Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1491-1511

Επιστολές περί φιλίας, ηθικής μεταστροφής, θείας δικαιοσύνης, και ερμηνεία της παραβολής του πλουσίου και του Λαζάρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 5 από 14

ΦΙΛΗΤΡΙΩΙ ͵αυϟαʹ Ἔμελλες ἄρα, ἢ φιλίας ἢ τοῦ τετρῶσθαι ὑπὸ φιλίας ἐπώνυμος ὤν, καὶ ἄλλους εἰς ταύτην ἐκμαίνειν. Ἰδοὺ γὰρ καὶ ἡμᾶς πόρρω τυγχάνοντας καὶ μηδεπώποτε συντετυχηκότας, διὰ γραμμάτων εἰς τὴν σαυτοῦ ἀγάπην ἐξεβάκχευσας καὶ τοσοῦτον κατέτρωσας ὡς μηδὲ πρὸς τὸ ἀκαρὲς δύνασθαι ἀμνημονεῖν.

ΔΙΔΥΜΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυϟβʹ Τὸν πρεσβύτατόν σου τῶν παίδων πρὸς τὸν νεώτατον διαφέρεσθαί τινές φασι, καὶ σὲ μὲν εἰδέναι, προσποιεῖσθαι δὲ μὴ εἰδέναι· θᾶττον τοίνυν ἀποθέμενος τὴν ἑκούσιον ἄγνοιαν πειράθητι αὐτοὺς εἰς φιλίαν συναλλάξαι, μή ποτέ τι ἀνήκεστον τεχθείη κακόν—οὐ γάρ τι χρηστὸν ἡ φιλονεικία ὠδίνει—ἵν’ ὥσπερ τοῦ εἶναι μετὰ τὴν πρόνοιαν αὐτοῖς κατέστης αἴτιος, οὕτω καὶ τοῦ εὖ εἶναι κατασταίης.

ΤΩΙ ΑΥΤΩΙ ͵αυϟγʹ Ὥσπερ ἡ ἀπέχθεια εὐπαράδεκτόν πως τὴν παρὰ τῶν ἐχθρῶν ἐργάζεται λοιδορίαν, οὕτως ἡ φιλία διακρούεται ταύτην καὶ ἐξακοντίζει.

ΩΡΙΩΝΙ ͵αυϟδʹ Ἥσθην ὑπερφυῶς μαθών σου τὴν ἀρίστην μεταβολήν, καὶ πιστεύω ὡς ἀποτρίψῃ μὲν ὡς τάχιστα τὴν ἀδοξίαν τὴν ἐκ τῆς κακίας πρώην προσγενομένην, ἀναλήψῃ δὲ τὸν τῆς ἀρετῆς κόσμον καὶ κλέος ἀοίδιμον ἕξεις, ἐνταῦθα μὲν παρὰ πάντων ἀνακηρυττόμενος, ἐκεῖσε δὲ παρὰ τοῦ κριτοῦ στεφανούμενος.

ΠΕΤΡΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυϟεʹ Ἐγὼ οὐ καταψηφιοῦμαι οὔτε καταποφανοῦμαι ἀνδρὸς οὗ μήτε ἀκροατὴς ἐγενόμην μήτε δικαστής· εἰ δὲ κρινόμενος ἁλοίη, τὸ τηνικαῦτα ἡ κατ’ αὐτοῦ ἐξενεχθήσεται ψῆφος.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αυϟϛʹ Εἰ οὐ βούλει θεραπεύειν, τί καὶ ἐπιτείνεις τῶν πενήτων τὰ τραύματα; Τί τοῖς μαχομένοις τῷ δυσνουθετήτῳ καὶ δυσμάχῳ τῆς πτωχείας θηρίῳ χαλεπώτερον κατασκευάζεις τὸν ἀγῶνα, τὸν παρὰ τῶν ἐλεημόνων αὐτοῖς εἰς τροφὴν παρεχόμενον ἔρανον σφετεριζόμενος; Τί ἐκ τοιούτων κερδῶν τὴν ἀκόρεστον σαυτοῦ ἐμπιπλῶν γαστέρα, νομίζεις ἀπολαύειν; Διάβλεψον μικρὸν ἀνενεγκὼν ἐκ τῆς τοιαύτης παραπληξίας, εἰπὲ πρὸς ἑαυτόν· Εἰ ὁ τὰ οἰκεῖα εἰς ἐλεημοσύνην μὴ προϊέμενος εἰς τὸν ποταμὸν πέμπεται τοῦ πυρὸς ἀφόρητα βασανισθησόμενος, ὁ καὶ τὰ τῶν πενήτων ἰδιοποιούμενος τί πείσεται; Εἰ ὁ τὰ ἑαυτοῦ μὴ διδοὺς οὐ συγγνωσθήσεται, ὁ καὶ τὰ διδόμενα ἀποσυλῶν ποῦ χωρήσει; Εἰ μὲν γὰρ ὑπὸ πενίας ἀναγκαζόμενος τὴν καινὴν ταύτην λῃστείαν, μᾶλλον δὲ τυμβωρυχίας χείρονα κακουργίαν ἐπενόησας, ἦν ἄν σοι κἂν ἴχνος ἀναισχύντου ἀπολογίας· ἐπειδὴ δὲ τρυφῶν καὶ σκιρτῶν, τὰς ἀλλοτρίας συμφορὰς δέον ἐπικουφίζειν, ἐπιτρίβεις, ποία σοι λελείψεται ἀπολογία; τίς ἔλεος; ποία συγγνώμη;

Ταῦτα δάκρυσι σχεδὸν κεράσας τὸ μέλαν ἐπέστειλα. Τάχα πως σαυτὸν μὲν γνοίης, τοὺς δὲ πένητας ἀδικῶν ἀποσταίης, τὸν δὲ κριτὴν ἐξιλάσαιο, ἡμᾶς τε ἐπὶ τῇ σαυτοῦ μετανοίᾳ εὐφροσύνης ἐμπλήσειας.

ΘΕΟΔΟΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αυϟζʹ Ἀνὴρ διαφερόντως τῇ θειοτάτῃ θρησκείᾳ ἀνακείμενος καὶ τοῖς τὰ αὐτὰ αὐτῷ μετιοῦσιν ἐντυχεῖν περὶ πολλοῦ ποιούμενος, κἀκεῖσε ἀφῖκται. Ξεναγὸς τοίνυν ἀγαθὸς αὐτῷ γενοῦ, ἵνα σέ τε καὶ τὰς ἄλλας τῆς ἀρετῆς θεασάμενος εἰκόνας ἐμπλήσῃ τὸν οἰκεῖον ἔρωτα.

ΑΥΣΟΝΙΩΙ ΚΟΡΡΗΚΤΟΡΙ ͵αυϟηʹ Ἐπειδὴ ἀνήρ τις ἀγοραῖος, πράγματα βουλόμενος παρασχεῖν ἀνθρώπῳ ἀπραγμοσύνῃ συζῶντι, εἵλκυσεν αὐτὸν εἰς δικαστήριον, καταξίωσον θᾶττον τὸν μὲν κωλύσαι τοῦτον ἀδικῆσαι—χαριῇ γὰρ αὐτῷ—τὸν δὲ εἰς τὴν ἀγροικίαν πέμψαι, τῆς φίλης γεωργίας τὴν ἀντίδοσιν ἀσπασόμενον.

ΑΝΑΤΟΛΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αυϟθʹ Τὸ «Ἐπὶ ψυχῇ τετελευτηκυίᾳ οὐκ εἰσελεύσῃ» βουλόμενος ἴσως μαθεῖν γέγραφας. Ἄκουε τοίνυν· Ψυχῇ, φησίν, ἁμαρτησάσῃ μὴ κοινωνήσῃς. Ὅτι γὰρ τὸ «Οὐκ εἰσελεύσῃ» Μὴ κοινωνήσῃς ἐστίν, ἄκουσον τί φησιν τῷ Ἀβραὰμ ἡ Σάρρα· «Εἴσελθε πρὸς τὴν παιδίσκην μου καὶ τεκνοποίησον ἐξ αὐτῆς.» Ὅτι δὲ νεκρὸν σῶμα οὐ μιαίνει—τὰ γὰρ φυσικὰ ἀναίτια—μάθε παρ’ αὐτοῦ τοῦ νομοθετήσαντος, Μωσέως φημί, τοῦ διὰ σκιῶν καὶ συμβόλων τὴν ἀλήθειαν ὑπογράψαντος· ἐκεῖνος γὰρ ὁ ταῦτα διαταξάμενος τὰ ὀστᾶ τοῦ Ἰωσὴφ περιέφερε. Πρὸς ὃν δικαίως ἄν τις εἴποι· Τί ποιεῖς, ὦ Μωϋσῆ; Τί πράττεις ἃ κωλύεις; Τί ἐγχειρεῖς οἷς ἀπαγορεύεις; Μᾶλλον δέ, τί πράττεις ἃ νόμῳ ἀπεκήρυξας; Γραφήν σέ τις, ὡς ἔοικε, γράψεται, ὡς πρῶτον λύοντα τὸν νόμον—οὐ λύω, φησίν, ἀλλὰ διὰ τούτου ἐμφαίνω τὸ δηλούμενον διὰ τοῦ γράμματος πρᾶγμα περιεργάζεσθαι. Ἐγὼ γὰρ νεκρὸν σώφρονα οὐκ οἶδα, ἐγὼ νεκρὸν τὸν τοὺς ἐπιβουλεύσαντας εὐεργετήσαντα οὐκ ἐπίσταμαι· ζῇ τῷ Θεῷ κἂν ὑμῖν τέως νεκρὸς φαίνηται.

Καὶ ὑμῖν δὲ παραινῶ μὴ μόνον τὴν νεκρὰν φεύγειν ἁμαρτίαν, ἀλλὰ μηδὲ τοῖς ἁμαρτάνουσι κοινωνεῖν. Τὰ μὲν γὰρ φυσικὰ ἁμαρτήματα αἰτίας ἔξω ἐσκήνηται, τὰ δὲ ἐκ προαιρέσεως κατηγορίας καὶ τιμωρίας ἄξια. Καὶ εἰ βασανίσετε τὴν λέξιν, τοῦθ’ εὑρήσετε. Οὐ γὰρ εἶπον· Ἐπ’ ἀνθρώπῳ ἢ σώματι τετελευτηκότι, ἀλλ’ ἐπὶ ψυχῇ. «Ψυχὴ γὰρ ἁμαρτάνουσα ἀποθανεῖται». Εἰ γὰρ τὸ νεκρὸν σῶμα μολυσμός, πῶς καὶ Σολομῶν—χρὴ γὰρ καὶ ἡμᾶς προσθεῖναί τι τῇ Μωϋσέως ἀπολογίᾳ—ἔλεγεν· «Ἀγαθὸν τὸ πορευθῆναι εἰς οἶκον πένθους ἢ εἰς οἶκον γέλωτος»;

Πῶς δὲ περιστολῆς καὶ ἐκκομιδῆς ἐτύγχανε τὰ σώματα; Πῶς δὲ τῇ ὁσίᾳ παρεδίδοτο, εἰ οὐδὲ τὸ ὁσιοῦν τὰ σώματα ὅσιον εἶναι ἐνόμιζε; Πῶς δὲ τὸ σῶμα τοῦ Ἐλισσαίου, νεκρὸν ὄν, νεκρὸν ἀνέστησεν;

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφʹ Οὐ τῇ φράσει χρή, ὦ βέλτιστε, καταγοητεύειν τοὺς ἀκροωμένους, ἀλλὰ τῇ πράξει χειροῦσθαι τοὺς θεωμένους· ὁ τρόπος γάρ ἐστι τοῦ πείθοντος ὁ αἰδέσιμος, οὐχ ὁ λόγος. Ὁ μὲν γὰρ δυσωπεῖ, ὁ δὲ ἐνοχλεῖ.

Τί τοίνυν βούλομαι εἰπεῖν φράσω· Ἀνήρ τις τῶν ἀρετῇ κεκοσμημένων πολὺς ἔρρει κατὰ σοῦ, πολλὰ μὲν φράζων, ἓν δὲ θαυμάζων πῶς κηλὶς ὢν τῆς Ἐκκλησίας, ἀκηλίδωτον βίον ἐν ταῖς εὐχαῖς λαβεῖν ἀξιοῖς. Εἰ μὲν γὰρ τὰ παρ’ ἑαυτοῦ, φησίν, εἰσφέρει, αἰτείτω· εἰ δὲ καὶ ἄλλους μιᾶναι ἐκ τῶν αἰσχίστων αὐτοῦ πράξεων οἷός τέ ἐστι, δι’ ἣν αἰτίαν τοῦτο εὔχεται λαβεῖν ὃ ἔχειν οὐ θέλει; Ἐγὼ μὲν οὖν ἠρυθρίων ἀκούων, καὶ προσεῖχον εἰς γῆν, καὶ οὐδὲ διᾶραι τὸ στόμα ἴσχυον· οἱ δὲ παρόντες κρότοις ἐκεῖνον ἐστεφάνουν λαμπροῖς, ἓν μόνον αἰτιώμενοι τὸ μὴ δεδυνῆσθαι ἐπαξίως τῆς σῆς ἀπαιδευσίας φράσαι. Αὐτὸς οὖν σκόπει ὅπως ταύτην ἀποτρίψῃ τὴν κωμῳδίαν.

ΠΑΥΛΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφαʹ Μὴ περὶ μικρῶν καὶ φαύλων, ἀλλὰ περὶ ὧν λέγειν ἄξιον τοῖς ἐντυγχάνουσι φράζε. Φλυαρεῖν γάρ σε νομίζοντες, πολλοὶ καὶ ἀποφοιτῶσι ταχέως, καὶ αἰτιῶνται ῥᾳδίως, καὶ πείθουσιν ὀξέως.

ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφβʹ Μή σου, ὦ μακάριε, τὸν εἰς τὴν ἀρετὴν δρόμον ἐκκοπτέτω τὸ τὸν μιαρὸν καὶ θεομισῆ, ὡς γέγραφας, Ζώσιμον ἱερᾶσθαι τολμᾶν· ἀλλ’ αὐτὸ τοῦτό σε μᾶλλον ῥωννύτω εἰς τὸ πιστεύειν πάντως εἶναι κρίσιν ἐν ᾗ ἑκάστῳ τὸ πρόσφορον ἀπονεμηθήσεται. Εἰ γὰρ πάντες ἐνταῦθα ἀπελάμβανον τὰ προσήκοντα, οἱ μὲν τὰς ἀμοιβάς, οἱ δὲ τἀπίχειρα, περιττὸς ἦν ὁ τῆς κρίσεως λόγος· ἐπειδὴ δὲ πολλοὶ μὲν φαῦλοι εὐημεροῦσι, πολλοὶ δὲ σπουδαῖοι παρευημεροῦνται, αὐτὸ τοῦτο ὃ τὸν θόρυβον ποιεῖ τοῦ θορύβου καὶ τῆς ταραχῆς ὀφείλει εἶναι ἀναιρετικόν, ὅτι ἑκάστῳ τὸ πρέπον ἀποδοθήσεται. Οὐ γὰρ ἂν δίκαιος ὢν ὁ Θεὸς ταῦτα περιεῖδε γινόμενα, εἰ μὴ ἔμελλε καὶ λόγων, καὶ πράξεων, καὶ ἐννοιῶν μετὰ ταῦτα ἀπαιτεῖν εὐθύνας, καὶ τοῖς μὲν τιμάς, τοῖς δὲ τιμωρίας ὁρίζειν.

ΣΤΡΑΤΗΓΙΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αφγʹ Ἤδη με, σὺν Θεῷ δὲ εἰρήσθω, προσδόκησον ἐν τῷ μοναστηρίῳ· ἥξω γὰρ τὴν σὴν πρό γε πάντων ὀψόμενος θεοσέβειαν, καὶ τὸν διὰ πάντα θαυμάσιον Θεοδόσιον, διὰ μακροῦ φίλον ὄντα καὶ σφόδρα ἡμῖν τετιμημένον, περιπτυξόμενος.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αφδʹ Τῶν συγγραφέων οἱ μὲν αἰσχρὸν ἡγοῦνται μὴ σαφὲς εἰπεῖν, οἱ δὲ ἐν τῇ ἀσαφείᾳ τίθενται τὴν ἰσχύν· καὶ οἱ μὲν τιμῶσι τὸ μέτριον, οἱ δὲ ἔξω φέρονται τῶν καιρῶν· οἱ μὲν τῶν ἠκριβωμένων ὤτων στοχάζονται, τοῖς δὲ ἀρκεῖ τὰ μειράκια σεῖσαι· καὶ οἱ μὲν ἀμείνονες εἰς προοιμίου χρείαν, οἱ δὲ ἐν παραδείγμασίν εἰσι πλούσιοι· καὶ οἱ μὲν οἶκτον ἐμβαλεῖν δεινοί, οἱ δὲ θυμόν· τῶν μὲν τὸ βραδὺ λυπηρόν, τῶν δὲ τὸ ταχὺ τερπνόν· οἱ μὲν ὕπνον ἐμποιοῦσι μιᾷ καταχρώμενοι εἰδέᾳ, οἱ δὲ καὶ ἀφαιροῦσι ταῖς μεταβολαῖς.

Χρὴ τοίνυν τὸν βασανίσαι συγγράμματα δεινόν, πάσης καὶ χάριτος καὶ ἀπεχθείας ὄντα κρείττονα, ἑκάστου συγγραφέως καὶ τὴν κακίαν καὶ τὴν ἀρετὴν εἰδέναι, καὶ τῇ μὲν ψηφίσασθαι, τῇ δὲ μέμψασθαι.

ΠΕΤΡΩΙ ͵αφεʹ Μὴ σκιομάχει, ὦ φίλος, μηδὲ ὑπὲρ τῶν τυχόντων φιλονεικῶν ἐν τοῖς μεγίστοις καὶ καιρίοις σαυτὸν κατάβλαπτε, μηδὲ ζήλου τοὺς τὴν κάμηλον καταπίνοντας καὶ τὸν κώνωπα διυλίζοντας.

ΑΦΘΟΝΙΩΙ ͵αφϛʹ Καὶ ἡ παρθενία, ὦ βέλτιστε, καὶ ἡ πορνεία τὰ μέτρα τοῦ Νόμου ἐξέβησαν, ἀλλ’ οὐκ ἐπὶ τοῖς αὐτοῖς. Ἡ μὲν γὰρ ὑπερέπτη, ἡ δὲ παρέβη. Καὶ ἡ μὲν τὰ κοῦφα καὶ ἀνωφερῆ καὶ τὸν οὐρανὸν πολοῦντα, ἡ δὲ τὰ κατωφερῆ καὶ βαρέα σώματα ἐμιμήσατο· ἡ μὲν διώκει τὰ μεταβολῆς κρείττονα, ἡ δὲ ἐκεῖνα ὧν ἡ μεταβολὴ συμφυὴς καὶ ἡ κόλασις σύντροφος. Ὁ δὲ τίμιος γάμος τούτων ἑκατέρων μέσος τυγχάνων τῆς μέν ἐστι κατώτερος πολλῷ, τῆς δὲ ἀνώτερος πλέον ἢ ὅσον αὐτὸς τῆς παρθενίας ἐστὶ ταπεινότερος. Διὸ καὶ τῆς μὲν στεφανουμένης, τῆς δὲ κατακρινομένης, οὗτος σύμμετρον ἔχει τὸ ἐγκώμιον.

ΘΕΟΔΩΡΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφζʹ Εἰ λόγους ἔφασκον ἔχειν πάσης κακίας ἀναιρετικούς, εἰκότως ἂν εἶχον ἀλαζονείας αἰτίαν. Εἰ δὲ τοῦτο μάλιστα πάντων ἐπίσταμαι ὅτι τοῦ μὲν παραινοῦντός ἐστι τὸ εἰπεῖν τὰ βέλτιστα, τοῦ δὲ συμβουλευομένου τὸ πεισθῆναι—ὁ μὲν γὰρ τοῦ λέγειν, ὁ δὲ τοῦ πράττειν κύριός ἐστι—τί παρεὶς συγγινώσκειν, εἴγε ἀποδέξασθαι μὴ βούλοιο, αἰτιᾷ τὸν τό γε αὐτοῦ μέρος κατορθώσαντα; Εἰ δὲ μηδ’ οὕτω καταδέχῃ, ὥρα σε καὶ τὴν ἄρρητον σοφίαν αἰτιάσασθαι τὴν μήτε τοὺς ἀπιστήσαντας ἰουδαίους μήτε τὸν προδότην πείσασαν· τοσοῦτον γὰρ ἀπέσχον τοῦ πεισθῆναι ὅτι ὁ μὲν προὔδωκεν, οἱ δὲ ἐσταύρωσαν. Εἰ δὲ καὶ μὴ πείσασα μηδὲ σώσασα, ὡς καὶ πείσασα καὶ σώσασα παρὰ πάντων ἀνακηρύττεται—ἀπὸ γὰρ τῆς προαιρέσεως, οὐκ ἀπὸ τῆς ἐκβάσεως τὰ πράγματα κρίνεται—τί αἰτιᾷ τὸν ταῦτα πεποιηκότα καὶ μὴ δυνηθέντα πεῖσαι Μαρτινιανόν τε καὶ Ζώσιμον, καὶ Μάρωνα, καὶ Εὐστάθιον ἀποσχέσθαι κακίας;

Τοσοῦτον γὰρ ἀπέχω τοῦ ἐρυθριᾶν ἐπὶ τούτῳ—καίτοι ἐρυθριᾶν παντὸς μᾶλλον, ὥς γε ἐμαυτόν, ἐν οἷς τὸ ἐρυθριᾶν καλόν, ἐπιστάμενος—ὅτι καὶ σεμνύνομαι ἐπὶ τῷ κἂν ἐκ μέρους τοῖς δεσποτικοῖς πάθεσι κεκοινωνηκέναι.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφηʹ Εἰ μηδὲν μητ’ ἀκολασίας ἔργον ἄπρακτον μήτε λόγον αἰσχρὸν ἄρρητον, ὡς φῄς, παραλελοιπότες Ζώσιμός τε καὶ Μάρων, ἔτι καὶ κατὰ τῶν ἀρίστων ἐπιφύονται, ἃ μήτε λόγῳ ῥητὰ μήτε ἔργῳ φορητὰ καὶ φράζοντες καὶ πράττοντες, μὴ τῆς θείας δίκης ἀμέλειαν καταψηφίσῃ, ἀλλὰ θαύμαζε αὐτῆς τὴν μακροθυμίαν τὴν νῦν μὲν εἰς μετάνοιαν αὐτοὺς καλοῦσαν καὶ τὴν ἀπολογίαν ἀποτεμνομένην, μικρὸν δὲ ὕστερον, ἢ ἐνταῦθα ἢ ἐκεῖ, κολάσει σφοδροτάτῃ αὐτοὺς μετελευσομένην. Εἰ μὲν γὰρ οἱ πρὸ τοῦ κατακλυσμοῦ ἃ μὴ θέμις δράσαντες, ἢ οἱ ἐν Σοδόμοις ὑπερόρια πταίσαντες, ἢ οἱ κατὰ τοῦ Δεσπότου ἐπιλυττήσαντες ἰουδαῖοι ἀτιμώρητοι διέφυγον, διαφεύξονται καὶ οὗτοι. Εἰ δὲ ἐκείνων ἐνταῦθα οἱ μὲν κατεκλύσθησαν, οἱ δὲ πυρός, οἱ δὲ πολέμου ἔργον γεγένηνται ὡς πάσας καὶ τὰς ἔμπροσθεν καὶ τὰς μετὰ ταῦτα ἀποκρύψαι τραγῳδίας, κἀκεῖσε δὲ τὰς ἐσχάτας πείσονται τιμωρίας, δι’ ἣν αἰτίαν ὀλιγωρεῖς, ὡς ἀτιμωρήτων τούτων ὄντων;

Ὅτι γὰρ κἀκεῖ δώσουσι δίκην δῆλον, ἐκ τοῦ τὴν ἀλήθειαν εἰρηκέναι· «Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἢ τῇ πόλει ἐκείνῃ», τῇ διωξάσῃ δηλονότι τοὺς τῆς ἀληθείας κήρυκας· τοῦτο δὲ εἶπεν ὡς ἐκείνων μὲν ἀργαλεωτέραν δωσόντων δίκην, Σοδομιτῶν δὲ ἡμερωτέραν, οὐ μόνον διὰ τὸ κἀνταῦθα δεδωκέναι, ἀλλὰ καὶ διὰ τὸ τοὺς μὲν κατὰ τῆς φύσεως πεπαρῳνηκέναι, τοὺς δὲ κατὰ τοῦ Δεσπότου τῆς φύσεως λελυττηκέναι.

ΤΩΙ ΑΥΤΩΙ ͵αφθʹ Ἴσθι, ὦ ἀγαθέ, ὅτι εἰ οἰστὰ καὶ φορητὰ καὶ εὐΐατα πταίσοιμεν καὶ πάθοιμέν τι ἐνταῦθα δεινόν, ἀποτριβόμεθα τὰ πταίσματα· εἰ δὲ ἀπάνθρωπα καὶ δεινά, κἀκεῖσε τιμωρηθησόμεθα κουφότερον μέν, εἰ κἀνταῦθά τι πάθοιμεν, βαρύτερον δέ, εἰ ἀπαθεῖς ἀπέλθοιμεν. Ἀλλ’ ἵνα μὴ λέγειν ἔχοις ὡς αὕτη ἀπόφασίς ἐστι καὶ οὐκ ἀπόδειξις, διὰ μαρτυριῶν ἀξιοχρέων βαδιεῖται ὁ λόγος.

Περὶ μὲν οὖν τῶν ἐνταῦθα ἀποτριβομένων τὰ πταίσματα, μάρτυς παραγραφὴν μὴ ἐπιδεχόμενος ὁ θεσπέσιος Παῦλος, λέγων περὶ τῶν ἀναξίως τῶν μυστηρίων μετειληφότων· «Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Καὶ τὸ εἰρημένον δὲ πρὸς τὸν ἀποτηγανιζόμενον πλούσιον ταύτης ἐστὶ τῆς ἐννοίας ὅτι «Ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, ὁμοίως δὲ καὶ Λάζαρος τὰ κακά», τουτέστιν· Εἰ πέπρακταί σοί τι χρηστόν, τοῦτ’ ἀπείληφας τρυφήσας καὶ μηδεμιᾶς πειραθεὶς μεταβολῆς· εἰ δέ τι κἀκείνῳ πεπλημμέληται, τοῦτ’ ἀπείληφεν ἐν τῇ ἀπαραμυθήτῳ πενίᾳ δεδαπανημένος.

Περὶ δὲ τῶν κἀνταῦθα δεδωκότων δίκην κἀκεῖ δωσόντων, αὐτὸς ὁ κριτὴς ἐν Εὐαγγελίοις ἀπεφήνατο· «Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἢ τῇ πόλει ἐκείνῃ.» Καίτοι κἀνταῦθα δεδώκασι δίκην καὶ Σοδομῖται καὶ ἰουδαῖοι, οἱ μὲν πυρὶ δαπανηθέντες, οἱ δὲ πολέμῳ καὶ λιμῷ παραδοθέντες, καὶ εἰς τοσαύτην ἀπορίαν καταστάντες ὡς καὶ τῶν οἰκείων γεύσασθαι παίδων· πάντα γὰρ ὑπ’ ὀδόντας ἐλθεῖν ἡ ἀνάγκη ἐξεβιάσατο.

ΤΩΙ ΑΥΤΩΙ ͵αφιʹ Ἔοικας τεθορυβῆσθαι διὰ τὸ ἀκηκοέναι ὅτι ἐνταῦθα καὶ ὁ Λάζαρος τὰ πταίσματα, καὶ ὁ πλούσιος τὰ κατορθώματα ἀπείληφεν· ἀλλ’ εἰ προσέσχες τῷ εἰρημένῳ οὐκ ἂν ἔπαθες. Τὸ γὰρ μὴ εἰπεῖν Ἔλαβες, ἀλλ’ Ἀπέλαβες—τὸ μὲν χάριν μηνύει, τὸ δὲ ἀμοιβήν—πᾶσαν σαφηνίζει καὶ ἐγγυᾶται τὴν ἔννοιαν τὴν παρ’ ἡμῶν εἰρημένην. Ὅτι δὲ οὐ μόνον οἱ εἰς ἄκρον ἀρετῆς ἐληλακότες ἔχουσί τι πταῖσμα ἀνθρώπινον—μόνον γὰρ τὸ Θεῖον ἀναμάρτητον—ἀλλὰ καὶ οἱ εἰς τὸν πυθμένα τῆς κακίας καταπεπτωκότες ἔχουσί τι κατόρθωμα, ἡ ἱερὰ κηρύττει Γραφὴ περὶ μὲν ἐκείνων λέγουσα· «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;» περὶ δὲ τούτων ὅτι ὁ κριτὴς τῆς ἀδικίας, ὁ μήτε Θεὸν φοβούμενος μήτε ἄνθρωπον ἐντρεπόμενος, ἐποίησέ τι χρηστὸν τὴν συνεχῶς προσιοῦσαν αὐτῷ χήραν ἐλεήσας καὶ ἐπεξελθὼν τοῖς ἀδικοῦσιν. Εἰ τοίνυν καὶ ἐν τοῖς λίαν ἀρίστοις εὑρίσκεταί τις μέμψις, καὶ ἐν τοῖς κακίστοις ἀρετή, τί θαυμάζεις, εἰ ἐνταῦθα διαλυσάμενοι ἑκάτεροι, ἐκεῖσε ἀπηνέχθησαν, ὁ μὲν γυμνὸς ἁμαρτημάτων, ὁ δὲ ἔρημος κατορθωμάτων; Διὸ ὁ μὲν καθαρὰν ἐτρύγα τὴν εὐφροσύνην, ὁ δὲ ἀπαραμύθητον ὑπέμενε τὴν τιμωρίαν.

ΤΩΙ ΑΥΤΩΙ ͵αφιαʹ Ὅπερ πρώην περὶ τῶν ἁμαρτημάτων ἔφην, τοῦτο νῦν περὶ τῶν κατορθωμάτων ἐρῶ, ὅτι ὁ μικρὰ καὶ εὐτελῆ κατορθώσας, εἰ ἀπολαύσει τινὸς χρηστοῦ ἐνταῦθα, ἀφέξει τὸν μισθόν. Εἰ δὲ μεγάλα καὶ ὑπερφυῆ καὶ ἀξιοθαύμαστα, κἀκεῖσε ἀπολήψεται μετρίως μέν, εἰ κἀνταῦθα ἀπείληφε —τὸ γὰρ ἐνταῦθα λαβεῖν ὑποτέμνεται τοῦ μισθοῦ μέρος οὐ μικρόν—ὑπερβαλλόντως δέ, εἰ μὴ ἀπείληφεν. Καὶ εἰ βούλει, διὰ παραδείγματος σαφηνίσω τὸ λεγόμενον.

Ἔστωσαν ὑποθέσεως χάριν δύο δίκαιοι, ἄκροι τὴν ἀρετήν· ἀλλ’ ὁ μὲν ἐνταῦθα πλουτείτω, ὁ δὲ πενέσθω· ὁ μὲν δοξαζέσθω, ὁ δὲ ὑβριζέσθω· ὁ μὲν παρὰ πάντων ἐπαινείσθω, ὁ δὲ κωμῳδείσθω. Ἆρα ἀπελθόντες ἐκεῖ τὸν ἴσον λήψονται στέφανον; Οὔ φημι ἔγωγε, καίτοι ἴσους γε αὐτοὺς ἔφαμεν εἶναι κατὰ τὸν τῆς ἀρετῆς λόγον· ἀλλ’ ἡ τοῦ ἐνταῦθα βίου ἀνωμαλία τὴν ἰσότητα τῆς ἀρετῆς εἰς τὸ ἄνισον καταστήσει, οὐ τοῦ ἀδεκάστου κριτοῦ ἄδικον ψηφιουμένου, ἀλλὰ τῷ μὲν κἀνταῦθα κἀκεῖ τὸν μισθὸν συμμετρησομένου, τῷ δὲ ἄκρατον τὴν εὐφροσύνην βεβαιώσοντος· δίκαιον γὰρ τοσαῦτα μὲν κατορθώσαντα, μὴ τῶν αὐτῶν δὲ ἀπολαύσαντα, μείζονι καὶ λαμπροτέρῳ κοσμηθῆναι στεφάνῳ.

Οὐ μόνον δὲ ἐπὶ τῶν κατορθωμάτων, ὦ μακάριε, ἀλλὰ καὶ ἐπὶ τῶν ἁμαρτημάτων τὸ αὐτὸ ἀκολουθεῖ. Ἔστωσαν γάρ, εἰ δοκεῖ, δύο ἁμαρτωλοί, εἰς αὐτὴν τῆς κακίας φθάσαντες τὴν κορυφὴν ὡς μηδὲν ἕτερον ἑτέρου διαφέρειν· ὧν ὁ μὲν πλουτείτω, ὁ δὲ πτωχευέτω· ὁ μὲν τιμάσθω, ὁ δὲ ὑβριζέσθω· ὁ μὲν ἀρχέτω, ὁ δὲ κολαζέσθω. Ἆρα ἀπελθόντες ἐκεῖ τὴν αὐτὴν δώσουσι δίκην; Οὐκ ἔγωγε οἶμαι, καίτοι ἴσους γε αὐτοὺς ἔφημεν εἶναι κατὰ τὸν τῆς κακίας λόγον· ἀλλ’ ἡ τοῦ ἐνταῦθα βίου κατάστασις τὴν ἰσότητα τῆς κακίας ἄνισον εἰς τὸν τῆς ἀναστάσεως ἀποφαίνει καιρόν, οὐ τῆς δίκης τὸ δίκαιον παροψομένης, ἀλλὰ τῷ μὲν κἀνταῦθα κἀκεῖ τὴν τιμωρίαν συμμετρησομένης, τῷ δὲ ἐκεῖ ἀπαραμύθητον τὴν κόλασιν ψηφιουμένης. Δίκαιον γὰρ τὸν τὰ αὐτὰ μὲν δεδρακότα, μὴ τὰ αὐτὰ δὲ πεπονθότα, μείζονα δοῦναι δίκην.