Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1391 και εξής
Τελικές παραινέσεις της συλλογής, περιλαμβάνουσες πνευματικές οδηγίες, επικρίσεις του αισχρού βίου και διδαχές για την απλότητα της θείας Γραφής έναντι της ρητορικής κενοδοξίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1391 και εξής
Τελικές παραινέσεις της συλλογής, περιλαμβάνουσες πνευματικές οδηγίες, επικρίσεις του αισχρού βίου και διδαχές για την απλότητα της θείας Γραφής έναντι της ρητορικής κενοδοξίας.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵ατϟαʹ Τὸν διαβάλλοντα σχεδὸν πᾶσι πάντας ἐμβριθεστέρᾳ ἀπειλῇ σωφρόνισον ἵνα μὴ τιμωρίας ὕστερον δεηθείη.
ΤΩΙ ΑΥΤΩΙ ͵ατϟβʹ Ἡνίκα γράμματα δεχοίμην τῆς σῆς λογιότητος, καὶ παιδεύσεως πληροῦμαι, καὶ σφόδρα γέγηθα. Ἔστι γὰρ ἐν αὐτοῖς καὶ διαθέσεως, καὶ λόγων ἐπίδειξις. Εἰ δὲ πρὸς βραχὺ ὑπέρθοιο τὸ γράφειν, λίαν ἀθυμῶ, καὶ τὴν γλῶτταν ἀμβλύνομαι, οὔτε τῆς εὐφροσύνης μοι προσγινομένης, οὔτε τῆς ἀπὸ τῶν λόγων ὠφελείας. Μὴ τοίνυν ἀδικεῖ τὸν τῆς φιλίας θεσμόν, ἀλλὰ συχνῶς γράφε. Οὕτω γὰρ ἔσῃ μοι πλέον κεχαρισμένος.
ΦΙΛΗΤΡΙΩΙ ͵ατϟγʹ Ἐγώ, ὅτι μὲν πρώην ἡ τοῦ Χριστοῦ Ἐκκλησία καὶ τοὺς διδασκάλους εἶχε λαμπρούς, καὶ τοὺ φοιτητὰς εὐδοκίμους, μάλα ἀκριβῶς οἶδα· καὶ ἐπ’ ἐμοῦ γάρ, οὐχὶ πάλαι μόνον, γέγονε ταῦτα ἀμφότερα· ὅτι δὲ καὶ νῦν τοῦτο οὐκ ἔστιν ἀδύνατον, ὡς φῄς, ἀλλὰ δυνατὸν γενέσθαι, οὐκ ἔστιν ἀμφίβολον. Ἐὰν γὰρ παρὰ τῶν ὑφηγητῶν βεβαίως ὑπάρξῃ, καὶ παυσάμενοι τῆς τυραννίδος πατρικὴν κηδεμονίαν ἐπιδείξωνται, τότε καὶ περὶ τοῦ τίνα τρόπον σωθήσονται οἱ ὑπήκοοι ἐξέσται σκοπεῖν· πρὶν δὲ τὴν κρηπίδα ὀρθῶς ὑποθέσθαι, λίαν περιττὸν ἡγοῦμαι τὸν περὶ τῆς κορωνίδος ποιεῖσθαι λόγον. Οὐ γὰρ ἐθελήσωσιν ἐκεῖνοι, κἂν μυριάκις ἀκούσωσι, πείθεσθαι, ἂν μὴ διὰ πραγμάτων μάθοιεν.
Ὁ μὲν οὖν παρὼν καιρὸς καὶ βουλῆς καὶ προνοίας δεῖται πολλῆς· ἐγὼ δὲ οὐχ ὅ τι χρὴ παραινέσαι δυσκολώτατον ἡγοῦμαι. Ἀλλ’ ἐκεῖνο ἀπορῶ τίνα χρὴ τρόπον πρὸς αὐτοὺς εἰπεῖν. Πείθομαι γὰρ ἀκριβῶς, ἐξ ὧν καὶ παρὼν καὶ πυνθανόμενος σύνοιδα, τὰ πλείω τῶν θείων θεσπισμάτων αὐτοὺς ἐκφυγεῖν, τῷ μὴ ἐθέλειν τὰ δέοντα πράττειν, οὐ τῷ μὴ συνιέναι. Παραινῶ τοίνυν αὐτοῖς, ἐὰν μετὰ παρρησίας εἴποιμι, φέρειν τοῦτο θεωμένους εἰ τἀληθῆ λέξαιμι καὶ διὰ τοῦτο ἵνα βελτίους γένωνται. Ἐκ γὰρ τοῦ κολακεύειν ἐνίους, εἰς τοιαύτην ταραχὴν ἐνέπεσε τὰ τῶν Χριστιανῶν πράγματα. Τί οὖν χρὴ ποιεῖν; Συντόμως ἐρῶ, καὶ οὐκ ἀποκρύψομαι. Εἰ μὲν μύθους ἡγοῦνται τὰς θείας Γραφάς, σιγὴν ἀσκείτωσαν· εἰ δὲ ὄντως οὐρανίους θεσμούς, πραττέτωσαν πρῶτον, εἶτα δημηγορείτωσαν· μὴ τοιούτων γὰρ αὐτῶν ὄντων, ὁ θεῖος νόμος ἀποκλείει τὸ στόμα.
ΝΕΙΛΩΙ ͵ατϟδʹ Ἐπειδὴ οὐδὲν μεγαλοφυές, οὐδὲ ὑπερφυὲς ἔχει ἡμῶν ἡ φύσις, ἐπὶ τὸ μέτριον αὐτὴν καὶ ἐπιεικές, ἅτε δὴ οἰκεῖον καὶ συγγενές, συνελάσωμεν, πᾶσαν ἀλαζονείαν ἐξορίζοντες.
ΠΕΤΡΩΙ ͵ατϟεʹ Σαρκικοὺς καλεῖ ἡ Γραφὴ τοὺς εἰς τὰ τῆς σαρκὸς κατολισθήσαντας, ψυχικοὺς δὲ τοὺς πέρα τῆς ἀκολουθίας τῶν λογισμῶν μηδὲν καταδεχομένους· πνευματικοὺς δὲ τοὺς θείῳ καὶ πνευματικῷ χαρίσματι κεκοσμημένους, τήν τε τῶν λογισμῶν ἀκολουθίαν ἀναβεβηκότας, καὶ τὰ ὑπὲρ φύσιν φανταζομένους. Οἷον τὸ τοὺς τρεῖς μειρακίσκους ἐμβληθέντας ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ μὴ κατακαῆναι οὐκ ἂν ἔχοι λόγον, εἰ τὸ εἰκός τις ἐξετάζοι, καὶ τὴν τῶν λογισμῶν ἀσθένειαν θηρῷτο. Εἰ δὲ τὴν θείαν δύναμιν ἐννοήσει τὴν καὶ φύσεως περιγιγνομένην, καὶ λογισμῶν ἀκολουθίαν ὑπερβαίνουσαν, καὶ πάσης κρείττονα μηχανῆς, καταδέχεται τὰ λεγόμενα.
ΘΕΟΠΟΜΠΩΙ ͵ατϟϛʹ Τὸ μὲν ἐφ’ οἷς οὐ προσῆκεν τοῖς μὴ λίαν ἀναλγήτως διακειμένοις ἁλῶναι ἀλγεινόν· τὸ δὲ κριθῆναι, τοῖς σεμνοτέροις. Τὸ δὲ ὑποπτευθῆναι, τοῖς εἰς ἄκρον ἀναβεβηκόσιν ἀρετῆς μεγίστην ἔχει συμφοράν.
ΝΕΙΛΩΙ ͵ατϟζʹ Καὶ ἠπείλει πάλαι τοῖς Ἑβραίοις ὁ Θεός, καὶ τὰ χρηστὰ ἐπηγγέλλετο. Ὁ μὲν γὰρ μόνον ἀπειλῶν, καὶ τὰ δεινὰ προλέγων, εἰς ἀπόγνωσιν τῶν κρειττόνων ἐρεθίζει, καὶ παντάπασι τοὺς ἀκροωμένους τοῖς χείροσιν ἐκδοῦναι ἑαυτοὺς ἀναπείθει· ἡ δὲ ἀγαθὴ ἐλπὶς νεύει, καὶ πρὸς τὸ κρεῖττον παρασκευάζει. Ἐντεῦθεν πανταχοῦ ἀπειλῶν αὐτοῖς τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καὶ τὴν ἐπάνοδον προὔλεγεν.
ΜΑΡΤΥΡΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ατϟηʹ Ἐπειδὴ τὸ «Δέδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας» σαφηνισθῆναί σοι ἠξίωσας, ἄκουε· Τὸ ἔδωκε, καὶ τὸ παρέδωκε, κατὰ τοὺς τῆς ἱερᾶς Γραφῆς νόμους καὶ τὰ ἰδιώματα, ἀφῆκέν ἐστι καὶ συνεχώρησεν. Εἰ δὲ οὐ καταδέχῃ, δι’ ἀποδείξεως ὁ λόγος βαδιεῖται· φησὶν ὁ Παῦλος περὶ τῶν τὸ θεῖον σέβας εἰδώλοις ἐπιφημισάντων· «Παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας», τουτέστιν ἀφῆκεν, ἐγκατέλιπε. Πῶς γὰρ οὐκ ἔμελλον καὶ τὴν φύσιν ἀγνοεῖν καὶ ὑπερορίοις ἐγκαλινδεῖσθαι πταίσμασιν, οἱ τὴν κτίσιν παρὰ τὸν κτίστην προσκυνήσαντες; Καὶ πάλιν· «Παρέδωκεν αὐτοὺς ὁ θεὸς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» Εἶτα ἑαυτὸν ἑρμηνεύων ἔφη· «Πεπληρωμένους πάσῃ ἀδικίᾳ, πλεονεξίᾳ, κακίᾳ.» Εἰ τοίνυν πεπληρωμένοι ἦσαν, πῶς παρέδωκε; Θέα τὴν ἀκριβείαν. Οὐκ εἶπε· Παρέδωκε πληρωθησομένους, ἀλλὰ πεπληρωμένους ἀφῆκεν· ὥσπερ ἂν εἴ τις ποιμὴν ἀγαθὸς πρόβατα λοιμικῇ νόσῳ ἑαλωκότα ἔξω τῆς ἀγέλης ἀπελάσειε, καὶ τρόπον τινὰ τοῖς λύκοις παραδοίη, οὐ τῷ εἰς τὰ τῶν λύκων ἐκβαλεῖν στόματα, ἀλλὰ τῷ γυμνῶσαι τῆς οἰκείας ἐπιμελείας καὶ προστασίας. Τὸ μὲν οὖν ἔδωκε τοιαύτην ἔχει τὴν ἔννοιαν. Τὸ δὲ πνεῦμα κατανύξεως καταπλήξεώς ἐστι καὶ κατατρώσεως.
Τὸ γὰρ νύττειν τιτρώσκειν ἐστὶ καὶ πλήττειν, κατὰ τὸ «Ἔνυξαν τὴν πλευρὰν τοῦ Ἰησοῦ τῇ λόγχῃ.» Ἐπεὶ οὖν πλῆξαί ἐστι τὸ νύξαι, τὸ κατατρωθῆναι κατανυγῆναι εἰκότως εἴρηται.
Εἶτα ἑρμηνεύων αὐτὸς τὸ κατένυξεν ὅτι κατέπληξέν ἐστιν, ἔφη· «Ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν.» Τοῦτο γὰρ συμβαίνειν εἴωθε τοῖς καταπληττομένοις. Ἅτε γὰρ τοῦ νοῦ ταραχθέντος, αἱ αἰσθήσεις τὰς οἰκείας ἐνεργείας ἀρνοῦνται. Ὅ τι δὲ τοῦτο μηνύει, ἄκουε τῆς Γραφῆς λεγούσης· «Μακάριος ὃς οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας.» Καὶ μὴν ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Τί οὖν ἐστιν ὅ φησιν; Εἰ μὲν οὖν εἴποιμεν, ὡς οἴονταί τινες, τὸν μηδ’ ὅλως ἁμαρτήσαντα μακαρίζεσθαι ἐνταῦθα, τάχα οὐδεὶς τοῦ μακαρισμοῦ τούτου ἀπολαύσειε. Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; Ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Εἰ δὲ φαίημεν ὅτι μακαρίζει οὐ τὸν μὴ λυπηθέντα, ἀλλὰ τὸν μὴ καταπλαγέντα ὑπὸ τῆς λύπης, καὶ προδεδωκότα τὴν οἰκείαν σωτηρίαν, οἷον ἔπαθεν ὁ Ἰούδας, ἀγχόνῃ ἑαυτὸν ἀνελών—ὃ καὶ δεδιὼς ὁ θεσπέσιος Παῦλος μὴ καὶ ὁ πεπορνευκὼς παρὰ Κορινθίοις πάθοι, ἔλεγε προσέσθαι αὐτὸν μετανοήσαντα «Μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος»—, τάχα πως ἁψώμεθα τῆς ἀληθείας τοῦ ῥητοῦ. Εἰ δὲ καὶ ἐπὶ καλοῦ λέγεται ἡ κατάνυξις, θαυμαζέτω μηδείς· κἀκεῖ γὰρ τὸ τρωθῆναι τοῖς καλοῖς ἑρμηνεύει ὡς καὶ ἡ τὸν θεῖον ἔρωτα ἐρῶσα ψυχὴ ἐβόα· «Ὅτι τετρωμένη ἀγάπης ἐγώ.»
Χρὴ γὰρ εἰδέναι ὅτι οὐ πάντως τὰ αὐτὰ ὀνόματα ἢ ῥήματα τὸ αὐτὸ παρίστησι νόημα. Ἐπεὶ καὶ ὁ Δαβὶδ ἔλεγεν· «Ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ», ὅπερ, οἶμαι, δηλοῦν τὸ Οὐ μὴ καταπλαγῶ οὐδὲ μεταστῶ εἰς τὸ μηκέτι ὑμνεῖν. Ἐπήγαγε γάρ· «Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.» Καὶ οἱ περὶ Συμεῶνά τε καὶ Λευΐν, μετὰ τὸ ὑβρισθῆναι εἰς αὐτὴν τὴν σωφροσύνην τὴν ἀδελφήν, κατενύγησαν, τουτέστι κατεπλάγησαν καὶ κατετρώθησαν ὑπὸ ζήλου, καὶ οὕτως εἰς ἀμετάθετον ἐξέπεσαν ὀργὴν ὡς καὶ δόλῳ οὐ μόνον τὸν ὑβριστήν, ἀλλὰ καὶ πᾶσαν αὐτοῦ τὴν πόλιν ἡβηδὸν κατασφάξαι.
ΠΑΥΛΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ΑΝΑΧΩΡΗΤΗΙ ͵ατϟθʹ Αὐτοὶ οἱ τῆς ἀρετῆς καὶ τῆς κακίας αὐχοῦντες εἶναι διαιτηταί, καί, τὴν νικῶσαν ψῆφον δέον τῇ ἀρετῇ δοῦναι, τῇ κακίᾳ παρέχοντες, δι’ ὧν τοὺς μὲν σπουδαίους ἐξοστρακίζουσι, τοὺς δὲ φαύλους συγκροτοῦσι, τοὺς τὰ δέοντα ποιεῖν βουλομένους ἀθυμοτέρους πεποιήκασι, καὶ τοσοῦτον πεπολεμήκασι τοὺς παρρησίαν ἔχοντας ὡς σβέσαι σχεδὸν ἁπάντων τὴν ἐπὶ τὰ καλὰ ὁρμήν.
Λυττῶσι τοιγαροῦν οἱ κυνῶν καὶ χοίρων βίον ἔχοντες κατὰ τῶν ἀποστολικῶς βιούντων, καὶ δέον ἐκείνους ἀποσοβεῖν, γέλωτος ὑπόθεσιν τὰ θρήνου ἄξια ποιοῦνται, οὐ μόνον οὐδένα τῆς ἀρετῆς ποιούμενοι λόγον, ἀλλὰ καὶ καθ’ ἑαυτοὺς τῷ τοὺς ἀρετὴν ἀσκοῦντας τὰ τῶν κακίστων πάσχειν σεμνύνοντες καὶ ἀποδοχῆς ἀξιοῦντες.
Τίς οὖν ὁ τοῖς οὕτω διακειμένοις ἐπιτιμήσων; Τίς ὁ διορθώσων; Τίς ὁ ἐλέγξων; Τίς ὁ σβέσων αὐτῶν τὰ φρονήματα; Τίς ὁ κατασπάσων τὴν ὀφρύν; Τίς ὁ παραινέσων μὴ μόνον ἐπὶ τῇ ἀρχῇ σεμνύνεσθαι, ἀλλὰ καὶ ἐπὶ τῇ ἀρετῇ; Τίς ὁ πείσων αὐτοὺς ὅτι χαλεπωτάτας ὑφέξουσι τὰς εὐθύνας; Εἰ γὰρ ὁ κριτὴς ἐν τοῖς Εὐαγγελίοις χρησμῳδῶν οὐ πιστεύεται, τίς ὁ παρ’ αὐτοῖς πιστευθησόμενος, καὶ λυττῶσαν αὐτῶν τὴν μανίαν, καὶ στῆναι μὴ βουλομένην, ἀλλ’ ὁσημέραι ἀργαλεωτέραν γινομένην κωλύσων; Πολλοὶ γὰρ ἐπιχειρήσαντες ἐκείνους μὲν ὤνησαν οὐδέν, ἑαυτοὺς δὲ μεγίστοις περιέπειραν κακοῖς. Ὅτι δὲ ἐκεῖσε μεγίστους λήψονται στεφάνους ἐγὼ μὲν ἀκριβῶς οἶδα· οἱ δὲ παχύτεροι ἀπὸ τῶν τῇδε γινομένων καὶ ἐνάγονται εἰς κακίαν, καὶ φεύγουσι τὴν ἀρετήν.
Ἐπεὶ τοίνυν τοῦτο μόνον ἐκ τῶν ἐλέγχων περιγέγονε, τὸ παθεῖν ἀδίκως τι κακὸν τὸν παρρησιασάμενον, μηδὲν δὲ ὠφεληθῆναι τοὺς τὴν συμβουλὴν δεξαμένους, διὰ τοῦτο μᾶλλον νῦν ἢ πρότερον τὸ τὰ βέλτιστα λέγειν φοβερώτερον γέγονεν. Εἰ δέ, ὡς φῄς, τινὲς αὐτῶν καὶ παραινέτας ζητοῦσιν—οὐ γὰρ πάντες εἰς τὸ βάραθρον τῆς φιλαυτίας καὶ τῆς κακίας κατηνέχθησαν—ἀκοῦσαι ἂν εἴησαν δίκαιοι ὅτι μάλιστα μέν εἰσιν αἱ θεῖαι Γραφαὶ αἷς ἀκολουθοῦντες τὸ δέον γνοίητε. Εἰ δὲ καὶ συμβούλου δεῖσθε, παύσασθε δρῶντες ἃ δρᾶτε, καὶ τότε ζητεῖτε τὸν παραινέτην. Ἐπειδὰν γὰρ τούτων παύσησθε, καὶ τὴν τοῦ τὰ βέλτιστα λέγειν ὁδὸν κατασκευάσητε ἀσφαλῆ, τηνικαῦτα τὸν συμβουλεύσοντα τὰ δέοντα ζητεῖτε. Πρὶν δὲ παύσησθε, μὴ ζητεῖτε τίς ὑμῖν φράσας τὰ κάλλιστα ὑφ’ ὑμῶν ἐξοστρακισθῆναι θελήσει· οὐ γὰρ εὑρήσετε.
Ταῦτα δὲ γράφω, οὐχ ὡς δεδιώς τι παθεῖν ἐνταῦθα— πολλὰ γὰρ τούτου ἕνεκα, ὡς οἶσθα, πέπονθα, καὶ εἶπον τῷ κατασκευάσαντι· «Ἐστεφάνωσας οὐχ ἑκών»· κἀμοὶ γὰρ ἐχαρίσατο ὁ Θεὸς «Οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν»—ἀλλ’ ἐκείνους ἐπιστομίσαι βουλόμενος τοὺς προσποιουμένους σύμβουλον ζητεῖν, οὐχ ἵνα συμβουλευθῶσιν, ἀλλ’ ἵνα ἐπιβουλεύσωσιν. Ὅτι γὰρ οὐ φόβου ἕνεκεν ταῦτα γέγραφα, ἀκουέτωσαν οἱ τοιοῦτοι ὅτι ὑμεῖς δι’ ὧν πράττετε, καὶ τοὺς ἀρχομένους εἰς κακίαν χειραγωγεῖτε, καὶ διπλῆν τιμωρίαν ὑφέξετε, ὅτι τε μὴ τὸ δέον ἐπράξατε, ὅτι τε ὑπεσκελίσατε τοὺς σωθῆναι δυναμένους ἄν, εἰ μὴ παρ’ ὑμῶν ἐσκανδαλίσθησαν. Παύσασθε τοιγαροῦν τοιαῦτα δρῶντες ἃ οὐδὲ οἱ ἐχθροὶ τοῦ Χριστοῦ πρὸς βλασφημίαν τοῦ ὀνόματος αὐτοῦ δρῶσιν. Σβέσατε τὸ ἐπὶ τῷ προεδρίας ἠξιῶσθαι παρὰ τοὺς πολλοὺς οἴημα· χαλάσατε τὸν τύφον· κατασπάσατε τὴν ὀφρύν, ἐννοήσατε ὅτι γῆ ἐστε καὶ σποδός· σκοπήσατε τὸ πρὸ βραχέος, καὶ τὸ μετὰ βραχύ. Ἐπίγνωτε τοὺς ἑαυτῶν ἀπὸ τῆς ἀρετῆς ἀμείνους· μὴ τοῖς ὅπλοις τῆς ἱερωσύνης κατ’ αὐτῆς τῆς ἱερωσύνης χρήσησθε· μὴ εἰς τὸν τῆς ἀκτημοσύνης χρηματιζόμενοι παροινήσητε διδάσκαλον.
Μὴ μύθους ἡγεῖσθε τοὺς ἐπᾳσθέντας ὑμῖν εὐαγγελικοὺς λόγους· μὴ νομίζετε ἁμαρτάνειν ἀτιμωρητί· μὴ τὸ Θεῖον ἄδικον εἶναι νομίσητε· μὴ τὸν παντεπόπτην Θεὸν παρορᾶν οἰηθῆτε. Μὴ τοὺς φιλαρέτους ἐξοστρακίσητε· μὴ τοὺς πᾶσαν μετιόντας κακίαν συγκροτήσητε· μὴ παιδοτριβήσητε τοὺς ὁρῶντας εἰς κακίαν· μὴ σβέσητε τῶν θεῖον ζῆλον ἐχόντων τὴν παρρησίαν· μὴ τὰς ἀλλοτρίας πραγματεύεσθε συμφοράς· μὴ λόγῳ τὸ δέον ὑποτιθέμενοι, ἔργῳ τοῦτο ἀτιμάσητε. Ἀλλὰ τί χρὴ μηκύνειν, καὶ τούτων ἱκανῶν ὄντων τοὺς μὴ λίαν ἀναισθήτως ἔχοντας κατατοξεῦσαι; Διόπερ παυσάμενος ἐπ’ εὐχὴν τρέψομαι, ἀνύσιμον τουτὶ γενέσθαι τὸ γράμμα, τὸ Θεῖον ἀντιβολῶν.
ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυʹ Περὶ οὗ γέγραφας ἔχω μὲν εἰπεῖν, σοὶ δ’ εἰπεῖν οὐκ ἔχω, θείῳ πειθόμενος χρησμῷ παρακελευομένῳ· «Μὴ δῶτε τὰ ἅγια τοῖς κυσίν.» Εἰ δὲ τῶν κυνῶν τὴν λύσσαν ἀποτρίψαιο, καὶ τῆς ἀνθρωπίνης εὐγενείας τὴν πρᾳότητα ἐπιδείξαιο, καὶ μὴ ἐρωτῶντι φράσω, τῇ μεταβολῇ οὐ τῆς μορφῆς, ἀλλὰ τῶν τρόπων ἡσθείς.
ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵αυαʹ Ὁ ἐπιστολιμαῖος χαρακτὴρ μήτε παντάπασιν ἀκόσμητος ἔστω, μήτε μὴν εἰς θρύψιν κεκοσμημένος ἢ τρυφῶν. Τὸ μὲν γὰρ εὐτελές, τὸ δ’ ἀπειρόκαλον· τὸ δὲ μετρίως κεκοσμῆσθαι, καὶ πρὸς χρείαν, καὶ πρὸς κάλλος ἀρκεῖ.
ΜΗΝΑΙ ΔΙΑΚΟΝΩΙ ͵αυβʹ Οἱ ἐν τοῖς χαλεποῖς πάθεσι, θυμῷ λέγω καὶ πλεονεξίᾳ, νικᾶν δοκοῦντες ἥττης ἁπάσης χαλεπωτέραν νικῶσι νίκην. Ἔστι γὰρ ὅπου νίκη χείρων ἥττης ἐστί, καὶ οὐ δεῖ χαίρειν ἐπὶ τῇ τοιαύτῃ νίκῃ, ὅταν ἀδίκως συμβαίνῃ. Ἡ γὰρ ἐκ ταύτης ἡδονὴ ἐπ’ ὀλίγον χρόνον εὐφραίνουσα αἰωνίαν αἰσχύνην προϊόντος τίκτει τοῦ χρόνου.
ΙΕΡΑΚΙ ΔΙΑΚΟΝΩΙ ͵αυγʹ Ἐπειδὴ τῶν δεινῶν ὧν δρῶμεν αἴσθησιν οὔτ’ αὐτοὶ ἔχομεν διὰ ῥᾳθυμίαν καὶ φιλαυτίαν, οὔτε ἑτέροις παρέχομεν, διὰ τὸ κἀκείνους μηδὲν ἄμεινον ἡμῶν διακεῖσθαι, διὰ τοῦτο νομίζοντες ὑγιαίνειν, οὔτε ἰατροὺς ἐπιζητοῦμεν, οὔτε θεραπευθῆναι βουλόμεθα· ἀλλ’ οὐδ’ αὐτὸ τοῦτο ὅτι νοσοῦμεν ἴσμεν, ὅπερ ἐσχάτης ἐστὶν ἀναλγησίας, μᾶλλον δὲ νεκρώσεως.
ΤΩΙ ΑΥΤΩΙ ͵αυδʹ Ὅτι μὲν παντὶ τρόπῳ πονηρία τιμωρίαν ὠδίνει, μάλα ἀκριβῶς οἶσθα· ὅτι δὲ καὶ ἡ ἀγαθότης τῷ ἄγαν θεία εἶναι, ἢ τῷ ἄγαν εἰς τὸ Θεῖον ἡμᾶς ἄγειν, τὰ νοῦν ὑπερβαίνοντα τίκτει γέρα· καὶ τοῦτ’ οἶσθα. Οὐκοῦν τὴν μὲν φεῦγε, τὴν δὲ δίωκε· καὶ μὴ τὴν θείαν μακροθυμίαν ἀμέλειαν ἡγοῦ. Πάντως γὰρ εἰς κρίσιν ἀκριβεστάτην οἴσει τὰ πράγματα.
ΔΙΟΝΥΣΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυεʹ Εὐδόκιμοι μὲν κομιδῇ οἱ τῷ ἐμφύτῳ νόμῳ παιδαγωγηθέντες, καὶ τὸ δέον πεποιηκότες· ἔχει γὰρ ἡ φύσις ἐν ἑαυτῇ τῶν ἀρετῶν ἀκριβὲς καὶ ἀδέκαστον τὸ κριτήριον ὅπερ καὶ ὁ Χριστὸς ἐν παραινέσεως μέρει καὶ συμβουλῆς εἰσήγαγε, λέγων· «Πάντα ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς.» Εἶτα δεικνὺς ὅτι κανών ἐστιν οὗτος καὶ εὐσεβείας καὶ φιλανθρωπίας, ἔφη· «Οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.» Ἐπειδὴ δ’ ὤκλασεν ἡ φύσις, καὶ ἠμαύρωσε τοὺς τῆς ἀρετῆς χαρακτῆρας, ἐδόθη καὶ νόμος γραπτός. Ἐπειδὴ δὲ καὶ οὗτος παρεβάθη, ὁ τῶν προφητῶν χορὸς ἐνεχειρίσθη τὴν διόρθωσιν. Ὡς δὲ καὶ οὗτος ἀπεῖπεν· «Ἰατρεύσαμεν, λέγων, τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη», δεῦρ’ ἐπεφοίτησεν ὁ καὶ τῇ φύσει ἐνθεὶς τὰ τῆς ἀρετῆς σπέρματα, καὶ διὰ τοῦ νόμου διδάξας, καὶ διὰ τῶν προφητῶν κηρύξας. Ἐλθόντος τοίνυν τοῦ τῶν οὐρανῶν Βασιλέως, ἀναγκαίως καὶ δόγματα οὐρανῷ πρέποντα ἐθεσπίσθη, καὶ πολιτεία ἀγγέλοις μᾶλλον ἢ ἀνθρώποις ἁρμόττουσα καὶ ἀρέσκουσα, καθάπερ ἐν βασιλικοῖς διατάγμασιν, ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις διηγορεύθη.
ΠΑΥΛΩΙ ͵αυϛʹ Καλὸν μὲν τὸ τοὺς φίλους ποιεῖν εὖ· κάλλιον δὲ τὸ καὶ πάντας τοὺς δεομένους· τὸ δὲ καὶ τοὺς ἐχθρούς, κάλλιστον. Τὸ μὲν γὰρ καὶ τελῶναι καὶ ἐθνικοὶ ἀνύουσι, τὸ δὲ οἱ τῷ θείῳ πειθόμενοι νόμῳ, τὸ δὲ οἱ οὐρανῷ πρέπουσαν πολιτείαν πολιτευόμενοι· ὅσῳ οὖν ἄγγελοι νομίμως βιούντων ἀνθρώπων διαφέρουσι, τοσοῦτον οὗτοι τῶν τελωνῶν. Τοσοῦτον γὰρ πλεονεκτοῦσι τούτων ὅσον ἐκείνων λείπονται. Τὸ μὲν γὰρ εὔλογόν ἐστι, τὸ δὲ φιλάνθρωπον, τὸ δὲ λόγου κρεῖττον, τῷ τοὺς μὲν φίλους εὐεργετεῖν, ἢ εὐεργετήσαντας, ἢ ἀντευεργετήσοντας καὶ ἀμειψομένους, τοὺς δὲ καὶ τοὺς τυχόντας, οὐ πάντως ἀντευποιήσοντας, τοὺς δὲ καὶ τοὺς κακόν τι διαθέντας, ἔσθ’ ὅτε δὲ καὶ τοὺς αὖθις βλάψοντας. Πολλοὶ γὰρ οὐδὲ ταῖς εὐεργεσίαις ἀμείνους γίνονται, τοῦ φθόνου αὐτοὺς οὔ φημι εἰς τὴν τῶν θηρίων—εἰσὶ γὰρ ἐν αὐτοῖς καὶ εὐποιιῶν ἀμοιβαί—ἀλλ’ εἰς τὴν τῶν δαιμόνων καταλέγοντος πληθὺν τὴν ποιεῖν μὲν βουλομένην οὐδὲν κάλλιστον, ἀλλὰ καὶ τοῖς βουλομένοις ἐμποδίζουσαν.
ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αυζʹ Ὁ Δεσπότης Χριστὸς ἐμακάρισε τοὺς δι’ αὐτὸν ἀκούσαντας ῥητά τε καὶ ἄρρητα, εἰ ψευδόμενοι οἱ ἐλέγχοντες ἁλοῖεν. Χρὴ οὖν εἰδέναι ὅτι ἀμφότερα δεῖ προσεῖναι τῷ πρὸς τὴν ἀκροτάτην μακαριότητα ἀφιξομένῳ, καὶ τὸ δι’ αὐτὸν πάσχειν, καὶ τὸ ψευδῆ εἶναι τὰ λεγόμενα. Ὡς μὴ θατέρῳ προσῇ καὶ τὸ ἕτερον, οὐ τοσοῦτον ὠφελεῖ· ὠφελεῖ μὲν γάρ, οὐ τοσοῦτον δέ. Εἴτε γὰρ δι’ αὐτὸν πάσχοντες τἀληθῆ ἀκούοιμεν, ἐρυθριᾶν ἀνάγκη· καθ’ ἓν γὰρ μέρος εὐδοκιμοῦντες κατὰ τὸ ἕτερον ἐλεγχόμεθα. Εἴτε μὴ δι’ αὐτὸν μέν, τὰ ψευδῆ δέ, ὑπομονῆς μὲν κομιούμεθα μισθόν, οὐ μὴν τοῦ ἄκρου τύχοιμεν μακαρισμοῦ οὗ τύχοιμεν ἄν, εἰ ἀμφότερα συνδράμοι.
ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ ͵αυηʹ Εἰ μὲν τῶν προπυλαίων μόνων, καὶ μὴ τῶν ἀδύτων ἥπτετο ὁ μολυσμός, ἴσως ἂν ἰατὸν ἦν τὸ πάθος. Εἰ δὲ αὐτῆς καθάπτεται τῆς ψυχῆς, μὴ ἕκαστος ἑαυτὸν παραλογιζέσθω. Εἰ δὲ φαίη τις ἀνθρώπους ἀπατῶν· «Οὐδεὶς στεφανοῦται εἰ μὴ νομίμως ἀθλήσῃ», νόμιμον πάλην εἶναι νομίζων τὴν θέαν, εἰ τῆς πράξεως ἀπόσχοιτο, μανθανέτω ὅτι ὁ ἀγωνοθέτης καὶ κριτὴς τῶν τοιούτων παλαισμάτων εἶπεν· «Ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.» Νόμιμος οὖν ἐστι πάλη, οὐχ ἡ παρὰ τῆς ἑκάστου ῥᾳθυμίας καὶ προλήψεως, ἀλλ’ ἡ παρὰ τοῦ ἀδεκάστου κριτοῦ θεσμοθετηθεῖσα.
ΘΕΟΔΩΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυθʹ Ἔοικας ἀγνοεῖν καὶ τὰ ψόγου καὶ τὰ ἐπαίνου ἄξια, καὶ διὰ τοῦτο συγχύσεως ἐμπεπληκέναι τὸν λόγον. Τὰ γὰρ ἀβούλητα τοῖς ἑκουσίοις κεράσας, συγχύσεως πολλῆς τό γε σαυτοῦ μέρος τὰ πράγματα ἐνέπλησας.
Τὸ μὲν γὰρ εἶναι Εὐσέβιον, ὡς ἔφης, ἀνθρώπιον, μικρὸν μὲν τὸ σῶμα, αἰσχρὸν δὲ τὴν ὄψιν, βάρβαρον δὲ τὴν γλῶτταν, εἰς ψόγον αὐτοῦ οὐκ ἀνάγεται, ἀληθείας δικαζούσης. Τὰ μὲν γὰρ παρὰ τὴν φύσιν, τὸ δὲ παρὰ τὴν ἀνατροφὴν γεγένηται· τὸ δὲ εἶναι τὸν τρόπον μιξοβάρβαρον, καὶ τὴν γλῶτταν ἀκρατῆ, καὶ τὸν θυμὸν θηριώδη, καὶ τῇ ἀρετῇ πολέμιον, καὶ τῇ κακίᾳ σύμμαχον —τοὺς μὲν γὰρ σπουδαίους ἐξοστρακίζει, τοὺς δὲ φαύλους συγκροτεῖ—τοῦτ’ ἀληθῶς παρ’ αὐτὸν γίγνεται, καὶ πάσης συγγνώμης ἐστὶ μεῖζον.
Μαθὼν οὖν τί ψέγειν, καὶ τί ἐπαινεῖν δέοι, μὴ ἀπερισκέπτως εἰς ἑκάτερον χώρει.
ΝΙΛΑΜΜΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυιʹ Ἐξ ὧν ὁ Μουσηγέτης, ὥς φασι—δίκαιον γὰρ ἐξ ὧν φλυαροῦσιν, αὐτοὺς καταγωνίσασθαι—πᾶσαν κινήσας μελῳδίαν εἰς θήραν, σώφρονος οὐ περιγέγονε κόρης, ἐκ τούτων καὶ ὁ περὶ τῆς μουσικῆς διαγράφεται λόγος.
Θέλγει μὲν γὰρ ἴσως, τουτέστι—χρὴ γὰρ καὶ ἐτυμολογῆσαι—θέλοντα ἄγει· οὐ μὴν καταδουλοῦται τὸ φρόνημα, οὐδ’ ἐκβιάζεται, οὐδὲ τοσαύτην ἔχει τὴν ἰσχὺν ὡς μὴ βουλόμενον χειρώσασθαι. Ἐπειδὴ δὲ καὶ περὶ γενέσεως, ὡς ἔφης, ληροῦσιν, εἰπὲ πρὸς αὐτούς· Πῶς ὅν φατε μαντικώτατον εἶναι, ᾧ καὶ τὸ τοῦ ἡλίου ἐπιψεύδεσθε ὄνομα, ἠγνόησεν ὅτι σώφρων ἐστὶν ἡ κόρη, καὶ οὐκ ἂν ἁλοίη ἡδονῇ; Εἴτε γὰρ ἐκ τῆς μαντικῆς, εἴτε ἐκ τοῦ μουσικὸς εἶναι, καὶ δυνατώτατος τῶν ταῦτα, ὥς φατε, κατασκευαζόντων ἢ σημαινόντων, ἐχρῆν αὐτὸν εἰδέναι. Εἰ δὲ διὰ πάντων ἄγνοιαν δυστυχῶν ἐφωράθη, παύσασθε, ὦ δεινότατοι, δι’ ὧν φατε, ἑαυτοὺς ἐλέγχοντες.
ΔΙΟΝΥΣΙΩΙ ͵αυιαʹ Ἐπειδὴ λίαν μοι δοκεῖς ὡρμῆσθαι πρὸς τὰ πολιτικὰ πράγματα ὡς πάντως ἐν αὐτοῖς εὐδοκιμήσων, παραινῶ μὴ σαυτὸν εἰς πέλαγος ἐμβάλῃς φροντίδων, Εὖ γὰρ ἴσθι ὅτι περιπαρεὶς αὐταῖς, οὔτε τοὺς τὰ χρήσιμά σοι συμβουλεύσοντας λογισμοὺς εὑρήσεις, ἀλλὰ φροῦδοι οἰχήσονται, οὔθ’ ὅταν θελήσῃς, ἀνανήψεις, ἀλλὰ τὴν μὲν ἀπώλειαν εἰς ἣν τελευτήσεις, προόψει καθάπερ ὑπὸ ῥεύματος εἰς αὐτὴν φερόμενος, βοηθῆσαι δὲ σαυτῷ ἀδυνατήσεις. Ἕως οὖν ἀπρόληπτος εἶ, βούλευσαι τὸ δέον.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αυιβʹ Πολλάκις ἐθαύμασα τῶν τοὺς διαλόγους συνθέντων, καὶ τοὺς διεξοδικοὺς λόγους συγγραψαμένων ὅτι τῆς μὲν οἰκείας δόξης λίαν ἐφρόντισαν, ὑψηλῷ καὶ ὑπερσόφῳ χρησάμενοι λόγῳ, τῆς δὲ τῶν ἀκουσομένων ὠφελείας ἠμέλησαν ἧς εἰκὸς ἦν μᾶλλον αὐτοὺς ποιήσασθαι πρόνοιαν. Τῶν μὲν γὰρ συγγραφέων δὶς τοσαύτην δόξαν λαβόντων, οὐδὲν ἂν γένοιτο πλέον τοῖς ἄλλοις, τῶν δ’ ἄλλων ὠφελουμένων, πολλὴ ἡ ἐπίδοσις γένοιτ’ ἂν τῆς ἀρετῆς. Ἀλλ’ ἐπειδὴ τὸ ἑαυτῶν εἶδον, τὸ τῶν ἄλλων παρεῖδον, διὸ καὶ τὴν θείαν αἰτιῶνται Γραφὴν μὴ τῷ περιττῷ καὶ κεκαλλωπισμένῳ κεχρημένην λόγῳ, ἀλλὰ τῷ ταπεινῷ καὶ πεζῷ. Ἀλλ’ ἡμεῖς μὲν αὐτοῖς ἀντεγκαλῶμεν τὴν φιλαυτίαν, ὅτι δόξης ὀρεχθέντες τῶν ἄλλων ἥκιστα ἐφρόντισαν· τὴν δὲ θείαν ὄντως Γραφὴν μέμψεως ἀπαλλάττωμεν, λέγοντες ὅτι οὐ τῆς οἰκείας δόξης, τῆς δὲ τῶν ἀκουόντων σωτηρίας ἐφρόντισεν. Εἰ δὲ ὑψηλῆς φράσεως ἐρῷεν, μανθανέτωσαν ὅτι ἄμεινον παρ’ ἰδιώτου τἀληθὲς ἢ παρὰ σοφιστοῦ τὸ ψεῦδος μαθεῖν. Ὁ μὲν γὰρ ἁπλῶς καὶ συντόμως φράζει· ὁ δὲ πολλάκις ἀσαφείᾳ καὶ τὸ τῆς ἀληθείας ἐπικρύπτει κάλλος, καὶ τὸ ψεῦδος τῇ καλλιεπείᾳ κοσμήσας ἐν χρυσῇ κύλικι τὸ δηλητήριον κιρνᾷ. Εἰ δ’ ἡ ἀλήθεια τῇ καλλιεπείᾳ συναφθείη, δύναται μὲν τοὺς πεπαιδευμένους ὠφελῆσαι, τοῖς δ’ ἄλλοις ἅπασιν ἄχρηστος ἔσται καὶ ἀνωφελής.
Διὸ καὶ ἡ Γραφὴ τὴν ἀλήθειαν πεζῷ λόγῳ ἡρμήνευσεν ἵνα καὶ ἰδιῶται, καὶ σοφοί, καὶ παῖδες, καὶ γυναῖκες μάθοιεν. Ἐκ μὲν γὰρ τούτου οἱ μὲν σοφοὶ οὐδὲν παραβλάπτονται, ἐκ δ’ ἐκείνου τὸ πλέον τῆς οἰκουμένης μέρος παρεβλάβη.
Τίνων οὖν ἐχρῆν φροντίσαι; Μάλιστα μὲν τῶν πλειόνων, ἐπειδὴ δὲ καὶ πάντων ἐφρόντισε, δείκνυται λαμπρῶς θεία οὖσα καὶ οὐράνιος.
ΣΕΡΗΝΩΙ ΤΡΙΒΟΥΝΩΙ ͵αυιγʹ Τὸ δεινὸν καὶ δυσίατον καὶ τοῖς ἐπινενοημένοις φαρμάκοις ἐπιτριβόμενον μᾶλλον τῆς φιλοχρηματίας νόσημα ἄλλως οὐ λήξει εἰ μὴ τοῦ δοκοῦντος εἶναι κέρδους ἀποσταίη ὁ ἁλούς· δοκοῦντος δὲ εἶπον, ἐπειδὴ τῷ ὄντι ζημία ἐστὶ μεγίστη. Εἰ δέ τις ἀπιστεῖ, πεισθῆναι δίκαιος ἂν εἴη τῷ θείῳ Δικαστῇ φήσαντι· «Τί γὰρ ὠφελήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» Εἰ γὰρ τοῦ συνάγειν ἀποσταίη κατὰ μικρόν, καὶ εἰς τὸ μεταδοῦναι ἥξει, καὶ εἰς τελείαν ὑγίειαν ἀνακομισθήσεται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.