Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1214-1235

Πνευματικές νουθεσίες περί αποφυγής των παθών, ερμηνεία γραφικών χωρίων και έλεγχος συμπεριφορών κληρικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 1 από 9

ΑΝΤΙΟΧΩΙ ͵ασιδʹ Ὥσπερ ἐν τοῖς σώμασιν ἀπὸ πλεονεξίας αἱ δυσκρασίαι γίνονται· ὅταν γὰρ τοὺς οἰκείους ὅρους ἀφέντα τὰ στοιχεῖα, ὑπερόρια γίνηται καὶ εἰς ἀμετρίαν ἐκπέσῃ, τότε αἱ νόσοι καὶ οἱ χαλεποὶ συμβαίνουσι θάνατοι, οὕτω κἀπὶ τῶν ψυχῶν. Εἰ γὰρ ἀπὸ τοῦ σώφρονος βιοῦ εἰς ὀργὴν ἐκκυλισθείημεν, καὶ τετυφωμένοι καὶ δουλοπρεπεῖς γινόμεθα, δι’ ἐκείνου μὲν μισητοί, διὰ τούτου δὲ καταγέλαστοι γινόμενοι. Ἐναντίας γὰρ κακίας κιρνῶντες, ἀπόνοιάν τε ὁμοῦ καὶ κολακείαν, καὶ μῖσος κερδαίνομεν, καὶ γέλωτα ὀφλισκάνομεν.

Ἀλλ’ ἐὰν τὴν πλεονεξίαν τοῦ πάθους περικόψωμεν, καὶ ταπεινοὶ μετὰ ἀκριβείας, καὶ ὑψηλοὶ μετὰ ἀσφαλείας ἐσόμεθα. Τοιαύτη γὰρ ἡ παρ’ ἡμῖν φιλοσοφία, μετριοφροσύνην καὶ ὕψος εἰς μίαν συνάγει ψῆφον· μετριοφροσύνην μέν, τῷ κατὰ μηδενὸς ἐπαίρεσθαι· ὕψος δέ, τῷ μηδένα ἀξιοῦν κολακεύειν.

ΕΡΜΟΓΕΝΕΙ ΚΑΙ ΛΑΜΠΕΤΙΩΙ ΚΑΙ ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΟΙΣ ͵ασιεʹ Εἰ καὶ πρὸς Ζώσιμον, καὶ Εὐστάθιον, καὶ Μάρωνα, ἄνδρας μήτε τι χρηστὸν οἴκοθεν κεκτημένους, μήτε τὴν ἀπὸ τῶν πραγμάτων δεχομένους διδασκαλίαν, μήτε τὴν παρὰ τῶν ἄλλων συμβουλὴν προσιεμένους, ἀλλ’ εἰς ὡμολογημένην ἀπώλειαν ἐκπεπτωκότας πάρελκόν ἐστι, κρίνετε, περὶ τῶν προσηκόντων διαλέγεσθαι ἀλλά γε δίκαιοι ἂν εἴητε εὐχαῖς πρὸς τὸ Θεῖον χρήσασθαι τάχα πῶς αὐτοὺς ἐκ τοῦ βυθοῦ τῆς κακίας ἀνιμήσητε· θεῖον γάρ ἐστιν ὡς ἔοικε τὸ ἔργον.

ΠΑΥΛΩΙ ͵ασιϛʹ Εἰ ὁ πλοῦτος, καὶ τὸ κάλλος, καὶ ἡ ῥώμη, καὶ ἡ δόξα, καὶ ἡ δυναστεία, καὶ πάντα τὰ δοκοῦντα εἶναι καλά, θᾶττον μαραίνεται, καὶ καπνοῦ δίκην διαλύεται, τίς οὕτως ἀνόητος ὡς ἐφ’ ἑνὶ τῶν εἰρημένων ἐναβρύνεσθαι καὶ μέγα φρονεῖν, τοῦ γὰρ πάντα ὁμοῦ ταῦτ’ ἔχοντος γυμνουμένου καὶ ἐρήμου γιγνομένου, ἔσθ’ ὅτε μὲν καὶ ζῶντος πάντως καὶ τεθνεῶτος; Ὁ μὴ πάντα ἔχων ὁμοῦ —οὐδὲ γὰρ πάντα οἷόν τε συνελθεῖν—πῶς οὐ γέλωτα ὀφλήσει σεμνυνόμενος ἐπὶ σκιαῖς καὶ ὀνείρασι καὶ ἀτρανώτοις φαντασίαις;

ΑΘΑΝΑΣΙΩΙ ͵ασιζʹ Σοφὸν ἔγωγε καὶ τοῦτ’ εἶναι ἡγοῦμαι ὃ σὺ φῂς παράλογον. Εἰ μὲν γὰρ πάντα ἦν δῆλα, ποῦ τῇ συνέσει ἐχρησάμεθα, μὴ οὔσης ζητήσεως; Εἰ δὲ πάντα ἄδηλα, καὶ οὕτως ἀναπεπτώκειμεν ἄν, μὴ οὔσης εὑρέσεως. Νῦν δὲ διὰ τῶν δήλων, καὶ τὰ ἄδηλα τρόπον τινὰ καταλαμβάνεται. Εἰ δὲ καὶ διαφύγοι, καὶ οὕτως ἡμᾶς ὠφελεῖ, τὸ φύσημα ἡμῶν καταστέλλοντα.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασιηʹ Χρή, ὦ βέλτιστε, πεῖσαι διὰ πραγμάτων τοὺς ἀκούοντας ὅτι ἐστὶ βασιλεία οὐρανῶν, καὶ τότε εἰς τὴν ἐπιθυμίαν αὐτῆς προτρέψαι τοὺς ἀκροωμένους. Πείθονται δὲ οἱ ἀκούοντες, ὅταν βασιλείας ἄξια πράττοντα ἴδωσι τὸν διδάσκαλον. Εἰ δὲ κολάσεως ἄξια ὥσπερ σὺ πράττων περὶ βασιλείας φιλοσοφοίη, πῶς πείσει τοὺς ἀκροατάς; Ταυτὸν γὰρ ποιεῖ ὡς ἄν τις πράγματος ἐρᾶν πείθοι τοὺς πεισθέντας παρ’ αὐτοῦ πρότερον ὅτι τοῦτο οὐχ ὑφέστηκεν.

ΜΑΡΙΝΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ασιθʹ Εὖ μοι δοκεῖ ὁ ἀοίδιμος Ἰώβ, ὁριζόμενος τὴν σοφίαν καὶ τὴν ἐπιστήμην, εἰρηκέναι· «Ἰδοὺ ἡ θεοσέβειά ἐστι σοφία. Τὸ δὲ ἀπέχεσθαι κακῶν ἐστιν ἐπιστήμη»· τῷ ὄντι γὰρ ἡ ἀκροτάτη σοφία ἐστὶν ἡ ὀρθὴ περὶ Θεοῦ διάληψις· καὶ ἡ θειοτάτης ἐπιστήμη, ἡ ἀρίστη πρᾶξις· ἡ μὲν τὸ Θεῖον ὀρθῶς δοξάζουσα, ἡ δὲ κακῶν ἀπεχομένη· ἡ μὲν διὰ ῥημάτων θεολογοῦσα, ἡ δὲ διὰ πράξεων εὐδοκιμοῦσα. Εἰ τοίνυν ὁ θεοφιλὴς καὶ φιλόθεος καὶ σοφός ἐστι καὶ ἐπιστήμων, καὶ τὴν θεωρητικὴν ἔχει ἀρετήν, καὶ τὴν πρακτικήν, τὴν μὲν ὡς ψυχήν, τὴν δὲ ὡς σῶμα· τί περιττὰ δοκοῦμεν φιλοσοφεῖν, πολιτείας μὲν ἀρίστης ὀλιγωροῦντες, εὐγλωττίας δὲ μόνης ἐπιμελούμενοι.

ΔΟΜΙΤΙΩΙ ΚΟΜΗΤΙ ͵ασκʹ Ἧττά ἐστιν, ὦ σοφώτατε, οὐ τὸ τεθνάναι ἐν πολέμῳ, ἀλλὰ τὸ δεῖσαι τοὺς πολεμίους, καὶ ῥίψαι τὴν ἀσπίδα· ὃν δὲ ἐπιλείπει τὸ σῶμα τῆς ἀριστείας ἐπιθυμοῦντα ἐν τοῖς τροπαιούχοις ἀναγράφεσθαι νόμος· ἐπεὶ καὶ τῶν ἀθλητῶν τοὺς ἐν αὐτῇ ἀποθανόντας τῇ πάλῃ, μᾶλλον τιμῶσιν οἱ τοὺς ἀγῶνας τούτους διαθέντες τῶν μὴ τοῦτο παθόντων. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, δι’ ἣν αἰτίαν νομίζεις τοὺς μάρτυρας τῷ τεθνάναι ἡττῆσθαι, καὶ μὴ διὰ τοῦτο μᾶλλον ἀνακηρύττεις· Τέλος γάρ ἐστι τῆς μάχης ταύτης οὐ τὸ σῶσαι τὸ σῶμα—ὃ καὶ δοκοῦν ζῆν ἐνέκρωσαν—ἀλλὰ τὸ μὴ διαφθεῖραι τὸ τῆς ἀρετῆς κλέος.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασκαʹ Εἰ οὔτε τῆς ἐπισκοπῆς τὸ μέγεθος, οὔτε τὸ μηδὲν ἄξιον αὐτῆς διαπράττεσθαι, οὔτε ἡ ἀποστολικὴ γλῶττα ἡ τὸν ἐπίσκοπον ὁποῖον εἶναι χρὴ διαπλάσασα οὔτε τὸ ἀδέκαστον δικαστήριον τὸ ἀπαραλόγιστον τὴν ψῆφον οἶσον, οὔτε ἄλλο οὐδὲν τῆς μανίας σε ταύτης ἀπείργει, δι’ ἧς ὑπὸ παραλόγου ἐπιθυμίας ἐκβακχευθεὶς τὴν ἀξίαν ἐξαγοράσαι προσδοκᾷς, κἂν ὑπὸ τῶν ἔξωθεν δυσωπήθητι.

Φασὶ γὰρ ὡς Πιττακὸς λαβὼν τὴν ἀρχὴν παρὰ Μιτυληναίων, νενικηκὼς Φρύνωνα μονομαχίᾳ τὸν ἄρχοντα Ῥηγίου, ἀπεδίδου τὴν ἀρχήν· τῶν δὲ μὴ βουλομένων κομίσασθαι, ἐβιάσατο, μὴ βουλόμενος τύραννος, ἀλλ’ ἰδιώτης εἶναι. Εἰ τοίνυν ὁ κινδύνοις οἰκείοις καὶ αἵματι κτησάμενος τὴν ἀρχὴν ἑκὼν ἀπέθετο, τὸν μὲν κίνδυνον ἀναδεξάμενος, τὴν δὲ τυραννίδα ἀποσεισάμενος, καὶ ταῦτα ἀλογοθέτητον οὖσαν, σὺ ὁ μηδὲ ἐν ὑπηκόοις τελεῖν, ὥς φασι, δίκαιος ὤν, ἀρχὴν ὑπεύθυνον καὶ μυρίαις λογοθεσίαις ὑποκειμένην καὶ μείζονα πάσης ἀνθρωπίνης ἀξίας, ἣν οὐδὲ διδομένην δέξασθαι ὤφειλες, ἀγοράσαι ὀνειροπολῶν, οὐ μόνον οὐ καταδύῃ, ἀλλὰ καὶ ἐναβρύνῃ. Καὶ τίς σε τῆς τοσαύτης τόλμης οὐ γράψεται;

ΠΑΛΛΑΔΙΩΙ ΥΠΟΔΙΑΚΟΝΩΙ ͵ασκβʹ Ὁ ἐπιεικὴς φιλανθρωποτέραν δίκαιος ἂν εἴη ἔχειν τὴν γνώμην τοῦ λίαν δικαίου, καὶ ἀκριβοῦς. Πρέπει γὰρ αὐτῷ μᾶλλον τοῦ δικαίου κεχρῆσθαι τῇ φιλανθρωπίᾳ.

ΑΛΦΕΙΩΙ ΥΠΟΔΙΑΚΟΝΩΙ ͵ασκγʹ Ἄμεινον μὲν μὴ ἁλῶναι ἐπὶ κακίᾳ· ἁλόντα δὲ τὸ εἰδέναι ὅτι ἥλω, καὶ ταχέως ὥσπερ ἔκ τινος μέθης ἀνενεγκεῖν. Ὁ γὰρ ἁλοὺς μέν, ἑαλωκέναι δὲ οὐκ οἰόμενος, ἀνήκεστα νοσεῖ.

ΑΜΜΩΝΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ασκδʹ Οἱ τοῖς ἑαυτῶν παισὶν ἔτι νηπίοις οὖσιν ἐγκατασπείροντες πρῶτον μὲν τὸν περὶ τῆς θείας ὑπεροχῆς τε καὶ προνοίας λόγον, δεύτερον δὲ τὸν περὶ ἀρετῆς τρόπον, οὗτοι οὐ μόνον γονεῖς, ἀλλὰ καὶ διδάσκαλοι ἄριστοι τυγχάνοντες τεύξονται θείων ἀμοιβῶν. Οἱ δὲ πολυθείαν καὶ κακίαν αὐτοῖς καταφυτεύσαντες, ἅτε θύσαντες αὐτῶν τὰ τέκνα τοῖς δαίμοσιν, ἄξια κομιοῦνται τὰ ἐπίχειρα.

ΣΥΜΜΑΧΩΙ ͵ασκεʹ Ἐν μὲν τοῖς ἐμφυλίοις πολέμοις, εἰ καὶ οἱ νικῶντες τῶν ἡττωμένων εἰσὶν ἀθλιώτεροι—πλέον γὰρ ἐκείνων αἰσχύνονται, ὅσῳπερ ἂν πλείω τι τῶν ἄλλων ἐργάσωνται—ἀλλ’ οὖν γε διαλλαγησόμενοι διοίσονται.

Ἐν δὲ ἡμῖν ἔνθα ὁ πόλεμος ἀργαλεώτερός ἐστι τοῦ ἐμφυλίου—σώματος γὰρ ἑνός ἐστιν ἅμιλλα—ὡς οὐ διαλλαγησόμενοι διαφέρονται. Ἀλλ’ ἐκεῖνος ἐγκαλλωπίζεσθαι δοκεῖ ὁ πλέον τῶν ἄλλων δράσας, καὶ ἐρυθριᾶν ὀφείλων· τοῖς γὰρ δρῶσιν ἢ τοῖς πάσχουσιν ἡ τιμωρία ἀπόκειται.

ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΟΙ, ΜΑΡΩΝΙ ΚΑΙ ΕΥΣΤΑΘΙΩΙ ͵ασκϛʹ Φεύγετε, ὦ βέλτιστοι, τὴν κακίαν. Δεινὴ γὰρ ἐκλυττῆσαι καὶ παράφρονας ἐργάσασθαι τοὺς οἰκείους ἐραστάς. Διώκετε δὲ τὴν ἀρετήν. Δεινὴ γὰρ σοφίσαι καὶ ἐν τῇ προσηκούσῃ καταστάσει διατηρῆσαι τοὺς ἀντεχομένους αὐτῆς. Ἥ γε καὶ διὰ τῶν ὀφθαλμῶν πολλάκις ἥμερόν τι καὶ γαληνὸν βλεπόντων δείκνυσιν ὡς ἐνέστακται ἔνδον ὁ νοῦς σωφροσύνης ἀνάπλεως.

ΑΡΧΙΒΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασκζʹ Τὸ «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς» αὐτὸς μὲν ἔφης μὴ νοεῖν· ἐγὼ δ’ οἶμαι εἰρῆσθαι ἀντὶ τοῦ οὐσιωδῶς. Οὐ γὰρ ἐνέργεια θεότητος ἣν ἡ οὐσία τίκτει τὸν ναὸν ἐκεῖνον ἐκυβέρνα τὸν ἄχραντον, ἀλλ’ οὐσία μυρίας ἐνεργείας ἔχουσα; οὐ μερικὸν χάρισμα, ἀλλ’ ἡ πηγὴ τῶν ἀγαθῶν. Αὐτός, φησίν, ὁ τῷ Πατρὶ συμβασιλεύων, καὶ τὰς τῶν ὑπερκοσμίων ἡνίας κατέχων, καὶ τὰ ἐπίγεια οἰακίζων, ἐνηνθρώπησε, καὶ στρατιωτικοῖς ὅπλοις ἐπὶ τῆς παρατάξεως ἔστη ἵνα κἀκεῖνα κοσμήσῃ, καὶ νίκην τῷ τῶν ἀνθρώπων γένει κατορθώσῃ, καὶ τοὺς ἀλιτηρίους τροπώσηται δαίμονας, καὶ τὸν στρατηγὸν αὐτῶν μέγα φυσῶντα καταλύσῃ, καὶ μυρίων χαρισμάτων τὴν Ἐκκλησίαν ἐμπλήσῃ. Ὁ βασιλεύς, φησίν, ἐστρατήγησεν, οὐχ ὁ στρατηγὸς βασιλικῷ ἀξιώματι κεκόσμητο· ὁ βασιλεὺς τῇ τοῦ δούλου μορφῇ ἔκρυψεν ἑαυτοῦ τὴν ἀξίαν ἐν τῇ παρατάξει, οὐ στρατιώτης βασιλέως ἀξίωμα ἑαυτῷ ἐπεφήμιζε. Βασιλεὺς ἦν νομοθετῶν, οὐ στρατιώτης νομοθετεῖν ἐπιχειρῶν· τὸ γὰρ «Ἐγὼ δὲ λέγω ὑμῖν» βασιλέως. Τὸ «Θέλω, καθαρίσθητι» αὐτοκράτορος· τὸ «Γενηθήτω σοι ὡς θέλεις» αὐτοτελῆ τὴν ἐξουσίαν ἔχοντος· τὸ «Σιώπα, πεφίμωσο» δεσπότου· καὶ ὅσα τοιαῦτα, ἵνα μὴ πάντα καταλέγων μηκύνω τὸ γράμμα.

Εἰ δὲ τὸ πάθος σε ταράττει, τὸ κατὰ Θεοῦ μὲν τολμηθέν, σαρκὸς δὲ ἁψάμενον· ἄκουε τοῦ κορυφαίου τῶν ἀποστόλων λέγοντος· «Χριστοῦ οὖν παθόντος σαρκί.» Εἰ τοίνυν ὁ τὰς κλεῖς τῶν οὐρανῶν ἐγκεχειρισμένος τὴν σάρκα κυρίως ἀπεφήνατο πεπονθέναι, τὴν παθῶν δεκτικήν—ἀπαθὲς γὰρ τὸ Θεῖον—, εἰ καί, ὡς τὸν κληρονόμον ἀπεκτονότες, Ἰουδαῖοι πεπόνθασι τραγῳδίας ἁπάσης μείζονα, μή σε ταραττέτω τὸ πάθος, ἀλλ’ εἰς εὐχαριστίας μέγεθος χειραγωγείτω, ὅτι ὁ βασιλεὺς ὁ ἀπαθής, ὁ σκίαν τροπῆς μὴ ἐπιδεχόμενος, τὴν οἰκείαν ἐκδέδωκε σάρκα, καὶ πολλὰ ὡς ἄνθρωπος ἀσθενὴς φθεγξάμενος ἵνα στρατηγήματι ἕλῃ τὸν πανοῦργον, τρόπαιά τε στήσας λαμπρά, ἀνέβη εἰς τοὺς οὐρανούς, τὴν ἀπαρχὴν τῆς ἡμετέρας φύσεως ἠμφιεσμένος. Εἰ δὲ ἄνθρωπος ἦν, ὥς φασι, ψιλός, θείᾳ χάριτι κοσμηθείς, δι’ ἣν αἰτίαν πολλοὺς ἀνελόντες ἄνδρας ἁγίους Ἰουδαῖοι, οὐδὲν τοιοῦτο πεπόνθασιν, ἐπὶ δὲ τούτου πᾶσα νενίκηται τραγῳδία παραβαλλομένη τοῖς τούτων πάθεσιν; Ἀλλὰ δῆλον ὅτι οἱ μὲν ἦσαν ἅγιοι, ὁ δὲ μονογενὴς Θεὸς ἐνανθρωπῆσαι καταξιώσας. Τὸ γὰρ μὴ ἀπὸ τῆς αὐτῆς ἀξίας ἥκειν ἐπὶ τὰ πάθη, ἀλλὰ τοὺς μὲν εἶναι δούλους, τὸν δὲ Δεσπότην, ἀσύγγνωστον ἔτεκεν Ἰουδαίοις τὴν δίκην. «

Οὗτος γάρ, φασίν, ἐστὶν ὁ κληρονόμος·» οἱ ἀμπελουργοὶ τὸν κληρονόμον ἀποκτεῖναι ὥρμησαν, οὐ τὸν σύνδουλον, τὸν υἱὸν τοῦ οἰκοδεσπότου τὸν γνήσιον, οὐχ ἕνα ἐξ ἑαυτῶν εἰς υἱοθεσίας ἀξίωμα ἀνακομισθέντα. Πῶς γὰρ μετὰ τοὺς δούλους ὁ Υἱὸς ἀπεστάλη, ὃν καὶ ἐντραπῆναι ἐχρῆν;

Πῶς δὲ ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ εἴρηται; Πῶς δὲ ὁ Θεὸς ἐπεδήμησεν, εἴ γε ἀνθρώπῳ συνέπραξεν; Πῶς δὲ ἐταπείνωσεν ἑαυτόν, ἴσα Θεῷ ὑπάρχων; Πῶς δὲ ὁ Θεὸς τὸν Υἱὸν ἔπεμψεν, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας;

Ἢ πῶς οὐκ ἐξευτελίζεται τὰ ἄχραντα μυστήρια, σῶμα καὶ αἷμα ἀνθρώπου δοκοῦντα εἶναι; Πῶς δὲ ἔφη· «Σῶμα δὲ κατηρτίσω μοι»; Πῶς δὲ ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ; Πῶς δὲ διὰ τοῦ ἰδίου αἵματος τοὺς αἰχμαλώτους ἐλυτρώσατο; Ἢ πῶς τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν; Πῶς δὲ ὁ Λόγος σὰρξ ἐγένετο; Πῶς δὲ πολυμερῶς καὶ πολυτρόπως λαλήσας ὁ Πατὴρ ἐν τοῖς προφήταις, ὕστερον ἐλάλησεν ἐν Υἱῷ;

Ἢ πῶς παραπλησίως ὁ Υἱὸς μετέσχε τῶν αὐτῶν; Ἀλλ’ ἵνα μὴ πάντα καταλέγοντες ὄχλον πολὺν τῇ σῇ ἀκοῇ παρασκευάσωμεν, ἓν εἰς ὃ πάντα τείνει λέξω· τὸ Θεὸν ὄντα ταπεινὰ φθέγξασθαι, καὶ οἰκονομικόν ἐστι καὶ χρειῶδες, καὶ οὐδὲν τὴν ἄχραντον οὐσίαν καταβλάπτον· τὸ δ’ ἄνθρωπον ὄντα θεῖά τινα καὶ ὑπερφυῆ φράζειν, τῆς ἀνωτάτω τυγχάνει τόλμης. Βασιλεῖ μὲν γὰρ ἔξεστι καὶ μετριολογεῖν καὶ μετριοφρονεῖν· στρατιώτῃ δὲ ἢ στρατηγῷ βασιλικὰς ἀφιέναι φωνάς, οὐ θέμις. Εἰ μὲν οὖν Θεὸς ἦν, ὥσπερ οὖν καὶ ἦν, ἐνανθρωπήσας, καὶ τὰ ταπεινὰ χώραν ἔχει· εἰ δ’ ἄνθρωπος ἦν, τὰ ὑψηλὰ χώραν οὐκ ἔχει.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασκηʹ Πολλοὶ μὲν γάρ—τὸ γὰρ πάντας εἰπεῖν τραχὺν ἴσως κατασκευάσει τὸν λόγον—δεινῶς πάνυ καὶ πικρῶς σε κωμῳδοῦσιν, οὓς εὔχομαι μὴ ἀληθεύειν. Ἐπειδὴ δὲ καὶ ὁ ὁμογνήσιός σου ἀδελφὸς θρηνῶν σε καὶ ὀλοφυρόμενος τὰ αὐτά, ἵνα μὴ λέγω φορτικώτερα, ἀπήγγειλεν ἡμῖν, ἀντιβολῶν ἀνιμήσασθαί σε, εἰ οἷόν τε, ἀπὸ τοῦ βυθοῦ τῆς λαγνείας, ᾧ ἐπὶ τῷ κακῷ τῆς σαυτοῦ κεφαλῆς συγγεγήρακας, πολλὰ χαίρειν φράσας τῷ παραινέσαντι τοῖς κεκρατημένοις μὴ ἐγχειρεῖν, γέγραφα ὅπως σαυτοῦ γενόμενος καὶ τὴν τῆς ἀσελγείας αἰσχύνην ἐννοήσας, τό τε γῆρας εἰς ὃ ἕρπεις, τήν τε θείαν ἱερωσύνην εἰς ἣν οὐκ οἶδ’ ὅπως ἐπεκώμασας, τά τε παρόντα ὀνείδη καὶ τὰ σκάνδαλα, τήν τε μέλλουσαν κόλασιν, παύσῃ τοῖς κακοῖς ἐγκαλινδούμενος ἐπὶ γήρως οὐδῷ νεωτερίζων.

Πῶς γὰρ τοῖς νέοις σωφρονεῖν παραινέσεις, σαυτῷ μηδὲ ἐπὶ γήρως παραινῶν; Πῶς δὲ οὐ φρίττεις τοιαῦτα δρῶν, καὶ τῷ θυσιαστηρίῳ πλησιάζων; Πῶς δὲ τολμᾷς τῶν ἀχράντων ἅψασθαι μυστηρίων; Παραινῶ τοίνυν— εἰ γὰρ καὶ λυπεῖ, τὸ ἀληθὲς μετὰ παρρησίας λελέξεται —ἢ παῦσαι τοιαῦτα δρῶν, ἢ τοῦ σεπτοῦ θυσιαστηρίου σαυτὸν χώρισον· μή ποτε πῦρ οὐρανόθεν ἐπὶ τὴν σαυτοῦ καλέσῃς κεφαλήν, παρέχουσαν τοῖς ῥᾳθύμοις ἀφορμὰς ὧν ἐπιθυμοῦσι λόγων.

ΤΩΙ ΑΥΤΩΙ ͵ασκθʹ Πυνθάνομαι ὅτι σοφός τις ἀνήρ, καὶ χρημάτων κρείττων, καὶ ἀρετῇ συναγωνιστὴς ἐντυχών σοι, καὶ πάντα κινήσας ὅσα ἐχρῆν πρὸς ἐπανόρθωσιν, ἀπεπέμφθη ἄπρακτος μηδὲν ὠφελῆσαί σε δυνηθείς, κρείττονος τοῦ σου νοσήματος τῆς παρ’ αὐτῷ ἰατρικῆς τέχνης εὑρεθέντος. Δέον γάρ σε γοητευθέντα μὲν τῷ κάλλει τῶν νοημάτων, ἀγασθέντα δὲ τὴν σύνεσιν, αἰδεσθέντα δὲ τὸ φρόνημα παύσασθαι τῆς κακίας, οὐ μόνον ἄπρακτον, ἀλλὰ καὶ μεθ’ ὕβρεως τοῦτον ἀπεπέμψω. Τί οὖν ποιητέον; Εἰ γὰρ ἕκαστος οὐδὲν ὠφελεῖ, ἀλλὰ καὶ ἡ παραίνεσις καταπεφρόνηται, καὶ ὁ τῶν ἀνθρώπων γέλως πεπάτηται, καὶ τὸ σκανδαλίζεσθαι πολλοὺς οὐδὲν παρά σοι κέκριται, καὶ ὁ θεῖος φόβος ἄβατός ἐστι παρά σοι, καὶ ἡ τῆς κρίσεως ἀπειλὴ γελᾶται, ἐλάθομεν λιθίνῃ καρδίᾳ διαλεγόμενοι.

ΑΙΔΕΣΙΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ ͵ασλʹ Ἐπειδὴ θυμῷ μὲν ἀναπτομένῳ συνάπτεται πόλεμος, σβεννυμένῳ δὲ οὐ συσβέννυται, μηδέποτε σαυτὸν εἰς πολέμους ἔμβαλλε χαλεπούς, καὶ μάλιστα ὅταν μηδὲ περὶ εὐσεβείας ἢ ἀρετῆς ὁ λόγος ᾖ· ἐν γὰρ ταύταις χρὴ ἕως αἵματος ἀγωνίζεσθαι, μήτ’ ἐκείνην, μήτε ταύτην προδιδόντα.

ΙΣΧΥΡΙΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ασλαʹ Ὅταν ἡ μεγαλοφροσύνη μὴ πρὸς αὐθάδειαν ῥέπῃ, ἀλλὰ πρὸς ἐπιείκειαν βλέπῃ, τότε καὶ τὴν ἀλαζονείαν ἐκφεύγει καὶ τὴν δουλοπρέπειαν, οὐκ ἐῶσα κερασθῆναι τὸ ἄσχημον τῷ εὐπρεπεῖ.

ΠΕΤΡΩΙ ͵ασλβʹ Εἰ καὶ ἐπὶ τῆς Εὐσεβίου, ὡς γέγραφας, τυραννίδος αἰτίαν τῆς ἀπωλείας τῶν φιλαρέτων οὐδεὶς ἢ τὴν ἀρετὴν μόνην οἶδεν—ἡ γὰρ δίκη τὴν κρίσιν φθάνει, ἡ δὲ τῆς μελλούσης κρίσεως μνήμη ὀξύτερός ἐστι τοῖς μνησθεῖσιν ὄλεθρος—ἀλλ’ οὖν γε μὴ ὀλιγώρει. Οὐ γὰρ μὴ συγχωρήσῃ ὁ παντεπόπτης ὀφθαλμὸς τὴν ἀρετὴν ὑπὸ τῆς κακίας διὰ τέλους παρευδοκιμεῖσθαι· ἀλλὰ ποιήσει ἐκεῖνα ἃ αὐτῷ μὲν πρέπει, τῇ δὲ ἀρετῇ καὶ τῇ κακίᾳ χρεωστεῖται.

ΚΥΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ασλγʹ Ἴσθι ὅτι ἕρπον τὸ δοκοῦν μικρὸν πταῖσμα εἶναι εἰς μέγα ἕρπει κακόν. Τὸ γὰρ λέγειν οὐδὲν παρὰ τοῦτο τὴν κακίαν ἐπικωμάσαι τῷ βίῳ πεποίηκε. Πολλοὶ γὰρ νομίζουσι τὸ περιεργάζεσθαι τὰ ἀλλότρια κάλλη μηδὲν εἶναι· ἐκ δὲ τούτου αἱ μοιχεῖαι τίκτονται, καὶ αἱ τῶν οἴκων ἀνατροπαί. Σιωπῶ γὰρ τέως ὅτι παρ’ ἡμῖν καὶ πρὸ τῆς πράξεως ὁ ἀκολάστως ὁρῶν, ὡς μοιχὸς κολάζεται. Σιωπῶ δὲ ὅτι πρὸς σέ μοι νῦν ὁ λόγος, τὸν ταῖς ἱεραῖς μὲν Γραφαῖς μὴ πιστεύοντα, Δημοσθένει δὲ ἐκθύμως πείθεσθαι λέγοντα. Ἴσθι τοίνυν, ὦ βέλτιστε, ὅτι οὐδὲ ἐκεῖνον τὸ τοιοῦτο διέλαθεν, ἀλλὰ διαρρήδην βοᾷ· «Ἡ καθ’ ἡμέραν ῥᾳστώνη καὶ ῥᾳθυμία, ὥσπερ τοῖς ἰδίοις βίοις, οὕτω κἂν ταῖς πόλεσιν οὐκ ἐφ’ ἑκάστου τῶν ἀμελουμένων ποιεῖ τὴν αἴσθησιν εὐθέως, ἀλλ’ ἐπὶ τῷ κεφαλαίῳ τῶν πραγμάτων ἀπαντᾷ.» Εἰ τοίνυν ἀξιόπιστον αὐτὸν ἡγῇ, κἂν αὐτῷ πείθοιο, καὶ τὰ μικρὰ περίκοπτε πταίσματα ἵνα τὰ μεγάλα μηδὲ ἀρχὴν λάβοιεν.

ΗΣΑΙΑΙ ΣΤΡΑΤΙΩΤΗΙ ͵ασλδʹ Πολλοὶ τῶν ἀνθρώπων ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ περὶ τῶν ἄλλων τὰς ψήφους ἐκφέρουσιν. Ὁ μὲν γὰρ φιλοχρήματος οὐ πιστεύει εἶναί τινα ἀκτήμονα, οὐδὲ ὁ ἀσελγὴς σώφρονα, οὐδὲ ὁ ὠμὸς φιλάνθρωπον, οὐδ’ ὁ πλεονέκτης ἐλεήμονα· καὶ τοὐναντίον ὁ σώφρων πολλοὺς εἶναι τοιούτους νομίζει, καὶ ὁ ἀκτήμων ὁμοίως, καὶ ὁ φιλάνθρωπος· εἰ τοίνυν πάντων καταψηφίζῃ, ὁ τὴν ψῆφον ταύτην ἔχων παρὰ πάντων, ὥς φασι, δικαίως οὐ θαυμάζομεν. Τὸ γὰρ εἰκὸς καὶ ἐπὶ σοὶ συμβέβηκεν.

ΤΩΙ ΑΥΤΩΙ ͵ασλεʹ Πολλοὶ πταίσαντες καὶ ἀναμαχησάμενοι, τρόπαια ἔστησαν κατὰ τῶν παθῶν ἐφ’ ὧν πρότερον ὁμολογήσαντες ἦσαν τὴν ἧτταν. Εἰ τοίνυν καὶ αὐτὸς πολλάκις ἔπταισας, γνωσιμάχησον.