Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές 1651-1670

Διδασκαλίες περί των συνεπειών της αμαρτίας των ιερωμένων, της σημασίας των δίκαιων έργων, και της σχέσης της εκπαίδευσης με την αρετή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 13 από 14

ΠΡΙΜΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αχναʹ Αὐτὸ τοῦτο ὃ φῂς αἴτιον εἶναι ζητήσεως, λύσεώς ἐστι παρ’ ἐμοὶ κριτῇ αἴτιον. Εἰ γὰρ ἀποταξάμενος τῷ κόσμῳ, θλίψει περιεπάρης καὶ πειρασμοῖς, μὴ θαυμάσῃς· ὁ γὰρ Χριστὸς εἶπεν· «Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ τούτῳ.» Πῶς τοίνυν ζητεῖς ἄνεσιν, τοῦ ἀγωνοθέτου τοῦτο εἰπόντος;

Τότε γὰρ εἰκὸς ἦν σκανδαλίζεσθαι, εἰ τἀναντία ὧν εἶπεν ἐγίνετο. Εἰ δὲ κατὰ ἀκολουθίαν πάντα προβαίνει, τίνος ἕνεκεν σκανδαλίζῃ; Ὁ γὰρ ἐν τῷ καιρῷ τῶν παλαισμάτων ἄνεσιν ἐπιζητῶν καὶ ἀστεφάνωτος μένει καὶ συγχέει τοὺς καιρούς.

ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΩΙ ͵αχνβʹ Συνεχῶς, ὦ ἐλλογιμώτατε, τοῖς φοιτῶσι παισὶ τὰ περὶ ἀρετῆς καὶ σωφροσύνης παραίνει καὶ ἀναγίνωσκε συγγράμματα λέγων· Ὦ παῖδες, ἔστω ὑμῖν μὴ πόνος μόνος ὁ περὶ λόγους, ἀλλὰ καὶ κόσμος ὁ περὶ τρόπους τὸ σπούδασμα. Ψυχὴ γὰρ καθαρὰ κακίας παιδείαν εἰλικρινῆ προσίεται, καὶ παρ’ οἷς ἂν ἡ σωφροσύνη λάμπῃ τὸ τῶν ἀρετῶν τιμιώτατον—εἰ γὰρ καὶ σωφροσύνη πᾶν τὸ ἀναμάρτητον, ἀλλὰ νέμουσιν αὐτῆς τὴν προσηγορίαν εὖ ποιοῦντές τινες τῷ τῆς ἁγνείας πράγματι, κοσμιωτάτῳ ὄντι, καὶ ἐξοχωτάτῳ τῶν ἄλλων—τούτοις καὶ ἡ σοφία συνοικήσει· ἂν γὰρ ἡγεμόνι χρῆσθαι πρὸς ἅπαντα ταύτῃ τῇ ἀρετῇ θελήσητε, ὑμεῖς μὲν γενήσεσθε ἄνδρες ἀγαθοὶ καὶ μακάριοι, ἐγὼ δὲ ἐφ’ ὑμῖν, οὐ μεῖον ἢ οἵπερ ἐγέννησαν, ἀμείνω δόξαν καρπώσομαι.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αχνγʹ Ἑαυτοῖς, ὦ σοφέ, ἀδοξίαν προστρίβονται καὶ τὸ ἐξεστηκέναι τῶν ὀρθῶν λογισμῶν ὑποφαίνουσιν οἱ καὶ τὸ τοῖς ὀρθῶς λεγομένοις ἀντιλέγειν σοφίαν εἶναι οἰόμενοι· σοφὸν γὰρ τἀληθές, μάλιστα ὅταν ἁπλοῦν ᾖ καὶ σύντομον· μωρὸν δὲ τὸ ψεῦδος, κἂν δεινότητι καὶ καλλιεπείᾳ δοκῇ κεκοσμῆσθαι.

ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχνδʹ Ἴστω σου τοῦτο ἡ φρόνησις, εἰ ἀγέρωχος γυνὴ καλλωπιζομένη καλοίη πρὸς ἑαυτὴν τοὺς ὁρῶντας, κἂν μὴ ἕλῃ τὸν ἀπαντῶντα, δίκην δίδωσιν ὡς ἑλοῦσα. Τὸ γὰρ κώνειον κατεσκεύασε, καὶ τὸν κυκεῶνα ἐκέρασε, καὶ τὴν κύλικα προσήγαγεν, εἰ καὶ μὴ εὑρέθη ὁ πίνων. Οὐ γὰρ ἀπὸ τῶν ἀποτελεσμάτων, ἀλλ’ ἀπὸ τῶν ἐπιχειρημάτων τὰ πράγματα ὡς τὰ πολλὰ κρίνεται.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχνεʹ Οἶδα ὅτι κρειττόνων ἢ καθ’ ἑαυτοὺς τετυχήκασιν ἀξιωμάτων, διὰ τοῦτο πλημμελεῖν ἀδεῶς οἰόμενοι, οὐδὲν ἕτερον ἢ τὴν θείαν φιλανθρωπίαν τὴν παντὸς ἐπαίνου κρείττονα ὑπόθεσιν τῶν οἰκείων πταισμάτων ὁρίζονται, ὅπερ οὐδὲ εἰπεῖν θέμις. Ἀλλ’ οὐ τοὺς εὐφρονοῦντας οὕτω διακεῖσθαι χρή, οὐδὲ εἰς τὴν αὐτὴν ἐκείνοις ἐλαύνειν μανίαν, ἀλλὰ τότε μάλιστα σπουδάζειν τῇ τιμῇ συμβαίνοντα παρέχεσθαι τὸν βίον, καὶ ὡς ἐνδέχεται λαμπρύνεσθαι τοῖς ἔργοις, ἵνα καὶ γλῶτταν εὔφημον καὶ διάνοιαν εὐγνώμονα ἔχοντες τοὺς κατὰ τῆς θείας μακροθυμίας ὁπλίζοντας τὰς γλώττας ἐπιστομίζωμεν.

ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχνϛʹ Οὐκ ἴσην, ὦ μακάριε, πρὸ τοῦ ἱερωσύνης ἠξιῶσθαι καὶ μετὰ τὸ ἀξιωθῆναι, εἰ πταίσοιμεν, δίκην δώσομεν, ἀλλὰ πολλῷ πικροτέραν. Οἱ γὰρ μηδὲ τῷ τιμῆς τοιαύτης ἠξιῶσθαι βελτιωθέντες, ἀργαλεώτερον δίκαιοι ἂν εἶεν κολάζεσθαι. Γίγνεται γὰρ εἰκότως τὸ τῆς τιμῆς μέγεθος μείζονος τιμωρίας ἐφόδιον.

ΤΩΙ ΑΥΤΩΙ ͵αχνζʹ Ὥσπερ ἐν νηΐ, ὅταν μὲν ναύτης σφαλείη, βραχεῖαν τὴν βλάβην τοῖς συμπλέουσι φέρει, ὅταν δὲ ὁ κυβερνήτης, κοινὸν ὄλεθρον παρασκευάζει, οὕτω τὰ μὲν τῶν ὑπηκόων πταίσματα οὐκ εἰς τὸ κοινὸν τοσοῦτον ὅσον εἰς αὐτοὺς φέρει τὴν βλάβην· τὰ δὲ τῶν ἱερωμένων εἰς πάντας ἀφικνεῖται.

ΤΩΙ ΑΥΤΩΙ ͵αχνηʹ Εἰ μόλις, ὦ ἀγαθέ, κατορθοῦντες οἱ τὴν τῆς ἱερωσύνης ἐστεμμένοι λειτουργίαν ὠφελῆσαι δυνηθεῖεν—οἱ γὰρ ἀρχόμενοι τὰ μὲν κατορθώματα κἂν μεγάλα ᾖ, βραδέως, τὰ δὲ πταίσματα κἂν μικρὰ ᾖ, ὀξέως ὁρῶσιν—οἱ ῥᾳθύμως ζῶντες, καὶ μηδεμίαν τῶν ὑπηκόων ποιούμενοι πρόνοιαν, ποίαν οὐκ ἐνστάξουσι κακίαν τοῖς ὥσπερ ἀπολογίαν ἔχειν οἰομένοις τῶν οἰκείων πταισμάτων τὰ τῶν ἡγεμόνων ἁμαρτήματα καὶ ἀδεῶς ἐπὶ πᾶσαν παρανομίαν χωροῦσι;

Μάλιστα τοίνυν τοὺς ἱερωμένους φροντίζειν χρή, ὡς καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ὑπηκόων λόγον ἀποδώσοντας.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχνθʹ Κρίνειν τά τε τῶν ὕβρεων, τά τε τῶν κολάσεων μεγέθη οἱ ἄνθρωποι τῷ πλήθει τῶν συνειδότων εἰώθασι. Τὰς γὰρ αὐτὰς ὕβρεις καὶ τὰς αὐτὰς κολάσεις, μὴ ἐπὶ πολλῶν γινομένας, οὐχ ὁμοίως βαρυτάτας ἡγοῦνται. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, σκόπει πῶς διακεισόμεθα, ἐπὶ πάσης τῆς ἀνθρωπότητος καὶ τοῦ τῶν ἀγγέλων δήμου μέλλοντες εὐθύνας ὑφέξειν, ὅταν μάλιστα καὶ πᾶσα ἀναισχυντία χώραν οὐχ ἕξει, τῶν ἁμαρτημάτων ἡμῖν ὥσπερ σκιῶν ἀκολουθούντων.

ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αχξʹ Ὥσπερ ἡ μυθευομένη τῶν ἑτερογενῶν σύνοδος ἀλλόκοτα ἔτικτε σώματα, Μινώταυρόν τινα καὶ Κενταύρους, ὧν ὁ μὲν τοὺς Ἀττικοὺς ἐθοινᾶτο παῖδας, οἱ δὲ τὰς ἀλλοτρίας ἥρπαζον γυναῖκας, οὕτω καὶ ἡ τῶν κακίστων ἀνδρῶν συνουσία ἀλλόκοτα καὶ ἄτοπα ἤθη τίκτει, μικροῦ τὰ τῶν Κενταύρων μιμούμενα τολμήματα. Δι’ ὃ καὶ ὁ Μελῳδὸς τούτους ἀπήλαυνεν ὡς πορρωτάτω, λέγων· «Ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.» Οὐ γὰρ μικρὰν ἡ τούτων συνουσία τίκτει βλάβην, ἀλλ’ εἰς αὐτὴν βλέπουσαν τὴν ψυχὴν ἧς οὐδὲν τιμιώτερον. Εἰ μὲν οὖν, ὥς φασί τινες, ἔργῳ γεγόνασιν οἱ μῦθοι—δι’ ὃ καὶ ὁ νομοθέτης τοῦθ’ ὅπερ ἐζήτησας μαθεῖν ἐθέσπισε, τὴν πρὸς ζῷα κωλύων σύνοδον καὶ θανάτῳ τοὺς συνιόντας κολάζων, ὥστε μὴ τερατώδη τίκτεσθαι σώματα καὶ τραγῳδίας βλαστάνειν—θαυμαζέσθω τοῦ νομοθέτου ἡ προμήθεια. Εἰ δέ, ὥς φασί τινες, οἷς καὶ αὐτὸς μᾶλλον πείθομαι, ἠθῶν ποικίλων ἐπιμιξίαν δηλοῦσιν οἱ μῦθοι—οὐδὲν γάρ, φασί, τῶν ἐξ ἀρχῆς γενομένων ἐπιλεῖψαι ἠνέσχετο—καὶ οὕτω φυλαττέσθωσαν τὴν τῶν πονηρῶν συνουσίαν· ὅτι γὰρ τὰ μέγιστα βλάπτει, δηλοῖ μὲν καὶ τὸ Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί, δηλοῦσι δὲ καὶ Ἀμνὼν ὁ πρεσβύτερος καὶ Ἀβεσαλὼμ ὁ νεώτατος τοῦ Μελῳδοῦ υἱός, αἰσχρῶς μὲν ζήσαντες, ἐλεεινῶς δὲ τὸν βίον καταστρέψαντες.

Ὁ μὲν γὰρ τῆς ὁμοπατρίου ἀδελφῆς ἐρασθείς, καὶ αἰσχυνόμενος τὴν φύσιν καθ’ ἑαυτῆς ἐπιφυομένην συνάψαι, ἐκοινώσατο τὸ πάθος τινὶ τῶν δοκούντων φίλων, ὃς οὐ μόνον οὐκ ἔσβεσε τοῦτο, οὐδὲ ἀπεστρέψατο τοῦ ἄγους, οὐδ’ εἶπε· Μὴ καινὰ εἰσενέγκῃς τῷ βίῳ τὰ δράματα, ἀλλὰ καὶ μέθοδον αὐτῷ ἐφεῦρεν ὅπως δράσειε τὸ ἄγος. Δράσας τοίνυν δίκην δέδωκε τὴν ἐσχάτην, τοῦ ὁμομητρίου τῆς ὑβρισθείσης ἀδελφοῦ διὰ τῶν οἰκετῶν σφαγῇ μετελθόντος τὸν ὑβριστήν. Οὕτω μὲν οὖν ὁ Ἀμνὼν αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέστρεψεν.

Ὁ δὲ τοῦτον δίκας ἀπαιτήσας—εἴτε τυραννίδος ἐρῶν εἴτε μνησικακῶν τῷ πατρί, ὅτι οὐ μόνον οὐκ ἐξεδίκησε τῆς θυγατρὸς τὴν ὕβριν, ἀλλὰ καὶ τὸν ἀμυνάμενον ἀπεστρέφετο, καὶ παρακληθεὶς οὐδὲ οὕτως αὐτὸν ἐδέχετο εἰς ὄψιν, εἰ μὴ ὕστερον ἡ τοῦ στρατηγοῦ σοφία τοῦτο κατεσκεύασεν—ἐπανίσταται τῷ πατρὶ καὶ τῷ κακῶς αὐτῷ συμβουλεύσαντι, καὶ τοὺς τῆς φύσεως ἀνατρέψαι θεσμοὺς καὶ τοὺς τῆς μίξεως ὑβρίσαι νόμους ἐπείσθη. Τοσοῦτόν ἐστιν ἡ τῶν κακίστων συνουσία. Ἀλλ’ οὐ διέφυγεν οὔθ’ οὗτος οὔτε ὁ παρασυμβουλεύσας, τὴν ἄφυκτον δίκην, ἀλλὰ δίκην ταχίστην ἔδοσαν.

Ἵν’ οὖν μηδὲν τοιοῦτον μήτε δράσωμεν μήτε πάθωμεν, φεύγωμεν τὰς τῶν ἐναγῶν ὁμιλίας.

ΠΑΥΛΩΙ αχξαʹ Ἐπὶ μὲν ἀνθρώπων ἢ ἀμυνομένων ἢ ἀμειβομένων, οὐ πάντως ἡ δύναμις τῇ βουλήσει ἕπεται· ἐπὶ δὲ τῆς θείας δίκης, τῆς ἀμύνεσθαι μὲν ἀναγκαζομένης, ἀμείβεσθαι δὲ βουλομένης, ἐπειδήπερ ἡ δύναμις τῆς βουλήσεως οὐκ ἔστιν ἀσθενεστέρα, πάντως ἀμφότερα εἰς ἔργον ἐκβήσεται· τοὺς μὲν γὰρ ἀμυνεῖται, τοὺς δὲ ἀμείψεται.

ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ ͵αχξβʹ Εἰ καὶ παράδοξον εἶναι ὑμῖν δόξει τὸ ῥηθησόμενον, ἀλλ’ ὅμως λελέξεται. Φημὶ τοίνυν ὅτι οὐδεὶς οὔτε διαβάλλει χρηστὸς οὔτε διαβάλλεται πονηρός. Εἰ δὲ αἴνιγμα δοκεῖ τὸ ῥηθέν, σαφέστερον εἰρήσεται. Ὁ ἀγαθός, κἂν εἰπεῖν τι ἢ ὑπὸ μισοπονηρίας ἢ πρὸς διόρθωσιν προαχθείη, οὐ διαβάλλει· οὐ γὰρ τὰ ψευδῆ πλάττει, ἀλλὰ τἀληθῆ φράζει.

Ὁ δὲ πονηρὸς οὐ διαβάλλεται· καὶ γὰρ εἰ καὶ ἡ διαβολὴ πλάσμα ἐστὶ ψευδές, ἀλλὰ τἀληθῆ ἀκούει.

ΤΟΙΣ ΑΥΤΟΙΣ ͵αχξγʹ Πάντες ἄνθρωποι τούτοις καὶ συμπράττειν καὶ συμπονεῖν ἐθέλουσιν οἷς ἂν ὁρῶσι τὴν προθυμίαν τοῦ πράττειν ἃ χρὴ ἀκμάζουσαν· τοὺς γὰρ καθεύδειν καὶ ῥᾳθυμεῖν προῃρημένους, καὶ τὴν οἰκείαν σωτηρίαν προδιδόντας, οὐδὲ λόγου εἰκότως ἀξιοῦσιν. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, εἰκότως καὶ ἡ θεία ῥοπὴ οὐ πᾶσιν ἐπιφοιτᾷ, ἀλλ’ ἐκείνους ἀφεῖσα τοὺς τὴν ἑαυτῶν σωτηρίαν διὰ ῥᾳθυμίαν προπίνοντας, τοῖς πράττειν ἃ χρὴ προῃρημένοις τὴν οἰκείαν νέμει συμμαχίαν.

ΣΕΡΗΝΩΙ ΔΙΑΚΟΝΩΙ ͵αχξδʹ Τὸν φιλάρετον πάντα τὰ περιττὰ χρὴ περικόπτειν· οὐ γὰρ ἐν τροφῇ μόνον, ἀλλὰ καὶ ἐν ἀμφιάσει, καὶ ἐν οἰκήσει καὶ ἐν ἐπίπλοις, καὶ ἐν τοῖς ἄλλοις τὴν χρείαν χρὴ τιμᾶν, καὶ τὴν αὐτάρκειαν μὴ ὑβρίζειν. Τί γάρ, εἰ νηστεύοις μέν, χρηματίζῃ δέ; ἢ μὴ χρηματίζῃ μέν, οἴκησιν δὲ ζητοίης τῆς χρείας κρείττονα; Τί δέ, εἰ μετρίᾳ μὲν οἰκήσει χρῷο, ἀμφιάσει δὲ περιέργῳ καλλωπίζοιο; Μέτριον γὰρ εἶναι χρὴ καὶ λόγῳ, καὶ σχήματι, καὶ φωνῇ, καὶ βλέμματι, καὶ βαδίσματι. Πολλοὶ γὰρ καὶ πλούτου ὄντες ἔρημοι, καὶ οἰκημάτων καὶ ἐνδύσεως λαμπρᾶς ἐνδεεῖς, τοσαύτην διὰ τοῦ βαδίσματος ἐμφαίνουσι τὴν βλακείαν ὡς γέλωτα ὀφλισκάνειν.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχξεʹ Πρὸς τὸ τέλος λοιπὸν ὁ κόσμος ἐπείγεται· οὐ γὰρ δὴ ψεύσεται ἡ ἀλήθεια, συντέλειαν ἔσεσθαι προμηνύσασα. Εἰ δὲ κἀκείνη πόρρω τισὶν εἶναι δόξειεν, ἀλλ’ ὅ γε ἑκάστου χρόνος καθ’ ἡμέραν δαπανᾶται, καὶ τὴν τελευτὴν ὠδίνει, καὶ πρὸς τὸ πέρας ὁρᾷ. Τῶν μὲν γὰρ πρεσβυτέρων δήλη ἐστὶν ἡ τελευτή, τῶν δὲ ἀκμαζόντων ἄδηλος ἡ ζωή.

Προθεσμίαν γὰρ μίαν μὴ ἔχοντος τοῦ βίου, ἀλλὰ πᾶσαν ἡλικίαν τοῦ θανάτου ἐπινεμομένου, πάντας γρηγορεῖν χρή, καὶ προσδοκᾶν τὸ πάντως ἐσόμενον. Ἀλλ’ ἡμεῖς πάντα μᾶλλον ἢ τοῦτο προσδοκῶμεν· τὰ μὲν γὰρ ἀδόκητα καὶ ἀνέλπιστα καθ’ ἑκάστην ὥραν ὀνειροπολοῦμεν καὶ ἐλπίζομεν, τὸ δὲ πάντη τε καὶ πάντως ἐσόμενον καὶ αὐτίκα δὴ μάλα πολλάκις ἐπιστησόμενον οὐδὲ ἐννοεῖν ἀξιοῦμεν, ἀλλὰ θνητοὶ ὄντες κατὰ τὸ σῶμα καὶ ἐπίκηροι, ὡς ἀθάνατοι διανοούμεθα, καὶ τῆς μὲν ἀθανάτου ψυχῆς ἀμελοῦμεν—μᾶλλον δὲ οὐδὲ ἔχειν ψυχὴν νομίζομεν—τὸ δὲ θνητὸν σῶμα ἀθάνατον εἶναι ἡγούμενοι, περὶ αὐτὸ πᾶσαν τὴν σπουδὴν ἀναλίσκομεν. Ποίας οὖν ἀπολαύσομεν συγγνώμης, τῆς μὲν ἀθανάτου θάνατον καταψηφιζόμενοι, τὸ δὲ θνητὸν πάσης τιμῆς ἀξιοῦντες; κἀκείνην παραβλάπτοντες ἵνα τοῦτο κοσμήσωμεν; κἀκείνην λιμῷ τήκοντες ἵνα τοῦτο σκιρτᾶν καὶ τρυφᾶν ἔχοι; Χρὴ γὰρ τὰ μὲν πρωτεῖα τῇ ψυχῇ, τὰ δὲ δευτερεῖα τῷ σώματι νέμειν· οὐ γὰρ ἐναντίον αὐτῆς ἐστιν, ἀλλ’ ὄργανον καὶ κιθάρα· ἐπιμελείας γὰρ δεῖται, οὐκ ἀπολαύσεως ἀνωφελοῦς, τροφῆς, οὐ τρυφῆς, αὐταρκείας, οὐ πλησμονῆς, εἴ γε μέλλοι μὴ πολέμιον, ἀλλὰ σύμμαχον τῇ ψυχῇ εἶναι.

ΜΑΡΚΙΑΝΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αχξϛʹ Τὸν μέλλοντα διασαλεύειν καὶ ἀναμοχλεύειν δόξαν παλαιὰν καὶ πεπηγυῖαν, καὶ καλὴν εἶναι τῷ κακῶς προληφθέντι νομιζομένην, ἐπειδὴ τὸ κομιδῇ παράδοξον οὐκ ἂν εἴη ἐκ προοιμίων εὐπαράδεκτον, οὐκ εὐθὺς τἀναντία φράζειν χρή, ἐπεὶ καταγέλαστος ἔσται καὶ κωμῳδηθήσεται ὑπὸ τῶν προκαταληφθέντων τῇ ἐναντίᾳ ψήφῳ, ἀλλὰ πρότερον ὑπορύξαντα καλῶς δι’ ἑτέρων πολλῶν, τότε εἰς τοὐναντίον περιτρέπειν. Οὕτω γὰρ εὐπαράδεκτος ἔσται καὶ τὴν πειθὼ δημιουργήσει.

ΑΛΕΞΑΝΔΡΩΙ ΠΟΙΗΤΗΙ ͵αχξζʹ Λίαν θαυμάζω πῶς τινες τῶν ἀνθρώπων—ὧν εἷς καὶ αὐτὸς κινδυνεύεις εἶναι—ἐνὸν πολλάκις διὰ τῶν γραφῶν ἢ διὰ τῶν ἀγαλμάτων ὠφελεῖσθαι, τοῦτο μὲν οὐκ ἐννοοῦσιν, εἰς ὕβριν δὲ βλέπουσιν. Εἰ γὰρ σωφρονέστατος, καὶ σοφώτατος ἦν ὁ Σωκράτης—Πλάτων γάρ, καὶ Αἰσχίνης, καὶ Ξενοφῶν, καὶ Εὐριπίδης τοῦτο διισχυρίσαντο·

Ἀριστοφάνει γὰρ οὐ προσεκτέον, ὡς οὐδὲν οὕτω καλῶς εἰδότι ὡς τὸ κακῶς εἰπεῖν, καὶ κωμῳδήσαντι τὸν διδάσκαλον ἴσως περὶ φιλοσοφίας αὐτῷ παραινέσαντα— αὐτοῦ δέ ἐστιν ἔργον τὸ τὰς χάριτας γυμνάς, ὥς φατε, καὶ παρθένους γλύψαι· οὐκ εἰς ἀσέλγειαν τοὺς νέους παρακαλῶν, ὡς ἡγῇ, τοῦτο πεποίηκεν, ἀλλὰ τὴν φύσιν αὐτῶν—δεινὸς γὰρ ἦν καὶ περὶ ταῦτα—διὰ τῶν ἀγαλμάτων ἐξηγούμενος. Ἐπειδὴ γὰρ πολλοὶ ἢ κέρδους, ἢ ἀμοιβῆς, ἢ φιλίας, ἢ δόξης, ἢ ἄλλου τινὸς ἕνεκεν τὰς χάριτας διδόασι, τοῦτο αὐτὸ παιδεῦσαι τοὺς ὁρῶντας— ὥς γε ἐμαυτὸν πείθω—ἠθέλησεν, ὅτι δεῖ τὰς χάριτας δίδοσθαι παρθένους μὲν καὶ ἀμιγεῖς παντὸς κέρδους, παντὸς δὲ ἐπικαλύμματος ἐλευθέρας, ἵνα πρὸς μηδὲν ἄλλο τις βλέπων ἀλλ’ εἰς αὐτὸ τὸ καλὸν εὐεργετῇ τοὺς δεομένους καὶ μὴ λήμματος ἐφιέμενος ἢ δόξης, ἐκτραγῳδῇ τῶν λαμβανόντων τὰς συμφοράς.

ΟΥΡΣΕΝΟΥΦΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αχξηʹ «Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος» φήσας πρότερον ὁ Χριστὸς περὶ Παύλου, τότε τὸ ἀποστολικὸν κήρυγμα αὐτῷ ἐνεχείρισεν. Οὐ γὰρ ἄν, ὑπὲρ ἧς τὸ τίμιον αὐτοῦ αἷμα ἐξέχεεν Ἐκκλησίας, ταύτην φέρων παρέδωκε διδασκάλῳ μὴ μέλλοντι τὴν ἀρετὴν ἀντίπαλον συνοίσειν τῇ χάριτι· ἀλλ’ οὐδὲ ταύτην ἐποιεῖτο τὴν μαρτυρίαν, μὴ συμβαίνουσαν ὁρῶν αὐτοῦ τὴν προθυμίαν τῷ μεγέθει τοῦ πράγματος.

Τρέχειν γὰρ τὸ κήρυγμα πανταχοῦ ἐβούλετο, οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῷ τρόπῳ τῶν κηρυττόντων νευρούμενον. Τὰ μὲν γὰρ σημεῖα καὶ ὑπόνοιαν δύναται δέξασθαι πονηράν, βίος δὲ ὀρθὸς καὶ αὐτοῦ τοῦ διαβόλου ἐμφράττει τὸ στόμα. Μὴ τοίνυν ἐκ τῶν σημείων μόνων νομιζέτωσαν κεκρατηκέναι τὸ κήρυγμα, οἱ μηδεμίαν βίου ὀρθοῦ ποιεῖσθαι βουλόμενοι πρόνοιαν. Συνέπραττε γὰρ τοῖς λεγομένοις καὶ γινομένοις καὶ ὁ τῶν κηρυττόντων βίος, μηδενὶ λαβὴν διδούς. Εἰ τοίνυν καὶ νῦν ὁ τῶν ὑφηγητῶν βίος ἡμιλλᾶτο τῇ ἀποστολικῇ πολιτείᾳ, ἴσως μὲν καὶ σημεῖα ἐγίνετο, εἰ δὲ καὶ μὴ ἐγίνετο, ἤρκει πρὸς φωτισμὸν τῶν ὁρώντων.

ΚΥΡΩΙ ΜΟΝΑΖΟΝΤΙ ͵αχξθʹ Λίαν θαυμάζω τὴν ἀπληστίαν καὶ τὴν δουλοπρέπειαν τῶν ἀεὶ μὲν χάριν αἰτούντων, μὴ παρεχόντων δέ, καὶ τεκμήριον εἶναι τοῦθ’ ἡγοῦμαι ἀνελευθέρου καὶ ἀκορέστου ψυχῆς. Ἡ μὲν γὰρ χάρις τοὺς λαμβάνοντας εἰς ὑπόχρεω καθίστησι ταπεινότητα, τοὺς δὲ παρέχοντας εἰς ἐλευθεροπρέπειαν αὔξειν πέφυκεν. Ἐλευθέριον γὰρ τὸ κατάρχειν εἰς ἕτερον χάριτος, οἰκετικὸν δὲ τὸ λαμβάνοντα χάριν, ὑπεύθυνον ἀεὶ διὰ ταύτην διατελεῖν. Ἀναγκαίως γὰρ ὁ χάριτι δουλωθείς, καθάπερ ἄχθος ἔχων ἐπὶ κεφαλῆς, οὐ πρότερον ὀρθοῦται τὴν ψυχήν, οὐδὲ ἐξίσης πρὸς τὸν εὐεργετήσαντα βλέπει, πρὶν ἂν διαλύσηται τὸ χρέος. Ταῦτα δέ φημι, οὐ τοὺς ὄντως δεομένους μὴ αἰτεῖν χάριν νομοθετῶν, οὐδὲ συμβουλεύων τοῖς χειμαζομένοις μὴ καταφεύγειν εἰς λιμένα, ἀλλ’ οὐδὲ τοὺς ἔργῳ μὴ δυναμένους ἀμείψασθαι αἰτιώμενος. Ἄπαγε· οὐδὲ μὴν τοὺς ἔργῳ μὴ δυναμένους, κἂν λόγῳ τὰς χάριτας ὁμολογεῖν ἀναγκάζων.

Εἰ γὰρ καὶ χρὴ τὸν μὲν εὐεργετήσαντα ἐπιλανθάνεσθαι, τὸν δὲ εὐεργετηθέντα μεμνῆσθαι τῆς χάριτος, ἀλλ’ οὐ τοῦτο νυνὶ φράσαι βούλομαι Εὐσέβιον· ἀλλ’ ἐκείνους αἰτιῶμαι τοὺς μηδενὸς μὲν δεομένους, διὰ δὲ φιλοχρηματίαν ἀεὶ μὲν λαμβάνειν σπουδάζοντας, παρέχειν δὲ οὐ βουλομένους. Τοὺς μὲν γὰρ ἐν χρείᾳ τυγχάνοντας οὐκ ἄτοπον χάριν αἰτεῖν, τοὺς δὲ καὶ παρέχειν δυναμένους αἰτεῖν ἀτοπώτατον. Δύο γὰρ ἁμαρτάνουσι μέγιστα, ἓν μέν, αὐτοὶ διὰ πόθον ἀκόρεστον αἰτοῦντες, ἕτερον δέ, καὶ τοῖς ὄντως δεομένοις ἀποκλείοντες τοὺς τῆς φιλανθρωπίας λιμένας· ἀναλίσκουσι γὰρ κακῶς τὰ καλῶς δοθῆναι ὀφείλοντα.

ΠΑΛΛΑΔΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ ͵αχοʹ Τοὺς εὐεργέτας οὐ μόνον ἀφ’ ὧν ἠδυνήθησαν, ἀλλὰ καὶ ἀφ’ ὧν ἠβουλήθησαν μέν, οὐκ ἠδυνήθησαν δέ, ἀνυμνεῖσθαι χρή, καὶ εἰδέναι μὲν αὐτοῖς χάριν ἀφ’ ὧν ἠθέλησαν, τὸ μὴ δεδυνῆσθαι δὲ μὴ αἰτιᾶσθαι. Ὁ γὰρ μὴ ἀπὸ τῆς προαιρέσεως, ἀλλ’ ἀπὸ τῆς ἐκβάσεως τὰ πράγματα κρίνων, ἀπαίδευτός ἐστι, καὶ τῶν πραγμάτων οὐ γινώσκει τὴν φύσιν, τὴν οὐ πάντως τῇ βουλήσει ἑπομένην, ἀλλ’ ἔσθ’ ὅτε καὶ ἐναντιουμένην.