Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1571-1590

Επιστολές που επικεντρώνονται στο παράδειγμα της σωφροσύνης του πατριάρχη Ιωσήφ, σε κανόνες ερμηνείας των προφητειών, και στην καταδίκη της σιμωνίας και της ιερατικής έκπτωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 9 από 14

ΟΥΡΣΕΝΟΥΦΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αφοαʹ Λίαν χαίρω ὅτι χαίρεις τοῖς περὶ τοῦ Ἰωσὴφ διηγήμασιν. Ὁ γὰρ τοὺς σώφρονας ἀνακηρύττων δῆλός ἐστι σωφροσύνης ὢν ἐραστής. Ἐκεῖνα γὰρ μάλιστα τὰ εἴδη τῆς ἀρετῆς ἐπαινεῖν εἰώθαμεν περὶ ἃ γνησίως μάλιστα διακείμεθα. Σὺ δὲ μετὰ τοῦ ἐραστὴς εἶναι τῆς ἁγνείας κἀκεῖνο θέα ὅπως ἡ ἀρετὴ ἀρχικόν ἐστι χρῆμα, κἂν ὁ ταύτης ἀσκητὴς εἰς δουλείαν περιπέσῃ.

Ἦρχε μὲν γὰρ τῶν ἀδελφῶν ἐν τῇ πατρῴᾳ ἑστίᾳ, τῷ ἔχειν τὸν γεννήτορα τῶν τρόπων ἐραστήν· ἦρχε καὶ ἐν τῇ αἰγυπτιακῇ οἰκίᾳ, καίτοι πραθείς· εἶχε γὰρ τοῦ πριαμένου διὰ τρόπων κοσμιότητα τὴν εὐμένειαν ἣν ἡ θεία χάρις αὐτῷ κατέχεεν. Ἦρξε καὶ τῆς δεσποίνης, μᾶλλον δὲ τῆς ἡδονῆς τῆς πολλῶν νέων βασιλικῶς κρατησάσης.

Ἦρξε καὶ ἐν τῷ δεσμωτηρίῳ, καίτοι ἐπὶ μοιχείᾳ αἰτιαθείς· εἶχε γὰρ τὴν τοῦ ἀρχιδεσμοφύλακος εὔνοιαν, ἐπιτρέπουσαν αὐτῷ τὴν ἀρχὴν τῶν ἐκεῖσε καθειργμένων, οἷς καὶ ἰατρὸν οἶμαι ἐκεῖσε πεπέμφθαι τῶν συμφορῶν. Πῶς γὰρ ὁ ὠμὸς καὶ ἀμείλικτος, καὶ τὰς ἀλλοτρίας πραγματευόμενος συμφοράς—τοιοῦτοι γὰρ σχεδὸν πάντες οἱ δεσμοφύλακες— τῷ ἡμερωτάτῳ καὶ πρᾳοτάτῳ δεσμωτήριον ἐπέτρεπε τῷ κέρδος μὲν μηδὲν περιποιουμένῳ ἐκ τούτου, τὰς δὲ ἀλγηδόνας τῶν εἴτε δικαίως εἴτε ἀδίκως ἐμβληθέντων λόγῳ χρηστῷ καὶ παραινέσεσι μειλιχίοις ἰωμένῳ; Ἀλλὰ δήλη κἀνταῦθα ἡ θεία χάρις, ἡ τὴν ἀρετὴν πανταχοῦ στεφανοῦσα. Ἦρξε καὶ ἐν τοῖς βασιλείοις, ὅτε ὁ τῆς Αἰγύπτου τύραννος εἰς βασιλείαν τὴν τυραννίδα μετερρύθμισε· πάντα γὰρ αὐτῷ παρεχώρησε πλὴν τοῦ ὀνόματος. Ἦρξε καὶ τῶν ἀδελφῶν δεύτερον, ὅτε καὶ ἀγνοούμενος ὡς ἀδελφὸς προσεκυνήθη ὡς βασιλεύς. Ἦρξε καὶ τῆς Αἰγύπτου· μέλλουσαν γὰρ λιμῷ διαφθείρεσθαι, τὴν τῶν ἄλλων χωρῶν τροφόν, θείᾳ προμηθείᾳ διέθρεψεν. Ἦρξε καὶ αὐτὸς ἑαυτοῦ τὴν μεγίστην ἀρχήν, ἐν μὲν τοῖς ταπεινοῖς ὑψηλὸς ὀφθείς, ἐν δὲ τοῖς ὑψηλοῖς ταπεινός· καὶ ἐν μὲν τοῖς αἰσχίστοις ἀδούλωτος καὶ ἐλεύθερος, ἐν δὲ τοῖς πρέπουσι προθυμότατος καὶ ἀοκνότατος.

Οὔτε γὰρ ἐν τῇ πατρῴᾳ οὔτε ἐν τῇ αἰγυπτιακῇ οἰκίᾳ ἤρθη εἰς ἀτασθαλίαν, ὁρῶν ἑαυτὸν παρὰ πάντων ἀγαπώμενον· οὐδὲ ἤλεγξεν ἐκείνης τὴν λαγνείαν, ἔχων τὸ μὲν κάλλος τοῦ ἔρωτος ἐκείνης ἀξιόπιστον μάρτυρα, τὴν δὲ εὔνοιαν τοῦ δεσπότου συναγωνιζομένην, ὅς γε, τῆς κατηγορίας σφαγὴν ὠδινούσης, οὐδὲ μαστίξας εἰς δεσμωτήριον ἐνέβαλεν. Εἰ δέ τις νομίζει διὰ τὸ μὴ δεδυνῆσθαι ἀμύνασθαι πεφιλοσοφηκέναι, ἐννοείτω ὅτι οὐδὲ βασιλεύσας αὐτὴν ἠμύνατο. Οὔτε οὖν συκοφαντηθεὶς ἤλεγχεν οὔτε εἰς τὸ οἴκημα ἐμπεσὼν καὶ τὴν ἀρχὴν τῶν ἐκεῖσε ἐγχειρισθείς, μέγα ἐφρόνησε καὶ τοὺς ἄλλους κατεπάτησεν· ἀλλὰ καὶ ἐπεκούφισεν αὐτῶν, ὡς ἐνεδέχετο, τῆς λύπης τὸ ἄχθος, ἐκ τῶν καθ’ ἑαυτὸν ἴσως ὅτι ἀδίκως ἐμβέβλητο καὶ περὶ ἐκείνων λογισάμενος. Εἰώθασι γὰρ ἅπαντες ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ περὶ τῶν ἄλλων τὰς ψήφους φέρειν· μάλιστα δ’ ἐκεῖνος ὁ πανταχοῦ δοκίμια τῆς ἀρετῆς δεδωκώς, καὶ ὡς χρυσὸς ἐν πυρὶ βασανισθείς, καὶ τῆς οἰκείας εὐγενείας δείξας τὰ γνωρίσματα.

Καὶ τί λέγω ἐν τῷ οἰκήματι ἔνθα καὶ τοῖς μὴ λίαν ἀναλγήτοις τίκτεταί τις ταπεινοφροσύνη καὶ ἐπιείκεια, ἢ ἐκ τοῦ συνειδότος ἢ ἐκ τοῦ τόπου φυομένη, ὁπότε οὐδὲ ἐν τῇ βασιλείᾳ ἠλέγχθη, ἀλλὰ κἀκεῖ τὴν αὐτὴν πρᾳότητα καὶ ἡμερότητα ἐπεδείξατο, τρέφων μὲν Αἰγυπτίους καὶ τοῖς πανταχόθεν ἥκουσι χεῖρα σωτήριον ὀρέγων, τοὺς δὲ ἀδελφοὺς οὐ μόνον οὐκ ἀμυνόμενος, ἀλλὰ καὶ εὐεργετῶν. Ὢ τῆς ἀρετῆς τῆς καὶ δοῦλον μεγαλόφρονα ἀποδειξάσης καὶ βασιλέα ταπεινόφρονα. Ὢ τῆς πανταχοῦ τὰ οἰκεῖα τεκμήρια κατασημηναμένης. Ὢ τῆς ἀταπεινώτου μὲν ἐν συμφοραῖς, ἐπιεικοῦς δὲ ἐν ὑπεροχαῖς. Ὢ τῆς μήτε τῇ ἀσελγείᾳ ἡττηθείσης μήτε ἐπὶ τῇ συκοφαντίᾳ δυσχερανάσης. Ὢ τῆς πᾶσι μὲν βασιλικῶς, τῇ δ’ ἡδονῇ τυραννικῶς χρησαμένης. Ὢ τῆς καὶ εἰς ἀνάγκην ἐμπεσούσης διηγήσασθαι τὰ καθ’ ἑαυτὴν καὶ ἐρυθριασάσης τὴν ἀλήθειαν εἰπεῖν ἵνα μὴ δόξῃ σωφροσύνης στέφανον ἑαυτῇ περιτιθέναι. Οὔτε γὰρ τῶν ἀδελφῶν τὴν ἐπιβουλὴν ἐξέφηνεν οὔτε τὸν τῆς Αἰγυπτίας ἔρωτα, ἀλλ’ ἔφη· «Κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε ἐποίησα οὐδὲν κακόν· ἀλλ’ ἐνέβαλόν με εἰς τὸν τόπον τοῦ λάκκου τούτου.» Δικαίως ἄρα ὁ τῆς σωφροσύνης νομοθέτης καὶ πρύτανις ἐβράβευσεν αὐτῷ τὸν στέφανον, ἀπόβλεπτον μὲν τοῖς πάλαι, ἀοίδιμον δὲ τοῖς μετὰ ταῦτα ἀποφήνας.

ΙΣΧΥΡΙΩΝΙ ͵αφοβʹ Εἰ καὶ θαυμαστὸν καὶ παράδοξον εἶναί σοι δόξει τὸ ῥηθησόμενον, ἀλλ’ ὅμως ἀληθὲς ὂν λελέξεται· ὅτι ὁ μεγάλα πταίσας, λαθὼν δὲ καὶ μηδένα σκανδαλίσας, τοῦ καταδεέστερα μὲν πεπλημμεληκότος, μετὰ παρρησίας δὲ καὶ τοῦ πολλοὺς ὑποσκελίσαι, ἐλάττονα δώσει δίκην. Εἰ δὲ ἀπιστεῖς καὶ ὑπερβολὴν καταγινώσκεις τοῦ λόγου, τὴν ψῆφόν σοι ταύτην οἴσω ἐκ τῶν οὐρανῶν καὶ τὸν νόμον τοῦτον ἐκεῖθεν ἀναγνώσομαι. Τὸν γὰρ πανάριστον Μωσέα τὸν πᾶσαν ἐπελθόντα ἀρετὴν οὐδὲν ἕτερον ἐκώλυσε μετὰ τὸ πέλαγος καὶ τοῦ λιμένος τυχεῖν ἢ τὸ σκανδαλίσαι τοὺς συνόντας αὐτῷ ἐπὶ τοῦ ὕδατος. Εἰ γὰρ καὶ πρώην τινὰ παρηκολούθησε—καὶ γὰρ καὶ ἀντεῖπε τῷ Θεῷ καὶ ἅπαξ καὶ δίς, πεμπόμενος εἰς Αἴγυπτον—καὶ μετὰ ταῦτα εἶπεν· «Ἑξακόσιαι χιλιάδες εἰσὶ πεζῶν, καὶ σὺ εἶπας· Κρέα δώσω αὐτοῖς, καὶ φάγονται μῆνα ἡμερῶν. Μὴ πρόβατα καὶ βόες σφαγήσονται; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται καὶ ἀρκέσει αὐτοῖς;» Καὶ μετὰ ταῦτα κατωλιγώρησε καὶ τοῦ δήμου τὴν προστασίαν παρῃτήσατο· ἀλλ’ οὐδὲν ἕτερον αὐτὸν ἐκώλυσεν εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἧς ἕνεκεν τῶν ἄλλων ἁπάντων ἦν καὶ ἡγεμὼν καὶ δημαγωγός, ἢ τὸ ἐπὶ τοῦ ὕδατος συμβάν.

Διὰ τοῦτο καὶ ὁ ἀκήρατος νοῦς, τῆς ἁμαρτίας τὴν φύσιν ἐκπομπεύων καὶ παραδηλῶν ὅθεν γέγονεν ἀσύγγνωστος, ἔφη· «Ὅτι οὐχ ἡγιάσατέ με ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐ μὴ εἰσαγάγητε τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς.» Τῇ μὲν γὰρ φύσει ἔλαττον ἦν ἐκείνων τοῦτο τὸ πταῖσμα, τῷ δὲ μετὰ τῆς ἑτέρων κραθῆναι βλάβης, οὐ μόνον ἐκείνων, ἀλλὰ καὶ συγγνώμης μεῖζον ἐγένετο. Τὰ μὲν γὰρ κατ’ ἰδίαν καὶ λανθανόντως, τὸ δὲ ἐπὶ τοῦ δήμου παντὸς ἡμαρτάνετο.

ΑΔΑΜΑΝΤΙΩΙ ͵αφογʹ Ὁ φίλος ὁ σὸς ἦλθε μὲν οὐ μαθησόμενος, ὡς ἔλεγεν, ἀλλ’ ἐπιδειξόμενος, καὶ διδάξων, καὶ τὸ φρόνημα τῶν δοκούντων τι εἰδέναι σβέσων, ἀπῆλθε δὲ παθὼν ὃ δρᾶσαι προσεδόκησεν.

ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αφοδʹ Ὁ θεῖος καὶ ἀκήρατος νοῦς εἴ ποτέ τι τῶν μελλόντων προμηνῦσαι ἐβούλετο, οὐχ ἁπλῶς ἔρριπτε τὴν προφητείαν —ἐγέλασαν γὰρ ἂν πλατὺ οἱ ἀπαίδευτοι ἰουδαῖοι, οἱ καὶ πρὸς τὰ λίαν σαφῆ ἀπαιδευτοῦντες—ἀλλὰ κεράσας τοῖς παροῦσι τὴν τῶν μελλόντων γνῶσιν, οὕτω τὴν προφητείαν ἐσέμνυνεν ὅπως καὶ οἱ τότε ἀκροώμενοι ἀπολαύσωσί τινος ὠφελείας καὶ οἱ μετὰ ταῦτα ἐκ τῆς παραβολῆς τῶν πραγμάτων τὸ ἀκριβὲς γνοῖεν.

Καὶ ἵνα μὴ πάσας περιερχόμενος τὰς προφητείας δόξω μακρηγορεῖν, ἕνα προφητείας τρόπον παραθείς, διὰ τούτου καὶ τοὺς λοιποὺς τοῖς συνετωτέροις σαφηνίσω. Γέγραπται ψαλμὸς εἰς τὸν Σολομῶνα οὗ ὀλίγα μὲν εἰς τὸν Σολομῶνα βλέπει, τὰ δὲ πλεῖστα καὶ μέγιστα εἰς τὸν Χριστόν. Ὁ μὲν γὰρ πρόχειρος νοῦς τὸν Σολομῶνα ἐδόκει ᾄδειν, ὁ δὲ εἰλικρινέστερος καὶ ὀξυωπέστερος τὸν τῷ ὄντι εἰρηνικόν· καὶ ἦν καὶ τοῖς τότε οὖσι παραμυθία μεγίστη, καὶ τοῖς ἐσομένοις προφητεία ἀρίστη. Τὸ γάρ· «Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν», καὶ τὰ ἄλλα πάντα ὑπερφυῆ, καὶ θεοπρεπῆ, καὶ μείζονα οὐ μόνον ἢ κατὰ ἄνθρωπον, ἀλλὰ καὶ κατὰ τὰς ἄνω δυνάμεις, εἰς τὸν Χριστὸν ᾔδετο. Τὸ δέ· «Καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός», περὶ Σολομῶνος εἴρηται.

Μὴ τοίνυν νομίζωμεν ἁπλῶς τὴν ἀκήρατον σοφίαν διὰ τῶν προφητῶν τὴν μέλλουσαν προμεμηνυκέναι γνῶσιν, ἀλλὰ κεράσασαν τοῖς ἐνεστῶσι τὰ μέλλοντα, μηδὲ ἐπειδάν τι ταπεινὸν ἀκούσωμεν καὶ τῆς θείας τοῦ Σωτῆρος ἐπιδημίας ἀλλότριον, πάντως εἰς αὐτὸν εἰρῆσθαι νομίσωμεν, ἀλλὰ μηδὲ τὰ μεγαλοπρεπῆ καὶ τῇ θείᾳ ἀξίᾳ μόνῃ πρέποντα περὶ Σολομῶνος εἰρῆσθαι ἡγώμεθα τοῦ μηδὲ ἄμεμπτον ἐσχηκότος τὸ πέρας, μηδὲ ἐκβιαζώμεθα τὰς προφητείας, μηδὲ τοῦ ὁμαλισμοῦ χάριν τῶν προφητικῶν χωρίων εἰς ἀγυρτικὰς ἐμπίπτωμεν λογοποιΐας, ἀλλὰ νουνεχῶς καὶ τὰ καθ’ ἱστορίαν εἰρημένα νοῶμεν καὶ τὰ κατὰ θεωρίαν προφητευθέντα ἐκλαμβάνωμεν, μήτε τὰ σαφῶς ἱστορηθέντα εἰς θεωρίας ἐκβιαζόμενοι μήτε τὰ λαμπρῶς θεωρηθῆναι ὀφείλοντα εἰς ἱστορίαν καταβιβάζοντες, ἀλλ’ ἀμφοτέροις πρόσφορον καὶ κατάλληλον νοῦν ἐφαρμόζοντες.

Εἰ δὲ τοιαύτη εὑρεθείη προφητεία καὶ τὴν ἱστορίαν ἀραρότως καὶ τὴν θεωρίαν ἀβιάστως σῴζουσα, χρηστέον αὐτῇ κατ’ ἄμφω.

ΟΥΡΑΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφοεʹ Ἡ τῶν ὀρθῶς καὶ μετὰ πόνου διδασκόντων ψυχή— πολλοὶ γὰρ μετ’ ἐπιδείξεως καὶ καταφρονήσεως ἐξηγούμενοι ἐκλύουσι καὶ τῶν ἀκροατῶν τὴν προθυμίαν—πρῶτον μὲν διὰ τῶν ὀφθαλμῶν ἐμφαίνει τὴν εὐλάβειαν—πολλὰ γὰρ αὐτῶν πρὸς τὸν λόγον τὰ κέντρα—ἔπειτα δὲ καὶ διὰ τῶν ὀφρύων διασημαίνει τὸν νοῦν τῶν διδαγμάτων· λόγῳ δὲ μετρίῳ χρῆται οὔτε ὑπὸ τύφου ἐξυβρίζοντι οὔτε ὑπὸ ταπεινότητος ἐξευτελιζομένῳ. Εἰ γὰρ καὶ ἡ φράσις εἴη ἀναττίκιστος, ἀλλά γε τὰ ὑποδείγματα καὶ τὸ εἰς εὐλάβειαν βλέπειν διαναστήσει τοὺς φοιτητάς.

ΤΩΙ ΑΥΤΩΙ ͵αφοϛʹ Ἐπειδὴ γέγραφας, νομίζων εἰς τοὐναντίον οὗ προῄρητο εἰπεῖν περιτετράφθαι τὸν Παῦλον· Τί ἐστι «Διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος»; ἀντεπιστέλλω ὅτι τὸ μήποτε μὴ τότε ἐστίν, μιᾶς κεραίας ἑνὶ στοιχείῳ ὑπό τινων ἴσως ἀμαθῶν προστεθείσης· οὕτω γὰρ εὗρον καὶ ἐν παλαιοῖς ἀντιγράφοις—οὐ γὰρ ἂν ὁ θείῳ πνεύματι κοσμηθεὶς καὶ Ἑρμῆς εἶναι νομισθεὶς εἰς τοὐναντίον περιετράπη· «Ἐπειδὴ γὰρ μὴ τότε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος, μετὰ θάνατον βεβαιοῦται.» Εἰ δὲ μή ποτε κέοιτο, οὐκ εἰς τὸ μή τὸν τόνον ἀναπεμπτέον, ἀλλ’ εἰς τὸ πότε, ἵνα ᾖ μηδαμῶς.

ΗΣΑΙΑΙ ͵αφοζʹ Μὴ τῷ δεινὸς εἶναι πράγμασι χρῆσθαι, ὡς ἀδρανεῖς ψέγε τοὺς τῆς ἀπραγμοσύνης ἐραστάς· ἀλλὰ τῷ πολλάκις εἰς χειμῶνας χαλεποὺς ἐμπεπτωκέναι, μακάριζε τούς, ὡς ἐνδέχεται, εἰς τὸν λιμένα τῆς ἡσυχίας ὁρμῶντας. Εἰ δὲ καὶ αὐτοῖς πολλάκις σπιλάδες κατασκήπτουσιν, ἀλλ’ οὐκ ἔστιν ἴσον τὸ μὴ μόνον τὰ πελάγη τῶν πραγμάτων διαπλεῖν, ἀλλὰ καὶ ἑαυτὸν εἰς τὸ πέλαγος τῶν παθῶν ἐμβάλλειν, καὶ τὸν πειρασμὸν ἐνεγκεῖν. Τὸ μὲν γὰρ ῥιψοκινδύνων ἐστὶν ἀνδρῶν καὶ ἐμπορικὸν βίον ἀνῃρημένων· τὸ δὲ δικαίων δοκιμαζομένων καὶ ὥσπερ χρυσὸς βασανιζομένων.

Εἰ δὲ τὸ πρακτικόν σοι καὶ δραστήριον ἀρέσκει, μάνθανε ὅτι οὐκ ἔστι τοῦτο ὃ σὺ φῄς—ἐπεὶ κατὰ μικρὸν προϊών, καὶ τοὺς συκοφάντας τῶν φιλοσόφων προτιμήσεις, καὶ τοὺς παλιγκαπήλους τῶν ἐλευθερίως μεταχειριζομένων τὰ πράγματα, καὶ τοὺς τὰς μηχανὰς πλέκοντας καὶ δόλους ῥάπτοντας τῶν τὸ δίκαιον ἐπὶ γλώττης φερόντων—ἀλλὰ τὸ τὰς ἀρετὰς ἀσκεῖν καὶ περὶ ταύτας πᾶσαν τὴν σπουδὴν ἐπιδείκνυσθαι.

ΤΩΙ ΑΥΤΩΙ (ΗΣΑΙΑΙ ΣΤΡΑΤΙΩΤΗΙ) ͵αφοηʹ Ὄντως ἐστὶ τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων, τὸ μὴ μόνον τὰ ἔμφυτα τῆς ἀρετῆς σπέρματα ἡμᾶς νεκρῶσαι ἃ τῶν ἀρχαίων οἱ ἐπιεικέστεροι ἐγεώργησαν, ἀλλὰ καὶ τὴν ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας κρείττονα λόγου συμμαχίαν προδοῦναι.

ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ ͵αφοθʹ Βουλεύεσθαι χρὴ τὸν ὑφηγητὴν μὴ τί εἴπῃ μόνον, ἀλλὰ τί πράξας πείσῃ τοὺς φοιτητάς. Πᾶς μὲν γὰρ λόγος, ὅταν ἔργου χηρεύῃ, οὐ μόνον μάταιόν τι φαίνεται καὶ κενόν, ἀλλὰ καὶ εἰς ὄνειδος περιΐσταται· μάλιστα δὲ ὁ παρὰ τῶν ἐξηγητῶν προφερόμενος. Ὅσῳ γὰρ ἑτοιμότατα αὐτῷ χρῆσθαι σπουδάζουσι, τοσούτῳ μᾶλλον ἀπιστοῦσιν ἅπαντες αὐτῷ, ἀλλὰ καὶ γέλωτος ὑπόθεσιν αὐτὸν εἶναι νομίζουσιν.

Οὐκοῦν μάλιστα μὲν πρακτέον καὶ λεκτέον· εἰ δὲ μὴ βούλοιντο, οὐδὲ λεκτέον.

ΘΕΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφπʹ Ἵνα μὴ ῥέων ὁ χρόνος ἄδηλος ᾖ, πολλοῖς σημείοις κατάδηλος γέγονεν, ἡμέρᾳ καὶ νυκτί, ἑβδομάδι καὶ μηνί, ἐνιαυτῷ τε καὶ ὀλυμπιάδι. Πρώην γὰρ ταῖς ὀλυμπιάσι διεγινώσκετο· Ῥωμαίων δὲ βασιλευσάντων, ταῖς ὑπατείαις γνώριμος καθίσταται. Εἰ γὰρ καὶ οὐρανοῦ κίνησις, ὥς φησι Πλάτων, τὸν χρόνον ἐγέννησεν, ἀλλ’ ἥλιος μετρεῖ καὶ ὑπατεία μορφοῖ —τῷ γὰρ ἐνιαυτῷ τοῦτο ὄνομα ὧνπερ καὶ ὑπάτων ἠξίωται.

Ταῦτα δὲ πάντα γέγονε τὰ σημεῖα, οὐ μόνον διὰ τὰ σώματα καὶ τὰ βιωτικά, ὥς φασί τινες, πράγματά τε καὶ συμβόλαια—καὶ γὰρ καὶ αἱ διαθῆκαι, καὶ τὰ γραμματεῖα, καὶ πάντα, ὡς ἔπος εἰπεῖν, τὰ τῆς ἀσφαλείας ἐνέχυρα διὰ τούτων σφραγίζεται, δῆλά τέ ἐστι καὶ σαφῆ —ἀλλ’ ἵνα καὶ ἡμεῖς μὴ ὡς ἀδήλῳ πελάγει πλέοντες καὶ σημείοις μὴ ἀναμετροῦντες τοῦτο, αὐτομάτως εἰς τοὺς λιμένας ἐλθόντες κεναῖς ὁρμισθῶμεν χερσίν, ἀλλὰ τῷ χρόνῳ ὀξυτάτῳ ὄντι καὶ μήτε ἄγχεσθαι μήτε παλινδρομῆσαι, ἀλλὰ μηδὲ στῆναι ἐπισταμένῳ συνθεούσας τὰς ἀγαθὰς πράξεις κεκτημένοι, μετὰ πολλῆς τῆς ἐμπορίας εἰς τοὺς λιμένας ἐλάσωμεν.

Ἐχώμεθα τοίνυν τοῦ χρόνου πλησιάζοντος· ἔξεστι γὰρ τότε καὶ λαβέσθαι καὶ κατασχεῖν· παραδραμόντος γὰρ μεταδιώκειν ἀνήνυτον. Ἐπτερωμένος γὰρ ὢν καὶ ὠκύς, πόρρωθεν μὲν ἀφίησι τοὺς διώκοντας, ἀμήχανος δέ ἐστι καὶ γενομένοις ἐγγὺς ληφθῆναι.

ΤΩΙ ΑΥΤΩΙ ͵αφπαʹ Ἡ πονηρία ὅταν ἀκαθέκτως λυττήσῃ καὶ μηδὲ σωφρονισμὸν προσίηται, ὑπὸ τιμωρίας μόνης κωλύεσθαι πέφυκεν.

ΚΥΡΙΛΛΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αφπβʹ Πάλαι μὲν ἡ ἱερωσύνη πταίουσαν τὴν βασιλείαν διωρθοῦτο καὶ ἐσωφρόνιζε, νῦν δὲ ὑπ’ ἐκείνην γέγονεν, οὐ τὸ οἰκεῖον ἀξίωμα ἀπολέσασα, ἀλλὰ τοὺς ἐγχειρισθέντας οὐχ ὁμοίως τῶν ἐπὶ τῶν ἡμετέρων προγόνων ἔχουσα.

Πρώην μὲν γὰρ εὐαγγελικὸν καὶ ἀποστολικὸν πολιτευομένων βίον τῶν τὴν ἱερωσύνην ἐστεμμένων, εἰκότως ἡ ἱερωσύνη τῇ βασιλείᾳ ἦν φοβερά, νῦν δὲ ἡ βασιλεία τῇ ἱερωσύνῃ, μᾶλλον δὲ οὐκ αὐτῇ, ἀλλὰ τοῖς ἱερᾶσθαι μὲν δοκοῦσι, δι’ ὧν δὲ πράττουσιν αὐτὴν ὑβρίζουσι. Διό μοι δοκεῖ καὶ ἡ βασιλεία εἰκότως ποιεῖν· οὐ γὰρ τὴν ἱερωσύνην ὑβρίσαι προῃρημένη ἣν ἐκθειάζει, ἀλλ’ ἐκδικῆσαι ὑβριζομένην, τοὺς οὐ δεόντως αὐτῇ χρωμένους σωφρονίζει.

ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ ͵αφπγʹ Οὐ τοὺς πταίοντας, ὦ τᾶν, καὶ κολαζομένους ἐνταῦθα θρηνεῖν χρή, ἀλλὰ τοὺς ἀτιμωρητὶ πταίοντας. Ὥσπερ γὰρ οὐ τὸ νοσεῖν δεινόν, ἀλλὰ τὸ νοσοῦντα θεραπείαν μὴ προσίεσθαι, οὐδὲ τὸ ἔχειν σηπεδόνα θρήνων ἄξιον, ἀλλὰ τὸ ἔχοντα μὴ ἀπολαύειν ἰατρικῆς τέχνης—ὁ γὰρ τεμνόμενος καὶ καιόμενος πρὸς θεραπείαν ὁδεύει, τὴν ἀπὸ τῆς ἀλγηδόνος θεραπείαν καρπωσάμενος—οὕτω καὶ ἐπὶ τῶν ψυχῶν διακεῖσθαι χρή. Αἱ μὲν γὰρ κολαζόμεναι ἐνταῦθα πρὸς ὑγείαν ἕλκονται, αἱ δὲ ἀτιμωρητὶ πταίουσαι εἰς ἀναλγησίαν ὁδεύουσιν.

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ ͵αφπδʹ Οὐ πάντως τὰ αὐτὰ πάθη τὰς αὐτὰς ῥίζας ἔχουσιν οὐδὲ πᾶσαι αἱ κολάσεις αἱ ἐνταῦθα ἐκ πλημμελημάτων τὰς ὑποθέσεις ἔχουσιν· ἀλλ’ οἱ μὲν δι’ ἁμαρτήματα κολάζονται, οἱ δὲ διὰ τὸ δοκιμασθῆναι πάσχουσιν, ἵν’ οἱ μὲν δίκας, οἱ δὲ δοκίμια τῆς ἀρετῆς δοῖεν. Καθάπερ γὰρ ἡ βασανῖτις λίθος τὸν χρυσὸν δοκιμάζει—ἐξ ἧς λίθου οἶμαι καὶ τὸ βασανίζεσθαι ὀνοματοπεποιῆσθαι—οὕτω καὶ οἱ πειρασμοὶ τοὺς δικαίους ἐλέγχουσιν, ὡς καὶ τῷ Ἰὼβ ἐρρέθη· «Οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Οἱ δὲ ἀνόητοι ἀπὸ τῶν πειρασμῶν καὶ τοὺς βίους τῶν πειραζομένων διαβάλλουσιν. Ὅπερ καὶ οἱ τοῦ Ἰὼβ φίλοι καὶ ὁ Σεμεεὶ καὶ οἱ βάρβαροι πεπόνθασιν. Οἱ μὲν γὰρ ἔλεγον τῷ ἀοιδίμῳ στεφανίτῃ τῷ πᾶσαν τοῦ διαβόλου συγκόψαντι τὴν δύναμιν· «Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι;» ὁ δὲ ἀνδροφόνον ἐκάλει τὸν πραότατον, ἀπὸ τῆς συμφορᾶς ταύτην φέρων περὶ αὐτοῦ τὴν ψῆφον· οἱ δὲ ἐπειδὴ ἡ ἔχις τῆς χειρὸς εἴχετο τῆς ἀποστολικῆς, ἔφασκον· «Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος ὃν διασωθέντα ἐκ τῆς θαλάττης ἡ δίκη ζῆν οὐκ εἴασεν.»

ΘΕΟΓΝΩΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αφπεʹ Οὐδέν, ὦ θαυμάσιε, ὁ πλοῦτος, κἂν πολὺς ᾖ καὶ πάντοθεν ἐπιρρέῃ, οὐδὲν τὸ ἀξίωμα, κἂν βασιλικὸν ᾖ, οὐδὲν ἡ σύνεσις, κἂν εὐγλωττίᾳ κοσμῆται, εἰ μὴ τῇ ἐλπίδι τῇ πρὸς τὸ Θεῖον κυβερνᾶται.

Πλοῦτος μὲν γὰρ σαθρὸς ᾧ τὸ Θεῖον οὐκ ἐπιψηφίζεται· συνανεσπάσθη γὰρ πολλάκις καὶ ῥιζωθεὶς τοῖς κτησαμένοις, ὥσπερ τι φυτὸν ἄκαρπον καὶ ἀνήμερον καὶ τοῖς πλησίον λυμαινόμενον δένδροις, σφαλερὰ δὲ καὶ βασιλεία, παρὰ τῆς ἀηττήτου δεξιᾶς μὴ οἰακιζομένη, φρόνησις δὲ μὴ κοσμουμένη τῇ θείᾳ σοφίᾳ, ἀνόνητος, ἅτε δὴ μὴ ἀνθηνιοχουμένη.

Ἀποστρέφει γὰρ φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνει. Εἰ τοίνυν καὶ τὰ ἐνταῦθα σαθρὰ τοῖς πρὸς τὸ Θεῖον σαθροῖς καὶ τὰ μέλλοντα χαλεπώτερα, ἐχώμεθα τῆς ἱερᾶς ἀγκύρας.

ΝΕΙΛΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αφπϛʹ Τολμηρὸν μὲν ὄντως τὸ παρὰ σοῦ γραφέν, ἀληθὲς δέ· ὅτι ἡ κρείττων πάσης ἐλπίδος τε καὶ εὐχῆς τῶν πραγμάτων ἐπανόρθωσις ἡ ὑπὸ τοῦ Χριστοῦ γεγενημένη κινδυνεύει ἀμαυροῦσθαι ὑπὸ τῆς τῶν παρ’ αὐτοῦ τιμηθέντων ἀνυπερβλήτου κακίας· ὡς γὰρ εἰς τοῦτο προχειρισθέντες ἵνα τῷ τιμήσαντι πολεμήσοιεν, οὕτως ἅπαντα δρῶσιν ἃ ἂν εἰς τὴν ἐκείνου διαβαίνῃ βλασφημίαν. Τίς οὖν ἐξέλοιτο τούτους ἢ κατηγορίας ἢ δίκης, τοὺς τοῖς ὅπλοις τῆς ἱερωσύνης κατὰ τοῦ ὁπλίσαντος χρησαμένους καὶ τὰ τῶν ἀπίστων στόματα ἀνοίξαντας καὶ τὸ ὑπερφυὲς κατόρθωμα μηδὲν νομισθῆναι παρασκευάσαντας;

ΔΩΡΟΘΕΩΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αφπζʹ Οὐδεὶς μὲν ἀξιωθείη τῆς οὐρανίου πανηγύρεως, μὴ γνωρίσμασιν ἀρετῆς ἐμπρέπων, ἐπειδὴ δὲ λόγοις μὲν ταύτην σεμνύνοντές τινες, ὡς ἔφης, ἔργοις δὲ οὐ μόνον οὐ πανηγύρεως, ἀλλὰ καὶ τιμωρίας ἄξια δρῶσι, δῆλοί εἰσιν ἄλλα μὲν διὰ γλώσσης φέροντες, ἄλλα δὲ διὰ γνώμης ἔχοντες, οὓς οὐ χρὴ ζηλοῦν, ἀλλὰ καὶ κομιδῇ καταθρηνεῖν.

ΔΙΟΣΚΟΡΩΙ, ΤΙΜΟΘΕΩΙ, ΙΕΡΑΚΙ ͵αφπηʹ Οὐκ ἔστιν ὅπως αἱ αἰτίαι, ὦ βέλτιστοι, ἃς καθ’ ὑμῶν λογοποιοῦσί τινες, καίτοι ἀξιόπιστοι εἶναι δοκοῦντες, κωλύσουσί με παραινέσαι τὰ δέοντα. Δεινὸν γὰρ ἂν εἴη, εἰ τὴν ἡμετέραν πρὸς ὑμᾶς εὔνοιαν αἱ παρ’ ἐκείνων διαβολαὶ ἀνέλοιεν. Τί οὖν βούλομαι φράσαι, συντόμως ἀκούσατε· ὅτι δίκαιοι ἂν εἴητε δεῖξαι ἐκείνους μὴ ἀληθεύοντας· εἰ δὲ ἀληθεύουσι, γνωσιμαχήσατε· εἰ δὲ οὐ βούλεσθε, ἴστε τοῦ χοροῦ τῶν φίλων ἐκκριθησόμενοι.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αφπθʹ Κομιδῇ γελοῖον ἑτέρων ἄρχειν ἐπιχειρεῖν τὸν ἑαυτοῦ ἄρξαι μὴ δυνηθέντα. Ὁ γὰρ τὰ οἰκεῖα πάθη λυττῶντα μὴ μόνον μὴ ὑποτάξας, ἀλλὰ καὶ ἄδειαν αὐτοῖς τοῦ πάντα ὅσα βούλονται καὶ δύνανται ποιεῖν δεδωκώς, οὗτος καταγέλαστος ἔσται τὰ τῶν ἄλλων πειρώμενος διορθοῦν.

Ταὐτὸν γὰρ ποιεῖ, ὥσπερ ἂν εἴ τις ἰατρὸς ἕλκεσι βρύων τὰ τῶν πέλας θεραπεύειν ἐπιχειροίη.

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ ͵αφϟʹ Καὶ οἱ πιπράσκοντες καὶ οἱ ἀγοράζοντες, ὡς γέγραφας, τὴν ἱερωσύνην, μέγιστον καθ’ ἑαυτῶν ἐκφέρουσι δεῖγμα ἧς ἔχουσι περὶ τοῦ πράγματος δόξης. Οὐ γὰρ ἂν ἐτόλμησαν, οἱ μὲν πωλῆσαι, οἱ δὲ ἀγοράσαι πρᾶγμα θεῖον καὶ ὃ πολιτείᾳ ἀρίστῃ καὶ τρόποις ὀρθοῖς χρεωστεῖται—κανὼν γὰρ τοῦ πράγματος ἡ ἐπιτηδειότης τοῦ λαμβάνοντος— εἰ μὴ παίγνιον αὐτὸ εἶναι ἡγήσαιντο. Ποία οὖν ἀποκείσεται τιμωρία τοῖς παίζουσιν ἐν οὐ παικτοῖς, ἡ σὴ ἂν εἰδείη φρόνησις.

Πάλαι μὲν οὖν ἐπὶ τῶν Ἑβραίων ἐκ γένους καταγομένης τῆς ἱερωσύνης, ἐμέμφοντο πολλοὶ δι’ ἣν αἰτίαν τῷ γένει, ἀλλ’ οὐ τῇ ἀρετῇ ἀπενεμήθη· ἐπειδὴ δὲ καὶ ἐπὶ τὸ βέλτιον μετεκοσμήθη καὶ εἰς τὴν ἀρετὴν μετεκομίσθη, μειζόνως παροινεῖται ἢ ὅτε καὶ ἐλάττων ἦν καὶ τῷ γένει ἀπεκεκλήρωτο.

Τότε μὲν γὰρ εἰ καὶ ἦσάν τινες ἀνάξιοι, ἀλλὰ ἦσαν καὶ ἄριστοι, τὸ δὲ χρήμασιν ὠνεῖσθαι παντελῶς ἀπηγόρευτο. Νυνὶ δὲ ὅτε καὶ ἐπὶ τὸ κρεῖττον ἐπιδέδωκε καὶ τῇ ἀρετῇ ἀπενεμήθη, μειζόνως κατεπατήθη. Τίς γὰρ τῶν ἀρίστων ἀξιώσει κολακεῦσαι ὥστε ταύτης τυχεῖν; ἢ τίς τολμήσει χρήμασιν ὠνήσασθαι χρῆμα ἀγγέλοις πρέπον; Εἰ τοίνυν οὗτοι οὔτε κολακεύειν ἀξιοῦσιν οὔτε ἀγοράσαι τολμῶσιν, εἰσὶ δ’, ὡς ἔφης, οἱ κολακείαις καὶ χρήμασι τὴν ἱερωσύνην προπίνοντες—οἱ μυρίων ἄξιοι δῆλον ὅτι τιμωριῶν—οὗτοι καὶ κολακεῦσαι καὶ ἀγοράσαι οὐκ ἂν παραιτήσοιντο.

Λόγος τοίνυν περιφοιτᾷ κατὰ γῆν καὶ θάλατταν ὅτι οὐδεὶς τῶν εὖ βιούντων λοιπὸν εἰς ἱερωσύνην προχειρισθήσεται, οὐκ ἐπειδὴ τοὺς ἀξίους οὐκ ἔχει τὸ πρᾶγμα, ἀλλ’ ἐπειδὴ οὐ μόνον τῷ τῶν πολλῶν κρύπτονται πλήθει, ἀλλὰ καὶ μισοῦνται, καὶ ἐπιβουλεύονται, καὶ ἐξοστρακίζονται, ὡς τῶν πολλῶν ἐλέγχοντες τὸν βίον.