένων βίος. Πολλάκις γοῦν ἀνὴρ ἀγαθὸς ὁραθεὶς μόνον, καὶ μὴ ἀπολογησάμενος, οὐ μόνον πᾶσαν ἀπετρίψατο κατηγορίαν τε καὶ κακηγορίαν, ἀλλὰ καὶ ἐπαίνοις στεφθεὶς ἀπῆλθεν. Εἰ τοίνυν βούλει τοὺς ἐχθροὺς τοὺς σαυτοῦ δίκας ἀπαιτῆσαι, ἀρετὴν ἄσκει.
Τὰ γάρ σοι παρὰ πάντων ὑφαινόμενα ἐγκώμια ἐκείνοις τιμωρίας ἁπάσης ἐστὶ βαρύτερά τε καὶ πικρότερα.
ΑΓΑΘΟΔΑΙΜΟΝΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵ασϟζʹ Εἰ μέν τινες τῶν ὑπὸ σοῦ ἡνιοχουμένων, λύσσης τε καὶ ἀφροῦ μεστοὶ τυγχάνοντες, ἀγέρωχόν τι καὶ παρὰ τὴν ἡνίαν πράττοιεν, ἀνασείραζε τούτους καὶ ἐπιστόμιζε, ἵνα μὴ κατὰ κρημνῶν ἐνεχθεῖεν. Εἰ δὲ χρημάτων αἴσθοιο ἐραστάς, ἀεὶ λέγε· Τίς ἡ κενὴ καὶ παράλογος τῆς φιλοχρηματίας μανία ᾗ τὸ προστιθέμενον ὕλη καὶ ὑπέκκαυμα τῆς τοῦ πλείονος ὀρέξεως γίγνεται; Πάντοτε γὰρ δεχομένη, οὐδέποτε πληροῦται· οἷον δέ τις πολυκέφαλος ὕδρα μυρίοις στόμασι τὴν τροφὴν τῇ ἀκορέστῳ γαστρὶ παραπέμπουσα, τοσοῦτον αὐτῆς ὀρέγεται πλέον ἢ ὅσον οὐδὲν παρὰ τὴν ἀρχὴν ἐδέξατο. Τίς οὖν ταύτης εὖ φρονῶν ἕλοιτο εἶναι ἐραστὴς τῆς κἀνταῦθα τῷ μὴ κορέννυσθαι κολαζούσης τὸν ἁλόντα, κἀκεῖσε εἰς τὸ ἄσβεστον πῦρ παραπεμπούσης;
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ασϟηʹ Διττήν μοι δοκεῖ, τὴν μὲν πιθανωτέραν, τὴν δὲ δεινοτέραν καὶ πικροτέραν ἑρμηνείαν ἔχειν τὸ παρὰ σοῦ ζητηθέν· «Ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας.» Μάλιστα μὲν ἐπειδὴ εὔστροφος οὖσα καὶ ῥᾴστη εὐχερῶς πολλὰ λαλοῦσα κακά. Καὶ γὰρ καὶ κατηγορεῖ, καὶ κακηγορεῖ, καὶ ἐπιορκεῖ, καὶ ψεύδεται, καὶ ψευδομαρτυρεῖ, καὶ πολλοὺς ἀδίκως εἰς πῦρ ἐμβάλλει, καὶ εἰς ξίφος, καὶ εἰς πέλαγος ὠθεῖ. Κόσμον δὲ οἶδε καλεῖν ἡ Γραφὴ τὸ πλῆθος. «Ὁ κόσμος γάρ, φησίν, αὐτὸν οὐκ ἔγνω», τοῦτ’ ἔστι, τὸ πλῆθος. Ἡ γλῶσσα οὖν, φησίν, ἢ πῦρ ἐστι, πλῆθος ἀδίκως κατακαίουσα, ἢ πλῆθος πυρὸς ἀδίκου δοχεῖον.
Ἐπειδὴ δὲ πολλοὶ τῇ κακίᾳ συμπράττοντες, καὶ τὴν ἀδικίαν σεμνύνοντες, δεινότατοι ὄντες ῥητορεύειν ἐπὶ πράξεσι πονηραῖς καὶ παρανόμοις, λόγων εὐπρέπειαν ἐχόντων οὐκ ἀποροῦντες, λανθάνουσι καθ’ ἑαυτῶν τὴν ψῆφον τιθέμενοι, καὶ δεῖγμα τῆς ἑαυτῶν προαιρέσεως τῆς ἐπὶ τὰ φαῦλα ῥεπούσης διὰ τῶν λόγων τούτων ἐκφέρουσιν, ἴσως στηλιτεύων αὐτοὺς τοῦτ’ ἔφη· «Ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας», ὡς ἂν εἰ ἔλεγεν ὅτι ὁ τῆς εὐγλωττίας πυρσός, ὅταν τοὺς μεγάλα πταίοντας κοσμῇ, ἐγκαλλώπισμα εἶναι δοκεῖ τῆς ἀδικίας. Χρὴ τοιγαροῦν τῇ δεινότητι κεχρῆσθαι οὐ πρὸς τὸ τὴν κακίαν κοσμεῖν, ἀλλὰ πρὸς τὸ τὴν ἀρετὴν σεμνύνειν τὴν καὶ χωρὶς λόγων ὑπέρλαμπρον.
ΔΟΜΕΤΙΩΙ ͵ασϟθʹ Οὐ τὸν πάντη τῶν εἰωθότων τοῖς ἀνθρώποις συμβαίνειν ἀνιαρῶν ἀπείρατον, μακάριον εἶναι οἱ πολλοὶ νομίζουσι—τοῦτο γὰρ ἀδύνατον—ἀλλὰ τὸν ὀλίγων μετεσχηκότα. Διὰ γὰρ πλῆθος συμφορῶν αἳ τοὺς πλείστους κατακλύζουσι, μακάριον τὸν ὀλίγαις προσομιλήσαντα εἶναι ὁρίζονται. Ἡμεῖς δὲ καὶ τὸν πολλὰ μὲν τῇδε πεπονθότα, γενναίως δὲ ἐνηνοχότα, τοῦ ὀλίγα πεπονθότος μᾶλλον μακαρίζομεν, ὅτι πρὸς τὰ παλαίσματα καὶ οἱ στέφανοι πλέκονται, καὶ τοῖς ἄθλοις τὰ ἔπαθλα ἀκολουθεῖν εἴωθεν.
ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατʹ Κηλῖδα, καὶ μίασμα, καὶ ἄγος, καὶ τί γὰρ οὐχὶ τῶν προδήλως αἰσχρῶν ὀνομάζοντές σέ τινες, ὦ σχέτλιε Ζώσιμε, περιίασιν; Οὓς οὔτε καιρός, οὔτε τόπος ἐπιστομίσαι δύναται, πάντων μαρτυρούντων τῶν ἀκουόντων ὡς ὀλίγα ἀντὶ πολλῶν, καὶ σεμνὰ ἀντὶ αἰσχρῶν φράζουσι. Σκόπει τοίνυν ὅπως τούτους ἐπιστομίσῃς· ἐπιστομίσεις δέ, εἰ παύσοιο τῆς ἀκορέστου ῥᾳθυμίας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.