Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1611-1630

Παραινέσεις για την άσκηση της αρετής, την αποφυγή της υποκρισίας, την ερμηνεία της Κυριακής Προσευχής και την ευθύνη των εκκλησιαστικών αρχόντων απέναντι στο ποίμνιο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 11 από 14

ΖΗΝΩΝΙ ͵αχιαʹ Νουθετεῖν, ὦ σοφώτατε, χρὴ τοὺς νέους, οὐ θέλγειν. Τὸ μὲν γὰρ εἴρηται παρὰ τὴν τοῦ νοῦ θέσιν, τὸ δὲ παρὰ τὸ εἰς ὃ θέλει ἄγειν ἢ παρὰ τὸ θέλοντα ἄγεσθαι. Τοῦ οὖν θελήματος ἀπακτέον, καὶ εἰς τὸ πρέπον ἀκτέον, καὶ διδακτέον τῆς μὲν ἀρετῆς ἀντέχεσθαι, τῆς δὲ κακίας ἀπέχεσθαι. Ἡ μὲν γὰρ στεφάνους, ἡ δὲ κολάσεις ὠδίνει.

ΠΑΥΛΩΙ ΥΠΟΔΙΑΚΟΝΩΙ ͵αχιβʹ Ἡ ἄρρητος σοφία, ἵνα μὴ ζυγομαχῶμεν τί ἐστιν ἀρετὴ ζητοῦντες, τελειότατον ὅρον εἰς τὴν ἑκάστου βούλησιν πηξαμένη, ἔφη· «Πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.» Εἰ τοίνυν ἐν σεαυτῷ ἔχεις τὸν γνώμονα καὶ τὸν κανόνα τῶν ἀρετῶν, μὴ παρ’ ἄλλου τοῦτον ζήτει, ἀλλὰ χρῶ τῷ οἰκείῳ θησαυρῷ.

ΝΕΙΛΩΙ ͵αχιγʹ Εἰ ἐπ’ ἀνδρὸς καὶ γυναικὸς δυοῖν ὄντοιν λέλεκται· «Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω», ὁ τὴν ψυχὴν βιαίως χωρίζων ἀπὸ τοῦ σώματος καὶ ἢ ἀγχόνῃ ἑαυτὸν παραδιδοὺς ἢ σφαγῇ, πῶς συγγνωσθήσεται; Τοὺς τοιούτους γοῦν καὶ ἐπαράτους καὶ ἀτίμους, καὶ μετὰ θάνατον οἱ παλαιοὶ ἡγοῦντο· καὶ τὴν χεῖρα ἀποκόψαντες τοῦ ἑαυτὸν χειρωσαμένου, ἔξω που τοῦ ἄλλου σώματος καὶ μακρὰν ἔθαπτον· οὐχ ὅσιον εἶναι νομίζοντες τὴν διακονησαμένην τῷ φόνῳ τῷ λοιπῷ σώματι συνοσιοῦν. Εἰ δὲ ἡ χεὶρ παρὰ ἀνθρώποις δίκην καὶ μετὰ θάνατον ἀπῃτήθη, ἡ ψυχὴ ἡ καὶ τὴν χεῖρα παρορμήσασα ποίας τεύξεται συγγνώμης;

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχιδʹ Οἱ ἀμοιβῆς ἕνεκεν τὸ δέον πράττοντες, καταδεέστεροι μέν εἰσι τῶν πόθῳ τῷ πρὸς τὸ καλὸν εὐδοκιμούντων, ἀμείνους δὲ τῶν φόβῳ καὶ οὐ πόθῳ τοῦτο ποιούντων, πλέον ἢ ὅσον αὐτοὶ ἡττῶνται τῶν πόθῳ τὴν ἀρετὴν ἀσκούντων.

ΤΩΙ ΑΥΤΩΙ ͵αχιεʹ Εἰ καί τινες δεινοί εἰσι παραλογιζόμενοι μὲν λαθεῖν, ἁλόντες δὲ παρακρούσασθαι, ἀλλ’ ὁ σοφὸς κρείττων τούτων ὢν φωράσει μὲν τὴν ἀπάτην, διελέγξει δὲ τὴν δεινότητα.

ΗΡΑΚΛΕΙΔΗΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχιϛʹ Οἶμαι ὅτι οὐ τύπτειν, οὐ λοιδορεῖν, ἢ ὁμόσε χωρεῖν, ἀλλ’ ἐλέγχειν μόνον μετὰ παρρησίας, μήτε αἰδούμενον μήτε φοβούμενον χρὴ τὸν παραινέτην· εἰ δ’ ἀμφιβάλλεις, τοὺς θείους σοι ἀναγνώσομαι χρησμούς· τί γὰρ ἔφη ὁ Θεὸς τῷ Ἰεζεχιήλ; «Καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ ὁ ἄνομος, ἐν τῇ ἀνομίᾳ αὐτοῦ ἀποθανεῖται· σὺ δὲ τὴν ψυχήν σου ῥύσῃ.» Σιωπῶν μὲν γὰρ καὶ μὴ παρρησιαζόμενος κοινωνεῖς ἐκείνῳ, φησί, τῆς τιμωρίας—προείρηκα γάρ· «Ἐὰν μὴ διαστείλῃ, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω» —τὰ παρὰ σαυτοῦ δὲ εἰσφέρων ἀπαλλάττῃ τῆς καταδίκης.

Τῷ μὲν γὰρ καὶ ἀργαλεωτέρα γενήσεται ἡ κόλασις, μηδὲ τὴν σὴν παραδεξαμένῳ παραίνεσιν, σὺ δὲ τὸ κελευσθὲν διαπραξάμενος ἀνεύθυνος ἔσῃ. Οὐδὲν γὰρ τοῦ διδασκάλου ἐστὶν ἢ ἄληπτον παρέχοντα τὸν βίον παιδεύειν, μηδαμῶς αἰδούμενον τῶν ἁμαρτανόντων τὴν ἀξιοπιστίαν. Τὸ δὲ πράττειν ἢ μὴ τῆς τῶν μαθητευομένων ἤρτηται γνώμης, πάντη τε καὶ πανταχοῦ τοῦ αὐτεξουσίου φυλαττομένου. Εἰ δὲ φαίης· Πῶς οὖν ὁ Παῦλος τὸν πεπορνευκότα ἀπεῖρξε; μεῖζον ἢ ἐγὼ βούλομαι λέγεις· οὐ γὰρ ἐτύπτησεν ἢ ὕβρισεν, ἀλλ’ ἐχώρισε τῆς ἀγέλης ἵνα μὴ καὶ εἰς τὰ λοιπὰ πρόβατα τὸ λοιμῶδες διαδοθῇ νόσημα. Εἰ δὲ πάλιν φαίης·

Πῶς οὖν ὁ Ἡλεὶ νουθετήσας καὶ μὴ ἀνύσας δέδωκε δίκην; φήσαιμι ὅτι παντὶ μὲν σθένει ἐπὶ παίδων καὶ ἱερέων χρὴ καὶ ἐπεξιέναι καὶ κωλύειν τῆς ἁγιστείας, καὶ ἐξ ὄψεως ποιεῖν καὶ ἀποχειροτονεῖν, καὶ μάλιστα ὅταν εἰς τὸ Θεῖον ἡ ὕβρις διαβαίνῃ. Διὸ καὶ προσέκρουσεν· ἐχρῆν γὰρ αὐτὸν μὴ πέρα τοῦ δέοντος εἶναι φιλόπαιδα, ἀλλὰ τοῖς θείοις νόμοις ἐπαμῦναι ὑβριζομένοις. Ποτὲ δέ τις ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ βουληθεὶς ἔφη ὅτι φαίνεται οὐκ αὐτὸς δίκην δοὺς τοσοῦτον ὅσον οἱ παῖδες· ἐκεῖνοι μὲν γάρ, ὀργῆς ἐπιπολασάσης θείας, αἰσχρῶς καὶ ἐλεεινῶς ἐν τῷ πολέμῳ ἀπέθανον, οὗτος δὲ μετὰ γῆρας βαθὺ ἐν τῇ πόλει· καὶ αὐτὴ δὲ ἡ ἀπόφασις, εἰ τὰς θείας τις συλλαβὰς περιεργάσοιτο, φαίνεται οὐ κατ’ αὐτοῦ, ἀλλὰ κατὰ τοῦ οἴκου ὁρισθεῖσα· «Ὤμοσα γάρ, φησί, τῷ οἴκῳ Ἡλεί, εἰ ἐξιλάσεται ἁμαρτία οἴκου Ἡλεί, ἢ ἐν θυμιάμασιν ἢ ἐν θυσίαις, ἕως αἰῶνος.» Οὐκ εἶπε, φησίν, Ὤμοσα τῷ Ἡλεί, οὐδ’ ὅτι Οὐκ ἐξιλάσεται ἁμαρτία Ἡλεί—ἤρκεσε γὰρ αὐτῷ ἴσως πρὸς σωφρονισμὸν ταύτης μόνης τῆς ἀμελείας· τὰ γὰρ ἄλλα ἦν θαυμαστός· τὰ τῇδε αὐτῷ συμβεβηκότα ἀνιαρά—ἀλλὰ Οἴκου Ἡλεί· ἀντὶ τοῦ·

Πάντας αὐτοὺς τοὺς ἡμαρτηκότας ἀπολέσθαι χρή. Εἰ δέ, ἐπειδὴ μετέστησεν εἰς ἑτέραν συγγένειαν τὴν ἱερωσύνην, λέγοι τις, εἴποι ἂν καὶ ὁ ὑπὲρ αὐτοῦ τὴν ἀπολογίαν ἀναδεξάμενος ὅτι εἰκότως. Τοὺς γὰρ ἐκ τῶν υἱῶν αὐτοῦ τῶν ἡμαρτηκότων καὶ τοῦ Θεοῦ καὶ τοῦ γεννήτορος καταπεφρονηκότων τεχθέντας, οὐκ ἔτι ἐχρῆν ἱερᾶσθαι.

ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχιζʹ Ἴσθι, ὦ βέλτιστε, ὅτι οὐ τῆς Γραφῆς ἐστιν ἀπόφασις, ἀλλὰ τῆς τῶν ἀσεβησάντων καὶ κολασθέντων ἰουδαίων κρίσεως ψῆφος, τὸ «Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν.» Ἐπειδὴ γὰρ μείζονα τῶν προγόνων πταίοντες ᾤοντο ὑπὲρ ἐκείνων εἰσπράττεσθαι δίκας, τοῦτ’ ἔλεγον· ὁ δὲ θεῖος καὶ ἀδέκαστος κριτής, παριστὰς ὡς οὐχ ὑπὲρ ἄλλων, ἀλλ’ ὑπὲρ ἑαυτῶν ἀπαιτοῦνται δίκας, ἔλεγεν· «Ζῶ ἐγώ, λέγει Κύριος, εἰ ἔτι ῥηθήσεται ἡ παραβολὴ αὕτη» ἣν φενακίζοντες ἑαυτούς τε καὶ τοὺς ἀκούοντας ἐπλάσαντο· «Ἕκαστος γὰρ τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.» «Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.»

ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αχιηʹ Κινδυνεύεις, ὦ σοφέ, ἀγνοεῖν ὃ πάντες ἴσασι· γέγραφας γάρ· Τί ἐστι· «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται»; Ὅτι γὰρ πάντες τοῦτο ἴσασιν, οὐ μόνον οἱ τῶν ἱερῶν χρησμῶν τρόφιμοι, ἀλλὰ καὶ οἱ μηδαμῶς τούτοις ἐντετυχηκότες, μαρτυρεῖ καὶ Δημοσθένης λέγων ὡς «Ἅπας μὲν λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν.» Καὶ οἱ ἔξωθεν δὲ νομοθέται οὐκ ἀπὸ ῥημάτων, ἀλλ’ ἀπὸ πραγμάτων τοὺς ἐπὶ καθοσιώσει κρινομένους κολάζουσιν. Ὁ δὲ Χριστὸς δύο προθεὶς ἑνὸς πατρὸς παῖδας, τὸν μὲν ἀκούσαντα εἰς τὸν ἀμπελῶνα ἀπελθεῖν καὶ ἐργάσασθαι, καὶ ὑποσχόμενον μέν, μὴ ἀπεληλυθότα δέ, ἐμέμψατο, τὸν δὲ μὴ ἐπαγγειλάμενον μέν, ἐργασάμενον δέ, ἀπεδέξατο. Οὐ γὰρ τοῖς ῥήμασιν αἱ γνῶμαι, τοῖς δὲ δρωμένοις ἄμεινον κρίνονται. Οἷον, Θεὸν ὁμολογεῖς εἶναι· καλῶς μὲν ἔφης· ἔστι γάρ. Ἀλλὰ μικρὸν ὁ λόγος, μὴ τῆς ἀπὸ τῶν ἔργων μαρτυρίας προσούσης. Ἐὰν γὰρ ὁμολογῶν Θεὸν εἶναι πράττῃς ἅπερ ἄν τις πράξειεν ἐννοῶν μὴ εἶναι Θεόν, πῶς οὐ τὸ ἔργον ἐλέγξει τὸ ῥῆμα καὶ ὁ τρόπος παραγράψεται τὸν λόγον; Δι’ ὧν τοίνυν πράττεις, ὁμολόγει Θεὸν εἶναι, ἵνα καὶ ὁ λόγος καὶ ὁ τρόπος τοῦτο κηρύττῃ καὶ οἱ ἀκούοντες πείθωνται. Ἐὰν δὲ ἄχρι τοῦ λόγου σταίης, περὶ δὲ τὸ πράττειν τὸ δέον ὀλιγωροίης, οὐχ ὁρῶ λόγον ὅστις, ἄνευ τοῦ ποιεῖν σε ἃ προσήκει, δυνήσεται τοὺς ἀκούοντας πεῖσαι.

ΗΛΙΑΙ ΔΙΑΚΟΝΩΙ ͵αχιθʹ Τὴν ἀκόλαστον ὄψιν τὴν τοῖς ἀλλοτρίοις κάλλεσιν ἑστιῶσαν ἑαυτήν, κολάσειν εἰκότως ἠπείλησεν ὁ Σωτήρ— πραγμάτων ἡμᾶς ἀπαλλάττων καὶ ἀμηχανίας πολλῆς—ἵνα μὴ τὸ κάλλος διὰ τῶν ὀφθαλμῶν εἰσρυὲν τὸν νοῦν καταδουλώσηται καὶ τὰ καίρια τῆς ψυχῆς προκαταλαβὸν τὸν λογισμὸν πείσῃ τῷ πάθει παραχωρῆσαι· οὗ κρατηθέντος, δυσίατον, ἵνα μὴ λέγω ἀνίατον, γίνεται τὸ κακόν. Φυλάττου τοίνυν ὅπως μὴ τὸ τυραννικὸν πάθος τῆς ἡδονῆς χειρωσάμενον τὴν ψυχήν, ἀδύνατον μὲν οὐδαμῶς, δύσκολον δὲ αὐτῆς κατασκευάσῃ τὴν θεραπείαν.

ΤΩΙ ΑΥΤΩΙ ͵αχκʹ Εἰ καὶ πάντες εἰώθασιν ἐν ταῖς ἀσπόνδοις συμφοραῖς προτιμότερον ἄγειν τὸ τυχεῖν ὧν αὐτοὶ βούλονται ἢ τὸ τοὺς πολεμίους ὧν ὀρέγονται διαμαρτεῖν, ἀλλ’ ἡμεῖς οἱ τοῦ Χριστοῦ σεμνυνόμενοι εἶναι μαθηταί, μὴ τὸ ἑαυτῶν συμφέρον μόνον, ἀλλὰ καὶ τὸ τῶν πρὸς ἡμᾶς διαφερομένων ζητῶμεν. Ἐν γὰρ τῷ συμφέροντι τῶν πέλας—εἰ καὶ παράδοξον τὸ λεχθησόμενον—καὶ τὸ ἡμέτερον συμπεριέχεται.

ΙΣΙΔΩΡΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχκαʹ Εἰ καὶ πολλά, ὡς ἔφης, ῥήματα τῶν ἱερῶν λογίων πρὸς ὅπερ ἄν τις θέλῃ παρακρουόμενος, ἕλκειν καὶ βιάζεσθαι ῥᾴδιόν ἐστιν, ἀλλ’ ἡ ἀλήθεια πάντων τῶν κακούργως αὐτὰ ἢ παραποιῆσαι ἢ παρερμηνεῦσαι τολμησάντων καὶ περιγέγονε, καὶ περιγίνεται, καὶ περιέσται.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχκβʹ Ἀγνοεῖς, ὡς ἔοικεν, ὅτι ταῖς ὑπεροχαῖς τῶν πράξεων ἐπισυμβαίνειν εἴωθεν ὁ φθόνος καὶ τοῦτον οὐκ ἔστιν ἐκφυγεῖν τοὺς λαμπρῶς ἀνακηρυττομένους, καὶ διὰ τοῦτο ἔοικας τεθορυβῆσθαι. Τοῦτο οὖν μαθών, ἀπαλλάγηθι τοῦ θορύβου· ἄμεινον γὰρ ἀρετὴν μετιόντας κακηγορεῖσθαι παρὰ τῶν μηδένα εἶναι βουλομένων εὐδόκιμον, ἢ κακίαν ἀσπαζομένους κροτεῖσθαι παρὰ τῶν τὴν ὀρθὴν τῶν πραγμάτων κρίσιν μὴ κεκτημένων.

ΙΣΧΥΡΙΩΝΙ ͵αχκγʹ Εἰ μὲν πάντες οἱ ταῖς Γραφαῖς ὡμιληκότες, πρὸς τὴν ἐκείνων εἰσήγησιν κατεστήσαντο τὸν βίον, εἶχέ σού τινα λόγον ὁ λόγος, εἰ δὲ πολλοὶ οὓς οἶδα ἐγώ, ἴσως δὲ καὶ αὐτός, τὰς παραινέσεις ᾄδοντες ἐν μέσῳ καὶ ἐκθειάζοντες, πᾶν τοὐναντίον λάθρᾳ τολμῶσιν, οὐ διὰ τοῦτο τὰς Γραφὰς γραψόμεθα. Ἔφησαν μὴ ἀδικεῖν, καὶ πολλοὶ ἀδικοῦσι. Τί τοῦτο πρὸς αὐτάς; Ἔγραψα ἐγὼ Ζωσίμῳ ἀποστῆναι τῆς ἀσελγείας· αὐτὸς δὲ πλέον ἐγκαλινδεῖται τῷ βορβόρῳ· τί τοῦτο πρὸς ἐμέ; Οὐδὲν πλὴν εἰ μὴ τὴν ἀθυμίαν εἴποι τις ἄν.

ΑΛΦΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχκδʹ Λίαν θαυμάζω ὅπως οὐ τοῖς αὐτοῖς χαίρουσι πάντες ἄνθρωποι· ἀλλ’ οἱ μὲν συγγινωσκόμενοι ἐφ’ οἷς πταίουσιν, εἰς ἀρετήν, οἱ δὲ εἰς κακίαν παιδοτριβοῦνται· καὶ τοῖς μὲν ἡ χρηστότης σωτήριον εὑρίσκεται βοήθημα, τοῖς δὲ ὀλέθριον δηλητήριον· τοὺς μὲν γὰρ ῥώννυσι, τοὺς δὲ ἐκλύει· τοὺς μὲν δυσωπεῖ, τῶν δὲ καὶ τὸ ἐρυθριᾶν προσαφαιρεῖται.

Ἀλλ’ οὐδὲ τῷ παραπόδας ἀπαιτεῖσθαι δίκας, πάντες ὁμοίως ὠφελοῦνται. Οἱ μὲν γὰρ ὡς ἀπάνθρωπον τοῦτο αἰτιῶνται, οἱ δὲ φόβῳ μέν, οὐ πόθῳ δέ, τῶν κακῶν ἀπέχονται. Καὶ οἱ μὲν φιλονεικοῦντες τῇ δίκῃ, ἀδικεῖν πειρῶνται· οἱ δὲ τὸ παθεῖν φεύγοντες, οὐ δρῶσιν ἃ δρᾶν ἐθέλωσιν· ἀμείνους μὲν ὄντες τῶν μηδὲ φόβῳ σωφρονιζομένων, καταδεέστεροι δὲ τῶν πόθῳ εὐδοκιμούντων, πλέον ἢ ὅσον αὐτοὶ ἀμείνους εἰσὶ τῶν μηδὲ τὴν δίκην δεδοικότων.

Οἱ μὲν γὰρ τὴν τιμωρίαν, οἱ δὲ τὴν σωτηρίαν φεύγουσι· καὶ οἱ μὲν τὸ μὴ δοῦναι δίκην, οἱ δὲ τὸ δοῦναι διώκουσιν. Ἐπεὶ τοίνυν τί ποιητέον ἔφης ἐν τοσαύτῃ συγχύσει, ἀκριβῶς μὲν οὐκ ἔχω λέγειν. Ὁ γὰρ τὰς καρδίας ἐμβατεύων οἶδε· πλὴν ὡς ἔγωγε οἶμαι, χρὴ ἐπὶ μὲν τοῖς μικροῖς ἁμαρτήμασιν, εἰ μὲν λανθάνοντες βελτιοῦνται, μηδὲ εἰδέναι προσποιεῖσθαι· εἰ δὲ εἰς τὸ χεῖρον τρέπονται, μετὰ τὸν ἔλεγχον καὶ τὴν μετρίαν ἐπιτίμησιν, συγγνώμην νέμειν, ἐπὶ δὲ τοῖς μεγάλοις ταύτην ταμιεύεσθαι, καὶ σωφρονίζειν τοὺς πταίοντας καὶ χωρισμῷ καὶ ἐπιτιμίᾳ, ἕως ἂν μετανοήσωσι, καὶ τότε προσίεσθαι.

ΙΩΣΗΦ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχκεʹ Εἰ μὲν τὸ τῶν ἄλλων οὐκ οἶδ’ ὅπως προκεκρίσθαι καὶ εἰς ἱερωσύνην κατατετάχθαι ἐφύσησέ σε καὶ μέγα φρονεῖν παρεσκεύασεν ὡς μηδὲ τοὺς ἐν τοῖς ὑπηκόοις τελοῦντας μέν, εὐδοκιμοῦντας δὲ ζηλοῦν, ἐλεῶ σε τῆς ἀνοίας. Εἰ δὲ οὐκ ἀξιοῖς πρὸς τοὺς ἐλάττους ὁρᾶν καί—τοῦτο αὐτὸ δεινότατον—εἰ τῶν τοσοῦτον, ὡς οἴει, λειπομένων τῇ ἀξίᾳ χείρων ἐν τοῖς ἔργοις φανείης, καὶ ὧν κρατεῖν οὐδὲν ἡγῇ θαυμαστόν, τούτων ἡττᾶσθαι δόξεις. Καὶ μὴν εἰ κἀκείνων ῥᾳθυμίας ἔπνει ὁ βίος, σὲ οὐκ ἔδει τὴν περὶ τὴν ἀρετὴν ἐπιμέλειαν προέσθαι. Τὸ γὰρ μέσον πρὸς ἐκείνους σοι οὐκ ὀλίγον ὑπάρχον ἀφῃρεῖτο τὴν συγγνώμην.

Εἰ δὲ ἐκεῖνοι μὲν λαμπρότεροι καὶ εὐδοκιμώτεροί εἰσι, καίτοι τὸν ἡγησόμενον οὐκ ἔχοντες, σὺ δέ—ἀλλ’ οὐδὲν βούλομαι δυσχερὲς εἰπεῖν—θέα οἷ τελευτᾷ τὸ κακόν.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχκϛʹ Μὴ νόμιζε τῷ ἀσκεῖν ἀρετὴν τὰς ἐπιβουλὰς διακρούεσθαι· μάλιστα γὰρ οἱ τοιοῦτοι ἐπιβουλεύονται παρὰ τῶν τιμὴν μὲν οὐκ ἐχόντων, διὰ τὸ μὴ ἀσκεῖν ἀρετήν, τοῖς δὲ ἀπ’ ἀρετῆς τιμωμένοις φθονούντων. Ἄμεινον τοίνυν ἀσκοῦντας γενναίως φέρειν τὰς τῶν βασκάνων κακοηθείας ἢ τὸ φθονεῖσθαι παραιτουμένους ἀρετῆς ἀφίστασθαι.

ΤΩΙ ΑΥΤΩΙ ͵αχκζʹ Αὐτὸς μὲν ἔοικας θαυμάζειν τῆς εὐχῆς τὴν βραχυλογίαν, ἐγὼ δὲ ἠγάμην ἀεὶ καὶ ἄγαμαι τὴν ἐν βραχέσι ῥήμασιν ὑπερφυᾶ φιλοσοφίαν. Εἰ γὰρ καὶ ἡ τῶν λόγων ἀπαγγελία εὔκολος, ἀλλ’ οὐ τῶν φωνῶν, ἀλλὰ τῆς γνώμης δοκιμαστὴς ὁ θεός, οὐ λόγων ἀκροατὴς μόνον, ἀλλὰ καὶ ἔργων θεατής.

Πάσης τοιγαροῦν ἐπέκεινα τόλμης χωρεῖν ὑπολαμβάνω τὸν μὴ πράττοντα μὲν τὰ υἱῷ εὐδοκίμῳ πρέποντα, τολμῶντα δὲ πατέρα καλεῖν τὸν Δεσπότην, καὶ δρῶντα μὲν ἐξ ὧν δυσφημηθήσεται τὸ θεῖον ὄνομα, ἐπιχειροῦντα δὲ λέγειν· «Ἁγιασθήτω τὸ ὄνομά σου», καὶ τοῦ τυράννου ὄντα δορυφόρον ἐπισημότατον, φράζειν· «Ἐλθέτω ἡ βασιλεία σου», τουτέστιν Ὄφθητι τοῖς τυραννουμένοις βασιλεὺς νικηφόρος, παρέχων τὴν κατὰ τῆς ἁμαρτίας ἀήττητον συμμαχίαν, ἔτι τε μηδὲν ὧν θέλει ὁ Θεὸς διαπραττόμενον ὑποκρίνεσθαι ἀρετὴν καὶ λέγειν· «Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς», τρυφῇ τε καὶ ἀσωτίᾳ ἐκδεδωκότα ἑαυτὸν καὶ πολλὰ προαποθέμενον, οὐ μόνον εἰς τροφήν, ἀλλὰ καὶ πρὸς γαστριμαργίαν ἐφόδια εὔχεσθαι· «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον—τουτέστιν ἢ τὸν τῇ ψυχῇ ἁρμόδιον ἢ τὸν τῇ σαρκὶ αὐτάρκη—δὸς ἡμῖν σήμερον»—τὸ γὰρ σήμερον τὴν καθ’ ἡμέραν οἰκονομίαν μηνύει· εἰς γὰρ τὴν ἀκροτάτην φιλοσοφίαν ἀναγαγὼν τῆς εὐχῆς τὸν ὅρον, φιλοσοφώτερον καὶ αὐτὸν συνέτεμε τῆς αἰτήσεως τὸν χρόνον—εἶτα ἀμείλικτον ὄντα καὶ ὠμὸν λέγειν· «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν», μνησικακοῦντα δὲ καὶ πέρα τοῦ δέοντος ἀμυνόμενον λέγειν· «Καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν».

Τὸν δ’ εἰς πειρασμοὺς ἑαυτὸν ῥιπτοῦντα καὶ πᾶσαν ἀνατέμνοντα ὁδὸν ἐπὶ κινδύνους ἄγουσαν φράζειν· «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν», καὶ γελοῖον εἶναι δοκεῖ, μᾶλλον δὲ ἀγανακτήσεως ἁπάσης ἄξιόν ἐστι. Τὸν δὲ καὶ ἀσμένως ἀκολουθοῦντα τῷ ἐχθρῷ—οὐ γὰρ βίᾳ οὐδὲ τυραννίδι, ἀλλ’ ἀπάτῃ περιγίνεται—λέγειν· «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ», πᾶσαν εἰρωνείαν ὑπερβάλλει. Τὸ δὲ φράζειν μέν· «Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα», καταφρονεῖν δὲ τοῦ πᾶσαν δύναμιν καὶ δόξαν πηγάζοντος, συγγνώμης μεῖζον.

Οὐκοῦν ἐκεῖνοι μόνοι, μετὰ τὰς θαυμασίους ὠδῖνας τὰς ἐν τῷ θείῳ βαπτίσματι καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευμάτων νόμον, δίκαιοι ἂν εἶεν τὸ «Πάτερ ἡμῶν» λέγειν, οἱ υἱῶν ἐπιδεικνύμενοι γνησιότητα, καὶ τὸ «Ἁγιασθήτω τὸ ὄνομά σου», οἱ μηδὲν ἐναγὲς διαπραττόμενοι, καὶ τὸ «Ἐλθέτω ἡ βασιλεία σου», οἱ φεύγοντες τὰ τῷ τυράννῳ ἡδονὴν τίκτοντα, καὶ τὸ «Γενηθήτω τὸ θέλημά σου», οἱ διὰ τῶν πράξεων τοῦτο δηλοῦντες, καὶ τὸ «Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον», οἱ τρυφαῖς καὶ ἀσωτίαις ἀποταττόμενοι, καὶ τὸ «Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν», οἱ τοῖς εἰς αὐτοὺς πταίουσι συγγιγνώσκοντες, καὶ τὸ «Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν», οἱ μήτε ἑαυτοὺς μήτε ἄλλους εἰς τοῦτον ἐμβάλλοντες, καὶ τὸ «Ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ», οἱ πρὸς τὸν Σατανᾶν ἄσπονδον ἔχοντες τὴν μάχην, καὶ τὸ «Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα», οἱ τρέμοντες αὐτοῦ τοὺς λόγους καὶ δι’ ἔργων αὐτοὺς ἐπιδεικνύμενοι. Οὐ γὰρ τοσοῦτον ἀνύειν πέφυκεν ἡ τῆς εὐχῆς ἐπιστήμη ὅσον ὁ τρόπος καὶ ὁ βίος τοῦ εὐχομένου.

ΕΡΜΙΝΩΙ ΚΟΜΗΤΙ ͵αχκηʹ Θαυμάζω πῶς τὸν Παῦλον θαυμάζοντές τινες τῶν νῦν τὸν διδασκαλικὸν θρόνον ἐπανῃρημένων, δι’ ὧν θαυμαστὸς ἐγένετο ἐκεῖνος οὐκ ἐξετάζουσιν. Ἐκεῖνος γάρ—ἵνα τὰ σημεῖα παρῶ, καὶ τὰς νηστείας, καὶ τὰς ἀγρυπνίας, καὶ τὰς φροντίδας, καὶ τὸν πεπυρωμένον ζῆλον, ὅτι τε τοῖς ἀσθενέσι συνησθένει καὶ ἄλλων σκανδαλιζομένων αὐτὸς ἐπυροῦτο—ἀφ’ ἧς πεποίηται δημηγορίας πρὸς τοὺς φοιτητάς, λαμπρὸς εἰκότως καὶ περίβλεπτος ἀπεφάνθη.

Ἔφη γάρ· «Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ, οὐδενὸς ὑμῶν ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται.» Οὗτοι δέ—ἀλλ’ οὐδὲν βούλομαι δυσχερὲς εἰπεῖν—οὐκ ἐρυθριῶσιν ἑαυτοὺς τοιούτῳ παραβάλλοντες ἀνδρὶ καὶ φάσκοντες ἐκείνου εἶναι διάδοχοι. Ἀλλ’ οὐ λανθάνουσι διὰ τοῦτο ἐκεῖνον θαυμάζοντες οὐχ ἵνα μιμήσωνται, ἀλλ’ ἵνα θείου ἀνδρὸς διάδοχοι νομισθέντες τιμηθῶσιν, οὐκ ἀφ’ ὧν αὐτοὶ πράττουσιν, ἀλλ’ ἀφ’ ὧν ἐκεῖνος πράξας θαυμάζεται.

ΤΩΙ ΑΥΤΩΙ ͵αχκθʹ Εἰ τῷ Παύλῳ παραχωροῦσι διὰ τὸ εἰρηκέναι τὸν Σωτῆρα· «Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος», τί φαῖεν καὶ περὶ τοῦ Σαμουὴλ τοῦ ἐν χρόνοις πολιτευσαμένου μηδὲ τελείαν ἀπαιτοῦσιν ἀρετήν; Καὶ γὰρ κἀκεῖνος τοῖς ὑπηκόοις τὴν περὶ αὐτοῦ ψῆφον ἐπιτρέψας, καὶ προκαλεσάμενος τὸν βουλόμενον ἐλέγξαι, εἰ ἐπιθυμήσας τινὸς ὡς ἄρχων ἠδίκησε τοὺς ἀρχομένους, ὑπ’ οὐδενὸς ἐνεκλήθη οὔτε ἑάλω ἐφ’ οἷσπερ συνεχῶς οὗτοι ἁλίσκονται.

ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤΩΙ ͵αχλʹ Εἰ οἰκονόμος εἴρηται παρὰ τὸ ἑκάστῳ τὸ οἰκεῖον νέμειν ἢ παρὰ τὸ ἑκάστῳ τῶν ἐν τῷ οἴκῳ τὸ πρὸς ἀξίαν νέμειν, εἰκότως θαυμάζεις πῶς Εὐσέβιος μηδὲν τοιοῦτο διαπραττόμενος, ἀλλὰ καὶ δημοβόρος ὤν, ἔτι καὶ δημηγορεῖν τολμᾷ, τὰ μὲν τῶν πενήτων σφετεριζόμενος, στόμα δὲ ἀνοῖξαι ἐπιχειρῶν ὑπὸ τῶν Γραφῶν κεκλεισμένον.