Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1252-1275
Συμβουλές και επιπλήξεις προς κληρικούς και αξιωματούχους, με αναφορές στη μελέτη της Γραφής, την ταπεινοφροσύνη και την άσκηση της αρετής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1252-1275
Συμβουλές και επιπλήξεις προς κληρικούς και αξιωματούχους, με αναφορές στη μελέτη της Γραφής, την ταπεινοφροσύνη και την άσκηση της αρετής.
ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ ͵ασνβʹ Ἡ πολλὴ καὶ ἀκατάπαυστος τρυφὴ καὶ ἐπὶ τοὺς παρὰ φύσιν παιδοτριβεῖ ἔρωτας καὶ πᾶσαν τοῦ μὲν σώματος τὴν ὑγιείαν, τῆς δὲ ψυχῆς λυμαίνεται τὴν εὐγένειαν. Παύσασθε τοιγαροῦν ταύτης· καὶ εἰ μὴ νηστείαις, ἀλλά γε τῇ αὐταρκείᾳ τῇ ὄντως σώφρονι τρυφῇ χρῆσθαι ἑαυτοὺς παιδεύσατε· καὶ οἰχήσεται ἡ νῦν καθ’ ὑμῶν παρὰ πάντων ᾀδομένη κωμῳδία. Εἰ δὲ ἑαυτοὺς εἰς τὴν ἄβυσσον τῆς λαγνείας ἐμβάλλετε, μὴ τοῖς κωμῳδοῦσι χαλεπαίνετε, ἀλλὰ τῆς οἰκείας τρυφῆς καταψηφίζεσθε, τῆς, ὥς φασιν, οὐδ’ οἴκοθεν παρασκευαζομένης— περίψηφοι γάρ ἐστε—ἀλλ’ ἐκ τοῦ ἀλλοτρίαις ἐπιρρίπτειν τραπέζαις. Ἐὰν γὰρ διασκεδάσητε τὴν ἀχλύν, τότε ὄψεσθε τῆς σωφροσύνης τὸ κάλλος ὃ νῦν ὑμῖν ἐστιν ἀθέατον.
ΕΡΜΟΓΕΝΕΙ ΚΑΙ ΘΕΟΔΟΣΙΩ Ι ΚΑΙ ΑΙΛΙΑΝΩΙ ΕΠΙΣΚΟΠΟΙΣ ͵ασνγʹ Εἰ μὴ ἡ ὑπερφυὴς ὑμῶν ἀρετὴ ἐλέγχουσά μου τὸν λόγον, καὶ ἐπὶ τῶν νῦν—πλείω γὰρ ἴσασι—καὶ ἐπὶ τῶν ἐσομένων—μείζω γὰρ ἢ πιστεύσουσιν—εἰπεῖν ἂν κατῆλθον εἰς τὸν ἀγῶνα τῶν ὑμετέρων ἐγκωμίων.
ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασνδʹ Πολλοὶ μέν φασιν ὅτι οὐκ ὀρθῶς βιῶν, ἀλλὰ περιστέλλειν βουλόμενος τὰ ἑαυτοῦ πταίσματα, τὴν τοῦ φιλομαθὴς εἶναι δόξαν θηρώμενος, ἀκολουθεῖς τοῖς σοφοῖς· ἐγὼ δὲ τοῦτο μὲν οὐ φήσαιμι, ἀλλὰ τῇ πείρᾳ μαθὼν ὅτι οὐ διὰ τὸ εἰδέναι τὰ τῆς Γραφῆς ἄδυτα ἐρευνᾶν προσποιῇ, ἀλλὰ δόξαν παρὰ ἀνθρώπων μνώμενος, οὐκ ἀποκρινοῦμαί σοι, θείῳ πειθόμενος χρησμῷ παρακελευομένῳ μὴ διδόναι τὰ ἅγια τοῖς κυσί, μηδὲ ῥίπτειν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.
ΙΣΙΔΩΡΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασνεʹ Ἐν τῇ Ἑρμηνείᾳ τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς μάλιστα, ὦ ὁμώνυμε, ἡ Ἰωάννου τοῦ πανσόφου σοφία τεθησαύρισται. Οἶμαι γάρ—καὶ μή τίς με πρὸς χάριν λέγειν νομιζέτω—ὅτι εἰ Παῦλος ὁ θεσπέσιος Ἀττικὴν εἰλήφει γλῶτταν—ὥστε ἑαυτὸν ἑρμηνεῦσαι, οὐκ ἂν ἄλλως ἡρμήνευσεν ἢ ὡς ὁ προειρημένος ἀοίδιμος ἀνήρ· οὕτω καὶ ἐνθυμήμασι καὶ νοήμασι, καὶ κάλλει καὶ κυριολεξίᾳ κεκόσμηται ἡ ἑρμηνεία.
ΤΩΙ ΑΥΤΩΙ ͵ασνϛʹ Ἐνέτυχόν ποτε ἀνδρὶ ἁγίῳ—ὁμωνύμῳ μὲν ἡμῖν, οὐ συνωνύμῳ δέ, τοῦτο δὲ λέγω ὅτι κἀκεῖνος Ἰσίδωρος ἐκαλεῖτο· πολὺς γὰρ ἦν εἰς ἀρετὴν ῥέπων—οὗ τὸ μὲν ὄμμα διδάσκοντος φοβερὸν ἐτύγχανε καὶ σοφόν—πολλὰ γὰρ ἦν αὐτῷ πρὸς τὸν λόγον τὰ κέντρα—ἡ δὲ ὀφρὺς ἡ ὑπερβεβλημένη τῷ ὀφθαλμῷ διεσήμαινε τὸν νοῦν τῶν διδαγμάτων. Καὶ ὅλος, ὡς ἔπος εἰπεῖν, ὠφελείας ἔπνεε, δεινὸν τοῖς ὁρῶσιν ἐνιεὶς τῆς θείας σοφίας τὸν ἔρωτα.
ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΠΑΛΛΑΔΙΩΙ, ΕΥΣΤΑΘΙΩΙ ͵ασνζʹ Πυθόμενος ὅτι θῆρας ὠμοβόρους ὑπερβαλλόμενοι, καὶ πολέμου παντὸς ἀργαλεωτέραν εἰρήνην σπεισάμενοι πρὸς ἑαυτούς, πρᾷον καὶ μειλίχιον ἄνθρωπον, καὶ ἑαυτὸν καὶ ἄλλους ὠφελεῖν εἰωθότα, λοιδορῆσαι οὐκ ἐφοβήθητε ἐκεῖνα αὐτῷ εἰπόντες ὅσα ὑμῖν ἔπρεπεν ἀκοῦσαι, λίαν τε ὑμᾶς κατεθρήνησα, ὅτι οὐδ’ εἰ τῶν κακῶν ἐστε γινώσκετε· μαθόντες τοίνυν ἀνενέγκατε.
ΔΙΟΝΥΣΙΩΙ ͵ασνηʹ Πυνθάνομαι ὅτι δεινότατος εἶ σχηματίσασθαι δόξαν κενήν, καὶ ὑπόληψιν οὐδέν σοι προσήκουσαν συλλέξασθαι. Εἰ τοίνυν τὸ σχῆμά σοι τῆς ἀρετῆς αἰδέσιμον φαίνεται, διὰ τί μὴ αὐτὴν τὴν ἀρετὴν ἀσκεῖς, ἀλλὰ τοῦ καρποῦ ἀμελῶν τοῖς φύλλοις σεμνύνῃ; Εἰ γὰρ καὶ διὰ τοὺς πόνους ἡ ῥίζα τισὶ πικρὰ εἶναι δοκεῖ, ἀλλ’ ὁ καρπὸς γλυκὺς καὶ ἐράσμιος.
ΕΥΔΑΙΜΟΝΙ ΔΙΑΚΟΝΩΙ ͵ασνθʹ Ἐπειδὴ καὶ Ἕλλησι καὶ βαρβάροις καὶ πᾶσιν ἀνθρώποις ἡ τῶν ἐχθρῶν μαρτυρία εἰκότως δοκεῖ ἀξιόχρεως εἶναι, Ἰουδαῖοι δὲ πᾶσαν ὑπερβαλλόμενοι κακίαν οὐ μόνον τοῖς προφήταις οὐκ ἐπίστευσαν, ἀλλ’ οὐδὲ αὐτῷ τῷ Θεῷ, ἐγένετο δέ τις Ἰώσηπος, Ἰουδαῖος ἄκρος καὶ τοῦ νόμου ζηλωτής, καὶ τὴν Παλαιὰν Διαθήκην μετὰ ἀληθείας παραφράσας, καὶ ὑπὲρ Ἰουδαίων ἄριστα ἀνδρισάμενος, κατὰ πάντα τε τὰ ἐκείνων κρείττονα λόγου ἀποφαίνων, τῇ δὲ τῶν πραγμάτων ἀληθείᾳ παραχωρῆσαι ἀξιώσας—οὐ γὰρ ἐζήλωσε τῶν ἀσεβῶν τὴν γνώμην—ἀναγκαῖον οἶμαι τὰς ἐκείνου παραθέσθαι ῥήσεις.
Τί οὖν φησι; «Γίγνεται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν Ἰησοῦς, σοφὸς ἀνήρ, εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. Ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν, καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες. Ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε περὶ αὐτοῦ, καὶ ἄλλα μυρία θαυμάσια εἰρηκότων. Εἰς δὲ τὸ νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.» Ἐγὼ δὲ λίαν θαυμάζω τἀνδρὸς ἐν πολλοῖς μὲν τὸ φιλάληθες, μάλιστα δὲ ἐν οἷς εἶπε «Διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τἀληθῆ δεχομένων». Εἰσὶ γὰρ οἱ δι’ ἀνυπέρβλητον ῥᾳθυμίαν, ὧν ἦσαν καὶ οἱ ἀπιστήσαντες Ἰουδαῖοι, καὶ τὰ λίαν σαφῆ καὶ θεῖα παραγραφόμενοι, ἀπὸ τῆς οἰκείας ῥᾳθυμίας, ἀλλ’ οὐκ ἀπὸ τῆς τῶν πραγμάτων ἀσαφείας φέροντες τὴν ψῆφον.
Εἰ τοίνυν καὶ οἱ ἐχθροὶ τῇ ἀληθείᾳ ἀντιβλέψαι οὐκ ἐτόλμησαν, τίς ὁ ἀπιστήσων τοῖς ἡλίου φανερωτέροις πράγμασιν;
ΤΩΙ ΑΥΤΩΙ ͵ασξʹ Διὰ τί, ἔφης, οἱ παῖδες οἱ τρεῖς μετὰ τὸ πᾶσιν ἀνθρώποις κοινῇ παρακελεύσασθαι, εὐλογεῖν τὸν Θεόν, ἰδίᾳ τῷ Ἰσραὴλ παρεκελεύσαντο. Φημὶ τοίνυν ὅτι ἐπειδὴ οἱ μὲν κοινῆς προνοίας, οἱ δὲ καὶ ἰδικῆς καὶ ἐξαιρέτου προστασίας ἀπήλαυσαν· καὶ οἱ μὲν τὸν ἔμφυτον εἶχον, οἱ δὲ καὶ τὸν γραπτὸν ἐδέξαντο νόμον.
ΝΕΜΕΣΙΩΙ ͵ασξαʹ Πάντων εὐπορωτέρους ὁρίζομαι εἶναι καὶ βασιλικωτέρους τοὺς τὸν ἔρωτα τοῦ πλούτου καταπατήσαντας ὧν παντὶ σθένει ἐναρίθμιοι σπουδάσωμεν γενέσθαι· εἰ γὰρ καὶ πολλοὶ τὴν τούτου τυραννίδα, καθάπερ τὴν εἰκόνα τοῦ Βαβυλωνίου προσεκύνησαν, ἀλλ’ ἡμεῖς μιμησάμενοι τῶν τριῶν παίδων τὴν ἀνδρείαν, κἂν φωναὶ σαλπίγγων καὶ συρίγγων καὶ πάσης μουσικῆς πρὸς τὸν αἰθέρα φερομένης περιηχῶσιν ἡμῶν τὰς ἀκοάς, καὶ κάμινος πενίας ἀνακαίοιτο, μὴ προσέχωμεν τοῖς τυμπάνοις, μηδὲ τοῖς αὐλοῖς, μηδὲ τῇ λοιπῇ τοῦ πλούτου φαντασίᾳ. Ἀλλὰ κἂν εἰς κάμινον ἐμπεσεῖν δέῃ πτωχείας, ἑλώμεθα ὥστε μὴ προσκυνῆσαι ἐκείνῳ, καὶ ἔσται ἡμῖν ἡ φιλοσοφία, ἐνταῦθα μὲν ὥσπερ δρόσος ἐν μέσῳ διασυρίζουσα καὶ ἐλευθερίαν ἅπασαν ὠδίνουσα, ἐκεῖσε δὲ τοὺς στεφάνους τῆς ὑπομονῆς ἀποτίκτουσα.
ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵ασξβʹ Εἰ μὲν τῶν ἀρχομένων τινὰς ἐχειροῦτο ἡ κακία, οὐδέν —χρὴ γὰρ τἀληθῆ λέγειν—ἂν ἦν τοσοῦτον δεινόν, καίπερ ὂν δεινόν. Ἐπειδὴ δὲ ἕρπουσα πρὸς τὰ χείρω, καί τινας τῶν ἱερᾶσθαι λαχόντων ἐπιβόσκεται, καὶ ὡς γέγραφας—τὸ τῶν κακῶν κεφάλαιον, καὶ πάσης συμφορᾶς βαρύτερον—ἀπολογίαν, οὐκ οἶδ’ ὅπως, τοῦτο τοῖς ὑπηκόοις τίκτει, ἀκουέτωσαν οἱ ταῦτα λέγοντες μὴ τοῖς κακῶς ἱερωμένοις παραμετρεῖν τὸν οἰκεῖον βίον, ἀλλὰ ταῖς ἐντολαῖς. Ὁ γὰρ κριτὴς ἀδέκαστος ὢν ἀπολογίαν ἄλογον οὐ δέξαιτο, ἀλλ’ ἐρεῖ· μάλιστα μὲν πολλοὶ τῶν ἱερωμένων ηὐδοκίμησαν οἷς ἐχρῆν προσέχοντας ὑμᾶς τὸν νοῦν διορθῶσαι τὸν οἰκεῖον βίον.
Ἐπειδὴ δὲ ἐφωράθητε τῆς κακίας ὄντες ἐρασταί, ἐξ ὧν οὐ τοῖς ἀριστεύσασιν ἀτενῶς προσεσχήκατε, ἀλλὰ τοῖς πταίσασι, κἀκεῖνοι μὲν δώσουσι δίκην ἀξίαν ὧν ἔδρασαν, καὶ ὑμεῖς δ’ ἐπειδὴ ἀρετὴν ἠτιμάσατε, καὶ κακίαν ἠσπάσασθε, καὶ οὔτε βασιλείας πόθος, οὔτε γεέννης φόβος ἔπεισε φύλακας τῶν ἐμῶν γενέσθαι νόμων, τὴν ἐσχάτην δώσετε τιμωρίαν.
ΑΛΥΠΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵ασξγʹ Ἐπειδή, ὡς ἔφης, πηγαὶ λόγων ἡσυχάζουσαι ψυχὴν ἐθέλουσαν ἀρδεύεσθαι μαραίνουσιν, ἐκείνας, ἐλλογιμώτατε, μάλιστα ἀναμοχλεύειν σοι παραινῶ, τὰς πλουσίοις καὶ ἀεννάοις νάμασι κομώσας, καὶ μὴ τὰς ἀρδείας ἑτέρωθεν δεομένας.
ΑΒΡΑΑΜ ΕΠΙΣΚΟΠΩΙ ͵ασξδʹ Λίαν θαυμάζω τὴν τῶν πολλῶν ῥᾳθυμίαν, ὅτι οἱ μὲν γενναῖοι καὶ θαυμαστοὶ ἄνδρες τοὺς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς προθύμως ὑπομένουσιν, οὗτοι δὲ οὐδὲ τοὺς λόγους ἐξ ὧν οἱ τῆς ἀρετῆς εἰώθασι φύεσθαι πόνοι, ἀκούειν ἀνέχονται. Τίς οὖν αὐτοῖς πιστεύει ὅτι τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας γνησίως ἐπαναιροῦνται, ὅταν τοὺς ὑπὲρ αὐτῆς λόγους ἴδωσιν αὐτοὺς δυσκόλως προσιεμένους. Παραίνει τοίνυν ἐκείνοις περὶ ὧν καὶ γέγραφας, ἔχεσθαι τῆς τῶν Γραφῶν ἀναγνώσεως.
Ἐντεῦθεν γὰρ καὶ ἡ γνῶσις τίκτεται.
ΖΗΝΩΝΙ ͵ασξεʹ Ἀριπρεπὲς μὲν καὶ ἀρίδηλον τὸ βούλημα τὸ ἀποστολικόν· εἰ δέ σοι βαθὺ καὶ δυσέφικτον φαίνεται, συντόμως αὐτὸ σαφηνίσαι πειράσομαι. Ὁ ἀπόστολος εἰς μετριοφροσύνην παρακαλέσας, καὶ εἰπών· «Ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν», ἔφη· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Εἰ μὲν οὖν οὐκ ἦν ἴσος, περιττὸν τὸ ὑπόδειγμα, εἴγε τῷ μείζονι ὑπακούσας κελεύσαντι πεποίηκεν ἃ πεποίηκεν. Εἰ δὲ ἴσος, ὥσπερ οὖν καὶ ἴσος, ἁρμόδιον τὸ ῥηθέν, καὶ πρὸς ταπεινοφροσύνην βλέπον. Εἰ ἕρμαιον ἡγήσατο τὸ εἶναι ἴσον, οὐκ ἂν ἑαυτὸν ἐταπείνωσεν ἵνα μὴ ἡ ὑπηρεσία πρόκριμα ποιήσῃ τῇ ἀξίᾳ. Ἀλλ’ ἐπειδὴ ἐκ φύσεως ἴσος ἦν, καὶ οὐσιώδη εἶχε τὴν εὐγένειαν, καὶ οὐ κατὰ χάριν δωρηθεῖσαν, ταπεινῶσαι ἑαυτὸν οὐ παρῃτήσατο. Δοῦλος μὲν γὰρ ἐλευθερωθείς, καὶ υἱοθεσίᾳ τιμηθείς, ἅτε ἅρπαγμα ἢ εὕρεμα τὴν ἀξίαν ἡγησάμενος, οὐκ ἂν ὑποσταίη οἰκετικὸν ἔργον ἀνῦσαι· ὁ δὲ γνήσιος υἱός, ὁ σύμφυτον ἔχων καὶ τὴν εὐγένειαν, καὶ τὴν ἀξίαν, οὐκ ἂν παραιτήσοιτο τοιοῦτόν τι ἀνῦσαι, πάσης ὑποψίας ἐκποδὼν οἰχομένης. Τῷ μὲν γὰρ ἡ ἀρχαία δουλεία ὑποψίαν τίκτει εὐτελείας· τῷ δὲ ἡ ἔμφυτος εὐγένεια οὐδὲ τικτομένην τὴν ὑπόνοιαν προσίεται.
Ὁ μὲν γὰρ δύναται τῆς υἱοθεσίας ἐκπεσεῖν, ὁ δὲ τῆς ἐμφύτου εὐγενείας τε καὶ ἀξίας οὐδέποτε ἀποπεσεῖται.
ΙΣΙΔΩΡΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασξϛʹ Πολλοὶ δόξαντες ἀνδρεῖοι εἶναι καὶ γενναῖοι οὐδὲ τὴν προσβολὴν καὶ τὸν ἀκροβολισμὸν τῶν πειρασμῶν ἤνεγκαν· ἐλεγχθέντες οὖν ἐν μόνῃ τῇ δόξῃ, ἀλλ’ οὐκ ἐν τῇ πράξει, τὴν τῆς ἀνδρείας οἴησιν παρὰ τοῖς θεαταῖς κεκαρπῶσθαι, κατέσπασαν τὴν ὀφρύν. Δι’ ὃ καὶ συγχωροῦνται, ὡς οἶμαι, πειρασθῆναί τινες τὴν τοῦ μεγάλοι δοκεῖν εἶναι καὶ δύσμαχοι ἔννοιαν ἰαθησόμενοι, καὶ πρὸς μετριοφροσύνην συνελαθησόμενοι· οὐ μικρὰ γὰρ αὕτη ψυχῆς ὠφέλεια τὸ σβεσθῆναι τὸ φρόνημα τῶν μηδὲ τὴν πεῖραν, οὔ φημι τὸν ἀγῶνα, ἐνεγκεῖν δυνηθέντων. Ὁ μὲν γὰρ μετὰ πολλὰ τρόπαια ἡττηθεὶς ἴσως σύγγνωστος, ὁ δὲ ἐν αὐτοῖς τοῖς ἀκροβολισμοῖς πεσὼν ἐσχάτης ἀσθενείας, μᾶλλον δὲ ῥᾳθυμίας ἐκφέρει δεῖγμα.
ΤΑΥΡΩΙ ΥΠΑΡΧΩΙ ͵ασξζʹ Εὖ ἴσθι, ὦ ἀγχινοίας τέμενος, ὅτι εἰ τοὺς ἀρίστους τῶν φίλων, τοὺς ἀληθείας, φημί, συντρόφους, καὶ χρημάτων κρείττονας κοινωνοὺς ποιήσειας τῆς ἀρχῆς —ἐπισφαλὲς γὰρ ὡς τὰ πολλὰ τὸ ἐφ’ ἑνὶ τοσοῦτον ὄγκον ὁρμεῖν πραγμάτων—ταῖς τῶν ἀντιλαμβανομένων ἀρεταῖς ἀριστοκρατίαν ἀποτελέσειας τὴν ἀρχήν.
ΛΑΜΠΕΤΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασξηʹ Μωρία δοκεῖ τῷ ψυχικῷ ἀνθρώπῳ τὰ θεῖα· ἐπειδὴ τῷ οὐ θέλοντι πεισθῆναι πρότερον ὅτι ἡ βασιλεία τῶν οὐρανῶν ὑφέστηκεν, ἔρωτα αὐτῆς τεχθῆναι ἀδύνατον.
ΑΛΥΠΙΩΙ ΠΟΛΙΤΕΥΟΜΕΝΩΙ ͵ασξθʹ Δεινὸν οὐ τὸ βράδιον δοῦναι δίκην τὸν ὡς φῄς σε ἠδικηκότα, ἀλλὰ τὸ τάχιον δόντα φανῆναι ὕστερον μὴ ἀδικήσαντα, ὅπερ πολλάκις συνέβη· μὴ σπεῦδε τοιγαροῦν ἐπὶ τὸ δίκην ἀπαιτῆσαι, ἀλλ’ ἐπὶ τὸ δοκιμάσαι εἰ ἀληθῶς ἠδίκηκεν· ἀπὸ μὲν γὰρ τοῦ μελλησμοῦ οὐδὲν βλαβήσῃ, ἀπὸ δὲ τοῦ τάχους, εἰ μὴ ἀδικήσαντα ἀπαιτήσεις δίκην, κομιδῆ ἀδικηθήσῃ.
ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵ασοʹ Ἐνταῦθα μέν, ὦ βέλτιστε, οὐχ οἷόν τε ἀμφοτέρω συνδραμεῖν, σφοδρότητα λέγω τιμωριῶν καὶ παραμονήν. Θάτερον γὰρ θατέρῳ πολεμεῖ, διὰ τὸ φθαρτὴν οὖσαν τοῦ σώματος τὴν φύσιν μὴ φέρειν αὐτῶν τὴν σύνοδον· ἐκεῖ δὲ τῆς ἀφθαρσίας εἰσβιασαμένης, καὶ τὴν φθορὰν ἐξοστρακισάσης, καὶ ἡ τῆς μάχης ταύτης διάλυσις γένοιτ’ ἂν ὡς τὴν ὑπερβολὴν τῶν βασανιστηρίων μήτε τὴν ψυχὴν ἐξελάσαι τοῦ σώματος, μήτε τὸ σῶμα εἰς τὸ μὴ ὂν παραπέμψαι.
ΣΕΡΗΝΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασοαʹ Ὥσπερ πολλοὶ τῶν ἀνθρώπων μέγιστον ἀγαθὸν νομίζοντες εἶναι τὴν ὑγίειαν τοῦ σώματος, οὐ πάνυ αὐτῆς φροντίζουσι—τὰ γὰρ ἡδέα τῶν ὠφελίμων προτιμῶντες, διαμαρτάνουσι ταύτης—οὕτω καὶ τὴν ἀρετὴν ἐπαινοῦντες τὴν ὁδὸν τὴν ἐπὶ ταύτην φέρουσαν ἀποδιδράσκουσιν.
ΑΝΑΤΟΛΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασοβʹ Ὁ οἶνος, εἰ καιρίως καὶ μετρίως ποθείη, ἅτε τιμηθείς, εὐφροσύνης αἴτιος γίνεται. Εἰ δὲ παροινηθείη, ἀμύνεται τὴν ὕβριν, καὶ δίκας ἀπαιτεῖ τοὺς ὑβρίσαντας, γέλωτα καὶ αἰσχύνην, καὶ κωμῳδίαν, καὶ μώλωπας αὐτοῖς προξενῶν.
ΠΑΥΛΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵ασογʹ Οὐ μόνον τὸ σῶμα ἀνέπαφον, ἀλλὰ καὶ τὰς βολὰς τῶν ὀφθαλμῶν ἃς κόρας διὰ τοῦτο καλοῦμεν, παρθένους εἶναι χρή, καὶ μὴ ἐπιτρέπειν αὐταῖς ἀναισχύντως καὶ ἀκρατῶς ἑστιᾶσθαι τοῖς ἀλλοτρίοις κάλλεσιν, ἵνα μὴ ἀπὸ τῆς θέας ἐπὶ τὴν πρᾶξιν παιδαγωγηθῶσιν.
ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵ασοδʹ Ἐπειδή—χρὴ ἀπὸ τῶν γραμμάτων τῶν σῶν καταστοχάζεσθαι τῆς σῆς διανοίας—αἴσθομαί σε τοὺς μὲν ὑπὲρ τῆς ἀρετῆς πόνους ἡδέως ὑπομένοντα, καὶ τοὺς ὑπὲρ αὐτῆς καρποὺς μεγάλους εἶναι νομίζοντα, ἀθυμοῦντα δὲ τῷ τοῖς ἀνθρώποις νομίζεσθαι δυστυχεῖν, ὀλίγα γράψαι διέγνωκα.
Λανθάνεις γὰρ σαυτὸν ἐπὶ τούτοις δυσχεραίνων ἐφ’ οἷς ἥδεσθαι προσῆκεν. Εἰ γὰρ οὐκ ἀμφιβάλλεις ὅτι μέγας σοι καρπὸς ἔσται παρὰ Θεῷ τῆς περὶ τὴν ἀρετὴν εὐνοίας, τί σε ταράττει ἡ τῶν ἀνθρώπων ὑπόνοια, εἰ καὶ δοίημεν οὕτως αὐτοὺς ὑποπτεύειν; Ὅτι δὲ οὐδ’ οὕτω νομίζουσι, ῥᾷστα δεῖξαι πειράσομαι. Εἰ μὲν γὰρ σὺ μόνος τῶν ἀρετὴν ἠσκηκότων τοιαῦτ’ ἔπαθες, ἦν μὲν οὐδὲ τότε ἀληθὴς ἡ ὑπόνοια. Πλὴν ἀλλ’ εἶχον οἱ τοῖς καλοῖς ἀπεχθανόμενοι σκίαν γοῦν ἀναισχυντίας. Εἰ δὲ οὔτε πρῶτος, οὔτε μόνος τοιαύταις συμφοραῖς περιέπεσες, ἀλλὰ πάντες σχεδὸν οἱ ἄριστοι, οὐ μόνον παρὰ Χριστιάνοις, ἀλλ’, εἰ χρὴ πάντας περιλαβεῖν, καὶ σβέσαι σου τὴν ἀθυμίαν, καὶ παρ’ Ἰουδαίοις πάλαι καὶ Ἕλλησι καὶ βαρβάροις, τί ἀλύεις; Εἰ γὰρ κἀκεῖνοι, ὥσπερ ἀθληταὶ γενναῖοι τυπτόμενοι, καὶ τραυματιζόμενοι, καὶ αἵμασι καταρρεόμενοι, καὶ θανάτοις ὁμιλοῦντες διετέλεσαν, τί σὺ τῇ ἀθυμίᾳ καταβλάπτεις σαυτόν, καὶ ποιεῖς τὸν ἀνταγωνιστὴν ἰσχυρότερον; Ταυτὸν γὰρ ποιεῖς ὡς ἂν εἰ ἔλεγες· δι’ ἣν αἰτίαν οὐδένα τῶν θεατῶν πλήττει ὁ ἀνταγωνιστής, ἀλλ’ αὐτὸν τὸν ἀπογραψάμενον καὶ εἰς τὸ στάδιον εἰσφοιτήσαντα; Μὴ τοίνυν ἄλυε τοιαῦτα πάσχων οἷα κἀκεῖνοι «ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος», ἀλλ’ εὐφραίνου, ὅτι ὥσπερ τῶν ἄθλων μετέσχες, οὕτω καὶ τῆς εὐκλείας καὶ τῆς ἀναρρήσεως μεθέξεις.
ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵ασοεʹ Τὸ τεθεσπίσθαι «Φάγεσθε τὸ Πάσχα μετὰ σπουδῆς» ἐνόμισάν τινες, ὡς ἔοικε, λελέχθαι διὰ τὸ ὀξέως χρῆναι ἀπὸ τῆς Αἰγύπτου ἐκφοιτῆσαι. Νοείτωσαν μὲν οὖν καὶ οὕτως—ἀγροίκου γάρ ἐστι σοφίας φιλονεικεῖν περὶ τῶν μηδεμίαν βλάβην τοῖς ἀκροαταῖς οἰσόντων—κινδυνεύει δὲ ἡ σπουδὴ πρᾶξις εἶναι πρὸ πράξεως συγγένειαν σῴζουσα πρὸς τὴν παρασκευὴν ἥτις ἐστὶ κυρίως πρᾶξις πρὸ πράξεως. Διὸ καὶ σπουδαῖοι καλοῦνται οἱ εὐδόκιμοι, καὶ τοῖς φαύλοις ἀντιδιαστέλλονται. Καὶ τοῦτ’ ἐγγυᾶται Ἰσοκράτης, ὁ ἄνω καὶ κάτω παρὰ σοῦ θαυμαζόμενος, γράφων πρὸς Δημόνικον· «Τὰς μὲν τῶν φαύλων συνηθείας ὀλίγος χρόνος διέλυσε· τὰς δὲ τῶν σπουδαίων οὐδ’ ἂν ὁ πᾶς αἰὼν ἐξαλείψειε.» Σπουδαῖον οὖν χρὴ τυγχάνειν, τοῦτ’ ἔστι φιλάρετον, τὸν μέλλοντα ἐσθίειν τὸ θεῖον καὶ ἀληθινὸν Πάσχα. Ἴσασι δ’ οἱ μύσται τὸ λεγόμενον κατὰ τὴν τοῦ νομοθέτου πνευματικὴν διάταξιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.