Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1301-1320
Παραινέσεις για πνευματική εγρήγορση, αποφυγή των σαρκικών παθών, εμπιστοσύνη στη θεία πρόνοια και γενναία υπομονή των θλίψεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1301-1320
Παραινέσεις για πνευματική εγρήγορση, αποφυγή των σαρκικών παθών, εμπιστοσύνη στη θεία πρόνοια και γενναία υπομονή των θλίψεων.
ΕΠΙΦΑΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αταʹ Ἡ εἰς τὴν ἄμαχον τοῦ τὰ πάντα οἰακίζοντος δεξιὰν ἐλπίς, οὐ μόνον τὴν τῶν μελλόντων ὠδίνει ἀπόλαυσιν, ἀλλὰ καὶ τοὺς παρόντας ἐπικουφίζει πόνους. Ῥᾷον γάρ τις φέρει τοὺς ἄθλους τῇ τῶν στεφάνων ἐλπίδι πτερούμενος. Εἰ τοίνυν κἀνταῦθα ἡμῖν συναγωνίζεται καὶ συμμαχεῖ, κἀκεῖσε στεφάνοις ἡμᾶς κοσμεῖ καὶ φαιδρύνει, καὶ ἀποβλέπτους παρ’ ἀγγέλοις καὶ ἀνθρώποις καθίστησι, ταύτην περιπτυξώμεθα, καὶ σύνοικον ἔχωμεν καὶ ὁμοτράπεζον.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵ατβʹ Σφόδρα ἀπατῶμεν ἑαυτούς, καὶ παραλογιζόμεθα, εἰ μηδὲν πράττοντες ὧν προσήκει πράττειν τοὺς νικᾶν βουλομένους, τῶν πάντα πραττόντων ἃ χρὴ πράττειν τοὺς νικήσειν μέλλοντας περιέσεσθαι προσδοκῶμεν.
Ταυτὸν γάρ ἐστι τὸ καὶ τοὺς καθεύδοντας καὶ ῥέγχοντας τῶν ἐγρηγορότων καὶ σπουδαζόντων περιεῖναι, καὶ τοὺς ῥᾳθυμοῦντας καὶ ἀργοῦντας τῶν μηδὲν παραλιμπανόντων κρατεῖν.
ΣΤΡΑΤΗΓΙΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵ατγʹ Πολλάς, ὦ μακάριε, δυνατὸν εἰς τὸ «Πᾶν ἁμάρτημα, ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων, εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει» ἀνοῖξαι τῷ βουλομένῳ νοημάτων θύρας.
Καὶ πρώτην μὲν ταύτην· οὐκ εἶπε, Διὰ τοῦ σώματος ἁμαρτάνει, ὅπερ οἱ πολλοὶ νομίζοντες πράγματα παρέχουσι τοῖς ἑρμηνεύουσιν, ἀλλ’ Εἰς αὐτὸ ἁμαρτάνει, εἰς αὐτὸ σφάλλεται, αὐτὸ μολύνει, αὐτὸ ἐναγὲς ἀποφαίνει.
Ὡς ἄν τις εἴποι· Ὁ δεῖνα ἑαυτὸν ὑβρίζει, ἄλλον δοκῶν ὑβρίζειν. Νῦν γὰρ βλέπει τῷ Ἀποστόλῳ ὁ λόγος οὐ πρὸς τὴν μετὰ ταῦτα ἑψομένην τῷ ἁμαρτήματι τιμωρίαν, ἀλλὰ πρὸς τὴν ἐν τῇ πράξει γιγνομένην τῷ σώματι ἐκ τῆς συμπλοκῆς ὕβριν, τουτέστι τὸν μολυσμόν. Ὁ μὲν γὰρ φονεύων ἄλλον φονεύει· ὁ δὲ πορνεύων ἑαυτὸν καθυβρίζει. Καὶ ὁ τὰ ἄλλα πταίσματα δρῶν, εἰς ἄλλον δρᾷ· ὁ δὲ λαγνεύων ἑαυτὸν καταισχύνει, ἑαυτὸν μιαίνει. Ὅθεν καὶ ἀπολούονται, τὸν μολυσμὸν ἐννοοῦντες, καὶ τὴν ἀτοπίαν βδελυττόμενοι. Τὰ μὲν γὰρ ἄλλα πλημμελήματα εἰς τὸν ἀδικούμενον βλέπει, τοῦτο δ’ εἰς τὸν ἀδικοῦντα. Τὰ ἄλλα ἐκτὸς τοῦ σώματός ἐστι τοῦ δρῶντος, τοῦτο δὲ τὸν δρῶντα μολύνει· ἐν τοῖς ἄλλοις ἄλλους ἀδικεῖ, ἐν τῇ πορνείᾳ ἑαυτόν.
Εἰ δὲ καὶ δευτέραν βούλει σοι ἀνοιγῆναι θύραν, ἐννόει ὅτι, ἐπειδὴ πολλάκις ἀνθρώπῳ οὐ συγγνώμης μεῖζον ἔχοντι ἐλάττωμα παραινοῦντες λέγομεν· Ἀδελφέ, ἀπόστηθι τούτου τοῦ νοσήματος· τοῦτο πάντων ἐστὶ κάκιον, οὐκ ἐπειδὴ πάντα ὑπερβαίνει, ἀλλ’ ὅτι κἀκείνου αὐτὸν ἀπαλλάξαι βουλόμεθα· μήποτε καὶ ὁ Ἀπόστολος ἐπὶ τῆς πορνείας τοῦτο ἔφη; Τὸν γὰρ πορνεύσαντα παρὰ Κορινθίοις σωφρονίσαι βουλόμενος ταύτην ἔρρηξε τὴν φωνήν.
Εἰ δὲ καὶ τρίτην, ἐννόει ὅτι ὥσπερ ὁ εἰς θάλατταν σῖτον ἢ ἕτερον ῥίπτων σπέρμα εἰς τὸν σπόρον ἁμαρτάνει, κωλύων αὐτὸν εἰς γένεσιν ἐλθεῖν, οὕτω καὶ ὁ εἰς ἑταίραν ῥίπτων τὸ ἑαυτοῦ σπέρμα εἰς τὸ ἴδιον σπέρμα ἁμαρτάνει, ἐκείνης οὐ τὸ τεχθὲν ἀναιρούσης μόνον, ἀλλὰ καὶ τὸ τεχθῆναι κωλυούσης.
Εἰ δὲ καὶ τετάρτην, ἐννοεῖν χρὴ ὅτι καθ’ ὃ δρᾷ, καὶ πάσχει. Εἰ μὲν γὰρ μὴ ἔπαθεν, οὐκ ἂν ἔρρευσεν· εἰ δὲ ἔρρευσεν, ἐφθάρη· εἰ δὲ ἐφθάρη, ὑβρίσθη. Ἀμέλει ἐπ’ οὐδεμιᾷ ἄλλῃ πράξει ἢ ἐπὶ μόνῃ τῇ ἀνδρὸς πρὸς γυναῖκα συνόδῳ λέγεται ἐφθάρθαι τὴν παρθένον καὶ τὸν νεανίσκον πειραθέντας.
Εἰ δὲ καὶ πέμπτην, ἐννόει ὅτι τῷ πόρνῃ συνερχομένῳ εἰ τεχθείη παιδίον, εἰς πορνείαν ἀνατρέφεται, καὶ ὁ ὁρῶν μετὰ ταῦτα λέξει· Ὄντως ἑαυτὸν ἐκεῖνος ἠδίκησεν· ἰδοὺ γὰρ τὸ σπέρμα, μᾶλλον δὲ τὸ σῶμα αὐτοῦ πορνεύει.
Εἰ δὲ καὶ ἕκτην, ἐπίστησον ὅτι εἰ δούλῃ τις κοινωνήσειε, δοῦλον ἔσται τὸ τικτόμενον· πῶς οὖν οὐκ εἰς ἑαυτὸν ἁμαρτάνει ὁ δοῦλον σπουδάζων τεκεῖν; Εἰ δὲ καὶ ἑβδόμην, ὅρα ὅτι καὶ τὸ τικτόμενον ἀδικεῖται, νόθον καλούμενον, καὶ ἄτιμον πανταχοῦ γιγνόμενον, κἂν ἐν βουλευτηρίῳ, κἂν ἐν δικαστηρίῳ δέῃ εἰσελθεῖν, ἐκβάλλεται· δι’ οὗ καὶ ὁ φυτευσάμενος συναπολαύει τῆς αἰσχύνης· ὑπόμνημα γὰρ τῆς οἰκείας λαγνείας κατέλειψεν.
Εἰ δὲ καὶ ὀγδόην, δοκίμασον καὶ τὸ ῥηθησόμενον· ἐπειδὴ ὁ πορνεύων ἓν πρὸς τὴν πορνευομένην γίγνεται, ὡς τὰ οἰκεῖα μέλη ποιῶν πόρνης μέλη, εἰς ἑαυτὸν τῷ ὄντι ἁμαρτάνει. Φόνῳ μὲν γὰρ εὖ τινες ἐχρήσαντο— ὡς Μωσῆς καὶ Φινεές—καὶ ὀργῇ—ὡς Πέτρος καὶ Παῦλος—πορνείᾳ δὲ οὐδεὶς πώποτε εὖ ἐχρήσατο. Διὸ καὶ τὸν δρῶντα μολύνει. Σιωπῶ γὰρ ὅτι τοὺς ἐν πολέμῳ φονεύοντας καὶ στηλῶν καὶ ἀναρρήσεων ἀξιοῦσιν.
Εἰ δὲ καὶ τραπῆναι ἡμᾶς βούλει εἰς τὴν τῆς ἀλληγορίας ὁδόν, ἐνάτη ἔστω ἡ λεχθησομένη. Ἐπειδὴ γὰρ ἓν σῶμά ἐστιν ἡ Ἐκκλησία, ὁ δὲ καθεῖς ἀλλήλων μέλη, ὁ πορνεύων εἰς πάντας ἁμαρτάνει· ἀνατρέχει γὰρ αὐτοῦ τὸ σφάλμα ἐπὶ τὸ τῆς Ἐκκλησίας πλήρωμα οὗ καὶ ἐκκοπῆναι αὐτὸν προσέταξεν, ἕως ἂν μετανοήσῃ.
Εἰ δὲ καὶ δεκάτην βούλει, λεχθείη ἂν ὅτι ἐπειδὴ οἱ νόμῳ τοῦ τιμίου γάμου συνιόντες ἓν σῶμα γίγνονται —«Ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν»· διὸ καὶ «Ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ὁ ἀνήρ· οὐδ’ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος ἐξουσιάζει, ἀλλ’ ἡ γυνή»—εἰκότως ὁ πορνεύων μὲν ἀνὴρ εἰς τὴν γαμετὴν τουτέστιν εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, ἡ δὲ πορνευομένη γυνὴ εἰς τὸ ἴδιον σῶμα τουτέστι τὸν ἄνδρα σῶμα αὐτῆς γενόμενον ἁμαρτάνει.
Διὸ τὰ μὲν ἄλλα ἁμαρτήματα ἐκτὸς τοῦ σώματός ἐστι τοῦ διὰ τοῦ ἐννόμου γάμου συναφθέντος εἰς ἕν. Οὔτε γὰρ ἐὰν ἐπιορκήσῃ, ἢ φονεύσῃ, ἢ κλέψῃ, ἢ ἄλλο τι δράσῃ ὁ ἀνὴρ χαλεπόν, εἰς τὴν γυναῖκα φθάνει τὸ ἁμάρτημα· ὡς αὖ πάλιν οὐδ’ ἡ γυνή, ἐὰν φονεύσῃ, ἢ ἐπιορκήσῃ, εἰς τὸν ἴδιον ἄνδρα ἀνατρέχει τὸ πταῖσμα· ἡ δὲ πορνεία μόνη τῆς συνοικήσεως καὶ τῆς συνόδου ἅπτεται, καὶ θάτερος θάτερον ἀδικεῖ, εἰ ταύτην δράσειε, καὶ τὴν τῶν τέκνων γνησιότητα ὑποπτεύεσθαι παρασκευάζει, καὶ πάντα τὸν οἶκον ἐκ βάθρων σαλεύει· διὸ καὶ ὁ Χριστὸς πάντα τὰ ἐλαττώματα τῆς γυναικὸς καταδέχεσθαι τὸν ἄνδρα ἀναγκαῖον εἶναι ἔφη· οὐ γὰρ εἰς αὐτὸν βλέπει τὰ γιγνόμενα· ἐπὶ δὲ τῇ πορνείᾳ μόνῃ ἐκβάλλειν ἐκέλευσεν, ὡς τῆς ἀδικίας ταύτης εἰς τὸν συνεζευγμένον ἀνατρεχούσης.
ΙΕΡΑΚΙ ΚΑΙ ΔΙΟΝΥΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΟΙΣ ͵ατδʹ Ὅτε οἱ ἀκρατεῖς ἐκεῖνοι ἐρασταὶ βεβαπτισμένοι τῷ πόθῳ ἧκον ἐπὶ τὴν σωφρονεστάτην Σωσάνναν —ἀκολασία γὰρ καὶ μέθη παροινεῖν αὐτοὺς ἐπαίδευσαν —τότε δὴ τοὺς δοκοῦντας διδασκάλους ἡ εἰς τοὺς φοιτητὰς τελοῦσα τὴν θείαν καὶ ἀδέκαστον ἐδίδασκε κρίσιν. Ἐπειδὴ δὲ ὁ πόθος τὸν φόβον παρεγράψατο, καὶ τὸ πάθος τὸν λόγον οὐ παρεδέξατο, ἐβόησεν ἐκείνη, τὸ τῆς σωφροσύνης κειμήλιον ἀκέραιον καὶ ἀνέπαφον φυλάξαι ἐπειγομένη. Ὡς δ’ αὐτὴ μὲν ἤνυσεν ὅπερ ἐβούλετο, ἐκεῖνοι δ’ ἀπέτυχον οὗπερ ἐπιτυχεῖν οὐκ ὤφελον, τότε δὴ ἐγράψαντο γραφὴν ἣν γραφῆναι ἦσαν δίκαιοι, ἀλλ’ ἡ ἀπαραλόγιστος ψῆφος ἀντιπεριέστησεν εἰς αὐτοὺς τὸ ἔγκλημα.
Εἰ τοίνυν καὶ Εὐσέβιος, ὡς γεγράφατε, τῷ διδασκαλικῷ ἀξιώματι ὠφρυωμένος, καὶ τολμῶν ἃ μὴ θέμις, οὐδὲ συμβουλῆς ἀνέχεται, ἄνω καὶ κάτω τὸ τῆς ἐπισκοπῆς, οὐ τὸ τῆς ἀρετῆς προφέρων ἀξίωμα, μὴ ὀλιγωρεῖτε. Ἄξια γὰρ πάντως, ἢ ἐνταῦθα ἢ ἐκεῖσε, τῶν δρωμένων ἀπαιτηθήσεται τὰ ἐπίχειρα.
ΜΑΡΚΙΑΝΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατεʹ Τὰ πολλῆς βασάνου καὶ μακρᾶς ἐξετάσεως δεόμενα ῥητὰ οὐκ ἀποφάσει, ἀλλ’ ἀποδείξει σαφηνίζεται. Χρεία γὰρ καὶ κατασκευῆς, καὶ περιόδου, καὶ ἀποδείξεως ὥστε δυνηθῆναι ταῦτα λαμπρᾶς τυχεῖν ἑρμηνείας. Εἰ δέ τις ἀποφαινόμενος νομίζει ἀποδείξει κεχρῆσθαι, οὗτος ἔξω τῆς τῶν σοφῶν ἐσκήνωται συνόδου.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ατϛʹ Ἐπειδὴ γέγραφας· Τί ἐστιν «Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ;», φημὶ ὅτι ἐπειδὴ ὅτε ἡ ἀνθρωπεία φύσις ἐμάνη, καὶ ἀνύποιστος ἦν τῶν ἁμαρτημάτων ἡ τυραννίς, καὶ καιρὸς ἀποφάσεως ἦν πανωλεθρίᾳ καταδικαζούσης τὸ γένος—πᾶς γὰρ ἰατρείας ἐξηλέγχθη τρόπος, καὶ οὔτε νόμος, οὔτε προφητικὸς λόγος τὸν ἐπιπολάσαντα λοιμὸν ἀπελάσαι ἴσχυσεν—τότε δὴ λύτρον τὸν Μονογενῆ ἐπεισήγαγεν ἵν’ ἔχῃ λόγον ἡ χάρις· διὰ τοῦτ’ ἔφη ὁ Ἀπόστολος· «Εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ.» Ἱερεῖον γὰρ προσηνέχθη ἓν ὑπὲρ ἁπάντων, καὶ ὑπὲρ τὴν ἁπάντων ἀξίαν. Καὶ τότε ἡ ὀργὴ ἐλύθη, καὶ ἡ καταλλαγὴ γέγονε, καὶ ἡ ἔχθρα εἰς φιλίαν μετερρυθμίσθη, καὶ ἀντὶ τῆς ἀποφάσεως τὸ ὑπερφυὲς τῆς υἱοθεσίας ἐδόθη χάρισμα, καὶ μυρία δῶρα ἐχόρευσε κοσμοῦντα τὴν Ἐκκλησίαν, ἵν’ ὁμοῦ καὶ ἡ δικαιοσύνη δειχθῇ, καὶ ἡ περιουσία τῆς ἀγαθότητος δηλωθῇ.
ΤΩΙ ΑΥΤΩΙ ͵ατζʹ Τί ἐστιν, ἔφης, τὸ «Καὶ ὁ ἀδικῶν ἐνευλογεῖται»; Ἄκουε τοίνυν. Παρὰ τὸ εὖ λέγεσθαι εἴρηται ἐνταῦθα τὸ εὐλογεῖται, τοῦτ’ ἔστιν ἐπαινεῖται, ἐγκωμιάζεται παρὰ τῶν κολακευόντων αὐτόν, καὶ ἐπιτριβόντων αὐτοῦ τὴν κακίαν, καὶ μηδ’ αἴσθησιν τῆς νόσου διὰ τῆς σιωπῆς ἐμποιῆσαι ἀνεχομένων· διὸ καὶ ἀνήκεστος ὁ τοιοῦτος εὑρίσκεται. Τῷ γὰρ μηδ’ αἴσθησιν τοῦ πάθους ἔχειν, θεραπείαν οὔτε ζητεῖ οὔτε προσίεται. Καὶ τοῦτό ἐστι τὸ πάντων δεινότατον ὅταν ἡ κακία ἐπαινῆται, καὶ μηδὲ κακία εἶναι νομίζηται. Διὸ χρὴ μάλιστα μέν, εἰ δυνατόν, διορθοῦν τὸν τοιοῦτον. Εἰ δὲ μή, μηδὲ κολακεύειν, μηδ’ ἐπιτρίβειν τὸ πάθος· ἀλλὰ τῇ σιωπῇ αἴσθησιν αὐτῷ τῆς πονηρίας ἐμποιεῖν. Εἰ δὲ μηδὲ τοῦτο βούλοιτό τις ποιεῖν, φεύγειν προτροπάδην, ἵνα μὴ κοινωνὸς τῆς ἀδικίας διὰ τῆς κολακείας ὀφθείς, κοινωνὸς αὐτῷ κἀν ταῖς τιμωρίαις εὑρεθῇ. Ὥσπερ γὰρ ὁ εἰς ἀρετὴν ἐνάγων στεφανοῦται, κἂν μηδὲν ἀνύσῃ—τὸ γὰρ ἑαυτοῦ πεπλήρωκεν—οὕτω καὶ ὁ εἰς ἀδικίαν ἀλείφων κολάζεται, κἂν μηδὲν ἰσχύσῃ· τὸ γὰρ ἑαυτοῦ καὶ οὗτος ἐποίησεν.
ΤΩΙ ΑΥΤΩΙ ͵ατηʹ Ὅτε μὲν ὁ Μελοποιὸς ἐμελῴδει, ἐπεγράφετο Ψαλμὸς τοῦ Δαβίδ. Ὅτε δὲ αὐτὸς μὲν ἐμελῴδει, ἄλλος δὲ ἐμελοποίει, ἢ εἰς αὐτὸν τὸ μέλος παρ’ ἄλλων ᾔδετο, ἢ εἰς τὸν ἐξ αὐτοῦ κατὰ σάρκα Χριστὸν ἀνήγετο, Ψαλμὸς τῷ Δαβίδ. Οὐ γὰρ πάντες οἱ μελογράφοι ᾖδον, οὐδὲ πάντες οἱ ᾄδοντες ἐμελογράφουν, ἀλλ’ οἱ μὲν τοῦτο, οἱ δὲ ἐκεῖνο, οἱ δὲ καὶ ἀμφότερα διεπράττοντο, τοῦ θείου Πνεύματος ἑκάστῳ τὸ πρόσφορον καὶ πρέπον ἀπονέμοντος.
ΙΩΑΝΝΗΙ ΔΙΑΚΟΝΩΙ ͵ατθʹ Εἰ καὶ διδάσκαλοι καὶ πατέρες τῆς κολακείας ἀφέμενοι, ὡς τὰ μέγιστα βλαπτούσης καὶ λυμαινομένης, φόβον ἐπανατείνονται, οἱ μὲν τοῖς φοιτηταῖς, οἱ δὲ τοῖς παισί, χρὴ καὶ ἡμᾶς, εἴ γε σωφρονοῦμεν, μᾶλλον τῶν ὑβριζόντων τοὺς κολακεύοντας ἀποστρέφεσθαι. Μείζονα γὰρ ἔχει λύμην τῆς ὕβρεως ἡ τοιαύτη τιμὴ τοῖς μὴ προσέχουσι· καὶ δύσκολον τούτου κρατῆσαι ἢ ἐκείνου τοῦ πάθους.
ΠΕΤΡΩΙ ͵ατιʹ Μόνη ἡ ἀρετὴ αὐτάρκης κοσμῆσαι τὸν ἔχοντα. Οὐδεὶς γοῦν τῶν ἐν τέλει καθ’ ἑαυτὸν ἔχει τὸ γέρας, ἀλλ’ ἐν τοῖς ὑπηκόοις κέκτηται τὴν τιμήν· ὁ δὲ φιλάρετος καὶ ἐν ἑαυτῷ καὶ ἀναφαίρετον ἔχει τὸ κλέος.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵ατιαʹ Ὁ τοσοῦτον ἐσθίων ὅσον λῦσαι λιμόν, καὶ τοιαῦτα περιβαλλόμενος ὅσον ἐσκεπάσθαι κοσμίως ὄχημα κάλλιστον τῇ ψυχῇ παρασκευάζει τὸ σῶμα, καὶ τῷ κυβερνήτῃ εὐμεταχειρίστους τοὺς οἴακας, καὶ τῷ στρατιώτῃ εὐάρμοστα τὰ ὅπλα, καὶ τῷ ἁρμονικῷ μουσικὴν τὴν λύραν. Ὁ γὰρ τρυφῇ πιαίνων, καὶ ἱματίοις καλλωπίζων σκιρτᾶν αὐτὸ παρασκευάζει, καὶ εἰς ἀτόπους ἐπιθυμίας ἐξάπτει, καὶ μαλακώτερον αὐτὸ ποιεῖ, καὶ τὴν εὐεξίαν αὐτοῦ λυμαίνεται, καὶ τῇ πολλῇ βλακείᾳ διαλύει αὐτό, καὶ τῇ ψυχῇ πολέμιον κατασκευάζει.
Οὐκοῦν πέπαυσο καὶ τοῦτο κἀκεῖνο ποιῶν.
ΤΩΙ ΑΥΤΩΙ ͵ατιβʹ Οὐχὶ ἁπλῶς, ὦ βέλτιστε, ὁ πλάσας κατὰ μόνας τὰς καρδίας ἡμῶν ἐνομοθέτησε μὴ ἰδεῖν ἀκολάστως εἰς γυναῖκα, ἀλλὰ πραγμάτων ἡμᾶς ἀπαλλάττων. Ἐπειδὴ γὰρ πολλῷ εὐκολώτερον μὴ ἰδεῖν εὐπρόσωπον γυναῖκα ἢ θεασάμενον καὶ τρωθέντα ἐξελκῦσαι τὸ βέλος, καὶ θεραπεῦσαι τὸ τραῦμα, τοῦτο προσέταξε. Κουφότεροι γὰρ ἐν προοιμίοις οἱ ἀγῶνες—μᾶλλον δὲ οὐδὲ ἀγῶνος δεῖ—τῷ μὴ τὰς θύρας ἀνοίγοντι τῷ πολεμίῳ, μηδὲ τὰ σπέρματα δεχομένῳ. Εἰ τοίνυν ἐξὸν χωρὶς συμπλοκῆς στῆσαι τὸ τρόπαιον, τί πράγματα σαυτῷ παρέχεις περιττά; Οὐ γὰρ τοσοῦτος ἱδρὼς συμβαίνει ἐν τῷ μὴ ὁρᾶν ὅσος ἐν τῷ ὁρῶντα κρατῆσαι· μᾶλλον δὲ οὐδὲ πόνος τὸ πρότερον, ἀλλὰ πολὺς μόχθος μετὰ τὴν θέαν φύεται. Ὅταν οὖν καὶ τὸ κέρδος μέγιστον ᾖ, καὶ ὁ πόνος μικρός, τί σαυτὸν ἐμβάλλεις εἰς τὸ ἀδιεξόδευτον τῆς ἐπιθυμίας πέλαγος; Οὐ γὰρ εὐχερέστερον μόνον ὁ μὴ θεώμενος, ἀλλὰ καὶ καθαρώτερον περιέσται. Ὥσπερ γὰρ ὁ ὁρῶν μετὰ πόνου πλείονος καὶ κηλῖδος ἀπαλλάττεται, ἐὰν ἄρα ἀπαλλαγῇ, οὕτως ὁ μὴ ἰδὼν καὶ τῆς ἐπιθυμίας ἐστὶ καθαρός.
ΝΕΙΛΩΙ ͵ατιγʹ Τὸ γεγράμμενον «Ἦ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ;» μαθεῖν ἐθέλων γέγραφας. Ἄκουε τοίνυν. Ὁ τὰ ὑψηλὰ οἰκῶν—τοῦτο γάρ ἐστι τὸ ναίων ἀφ’ οὗ καὶ ὁ νεώς, τοῦτ’ ἔστιν ὁ ναός· ὥσπερ γὰρ ἀπὸ τοῦ οἴκου τὸ οἰκεῖν, οὕτω καὶ ἀπὸ τοῦ ναοῦ τὸ ναίειν—οὗτος ἐφορᾷ πάντα, καὶ οὐδὲν αὐτὸν διαδιδράσκει. Ἦ οὐκ ἐφορᾷ, φησίν, ὁ τὰ ὑψηλὰ οἰκῶν; ἀντὶ τοῦ Ναί, ἐφορᾷ. Ὅπερ ὁ Μελῳδὸς σαφέστερον εἶπεν· «Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν.» Οἱ δὲ παῖδες οἱ τρεῖς σαφέστατα· «Εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ.» Οὐ γὰρ ὑπερκείμενος, φησί, τῶν ἄνω δήμων, παρορᾷς τὴν ἡμετέραν εὐτέλειαν, ἀλλὰ καὶ τῶν ἀοράτων δεσπόζων δυνάμεων νεύμασιν ἡμερωτάτοις καὶ τὰ ἐν τοῖς βυθοῖς διοικεῖς.
ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵ατιδʹ Οὐ πάντως τὰ δοκοῦντα ἡμῖν συμφέρειν ταῦτα καὶ λυσιτελεῖ. Πολλοὶ γοῦν πολλοὺς νενικηκότες ἐκείνους μὲν ἔβλαψαν οὐδέν, ἑαυτοὺς δὲ τὰ χείριστα διέθηκαν· διὸ καὶ ἔδοξεν ἐκεῖνος διημαρτηκέναι τῆς ἀληθείας ὁ εἰπών· «Μακάριος ἐκεῖνος ᾧ τὸ τόξον μερίμνησις ὃ βούλεται παίσειν.» Ἐχρῆν γάρ, εἴ γε σοφὸς ἦν, εἰπεῖν· «Μακάριος ἐκεῖνος ᾧ τὸ τόξον μερίμνησις ὃ συμφέρει παίσειν.» Πολλοὶ γὰρ ἀζήλων καὶ οἰκτρῶν ἐπιτυχόντες πραγμάτων ἐκ τούτου εἰς χείρω ἑαυτοὺς ἤλειψαν κακά.
Ἐπὶ γὰρ τοῖς προτέροις μεγάλα φρονήσαντες, τολμηροτέρως τοῖς δευτέροις ἐνεχείρησαν. Πολλοὶ δὲ ἀποτυχόντες συμφερόντως ἐπαιδεύθησαν τοῖς ἀργαλεωτάτοις πράγμασι μὴ ἐγχειρεῖν. Ἐπεὶ οὖν τὸ τὰ συμφέροντα εἰδέναι τε καὶ διδόναι τῇ θείᾳ ἀνήκει προνοίᾳ, ταῦτα παρ’ αὐτῆς αἰτῶμεν, καὶ τὰ διδόμενα στέργωμεν, εἰ καὶ ἐναντία δοκοίη εἶναι.
ΙΕΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατιεʹ Ὥσπερ ὁ διὰ παντὸς διψῶν, κἂν παρὰ ποταμοὺς καὶ πηγὰς κατακέηται, οὐκ αἰσθήσεται τῆς εὐφροσύνης, τῷ μὴ δύνασθαι σβέσαι τὸ πάθος, οὕτω καὶ ὁ πλειόνων ὀρεγόμενος, κἂν μυρίους ἔχῃ θησαυρούς, οὐδέποτε ἡδονῆς αἰσθήσεται, τῷ μὴ εἰδέναι κόρον. Ὁ δὲ τῶν τῆς χρείας ὅρων εἴσω ἑαυτὸν διατηρῶν οὐδέποτε τούτῳ τῷ ἀνηκέστῳ ἁλώσεται νοσήματι, ἀλλ’ ἐν θυμηδίᾳ ἔσται καὶ χαρᾷ, ἀνάλωτός τε τοῖς ἄλλοις πάθεσι διαμενεῖ οἷς ὁ ἀεὶ ἐρῶν ἁλίσκεται. Οὐ γὰρ τὸ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ ὀλίγων δεῖσθαι ἀναλώτους ποιεῖ, καὶ ἐν πάσῃ ἀσφαλείᾳ καθιστᾷ· ἐκεῖνος μὲν γάρ, κἂν μὴ ἀδικηθῇ, ἀκμάζοντα ἔχει τὸν φόβον, ἅτε ἀδικηθῆναι δυνάμενος.
Οὗτος δὲ μάλιστα μὲν ἀδικηθῆναι οὐ δυνηθήσεται. Ἢν δὲ καὶ ἠδικῆσθαι δόξῃ, τῶν οὐκ ἠδικημένων πολλῷ ἄμεινον διακείσεται, ἐν πλείονί τε ἔσται ἀγαλλιάσει, τῷ καὶ τὰ τῆς φιλοσοφίας γέρα προσδοκᾶν.
ΑΝΑΤΟΛΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατιϛʹ Τοῖς μεγαληγοροῦσι μὲν ἐν τῷ φανερῷ καὶ τὰ θεῖα σεμνύνουσι, κρύβδην δὲ τἀναντία πράττουσιν, ἅτε φιλοσοφοῦσιν ἐν λόγοις, ἀλλ’ οὐκ ἐν ἔργοις, ὁ μεγαλόφωνος Ἠσαΐας βοᾷ· «Μάθετε καλὸν ποιεῖν», οὐ μόνον δ’ αὐτοῖς, ἀλλὰ καὶ πᾶσι τὸ αὐτὸ παρακελεύεται· «Δικαιοσύνην μάθετε ποιεῖν οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς· πέπαυται γὰρ ὁ ἀσεβής.» Ἐπειδὴ γὰρ τοῖς προφητικοῖς ὀφθαλμοῖς τὴν παντὸς λόγου κρείττονα τοῦ Σωτῆρος ἔνσαρκον εἶδεν ἐπιδημίαν, τὴν μυρία μὲν καὶ παντὸς ἐπέκεινα θαύματος ἀγαθὰ τῷ τῶν ἀνθρώπων κατορθώσασαν γένει, τὸν δὲ τύραννον ἐκνευρίσασαν, ἐπεβόα· Μάθετε δικαιοσύνην ποιεῖν. Πέπαυται γὰρ ὁ τύραννος τοῦ κατὰ παντὸς καὶ πάσης χωρεῖν· καὶ ἐν ἀσφαλείᾳ πάντες εἰσί, πλὴν ἐκείνων, τῶν ἑαυτοὺς ἑκοντὶ ὑποκατακλινόντων καὶ καθυποβαλλόντων τῇ ἐκείνου ἀπάτῃ. Ἀπατᾶν γάρ, ἀλλ’ οὐκ ἐκβιάζεσθαι δύναται.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατιζʹ Μὴ θαύμαζε, μηδ’ αἴνιγμα ἡγοῦ τὸ παρ’ ἡμῶν σοι προειρημένον ὅτι οἱ πειρασμοὶ πολλάκις τῶν δυσχερῶν καὶ ἀνελευθέρων παθῶν ἀπαλλαγήν τε καὶ ἐλευθερίαν τῇ ψυχῇ χαρίζονται. Ὥσπερ γὰρ ἐπὶ τῶν τριῶν παίδων, οὐ μόνον οὐχ ἥψατο αὐτῶν τὸ πῦρ, ἀλλὰ καὶ πρὸς τὴν τῶν δεσμῶν λύσιν ὑπηρετήσατο, ὅρον τῆς ἑαυτοῦ ἐνεργείας ἐσχηκὸς τοῦ σιδήρου τὸν ἀφανισμόν, οὕτω καὶ οἱ πειρασμοί, ῥᾳθυμίαν περικόπτοντες, καὶ εἰς νῆψιν ἐπανάγοντες, λύουσι πολλοὺς ἀνθρώπους ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας.
ΤΩΙ ΑΥΤΩΙ ͵ατιηʹ Σφαλερὰ μὲν ἐλπὶς ἐξ ἀλλοτρίας κακοπραγίας, ἀλλ’ οὐκ ἐξ οἰκείας ἀρετῆς ἠρτημένη. Ἡ γὰρ τοιαύτη ῥᾳδίως οἰχήσεται. Εἰ δέ τις οἴκοθεν ἔχοι τὰ τῆς ἀσφαλείας ἐνέχυρα, ἀνάλωτος ἔσται, καὶ τῶν ἐπιβουλευόντων κρείττων.
ΤΩΙ ΑΥΤΩΙ ͵ατιθʹ Μὴ τοῦτ’ ἐννόει ὅπως μηδείς σε ἀδικήσῃ, ἀλλ’ ὅπως κἂν βούληται, μὴ δύνηται· τοῦτο δ’ οὐδαμόθεν ἑτέρωθεν τίκτεται ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι καὶ μὴ πλειόνων ὀρέγεσθαι. Ὁ γὰρ πλειόνων ἐφιέμενος πᾶσιν εὐάλωτός ἐστι, καὶ ἀνθρώποις καὶ πάθεσιν.
ΙΣΙΔΩΡΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατκʹ Οἱ τῶν ἀνδρῶν ἄριστοι, ἅτε νῷ καθαρῷ καὶ ὑγιαίνοντι τὴν τῶν πραγμάτων, ὡς ἔνι μάλιστα, θεώμενοι φύσιν, πάσας μετρίως φέρουσι τὰς τούτων μεταβολάς. Ὥσπερ γὰρ οἱ εὐδόκιμοι τραγῳδοὶ πᾶν δεχόμενοι πρόσωπον θαυμάζονται, οὕτω καὶ οἱ κράτιστοι, ὥσπερ ἀγωνισταὶ ὄντες τοῦ βίου, παντὶ τῷ δοθέντι εὐσχημόνως συνδιατίθενται.
Ὅρα γὰρ τὸν ἀοίδιμον Ἰὼβ ὃς ἐν πλούτῳ εὐδοκιμήσας, ἐν πενίᾳ πλέον διέλαμψε· καὶ θαυμασθεὶς ἐν ἐκείνῳ, ἐν ταύτῃ πλέον ἐθαυμάσθη. Ἔστι γὰρ περὶ πλοῦτον ἀσχημονεῖν, καὶ πενίας ἁπτόμενον εὐσχημονεῖν· οἱ δὲ νοῦν οὐκ ἔχοντες, τὴν ῥίζαν τῶν κακῶν ἀνιχνεῦσαι μὴ ἀνεχόμενοι, τοῖς μηδὲν ἢ μικρὸν λυποῦσι τὴν τῶν κακῶν ἀπονέμουσι ψῆφον. Δέον γὰρ τὴν οἰκείαν αἰτιᾶσθαι ἀνανδρίαν, τῶν πραγμάτων καταψηφίζονται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.