Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1366-1390

Επιστολές που αφορούν την ειλικρινή συγχώρεση, την ελεημοσύνη, τον έλεγχο της κακοδοξίας και τη θεολογική αναίρεση της ειμαρμένη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 8 από 9

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵ατξϛʹ Ἄγαμαί σου τὴν ἔμφρονα παρρησίαν ἣν οἱ ἀγεννεῖς καὶ δουλοπρεπεῖς κακίζουσιν, ἔλεγχον τῆς σφῶν κακίας τε καὶ ἀνανδρίας ταύτην εἰκότως εἶναι ἡγούμενοι. Μεθύοντες γὰρ τῷ φόβῳ τῶν κακῶς αὐτοῖς δρωμένων, καὶ κατασειόμενοι κατὰ τῶν καθαρῶς νηφόντων, τὰς ἀκρατεῖς ἑαυτῶν ὁπλίζουσι γλώττας.

ΟΛΥΜΠΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατξζʹ Εἰ καὶ τὸ μὲν ἐπιτιμᾶν ῥᾴδιον, καὶ παντός ἐστιν ἀνθρώπου, τὸ δὲ ὑπὲρ τῶν πρεπόντων ὅ τι χρὴ πράττειν ἀποφαίνεσθαι ἀρίστου συμβούλου· ἀλλ’ οὔτε ἐπιτιμᾶσθαι ἀνέχονται οἱ περὶ Ζώσιμον καὶ Μάρωνα, οὔτε συμβουλεύεσθαι· ἀλλ’ εἰς τοσαύτην ἤλασαν μανίαν ὥστε καὶ τοὺς ἐπιτιμῶντας λοιδορεῖν, καὶ τοὺς συμβουλεύοντας κακηγορεῖν. Ἐπειδὴ δέ τινες οὔτε ἐπιτιμηθέντες, οὔτε συμβουλευθέντες, θρηνηθέντες δὲ ἀνήνεγκαν, καὶ τοῦτο τὸ εἶδος τῆς θεραπείας ἤλεγξαν· γελῶσι γὰρ τοὺς τοῦτο ἐκ πολλῆς φιλοστοργίας δρῶντας. Τί οὖν χρὴ ποιῆσαι; Ἐγὼ γάρ σε λοιπὸν ἐρήσομαι τὸν πράγματα ἡμῖν παρέχοντα, καὶ ἐνοχλοῦντα ὡς δυναμένοις ἀπελάσαι αὐτῶν τὴν μανίαν.

Εἴθε μὲν οὖν ἐδυνάμην, καὶ οὐκ ἂν ἐδεήθην τοῦ συμβουλεύσοντος, ἀλλ’ αὐτὸς ἂν ταχίστην ἐποιησάμην τὴν διόρθωσιν. Ἐπειδὴ δὲ κρεῖττον πάσης θεραπείας ἐστὶ τὸ πάθος, καὶ τοῖς ἰατρικοῖς φαρμάκοις ἐπιτρίβεται μᾶλλον, τὴν ἀπὸ τῶν ἁγίων σου εὐχῶν χάρισαι αὐτοῖς βοήθειαν· τάχα πως ὁ καὶ παθῶν καὶ πάσης περιγινόμενος κακίας αὐτοὺς ἰάσεται.

ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατξηʹ Οὐκ ἀγνοοῦμεν ὅτι ἡ ἀρχὴ τοῦ πρὸς τὸν σὸν διάδικον πολέμου ἐκ πλεονεξίας λαβοῦσα τὸ σπέρμα, καὶ διὰ πλειόνων ἄλλων χωρήσασα, ἔληξεν εἰς κατηγορίαν· συμβουλεύω δὲ ὅτι δίκαιος ἂν εἴης ἀρκεσθῆναι τοῖς γεγενημένοις—πολλὰ γὰρ δράσας, πλείονα πέπονθεν —ἵνα μὴ τὸ δοκοῦν τέλος εἶναι τῆς μάχης ἀρχὴ γένηται μειζόνων συμφορῶν.

Δέξαι οὖν τοὺς ὑπὲρ αὐτοῦ παρακαλοῦντας, καὶ κατάθου τὸ πρᾶγμα· ἄμεινον ἡγησάμενος χρηστότητι καθυφεῖναι μᾶλλον ἢ κρίσει δικαστῶν ἡττηθῆναι. Ἄδηλον γὰρ τὸ πέρας, καὶ πολλοὶ μυρίοις ὠχυρωμένοι δικαίοις ὡς οὐδὲν ἔχοντες ἰσχυρὸν ἡττήθησαν. Εἰ δὲ καὶ σαφὴς ἦν ἡ νίκη, τὸ χρηστότητι μᾶλλον χρήσασθαι λαμπρότερόν σε ἀποφανεῖ τοῦ νενικηκέναι.

ΑΡΤΕΜΙΔΩΡΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατξθʹ Τὸ μὲν «Παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ» περὶ ἁμαρτωλοῦ εἰρημένον ἀνδρὸς ἐβοήθησέν ἐστι, συνηγόρησεν, ἐδικαιολογήσατο. Ὥσπερ γὰρ ἄμαχος ῥήτωρ τοῖς δικάζουσι παρεστὼς ὑπὲρ τῶν βοηθείας δεομένων τὴν οἰκείαν κινεῖ τέχνην, οὕτω κἀκεῖνος παντὶ σθένει τῇ κακίᾳ συνηγορῆσαι οὐ παρῃτήσατο.

Τὸ δὲ «Ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται» περὶ κακίστου πάλιν ἀνδρὸς εἰρημένον τοιοῦτόν ἐστιν· Εὖ λεχθήσεται, ἀντὶ τοῦ ἐπαινεθήσεται, ἐγκωμιασθήσεται, μακαρισθήσεται. Ἡ γὰρ εὐλογία παρὰ τὸ εὖ λέγειν τὴν εὐφημίαν μηνύει. Ἐπειδὴ γὰρ πολλοί, τῷ τὴν κρίσιν τῶν πραγμάτων αὐτοῖς διεφθάρθαι, ἐπαινοῦσι καὶ μακαρίζουσι τοὺς ταλανίζεσθαι καὶ θρηνεῖσθαι δικαίους ὄντας, διὰ τὸ πλούτῳ κομᾶν, καὶ τρυφῆς ἀπολαύειν, κἂν μυρία δρῷεν κακὰ ὧν καὶ μικρὸν ὕστερον ἀπαιτηθήσονται δίκας οὐκ ἐννοοῦντες, ἀλλὰ τὴν παροῦσαν ἀπόλαυσιν βλέποντες, τὴν τούτων κρίσιν τὴν διεφθαρμένην κωμῳδῶν ὁ Μελῳδός, καὶ ὅτι οὐ μόνον οὐκ ἐπιτιμῶσι τοῖς ἁμαρτάνουσιν, οὐδὲ μόνον κολακεύουσιν, ἀλλ’ εἰ δέοι πρὸς χάριν ἐκείνων καὶ αὐτὴν κακῦναι τὴν ἀρετήν, κακίζουσιν, ἔφη ὅτι «Ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται.» Εὖ δὲ καὶ τὸ ἐν τῇ ζωῇ εἴρηται· μετὰ θάνατον γὰρ κολασθήσεται· τοῦτο γὰρ καὶ τὸ ἑξῆς μηνύει· «Εἰσελεύσεται γάρ, φησίν, ἕως γενεᾶς πατέρων αὐτοῦ.» Ὁ δὲ εἰσελευσόμενος οὐκ εἰς τὸ μὴ ὂν χωρεῖ, ὡς οἴονταί τινες, ἀλλ’ ἐν χώρῳ κατακλεισθήσεται ἐν ᾧ δηλονότι «ἕως αἰῶνος οὐκ ὄψεται φῶς»· ἐν γὰρ τῷ σκότῳ τῷ ἀσβέστῳ μετὰ τῶν ἐγκωμιασάντων καθειρχθήσεται δίκας ὧν ἔδρασεν ἀπαιτηθησόμενος.

ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατοʹ Εἰ καὶ πᾶσαι αἱ ἀρεταὶ ἐπέραστοι τοῖς τῶν καλῶν μὴ ἀνεράστοις, ἀλλ’ οὖν γε περί τινας αὐτῶν τινες μᾶλλον διετέθησαν. Οἱ μὲν γὰρ τὴν σωφροσύνην, οἱ δὲ τὴν φρόνησιν, οἱ δὲ τὴν ἀνδρείαν, οἱ δὲ ἄλλας ἀρετὰς κατ’ ἐξαίρετον τετιμήκασιν, οὐ τῶν ἄλλων ἀπολειφθέντες, ἀλλ’ ἀπὸ τούτων γνωριμώτεροι καταστάντες. Οἷον—ἵνα ἕνα αὐτῶν, ἢ δεύτερον, ἢ τρίτον εἰς μέσον ἀγάγωμεν —σωφρονέστατος εἶναι λέγεται ὁ Ἰωσήφ, καίτοι πολλὰς ἄλλας ἀρετὰς ἀσκήσας· φιλόξενος καὶ πιστὸς ὁ Ἀβραάμ, καίτοι ἐν ἄλλοις πολλοῖς κομῶν ἀγαθοῖς· ἀνδρεῖος ὁ Ἰώβ, καίτοι πᾶσαν ἐπελθὼν ἀρετήν· ἀπὸ γὰρ τοῦ πλειστοδυναμοῦντος ἐξενίκησεν ἑκάστῳ τοὔνομα. Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, τὸν κανόνα τῆς ἀληθείας, τὰς θείας φημὶ Γραφάς, κατοπτεύσωμεν. Τί οὖν φασιν; «Ὥσπερ οὐκ ἔστιν ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων.» Ὢ τοῦ θαύματος· ὁ αὐτὸς πᾶσιν ἔνεστι χαρακτήρ, καὶ ἐν τοσαύτῃ πληθύϊ διαφορὰ πάντως ἔνεστι προσώπων ὡς ἀσύγχυτον τοῖς ὁρῶσιν εἶναι τὴν γνῶσιν. Εἰ γὰρ καί ποτε ἔν τισι δόξει ἐνεῖναι ὁμοιότης, ἀλλ’ εὑρεθήσεταί τι πάντως τὸ διορίζον. Εἰ γὰρ καὶ εὐόφθαλμοί εἰσι πολλοί, ἀλλὰ κἀν τούτοις ἐστὶ διαφορά. Οἱ μὲν γάρ εἰσι χαροποί, οἱ δ’ οἰνίζοντες, οἱ δὲ μελανόμματοι εὑρίσκονται, οἱ δὲ καὶ λευκοί.

Κἀν τούτοις πάλιν ἐναλλαγή· εἰ δὲ καὶ οὖλοι, ἀλλὰ καὶ ἐν θριξὶν ἰδιότης ἐστίν· εἰ δὲ καὶ σιμοί, ἀλλ’ οὐ πάντες ὁμοίως· ἀλλ’ ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο τὸ μέλος ἔχει κάλλιον· καὶ ὁ μὲν λευκός, ὁ δὲ μέλας· καὶ πάντως ἐστί τι τὸ διορίζον—οὐ γὰρ πάντα οἷόν τε εἰπεῖν—· οὕτω καὶ αἱ καρδίαι τῶν ἀνθρώπων· οὐ γὰρ πᾶσι τὰ αὐτὰ ἀρέσκει, ἀλλὰ τοῖς μὲν ταῦτα, τοῖς δ’ ἐκεῖνα. Καὶ αὐτοὶ δὲ οἱ τῶν αὐτῶν ἐρασταὶ οὐχ ὁμοίως περὶ τὰ ἐπέραστα ἔχουσιν, ἀλλ’ οἱ μὲν μειζόνως, οἱ δὲ μετρίως ἐφίενται. Πόσοι σώφρονές εἰσιν· ἀλλ’ οὐχ ὁμοίως. Οἱ μὲν γὰρ τὴν παρθενίαν, οἱ δὲ τὴν ἐγκράτειαν, οἱ δὲ τὸν τίμιον γάμον ἠσπάσαντο. Πόσοι ἐλεήμονες· ἀλλ’ ἑαυτῶν διαφέρουσι. Πόσοι δίκαιοι· ἀλλὰ διαλλάττουσιν. Οὐ μόνον δὲ ἐπὶ τῶν ἀρετῶν, ἀλλὰ καὶ ἐπὶ τῶν κακιῶν τὸ αὐτὸ ἔστιν εἰπεῖν. Πόσοι εἰσὶ κάκιστοι· ἀλλὰ διορισμῷ γνωρίζονται. Πόσοι λάγνοι· ἀλλ’ οὐ πάντες τοῖς αὐτοῖς ἑάλωσαν. Εἰ δὲ καὶ τοῖς αὐτοῖς ἁλοῖεν, οὐ πάντες ὁμοίως διάκεινται· ἀλλ’ οἱ μὲν ταῖς κατὰ φύσιν, οἱ δὲ ταῖς ὑπερορίοις τέρπονται ἡδοναῖς· οἱ μὲν εἰς τὴν ἔννομον φύσιν παροινοῦσιν, οἱ δὲ καὶ τὴν ἑδραστήριον ὑβρίζουσιν. Οἱ μὲν ψοφοδεεῖς εἰσιν, οἱ δὲ ῥιψοκίνδυνοι. Οἱ μὲν φειδωλοί, οἱ δὲ ἄσωτοι.

Οἱ μὲν οὐδὲ λόγου ἀκοῦσαι ἀνέχονται, οἱ δὲ οὐδὲ τὰς τιμωρίας φρίττουσιν. Οἱ μὲν κόλακές εἰσιν, οἱ δὲ κολακεύεσθαι βούλονται. Οἱ μὲν μέθῃ ἥδονται, οἱ δὲ θέαις. Οἱ μὲν ᾠδαῖς, οἱ δὲ θρήνοις· οἱ μὲν ἐν ταῖς ἐρήμοις, οἱ δὲ ἐν ταῖς πόλεσι λῃστεύουσιν. Οἱ μὲν φονῶσιν, οἱ δὲ οὐδ’ ἄλογον σφαττόμενον ἰδεῖν ὑπομένουσιν. Οἱ μὲν δειλοί εἰσιν, οἱ δὲ θρασεῖς.

Ἀλλ’ εἰ πάντα τὰ ἁμαρτήματα καταριθμήσασθαι ἐπιχειρήσαιμι, οὐδ’ εἰ παύσασθαι βουλοίμην δυναίμην. Διὸ ἐκθειάσας τὰς ἱερὰς Γραφάς, καταπαύσω.

ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ ͵ατοαʹ Ἱκανὸν μὲν σύμβολον καὶ μέγιστον τεκμήριον τῆς ἐμῆς εἰς ὑμᾶς γνώμης αὐτὸ τὸ συμβουλεύειν ἑλέσθαι· ἅπασα γὰρ συμβουλὴ τὸ τῶν ἀκροωμένων ζητεῖ συμφέρον. Οἷς δὲ ἐκπορίζει τις τὰ χρηστὰ τούτοις οὐκ ἔνι φῆσαι δυσμενῶς ἔχειν τὸν παραινοῦντα· ὡς δ’ ἂν μηδὲ σκιὰ αἰτιάσεως ὑπῇ τοῖς ἑτοίμως διασύρειν ἐθέλουσι πρὸ τῆς εἰσηγήσεως, μᾶλλον δὲ ἡ εὐχὴ εἰσήγησις ἔστω, εὔξομαι πρὸς τὸ Θεῖον ὥστε νοῦν ὑμῖν βελτίονα ἐνθεῖναι, καὶ τὴν ἀναλγησίαν ἐξοστρακίσαι, καὶ εὔεικτον καὶ πειθήνιον ὑμῶν κατασκευάσαι τὴν καρδίαν πρὸς τὸ τὴν μὲν ἀρετήν, τὴν ἔμφυτον ἔχουσαν καὶ ἀκαπήλευτον τὸ κάλλος, ἀσπάσασθαι, τὴν δὲ κακίαν ἧς ἐκθύμως περιέχεσθε, τὴν θηριόμορφον, καὶ Σκύλλης ἁπάσης ἀτερπεστέραν, τοῖς δὲ τὸν νοῦν ἀπολωλεκόσιν οὐκ οἶδ’ ὅπως ἡδεῖαν, διαφυγεῖν. Εἰ δὲ τέλεον ἀπηλγήσατε—ἡ γὰρ παραμονὴ ἡ ἐπὶ τὴν πονηρίαν τοῦτ’ ἐγγυᾶται—, κἂν διὰ τοὺς σκανδαλιζομένους ἐφ’ ὑμῖν, παύσασθε μὲν κατὰ τῆς θειοτάτης θρησκείας ἀκονῶντες τὰς γλώττας, ἑαυτῶν δὲ γένεσθε, καὶ τοῦ μὴ διὰ τὴν ὑμετέραν ἀσέβειαν καὶ ἄλλους εἰς τὸν πυθμένα τῆς κακίας παραπέμψαι.

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ ͵ατοβʹ Μήτε ἀρχή, ὦ θαυμάσιε, μήτε ὄγκος ἀξιώματος, μήτε εὐπραγία βιωτικὴ τὴν φιλοσοφίαν τὴν σὴν διασαλεῦσαι ἰσχύσῃ, ἃ μάλιστα τῶν ἀνθρώπων φιλεῖ τὴν γνώμην εἰς ὕψος αἴρειν. Ἀλλὰ ταῦτα πάντα σκιὰς ἡγούμενος καὶ ὀνείρατα ἀρετὴν ἄσκει· αὕτη γάρ ἐστι τῶν κτησαμένων ἀπαλαίωτος ἁλουργίς.

ΤΩΙ ΑΥΤΩΙ ͵ατογʹ Τῶν ἀθανάτων φρόντιζε πραγμάτων, τῶν δὲ μετ’ ὀλίγον οὐκ ἔτι ὄντων ἀμέλει. Εἴτε γὰρ ἀγαθά, εἴτε φαῦλα εἴη τἀνταῦθα, τέλος ἔχει, καὶ τοῦτο τάχιστον· τὰ δὲ ἐκεῖ πέρας οὐκ οἶδε, τέλος οὐκ ἐπίσταται. Ταῦτα τὰ γράμματα εἰ καὶ ὀλίγα ἐστίν, ἀλλά γε φίλα, καὶ διαθέσεως βρύοντα.

ΑΙΛΙΑΝΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ατοδʹ Πάσχομεν πολλὰ πολλάκις οἱ ἄνθρωποι, ἐπειδὴ τῶν μὲν φροντίδος ἀξίων ὀλιγωροῦμεν, τῶν δὲ ὄντως ὀλιγωρίας ἀξίων ἐκθύμως περιεχόμεθα, σπουδῆς μὲν τὰ παιδιᾶς, παιδιᾶς δὲ τὰ σπουδῆς ἄξια κρίνοντες. Τὰ μὲν γὰρ ἔργα πάρεργα εἶναι ἡγούμεθα, τὰ δὲ πάρεργα ὡς ἀναγκαῖα καὶ προηγούμενα ἀνύομεν. Ἀλλ’ ἡ φιλαυτία μὴ κρίνουσα ὀρθῶς, λύπην τίκτει ἐκείνοις οἷς ἥκιστα χρή. Οὐ γὰρ δικαίως πάσχοντας, ἀλλ’ ἀδίκως πράττοντας λυπεῖσθαι χρή.

ΦΙΛΗΤΡΙΩΙ ͵ατοεʹ Οἱ κατ’ ἀρετὴν κράτιστοι ὄντες, καὶ δι’ εὐσέβειαν ὑπερφέροντες καὶ ἔγκριτοι, καὶ τοσοῦτον τοὺς ἄλλους ὑπερβαίνοντες ὅσον ὁ ἑωσφόρος τοὺς ἄλλους ἀστέρας, οὗτοι φωστῆρες ἂν εἰκότως χρηματίζοιεν, μὴ μόνον ἑαυτοὺς εἰς τοσαύτην ἀναγαγόντες ἀξίαν, ἀλλὰ καὶ τοὺς τυφλώττοντας φωτίζοντες, καὶ εἰς τὴν τῆς ἀρετῆς χειραγωγοῦντες περιωπήν. Τούτους τοίνυν ζήλου, καὶ μὴ τοὺς πάντα ποιοῦντας ὅπως καὶ τοὺς ὁρῶντας σκοτίσοιεν.

ΤΩΙ ΑΥΤΩΙ ͵ατοϛʹ Καὶ τῆς δυναστείας τὴν ἀπληστίαν, καὶ τῆς πενίας τὴν φιλοπραγμοσύνην κολάζων ὁ νομοθέτης ἐθέσπισε· «Μὴ ἐλεήσῃς πτωχὸν ἐν κρίσει», οὐκ ἀπανθρωπίαν διδάσκων, ἀλλὰ τὴν κακουργίαν ἀναστέλλων ἵνα μὴ τῇ πενίᾳ εἰς φιλοπραγμοσύνην καταχρήσωνται. Εἰ δὲ τὸν πτωχὸν τὸν τῷ δυσνουθετήτῳ θηρίῳ μαχόμενον τῇ πενίᾳ, ἀπεῖπεν ἐλεεῖσθαι, πολλῷ μᾶλλον τῶν πλουσίων τὴν ἀπληστίαν ἐκόλασεν.

ΕΠΙΦΑΝΙΩΙ ͵ατοζʹ Ἔοικας ἀγνοεῖν ὅτι ἐπὶ τῶν ὁμογενῶν, οὐκ ἐπὶ τῶν ἑτερογενῶν ὁ συγκριτικὸς χαρακτὴρ λαμβάνεται, οὐκ εἰς τὴν ἐναντίαν τάξιν ἐξωθῶν τὰ συγκρινόμενα, ἀλλ’ ἐλάττωσιν ἐμφαίνων καὶ ὑπεροχήν.

Ὥσπερ γὰρ ἐν τοῖς πταίσμασι τὸ μὲν ἔστι κακόν, τὸ δὲ κάκιον, τὸ δὲ κάκιστον—κακὸν μὲν γὰρ ἡ κλοπή, κάκιον δὲ ἡ πορνεία, κάκιστον δὲ ἡ μοιχεία—οὕτω κἀν τοῖς κατορθώμασι, τὸ μὲν καλόν, τὸ δὲ κάλλιον, τὸ δὲ κάλλιστον—καλὸν μὲν γὰρ ὁ γάμος, κάλλιον δὲ ἡ ἐγκράτεια, κάλλιστον δὲ ἡ παρθενία. Τὸ οὖν τοῦ καλλίστου ἔλαττον οὐκ εἰς τὴν ἐναντίαν ἐξωθεῖται τάξιν, ἀλλ’ εἰς τὴν ἐλάττονα μέν, τὴν αὐτὴν δέ. Οὐ γὰρ ἄν τις σωφρονῶν τῇ πορνείᾳ τὴν παρθενίαν παραβάλλοι, ἀλλὰ τὴν ἐγκράτειαν καὶ τὸν τίμιον γάμον.

Καὶ ἡ Γραφὴ δὲ κλοπῆς καὶ μοιχείας σύγκρισιν ποιουμένη ἔφη· «Οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα ἐμπλήσῃ ψυχὴν πεινῶσαν. Ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται.» Οὐ γὰρ συγγνώμην παρέχουσα τῷ κλέπτοντι καὶ ἀπολύουσα αὐτὸν τῶν ἐγκλημάτων τοῦτ’ ἔφη, ἀλλὰ τῇ μοιχείᾳ, κακίστῃ οὔσῃ τὴν κλοπὴν παραβάλλουσα ἡμερωτέραν αὐτὴν ἔφη εἶναι καὶ κουφοτέραν, καὶ μάλιστα ὅταν ὑπὸ πενίας τίκτηται.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵ατοθʹ Σοφοὺς ἔγωγε ὁρίζομαι—οὐ γὰρ νομοθετῶ, ἀλλὰ γνώμην ἀποφαίνομαι—τοὺς ταῖς νοεραῖς ἀρεταῖς κεκοσμημένους οἷοι ἦσαν οἱ λόγον ἔχοντες καὶ σοφίαν γνώσεως, ἀγαθοὺς δὲ τοὺς ταῖς παρά τινων καλουμέναις ἀλόγοις οἷοι ἦσαν οἱ σοφὸν οὐδὲν δυνάμενοι μὲν εἰπεῖν, διὰ δὲ τῆς ἀρίστης πολιτείας τοὺς θεωμένους παιδεύοντες ὧν ἡ σιγὴ τοῦ λόγου τοῦ ἐρήμου πράξεων καὶ χρησιμωτέρα καὶ διδασκαλικωτέρα. Εἰ δέ τις καὶ τὰς νοεράς, καὶ ἅς φασί τινες ἀλόγους ἔχοι, τοῦτον καὶ ἀγαθὸν καὶ σοφὸν ὁρισαίμην.

ΕΠΙΦΑΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατπʹ Ἐπειδὴ γέγραφας πόθεν τὸ τῆς συγγνώμης ὄνομα ἐπὶ τῆς ἀφέσεως καὶ συγχωρήσεως παραλαμβάνεται, ἡγοῦμαι ὅτι ἐπειδὴ ὁ γνοὺς ἑαυτόν, τουτέστιν ὁ μήτ’ ἐπὶ τοῖς πταίσμασιν ἀγνοῶν ὅτι ἔπταισεν, ἀλλὰ φυλάττων τὸ σοφὸν ἀπόφθεγμα τὸ «Γνῶθι σαυτόν», μήτ’ ἐν τοῖς κατορθώμασιν, εἰ καί ποτε ὀλίγον ἀπονυστάξας εἰς ἀλαζονείαν ἤρθη μέγα φρονῶν, ἀλλὰ τὴν οἰκείαν φύσιν καὶ ἀσθένειαν καταμανθάνων, καὶ μὴ πέρα τῆς ἀνθρωπίνης φύσεως φανταζόμενος γνωσιμαχεῖ. Ὁ συγγνούς, τουτέστιν ὁ συννοήσας ὅτι ἐκεῖνος ἔργῳ παλινῳδίαν ᾄδει, συγχωρεῖ τῷ γνόντι ἑαυτόν· ὁ δὲ μὴ συγγνοὺς οὐ συγχωρεῖ. Διὸ καὶ ὁ μὲν μέμψεώς ἐστιν ἄξιος, μὴ γνοὺς ἑαυτόν, ὁ δέ, μὴ συγγνοὺς τῷ γνόντι ἑαυτόν.

ΤΩΙ ΑΥΤΩΙ ͵ατπαʹ Πολλά ἐστι καὶ διάφορα, ὦ προσφιλέστατε, τὰ λυμαινόμενα τῇ τῶν χρημάτων κτήσει· οὐ μόνον γὰρ σῆτες, καὶ χρόνος πολὺς καὶ μακρός, ἀλλὰ καὶ συκοφάνται, καὶ λῃσταί, καὶ οἰκέται, καὶ τὸ τοῦ μέλλοντος ἄδηλον, καὶ τέλος ὁ θάνατος—ὃν οὐκ ἔστι διαφυγεῖν, εἰ καὶ τὰ ἄλλα διαφύγοιμεν—καὶ τῶν χρημάτων καὶ τῶν κτημάτων ἀποστερήσειεν ἂν τὸν δοκοῦντα κεκτῆσθαι· ἐν ὀνόμασι γάρ, ἀλλ’ οὐκ ἐν πράγμασιν ἔχει τὰ ἀγαθά.

Ὁ δὲ δι’ ἐλεημοσυνῶν καὶ εὐεργεσιῶν ἐνθάδε τὸν πλοῦτον ἀποθέμενος καὶ φρονίμου καὶ βεβαίου ψήφῳ στεφανωθείη, τόπον εὑρὼν ἄσυλον καὶ ᾧ μηδενὶ τῶν ῥηθέντων ἐπιβῆναι θέμις. Τοιοῦτος γὰρ χῶρός ἐστιν ὁ οὐρανός, πάσῃ μὲν ἄβατος ὢν κακουργίᾳ, πάσης δὲ εὐφορώτερος γῆς, καὶ μετὰ πολλῆς τῆς δαψιλείας τῶν ἐν αὐτῷ καταβληθέντων σπερμάτων διδοὺς τοῖς παρακαταθεμένοις διὰ παντὸς τρυγᾶν τοὺς καρπούς.

ΚΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατπβʹ Ἐπειδὴ γέγραφας θαυμάζειν ὅπως τὸ ἱερᾶσθαι Ζώσιμον, δεινὸν ὄν, οὐ δεινὸν εἶναι δοκεῖ τῷ παρανόμως αὐτὸν χειροτονήσαντι, ἀντεπιστέλλω ὅτι σὺ μὲν ἀπὸ μισοπονήρου τρόπου εἰκότως ἀγανακτεῖς· οὐδεὶς γὰρ πρὸς τοῦτο ἀντείποι· ἐκεῖνο δέ σοι παραινέσαιμι καθαρὰν κακηγορίας τὴν γλῶτταν διαφυλάξαι. Εἰ γὰρ κἀκεῖνος μυρίων ἄξιος, ὡς γέγραφας, σκηπτῶν, μηδὲ τῇ τιμῇ βελτιωθείς, ἀλλ’ ὅπλῳ κακίας τῇ ἱερωσύνῃ χρησάμενος, καὶ τολμῶν ἀτόλμητα, ἀλλὰ σύ γε τὸ σαυτοῦ στόμα μιαίνειν οὐκ ὀφείλεις, τὰς μιαρὰς ἐκείνου πράξεις ἐκτραγῳδῶν καὶ τὴν τῶν τρόπων σκαιότητα διηγούμενος.

ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ατπγʹ Μὴ καταφρόνει, ὦ φίλος, τῆς μελισταγοῦς ἀκροάσεως τῶν θείων Γραφῶν. Διαβολικῆς γὰρ τοῦτο μεθόδου οὐ συγχωρούσης τὸν θησαυρὸν θεάσασθαι ἵνα μὴ τὸν πλοῦτον κερδάνωμεν. Οὐδὲν γάρ φησιν εἶναι τὴν ἀκρόασιν τῶν θείων νόμων ἵνα μὴ τὴν πρᾶξιν ἀπὸ τῆς ἀκροάσεως ἴδῃ προσγινομένην.

ΠΑΥΛΩΙ ͵ατπδʹ Εἰ πᾶς λογισμὸς καὶ πᾶσα ἐνθύμησις, ὡς φῄς, παρὰ τῆς εἱμαρμένης τοῖς ἀνθρώποις ἐπιφοιτᾷ, ἀτοπώτατόν τι πάσχουσα φωραθήσεται. Εἰ τοῖς μὲν καταπέμπει ἐνθυμήματα ὥστε ὑπεραπολογεῖσθαι αὐτῆς, τοῖς δὲ τέχνην καὶ ἐπιστημονικοὺς λόγους ὀρέγει δι’ ὧν ταύτην ἀνατρέψουσιν, εἰ τοίνυν αὐτὴ ἑαυτὴν ἀνατρέπει δι’ ὧν χορηγεῖ τοῖς ἀνατρέπουσιν αὐτὴν ἐνθυμημάτων, πῶς συστῆναι αὐτὴν οἷόν τε.

ΕΥΣΤΑΘΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ατπεʹ Τοῦτο τὸ νῦν τολμηθὲν παρὰ σοῦ τῶν δεινῶν ἐκείνων ἐστὶ δεινότερον· ἡμιλλήθης πρὸς σαυτόν, καὶ νενίκηκας· τὰ πρωτεῖα τοίνυν ἐν τῷ τῆς ἀσελγείας καὶ ἀσεβείας ἀγῶνι κατὰ πάντων φέρῃ, ὑπερηκόντισας, πάντας ὑπερβέβηκας· διὸ καὶ δακρύων ἡμῖν ἀεννάων ὑπόθεσις γέγονας. Εἰ τοίνυν βούλει ἡμῶν τὴν λύπην τὴν ἐπὶ σοὶ ἰάσασθαι, πάντα ποίει ὅπως ἀποτρίψαιο τὰς κακοδοξίας.

ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ατηπϛʹ Εἰ ὀξυτάτην ἔχεις τὴν γλῶτταν, μάλιστα μὲν αὐτὴν ἐπιστόμιζε, καὶ χαλινῷ ἀνασείραζε· εἰ δὲ ἀδυνατεῖς, χρῆσαι αὐτῇ εἰς δέον ὑπὲρ τῆς θείας καὶ ἀκηράτου δόξης, ὑπὲρ τῆς τῶν ἀδικουμένων βοηθείας, ὑπὲρ τῆς τῶν καλλίστων συνηγορίας, κατὰ τῆς τῶν ἀδικούντων πλεονεξίας, κατὰ τῆς τῶν εἱμαρμένην εἶναι φασκόντων ἀλογίας, κατὰ τῆς τῶν αὐτοματισμὸν φανταζομένων ἀνοίας, κατὰ τῆς τῶν δαίμοσι πονηροῖς τὴν τοῦ παντὸς Πρόνοιαν ἐπιτρεπόντων ἀμαθίας, κατὰ τῆς τῶν αἱρετικῶν φρενοβλαβείας, κατὰ τῆς τῶν Ἑλλήνων δεισιδαιμονίας, κατὰ τῆς τῶν Ἰουδαίων ἀπαιδευσίας, κατὰ τῆς τῶν ἁμαρτανόντων κατηγορίας. Εἰ δὲ τούτων ἀφέμενος τῇ ὀξύτητι κατὰ τῶν ἐντυγχανόντων χρῷο, ἀτοπώτατόν τι ποιήσεις. Ταυτὸν γὰρ πράξεις οἷον ἂν εἰ μάχαιραν ἔχων ὀξεῖαν κατὰ τῶν ἐπιτηδείων ἐπέφερες, ἢ ῥώμην κατὰ τῶν πολιτῶν, δέον τῇ μὲν κατὰ τῶν πολεμίων, τῇ δὲ κατὰ τῶν ἀντιπάλων χρῆσθαι. Μὴ τοίνυν τὸ φάρμακον δηλητήριον κατασκεύαζε, ἀλλὰ δεόντως αὐτῷ κέχρησο.

ΥΠΑΤΙΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ ͵ατπζʹ Ὅτι μὲν οἱ ἀναβαλλόμενοι πρᾶξαι τὰ δέοντα ἰδεῖν ἐγγύθεν βούλονται τὰ δεινά—οἱ γὰρ διὰ ῥᾳθυμίαν εἰς τὴν ἀρετὴν ἐξυβρίζοντες τὰς τιμωρίας ἐφ’ ἑαυτοὺς ἕλκουσι διψώσας μετελθεῖν τοὺς ἁλόντας—οἶμαι πάντας εἰδέναι· ὅτι δὲ εἰς κολάσεις περιστήσονται τὰ πλημμελήματα, ἂν μὴ μετανοίᾳ θεραπευθῶσι, καὶ ὁ κατακλυσμός, καὶ τὰ ἐπὶ Σοδομιτῶν συμβάντα διαρρήδην βοᾷ. Ἐφ’ ὧν, εἰ καὶ μέλλησίς τις γέγονεν, ἀλλ’ οὐκ εἰς τέλος ἀκίνητος ἔμεινεν ἡ μόλις μέν, πάντως δὲ κινουμένη δίκη.

ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ ͵ατπηʹ Ἐπειδὴ οὐ τῷ μόνον διαπράξασθαι ταῦτα ἃ μηδεὶς πώποτε ἄλλος τῶν ἐπὶ τοῖς αἰσχίστοις βεβοημένων, αἰσχύνην ὠφλήκατε, ἀλλὰ καὶ τῷ ἐναβρύνεσθαι ἐφ’ οἷς ἐγκαλύπτεσθαι δίκαιον, πᾶσαν ὑπερηκοντίσατε μανίαν, δίκαιον ᾠήθην τοῦτο χαράξαι πρὸς ὑμᾶς τὸ γράμμα.

Τοσούτῳ γὰρ ἐκείνων ἐστέ, ὥς φασι, χείρους ὅσον ἐκεῖνοι ἔπραττον μέν, ἔκρυπτον δέ, ὑμεῖς δὲ καὶ ἐγκαλλωπίζεσθε. Τὸν δὲ κολοφῶνα τῶν κακῶν ἐκείνων εἶναί φασιν ὅτι καὶ μαίνεσθαι ὑμῖν δοκοῦσιν οἱ κοσμίως ζῶντες, καὶ παραπαίειν οἱ παραινοῦντες. Ποία οὖν ὑμῖν λελείψεται ἀπολογία; Τίς ἔλεος, ποία συγγνώμη; Οὐκ ἔχω λέγειν.

ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵ατπθʹ Οὐχ ὅταν πολὺς ὁ λόγος ῥέῃ, καὶ ἔξω τῶν καιρῶν φέρηται, θαυμαστός ἐστιν, ἀλλ’ ὅταν βραχὺς μὲν ᾖ τῷ μήκει, πολὺς δὲ τοῖς ἐνθυμήμασι, καὶ ἐν τῷ συντόμῳ τὸ ἀπαράλειπτον ἔχων, ὑπὸ τοῦ καιροῦ μάλιστα ψυχωθείς, ζωτικώτερος φαίνηται.

ΘΩΜΑΙ ͵ατϟʹ Μόνης τῆς κτήσεως ἐκείνων ἐχώμεθα ὧν μετὰ τὴν ἀπαλλαγὴν τοῦδε τοῦ βίου δεησόμεθα· ὧν δέ γε οὐ δεησόμεθα καταφρονήσωμεν.