Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί
Επιστολές 1436-1453
Ερμηνείες γραφικών χωρίων περί των άστρων, διδασκαλία περί αμαρτίας και αγάπης, συμβουλές προς κληρικούς και λαϊκούς για την αποφυγή των παθών και την έμπρακτη εφαρμογή της αρετής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές 1436-1453
Ερμηνείες γραφικών χωρίων περί των άστρων, διδασκαλία περί αμαρτίας και αγάπης, συμβουλές προς κληρικούς και λαϊκούς για την αποφυγή των παθών και την έμπρακτη εφαρμογή της αρετής.
Τὸ μὲν οὖν ἐλέγχειν αὐτοὺς ὅτι ποτὲ μὲν αὐτοὺς ὡς θεοὺς ἐκθειάζουσι, ποτὲ δὲ μύρμηξι παραβάλλουσι, μόνον ἐπισημηνάμενος—εἰς ἄλλο γὰρ ἐπείγομαι—νυνὶ παρήσω, ἐπὶ δὲ τὸ ζητούμενον ἥξω. Ταῦτα μὲν οὖν ἐκεῖνοι. Ἐγὼ δ’ οἶμαι, διὰ τὸ χρήσασθαι καὶ τὴν Γραφὴν τούτῳ τῷ ὀνόματι, ἢ κυριολεκτοῦσαν, ἢ καταχρωμένην, ἢ τῇ τῶν πολλῶν συνηθείᾳ ἑπομένην, ὅτι, ἴσως ἐπειδὴ τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ ἄλλους πέντε ἀστέρας, οὐ πολλοῖς γνωρίμους, Φαίνοντά τε καὶ Φαέθοντα, Στίλβοντά τε καὶ Πυρρόεντα, ναὶ μὴν καὶ Φωσφόρον εἰς τοὺς πλανήτας τάττουσιν οἱ σοῦ ἀνοητότεροι, τινῶν ἐπὶ γῆς δυναστευσάντων, καὶ αἰσχρῶς βεβιωκότων, καὶ ἀκλεῶς τὸν βίον καταστρεψάντων τὰς προσηγορίας ἐπέθεσαν. Ὁ δ’ ἥλιος εἰς τὸ πλάτος κατ’ ἐνιαυτὸν περιπολεῖ τὰ ἀρκτῷα καὶ τὰ νότια μέρη· ἡ δὲ σελήνη κατὰ μῆνα, ὅθεν οἶμαι καὶ τὸν μῆνα κεκλῆσθαι, οὐ διὰ τὸ μηνοειδῆ γίνεσθαι τὴν σελήνην μόνον ὥς φασί τινες, ἀλλὰ καὶ διὰ τὸ κατὰ μῆνα πάντα αὐτῆς πληροῦν τὸν κανόνα· μήνη γὰρ ἡ σελήνη καλεῖται· οἱ δ’ ἄλλοι πέντε ἀναλόγως τοῖς ἑαυτῶν κύκλοις τε καὶ δρόμοις τὴν περίοδον ταύτην ἀποτελοῦσι· διὰ τοῦτο πλανήτας αὐτοὺς κεκλῆσθαι.
Πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο ἀληθὲς εἴη, τοῦ Δημιουργοῦ ἀνακηρύττει τὴν ἐπιστήμην τοῦ οὕτω τάξαντος καὶ νομοθετήσαντος ὡς καὶ αὐτὸς μέν φησιν· «Ἐγὼ τοῖς ἄστροις ἐνετειλάμην», ὁ δὲ Μελῳδὸς δεικνύων ὡς ἐν γῇ μὲν παρεβάθη τὸ θεῖον πρόσταγμα, τῶν ἀνθρώπων εἰς παρανομίας αὐτομολησάντων, ἐν οὐρανῷ δὲ ἐφυλάχθη, ἔφη· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.» Εἰ δὲ διὰ τὸ εἰρῆσθαι· «Τοῖς ἄστροις ἐνετειλάμην», ζῷα λογικὰ αὐτὰ καὶ αὐτεξούσια ὁριοῦνταί τινες—οἶδα γάρ τινας οὐ μόνον τῶν ἔξω τῆς πίστεως, ἀλλὰ καὶ τῶν πεπιστευκότων τοῦτο δογματίσαντας—περιττὴν καὶ ἀνωφελῆ τὴν ζήτησιν ταύτην εἶναι ἡγούμενος—«ὑψηλότερα γάρ σου, φησί, μὴ ζήτει· καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν»—οὔτ’ ἐγκρίναιμι τοῦτο, οὔτ’ ἀποψηφίσαιμι, ἐκεῖνο δὲ μᾶλλον εἴποιμι ὅτι καὶ περὶ ἀλόγων καὶ ἀναισθήτων τούτῳ τῷ ὀνόματι κέχρηται ἡ Γραφή, λέγουσα· «Ἐνετείλατο Κύριος καύσωνι», καί· «Ἐνετείλατο νεφέλαις», καί· «Ἐνετείλατο σκώληκι.»
Εἴτε οὖν λογικά ἐστι ζῷα, ὥς φασί τινες, εἴτε πύρινοι σφαῖραι, εἴτε δισκοειδῆ σώματα, ἐκ τοῦ αἰθερίου πυρὸς ἐξαφθέντα, εἴτε σφαιροειδεῖς πυρὸς πιλήσεις, εἴτε μυδροί—τινὲς γὰρ τῶν φιλοσόφων τοῦτ’ ἐδογμάτισαν—εἴτε ὀχήματα δεκτικὰ τοῦ ἀΰλου καὶ ὑπερκοσμίου φωτός, οὐ σφόδρα ἰσχυρισαίμην—οὐδὲν γὰρ τοῦτο πρὸς ἀρίστην πολιτείαν συντελεῖν ἡγοῦμαι—ἀλλ’ ἐκεῖνο εἴποιμι ὅτι οὐ μόνον ἐπὶ τῆς ψυχῆς, ὅταν ἐκτραπείη τῆς ἀρετῆς, ἀλλὰ καὶ ἐπὶ τοῦ σώματος, ὅταν διαμάρτοι τῆς προκειμένης ὁδοῦ, τὸ τῆς πλανήσεως ὄνομα κεῖται ἐν ταῖς Γραφαῖς. «Εἶδε γάρ, φησί, τὸν Ἰωσὴφ ἄνθρωπος πλανώμενον ἐν τῇ ἐρήμῳ», καὶ πάλιν· «Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ, καὶ οὐχ ὁδῷ.» Οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ τὴν τῶν ἑπτὰ ἀστέρων ἄνω καὶ κάτω περιτρεχόντων ἀρκτῴαν τε καὶ νότιον περιπόλησιν, πλάνησίν τινες κεκλήκασιν, ὡς πρὸς τὴν τῶν ἀπλανῶν μίαν καὶ τὴν αὐτὴν ὁδὸν περιθεόντων. Εἰ τοίνυν ἐμμελῶς καὶ ἐναρμονίως περιπολοῦσι, τίνος ἕνεκεν διδόασι δίκας; Εἰ μὲν γάρ, ὅπερ οὐδ’ εἰπεῖν θέμις, ἀγενήτους καὶ αἰτίας κρείττους αὐτοὺς εἶναι φαῖεν ἕλληνες, μάλιστα μὲν ἐκ τῆς ἐμμελείας αὐτῶν καὶ τῆς εὐταξίας ἐλεγχθήσονται. Ἡ γὰρ τάξις τὸν ταξίαρχον κηρύττει. Εἰ δ’ οὐ πείθονται, ἀκουέτωσαν Πλάτωνος μὲν λέγοντος· «Ἀγαθός ἐστιν ὁ τοῦδε τοῦ παντὸς δημιουργός», Εὐριπίδους δέ·
Εἶθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, καὶ παυέσθωσαν τῆς τοσαύτης ἀσεβείας. Εἰ δ’ αἴτιον ἔχουσι καὶ ποιητήν, ὡς καὶ τἀληθὲς ἔχει, καὶ ἕλλησιν ἔδοξε, καὶ ἰουδαίοις, καὶ χριστιανοῖς, καὶ πᾶσι τοῖς νοῦ καὶ φρονήσεως οὐκ ἀμοιροῦσι, τὸν καὶ τὴν κίνησιν καὶ τὴν ἁρμονίαν ῥυθμίζοντα δι’ ὧν καὶ αἱ ὧραι τοῦ ἔτους, καὶ αἱ ἡμέραι τε καὶ αἱ νύκτες μεγάλαι τε καὶ μικραὶ ἀποτελοῦνται, δῆλον ὅτι οὐκ ἔστι μεμπτὴ αὐτῶν ἡ θαυμαστὴ καὶ ἐμμελεστάτη περιπόλησις. Εἰ δ’ οὐκ ἔστι μεμπτή, πῶς ἀπαιτοῦνται δίκας; Εἰ γὰρ καὶ λογικὰ καὶ προαιρετικὰ εἶεν ζῷα, ὅπερ τινὲς ἡγοῦνται—δεδόσθω γὰρ τοῦτο καθ’ ὑπόθεσιν μείζονα κατασκευάζον τὸν κατ’ αὐτῶν ἔλεγχον—οὐδ’ οὕτω δίκην δοῦναι δίκαιοι ἂν εἶεν. Εἰ μὲν γὰρ ὅποι ἐβούλοντο ἐπορεύοντο, καὶ ἅπερ ἤθελον κατεσκεύαζον, οὐ μόνον τούτων, ἀλλὰ καὶ τῶν λεγόντων ποιητικοὺς αὐτοὺς εἶναι κακῶν, λόγον ἂν εἶχεν ὁ λόγος, καὶ εἰκότως δίκας ὤφειλον δοῦναι. Εἰ δὲ τὸν προσταχθέντα αὐτοῖς δι’ αἰῶνος θέουσι δρόμον, οὐ ποιητικοὺς αὐτοὺς κακῶν λεκτέον· ἀσεβὲς γὰρ καὶ ἄλογον. Ἀλλ’ εἰ καὶ καθ’ ὑπόθεσιν δοθείη—ὅπερ τινές φασιν (οὐ γὰρ ἔγωγε φαίην· ἄτοπον γὰρ τῶν ἀδήλων κατατολμᾶν)—σημαντικοὺς αὐτοὺς εἶναι, οὐδ’ οὕτω δώσουσι δίκας· οὐδὲ γὰρ οἱ προφῆται ἔδοσαν τὰ μέλλοντα παρὰ τῶν ἰουδαίων πράττεσθαι κακὰ προμηνύσαντες.
Οὐ γὰρ ἐπειδὴ προεμήνυσαν γέγονεν, ἀλλ’ ἐπειδὴ ἔμελλε γίνεσθαι προεμήνυσαν. Ἡ γὰρ κακία τῶν ἰουδαίων τῆς προφητείας γέγονεν αἰτία, οὐχ ἡ προφητεία τῆς κακίας.
Δῆλον τοίνυν, ὡς οἶμαι, πᾶσι γέγονε, πάσης ἐκποδὼν οἰχομένης ἀντιλογίας, ὅτι οὐ περὶ ἄστρων, ὥσπερ οὐδὲ κυμάτων, ἢ δένδρων, ἢ νεφελῶν ἦν τῷ ἐπιστείλαντι ὁ λόγος, καθὼς καὶ ὁ πάσης τῆς ἐπιστολῆς νοῦς μηνύει, ἀλλὰ περὶ τῶν ἁμαρτησάντων ἀνθρώπων, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. Ἀρξάμενος γὰρ ἀπὸ παραδειγμάτων, εἰς τοὺς περὶ ὧν ἦν ὁ λόγος αὐτῷ ἐτελεύτησεν.
ΤΩΙ ΑΥΤΩΙ ͵αυλϛʹ Τὸ «Ἐγὼ τοῖς ἄστροις ἐνετειλάμην», συναπτόμενον τῷ «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ» οὐδεμίαν μέμψιν ἢ παράβασιν παρίστησιν. Εἰ μὲν γὰρ περὶ τοῦ Θεοῦ Λόγου φαῖέν τινες ἐνταῦθα λελέχθαι τὸ «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ», πευσόμεθα αὐτῶν τίνος ἕνεκεν οὐχ ἁπανταχοῦ εἴρηται—αὐτὸς γάρ ἐστιν ὁ πάντα συνέχων καὶ συγκροτῶν.
Εἰ δ’ ἐλεγχόμενοι φήσουσι τὸν διατεταγμένον αὐτοῖς νόμον ὅπως χρὴ θέειν ἐνταῦθα δηλοῦσθαι, ἐπειδήπερ ἐν γῇ παρεβάθη, φαίημεν· Τίνος οὖν ἕνεκεν ἐνταῦθα παράγεται τὸ «Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ»; δείκνυται γὰρ τῷ λόγῳ αὐτοῦ ἀκολουθοῦντα καὶ οὐ παραβαίνοντα τὴν διάταξιν. Εἰ δὲ τούτων οὕτω λεγομένων καὶ ἀποδειχθέντων, ἀπαιτηθείημεν ἡμεῖς· Τί δ’ ἐστὶν «Ἄστρα οὐ καθαρὰ ἐνώπιον αὐτοῦ»; φαίημεν ἂν ὅτι κατὰ μὲν τὴν ἑαυτῶν φύσιν τὰ ἄστρα καθαρά ἐστιν, ὥσπερ καὶ γεγένηται παρὰ τοῦ Δημιουργοῦ, αὐτῷ δὲ τῷ Δημιουργῷ παραβαλλόμενα τοσοῦτον ἀπέχει ὅσον μύρμηξ οὐρανοῦ, ἢ ἡλίου, ἤ τινος τῶν ἄλλων μεγίστων κτισμάτων· διὸ οὐδ’ ἀπολελυμένως εἶπεν «οὐ καθαρά»—τοῦτο γὰρ ἦν δεῖξαι αὐτὰ πταίοντα—ἀλλὰ προσέθηκεν «ἐνώπιον αὐτοῦ» ἵνα πρὸς παραβολὴν αὐτοῦ καὶ σύγκρισιν νοοῖτο τὸ εἰρημένον κατὰ τὸ ἀλλαχοῦ ῥηθὲν πρὸς αὐτόν· «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.» Δικαιωθήσεται μὲν γὰρ πᾶς δίκαιος καθ’ ἑαυτὸν κρινόμενος, αὐτῷ δὲ παραβαλλόμενος ἢ πρὸς αὐτὸν κρινόμενος, οὐχί.
ΠΕΤΡΩΙ ͵αυλζʹ Κακὸν μὲν τὸ ἁμαρτάνειν, κάκιον δὲ τὸ καὶ ἁμαρτάνοντα ἀναισθήτως ἔχειν, τὸ δὲ καὶ τὴν προαίρεσιν διεφθάρθαι καὶ μηδὲ τὴν κρίσιν τῶν πραγμάτων ἔχειν ὀρθήν, κάκιστόν τις εἰκότως ὁριεῖται. Ὁ μὲν γὰρ ἴσως παύσεται, ὁ δὲ αἴσθησιν τυχὸν λήψεται τῶν τραυμάτων καὶ ἰατρὸν ζητήσει, ὁ δὲ τῇ κακίᾳ ἥδιστα ἐνδιατρίβων καὶ ἐγκωμιάσει τοὺς τὰ αὐτὰ δρῶντας.
Ὅσῳ οὖν χείρων ὁ μὴ αἰσθόμενος τέως τῆς νόσου τοῦ εἰδότος ὅτι νοσεῖ, τοσούτῳ χαλεπώτερος τοῦ μὴ αἰσθομένου ὁ καὶ συνηγορῶν τῇ νόσῳ· καὶ διὰ τοῦθ’ ὁ Παῦλος ἔφη· «Οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράττουσι.» Τὸ γὰρ ἐπαινεῖν καὶ συνηγορεῖν τοῦ πράττειν χεῖρον εἰκότως ὡρίσατο· ὅπερ τινὲς μὴ συνέντες, ἑρμηνεῦσαι βουληθέντες, παραπεποιῆσθαι ἐνόμισαν καὶ οὕτως αὐτὸ τάξαι οὐκ ὤκνησαν· «Οὐ μόνον οἱ ποιοῦντες αὐτά, ἀλλὰ καὶ οἱ συνευδοκοῦντες τοῖς πράττουσιν», ἵνα μεῖζον ᾖ τὸ ποιεῖν καὶ ἔλαττον τὸ συνευδοκεῖν. Ἀλλ’ ἠγνόησαν ὅτι τὸ μὲν ῥᾳθυμίας ἦν, τὸ δὲ διεφθαρμένης γνώμης, καὶ τὸ μὲν παραλογισμοῦ, τὸ δὲ κρίσεως οὐχ ὑγιοῦς. Ὁ μὲν γὰρ ῥᾳθυμῶν καὶ ἐρυθριάσει καὶ εἰς μετάνοιαν ἴσως ἐλεύσεται, ὁ δὲ τὴν οἰκείαν ψῆφον συνηγοροῦσαν ἔχων τῷ πάθει οὔτε ἀφέξεται τῆς κακίας οὔτε ἐρυθριάσει, ἀλλὰ καὶ ἐναβρυνεῖται.
ΘΕΩΝΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυληʹ Εἰ παντί που δῆλόν ἐστιν ὡς ὁ κολαστὴς τῶν ἀδικούντων μείζονα δίκην εἰκότως δοίη ἄν, εἰ φωραθείη ταῦτα δρῶν ἃ κωλύειν ἑτέρους ἐτάχθη, τί σαυτὸν φενακίζεις, ὡς λησόμενος τὸν ἀκοίμητον ὀφθαλμόν;
ΤΩΙ ΑΥΤΩΙ ͵αυλθʹ Σοὶ μέν, ὡς γέγραφας, τοῦ μηδένα ἀγνοεῖν, ἄλλῳ δὲ ἴσως τοῦ ὑπὸ μηδενὸς ἀγνοεῖσθαι, ἐμοὶ δὲ τοῦ ἀρετῆς ἀντέχεσθαι, εἰ καὶ μηδεὶς ἀνθρώπων γνοίη, μεμέληκεν. Πότερος οὖν ἡμῶν νοῦν ἔχει μᾶλλον ἐρρωμένον, τοῖς ἐντυγχάνουσι καταλελείφθω κρίνειν.
ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ ͵αυμʹ Θεῖον μέν τι χρῆμα ὁ λόγος· θεῖον γάρ ἐστι δῶρον, καὶ ἐκ λογικῆς τικτόμενον ψυχῆς δι’ ἣν καὶ λόγος καλεῖται· ψυχῆς γὰρ λογικῆς ἐστι καρπὸς ὁ λόγος δι’ ὃν καὶ τῶν ἄλλων ζῴων πλεονεκτοῦμεν, ὡς τοῖς γε σωματικοῖς πλεονεκτήμασι καὶ σφόδρα αὐτῶν λειπόμεθα, καὶ τάχει, καὶ ῥώμῃ, καὶ μεγέθει, καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασι.
Διὸ καὶ τῶν ποιητῶν ὁ κορυφαῖος ἔφη· Οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. Ὅτι δὲ θεῖόν ἐστι δῶρον, ἄκουε τοῦ Δημιουργοῦ τῷ Ἰὼβ διαλεγομένου· «Ἦ σὺ λαβὼν χοῦν ἀπὸ γῆς ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς;» Τὸ γὰρ λαλητόν, εἰ καί τινες οἴονται περιβόητον εἶναι, μηνύει μᾶλλον τὸ λογικόν, τὸ διὰ τοῦ λαλεῖν γνωριζόμενον. Πῶς γὰρ ἔμελλε διαβόητον εἶναι, οὐκ ὄντων τῶν διὰ λόγου κηρυττόντων; Καὶ ὁ Παῦλος δὲ κορυφαιότατον τῶν οὐρανίων χαρισμάτων τὸν λόγον τῆς σοφίας ὡρίσατο.
Θεῖον μὲν οὖν τι χρῆμα ὁ λόγος, θειότερον δὲ ἡ ἀρετή, θειότατον δὲ ἡ πίστις· καὶ τὸν μὲν ὁρίζομαι εἶναι ὡς κόσμον, τὴν δὲ ὡς σῶμα, τὴν δὲ ὡς ψυχήν. ᾯ μὲν οὖν τὰ τρία πρόσεστιν, οὗτος ἀνυπέρβλητός ἐστι καὶ τέλειος· ᾧ δὲ ὁπότερον λείπει, καὶ μάλιστα τὸ προτιμότερον, οὗτος ἀτελής ἐστι κατ’ ἐκεῖνο καθ’ ὃ ἐλλείπει. Εἰ γὰρ καὶ πολλή ἐστιν αὐτῶν ἡ διαφορά—τὸ μὲν γάρ ἐστιν αὐτῶν μέγα, τὸ δὲ μεῖζον, τὸ δὲ μέγιστον—ἀλλ’ ἀναγκαία αὐτῶν ἡ σύνοδος. Ὁ μὲν γὰρ λόγος, κἂν ὑπὲρ τοὺς ποταμοὺς ῥέῃ, πῶς κοσμήσει τὸν μὴ ἔχοντα ἀρετὴν καθάπερ σῶμα; Μὴ ὄντος γὰρ τοῦ κοσμουμένου, καὶ τὸ κοσμοῦν περιττόν. Πῶς δὲ οὐκ ἐνοχλεῖ τὰς ἀκοὰς διὰ φωνῆς μόνης φιλοσοφῶν; Ἄμεινον γὰρ σῶμα ἔχειν ἄνευ κόσμου ἢ κόσμον ἄνευ σώματος. Ἡ δὲ ἀρετὴ πῶς οὐκ ἔσται νεκρά, ὑπὸ τῆς πίστεως καθάπερ ψυχῆς μὴ ψυχουμένη; Πῶς δὲ ἡ πίστις φανεῖται, μὴ ἔχουσα ἀρετὴν δι’ ἧς ἐνεργήσει;
Καθάπερ γὰρ μουσικὸς ἄριστος λύραν μὴ ἔχων, οὐδὲ τὴν ἐπιστήμην ἐπιδείξεται, οὕτω καὶ ἡ εὐσέβεια μὴ δι’ ἔργων καθάπερ ὀργάνων δεικνυμένη, νεκρὰ καὶ ἀνενέργητος εἶναι δοκεῖ, οὐ τοῖς ἔξωθεν μόνον, ἀλλὰ καὶ ταῖς θείαις Γραφαῖς· «Ἡ πίστις γάρ, φησί, χωρὶς τῶν ἔργων νεκρά ἐστι.» Μήτ’ οὖν οἱ λόγον μόνον ἔχοντες ἐναβρυνέσθωσαν, ὡς τὸ πᾶν κατορθώσαντες—λείπει γὰρ αὐτοῖς τὰ προτιμότερα, ἀρετή τε καὶ εὐσέβεια—μήτε οἱ ἀρετὴν ἔχοντες ἄνευ λόγου καὶ πίστεως σεμνυνέσθωσαν—λείπει γὰρ αὐτοῖς λόγος τε καὶ πίστις—μήτε οἱ πίστιν ἔχοντες, ἔργων δὲ καὶ λόγου χηρεύοντες, τοὺς ἄλλους κατακρινέτωσαν—ἐλέγχονται γὰρ τοῖς ἔργοις ταύτην ἀρνούμενοι—ἀλλὰ τὸ λεῖπον ἕκαστοι κτήσασθαι σπουδαζέτωσαν, ἵν’ ἔχοντες τὴν μὲν πίστιν ὡς ψυχήν, τὴν δὲ ἀρετὴν ὡς σῶμα, τὸν δὲ λόγον ὡς ἐγκαλλώπισμα, κἀνταῦθα ἀοίδιμοι τύχοιεν, κἀκεῖσε εὐδόκιμοι καὶ στεφανῖται πομπεύσειαν.
ΤΟΙΣ ΔΟΜΙΤΙΟΥ ΠΑΙΣΙΝ ͵αυμαʹ Εἰ καὶ ὁ ἀδελφὸς ὁ ὑμέτερος μὲν κατὰ σάρκα, ἡμέτερος δὲ κατὰ πνεῦμα, ἀπῆρε μὲν ἐντεῦθεν πρώην, ὡς μηκέτι ἐπιφοιτήσων, εἰ μὴ ὑμᾶς θηρεύσειεν, ἐπεφοίτησε δὲ πάλιν, ὡς μηκέτι ὑποστρέψων, ἐπειδὴ ἀπέτυχε τῆς θήρας, ἀλλ’ ὑπὸ τῆς ἀγάπης ἀναγκαζόμενος ἥξει πάλιν θηρεύσων ὑμᾶς εἰς ζωήν.
ΤΟΙΣ ΑΥΤΟΙΣ ͵αυμβʹ Εἰ καὶ δῆλοι πᾶσι γεγόνατε καὶ φανεροὶ ἀποδιδράσκοντες τὴν θειοτάτην θρησκείαν δι’ ἕτερον μὲν οὐδέν— ἐκθειάζετε γὰρ αὐτήν, ὡς ἐπυθόμην—διὰ δὲ τὸ μὴ βούλεσθαι ἀρετὴν ἀσκεῖν—τοῖς γὰρ σωματικοῖς πάθεσιν ἐγκαλινδεῖσθαι, ὥς φασι, προῄρησθε—ἀλλά γε κἂν ὀψέ ποτε δίκαιοι ἂν εἴητε ἑαυτοὺς πεῖσαι ὅτι ἡ μὲν κακία αἰσχύνην, καὶ ὄνειδος, καὶ κόλασιν ἔχει, ἡ δὲ ἀρετὴ τιμήν, καὶ κλέος, καὶ στεφάνους. Καὶ εἰ ἡδονὴν νομίζετε ἔχειν τὴν κακίαν, τὴν δ’ ἀρετὴν πόνους καὶ ἱδρῶτας, ἀλλ’ ἐννοεῖν ὀφείλετε ὅτι ἡ μὲν ἡδονὴ πρὶν σχεδὸν φανῆναι σβέννυται, ἡ δ’ ἀρετὴ ἀθάνατον ἔχει τὴν εὐφροσύνην, καὶ ἡ μὲν διὰ πλατείας καὶ εὐρυχώρου βαδίζουσα ὁδοῦ, εἰς στενὸν καὶ ἀδιεξόδευτον χῶρον τελευτᾷ, ἡ δὲ διὰ πόνων καὶ ἱδρώτων ὁδεύουσα, εἰς εὐθυμίαν πλατεῖαν καταντᾷ. Εἰ δὲ τοῖς ἡμετέροις ἀπιστεῖτε, ἀπὸ τῶν ὑμετέρων ὑμᾶς πεῖσαι πειράσομαι.
Πλάτων μὲν γὰρ φιλοσοφήσας ἀοίδιμος γέγονε, Διονύσιος δὲ τυραννήσας ἐσβέσθη· καὶ Σωκράτης μὲν ᾄδεται, Ἀρχέλαος δὲ ὁ βασιλεὺς σεσιώπηται· καὶ Σόλων μὲν ἀνυμνεῖται, Κροῖσος δὲ ὁ πάντων ἀνθρώπων νομίσας εἶναι εὐδαιμονέστερος καὶ ζῶν ἑάλω καὶ πυρὸς ἔργον περσικοῦ ἔμελλε γίγνεσθαι. Εἰ δὲ τούτους φιλοσόφους ἡγεῖσθε, ἥξω καὶ ἐπὶ τοὺς πολιτευσαμένους καὶ στρατηγήσαντας μετὰ φιλοσοφίας. Ἐπαμινώνδας ὁ Θηβαίων στρατηγός, ὁ Λακεδαιμονίους ἐν Λεύκτροις χειρωσάμενος, ἓν ἱμάτιον ἔχων, καὶ διὰ τοῦτο εἰς ἐκκλησίαν ἐλθεῖν μὴ δυνάμενος, ἐπειδὴ κατ’ ἐκείνην τὴν ἡμέραν πλυνόμενον ἔτυχε, καὶ ἕτερον περιβαλέσθαι οὐκ εἶχε, πάντων τῶν περσικῶν βασιλέων ἐπισημότερος γέγονεν. Ἀριστείδης δὲ τοσαύτῃ πενίᾳ συμβιώσας ὡς τὴν Ἀθηναίων πόλιν αὐτὸν μὲν θάψαι ἀποθανόντα, τὰς δὲ θυγατέρας αὐτοῦ προικίσασαν ἀνδράσιν ἐκδοῦναι, πάντων ἐκείνων τῶν περὶ Καλλίαν τὸν λακκόπλουτον καὶ Ἀλκιβιάδην τῶν καὶ πλούτῳ, καὶ γένει, καὶ δυναστείᾳ κρατούντων, λαμπρότερος ἦν.
Αἰδεσθέντες τοίνυν κἂν ἃ πρεσβεύετε, ἀσπάσασθε τὴν ἀρετὴν δι’ ἧς ῥᾳδίως καὶ ἐπὶ τὴν θειοτάτην θρησκείαν βαδιεῖσθε.
ΔΑΝΙΗΛ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αυμγʹ Ἀπῆρας μὲν ἐντεῦθεν ὡς τάχιστα ἥξων, ἀπέμεινας δ’ ἐκεῖσε οὐκ οἶδ’ ὅπως παρὰ τὰς ἐπαγγελίας, τάχα δ’ ὠφελήσων τοὺς ἐκεῖσε, καὶ θηράσων, καὶ τῷ Χριστῷ προσοίσων. Εἰ τοίνυν ἀληθὴς ἡ ὑπόνοια, δήλου, ἵνα τὴν ἐκ τῆς ἀπουσίας ἀνίαν τῇ προσδοκίᾳ τοῦ κατορθώματος ἀπελάσωμεν. Ὑπερόριος γὰρ ῥᾳδίως χωρήσει, τῇ δόξῃ τῇ δεσποτικῇ τοὺς ὅρους ἀσμενῶς παραχωρήσασα.
ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ͵αυμδʹ Οὐ μόνον ἐν τοῖς οὐκ ἐφ’ ἡμῖν, ὦ σοφέ, ὡς ἡγῇ, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς ἐφ’ ἡμῖν, εἰ μὴ πολλὴ ἡμῖν ῥοπὴ παρὰ τῆς θείας προνοίας ἐπιφοιτήσει, οὐκ ἂν δυνηθείημεν αὐτὰ εἰς τέλος αἴσιον ἀγαγεῖν. Ἐπιφοιτήσει δὲ πάντως τοῖς πάντα τὰ παρ’ ἑαυτῶν ἄνευ σκήψεως εἰσφέρουσι καὶ μηδὲν παραλιμπάνουσι τῶν εἰς τοῦτο φερόντων. Ἡ γὰρ τοὺς μὴ βουλομένους προτρέπουσα, τοὺς βουλομένους, καὶ πάντα ποιοῦντας, καὶ πραγματευομένους, πάντως εἰς αὐτὴν τῶν κατορθωμάτων ἀνοίσει τὴν κορυφήν.
ΛΑΜΠΕΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυμεʹ Εἰ καὶ ὡς ἄριστος ἰατρὸς ἐν ἀλλοτρίοις κακοῖς ἰδίας καρπούμενος λύπας, ἀπέκαμες τὸ δυσίατον Ζωσίμου νόσημα μὴ μόνον καταιονῶν, ἀλλὰ καὶ κατακαίων, πυρί τε καὶ σιδήρῳ τῷ διὰ λόγων χρώμενος, καὶ πολλὰ μὲν πρὸς τὴν ἀσέβειαν καὶ τὴν ὠμότητα φράσας, πολλὰ δὲ προσηνῆ καὶ σωτήρια συμβουλεύσας, οὐδὲν τοῦ χλευασθῆναι καὶ μισηθῆναι παρ’ αὐτοῦ πλέον ἀπηνέγκω, μὴ ὀλιγωρήσῃς, ἀλλ’ ἴσθι παρὰ τοῦ Θεοῦ μεγίστας ἕξων τὰς ἀμοιβάς.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυμϛʹ Γέγραφας· τί ἐστιν ὃ ἔφη Παῦλος· «Εὐχόμεθα δὲ μὴ ποιῆσαι ὑμᾶς μηδὲν κακόν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ’ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.» Ἄκουε τοίνυν συντόμως. Ἐπειδὴ ἡ λόγῳ τικτομένη κατὰ τῶν ἁμαρτανόντων τιμωρία, οἷον ἡ κατὰ τῶν περὶ Ἀνανίαν καὶ Σάπφειραν, καὶ ἡ κατὰ τοῦ τυφλωθέντος μάγου, τοὺς μὲν ἁμαρτάνοντας ἐταπείνου, τοὺς δὲ κολάζοντας λαμπρούς, καὶ ἐπισήμους, καὶ φοβεροὺς ἀπέφαινε, τοῦτό φησιν ὅτι Οὐ βουλόμεθα ἐκ τῆς ὑμετέρας κακίας λαμπροὶ φαίνεσθαι, ἀλλ’ ἡδέως ἄσημοι διὰ τοῦτ’ ἂν εἴημεν ἵνα ὑμεῖς εὐδόκιμοι εἴητε. Οἱ γὰρ βουλόμενοι τῆς οἰκείας ἀρετῆς τὴν περιφάνειαν ἐκ τῆς τῶν κολαζομένων συμφορᾶς τίκτεσθαι, οὔ μοι δοκοῦσι πατέρες εἶναι ἢ διδάσκαλοι, ἀλλὰ λυμεῶνες καὶ ἐχθροὶ καὶ τύραννοι.
ΤΩΙ ΑΥΤΩΙ ͵αυμζʹ Εἰ καὶ οἱ τῶν δαιμόνων τῶν πονηρῶν καὶ τῶν εἰδώλων τῶν ἀκινήτων προσκυνηταί, οὔτε λόγῳ ῥητά, οὔτε ἔργῳ φορητὰ κατὰ τῶν τὸ θεῖον κηρυττόντων κήρυγμα ἐπενόησαν βασανιστήρια, ὡς ταύτῃ αὐτοὺς καταπλήξοντες καὶ τοῦ ὀρθοῦ φρονήματος ἐκστήσοντες, ἀλλά γε πάντα αὐτοῖς ἑάλω, καὶ πάντα ὑπέκυψεν, ὥσπερ εἰς τὴν τῶν πολεμηθέντων νίκην εὐκλεεστέραν, καὶ εἰς τὸν τῶν παρασκευασαμένων ὄλεθρον εὐτρεπισθέντα.
ΔΙΔΥΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ ͵αυμηʹ Πολλῷ μὲν κρεῖττον, ὦ σοφώτατε, τὸ καθαρὰν ἥττης ἔχειν τὴν νίκην, τοῦ μετὰ τὴν ἧτταν νικῆσαι. Τὸ μὲν γὰρ εἰ καὶ τῷ τέλει συνάπτεται, ἀλλ’ ἔχει καὶ τὴν ἀρχὴν ἀνακηρύττουσαν, τὸ δὲ εἰ καὶ τῷ τέλει συμβαίνει, τῇ παρὰ τὴν ἀρχὴν ἀμαυροῦται ἥττῃ. Ἄμεινον μὲν οὖν τὸ πρότερον· εἰ δὲ διαφεύγοι, δεύτερον ἔστω τὸ δεύτερον. Ἄμεινον γὰρ τοῦ μεῖναι ἐν τῇ ἥττῃ τὸ ἀναμαχέσασθαι ταύτην. Οὐ τοσοῦτον γὰρ τοῦ πρώτου ἀπολείπεται ὅσῳ τοῦ τελευταίου ὑπερέχει· μᾶλλον δὲ ὁ μέν, εἰ καὶ μὴ ὡς ὁ πρότερος, ὅμως δ’ οὖν ἀνακηρύττεται, ἐκεῖνος δὲ καταγέλαστός ἐστι, καὶ κωμῳδίας ἅπασι πρόκειται ὑπόθεσις.
ΤΙΜΟΘΕΩΙ ͵αυμθʹ Τὸν ἄρχοντα, ὡς ἔμοιγε δοκεῖ, χρὴ καὶ ἀγαθὸν εἶναι καὶ φοβερόν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δὲ ἁμαρτάνοντες ὀκνοῖεν· θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. Εἰ μὲν γὰρ ἦσαν πάντες οἱ ὑπήκοοι φιλάρετοι, ἀγαθότητος ἦν χρεία μόνης, εἰ δὲ φιλαμαρτήμονες, φόβου. Ἐπειδὴ δὲ καὶ ἀγαθοὺς καὶ πονηροὺς εἶναι ἀνάγκη ἐν τοῖς ἀρχομένοις, ἀμφότερα μεταχειριστέον τῷ ἄρχοντι, ἵν’ ἡ μὲν ἀγαθότης στηρίζῃ τοὺς σώφρονας, ὁ δὲ φόβος προαναστέλλῃ τῶν κακίστων τὰ πταίσματα.
ΑΠΟΛΛΩΝΙΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυνʹ Εἰ καί τινες τῶν σοὶ συνδιατριψάντων σβέσαι μου τὴν ἐπὶ τὸ ἐπιστεῖλαί σοι ὁρμὴν πειρώμενοι ἔφασαν ὡς τοὺς μὲν κολακεύοντας ἄγαν τιμᾷς, τῶν δὲ συμβουλευόντων καταφρονεῖς, ἀλλ’ ἐμὲ οὐκ ἄν τις πείσειεν ὡς οἷόν τέ ἐστι τοσοῦτον καὶ τῇ φρονήσει καὶ τοῖς ἔργοις διενεγκεῖν ἢν μή τις τῶν μὲν μαθητής, τῶν δὲ ἀκροατής, τῶν δὲ εὑρετὴς τυγχάνῃ. Διὰ ταῦτα μὲν οὖν ἐπέστειλα, εἰ δὲ παρρησιαστικώτερον ἢ οἱ πεπλησιακότες σοι γράφω, μὴ διὰ τοῦτο θορυβηθῇς, ἀλλὰ δι’ αὐτὸ μὲν τοῦτο ἀπόδεξαι ὅτι τὸ πρέπον ἐμοὶ πρὸ τοῦ συμφέροντος εἱλόμην.
Ὅ τι οὖν βούλομαι εἰπεῖν αὐτίκα μάλα εἰρήσεται· οὐ γὰρ προκατασκευῆς δέονται οἱ σοφοί, ἀλλὰ τὸ καλὸν ἀτεχνῶς ἐπιτηδεύειν εἰώθασιν. Εἰ τὴν ἀρετὴν ἀσκεῖς, μὴ τῷ ἐπιδείκνυσθαι ἀμαυροῦν τὸ ταύτης κάλλος ἀνέχου. Μέγα μὲν γὰρ ἀρετή, ἀλλ’ ὅταν ἑαυτῇ μὴ μαρτυρῇ, μείζων καὶ ὡραιοτέρα τοῖς ἀνθρώποις φαίνεται. Εἰ δὲ νομίζεις λήσεσθαι εἰ μὴ ἐπιδείξαιο, τοὐναντίον νόμιζε ὅτι τότε λάμψεις ὅταν μὴ ἐπιδείξαιο. Φιλόνεικον γάρ πως τὸ τῶν ἀνθρώπων γένος ἐστί· καὶ πρὸς μὲν τοὺς μεγαλαυχοῦντας ἀντιστρατεύεται, τοῖς δὲ ταπεινοῦν ἑαυτοὺς σπουδάζουσι μεθ’ ἡδονῆς ἡττᾶται· κἀκείνοις μὲν ἀναστέλλον αὐτῶν τὸ φιλότιμον, καὶ τὰ μὴ προσόντα προστρίβεται κακά, τούτοις δὲ καὶ τὰ μὴ προσόντα ἐπιφημίζει καλά. Ἄλλως δὲ οὐδὲ ἀρετὴν οἷόν τε λαθεῖν, ἀλλὰ κἂν πρὸς ὀλίγον φθόνῳ ἐπισκιασθῇ, αὖθις ἀναλάμπει καὶ τῶν ἐπισκιασάντων κρατεῖ. Ὥσπερ γὰρ τὸ φῶς οὐχ οἷόν τε λαθεῖν, οὕτως οὐδὲ τὴν ἀρετήν.
Καὶ ταῦτα μὲν λελέχθω περὶ τῆς τῶν ἀνθρώπων ψήφου. Εἰ δὲ καὶ τὴν θείαν ἐθέλεις μαθεῖν, ἔχεις ἐν τοῖς θείοις Εὐαγγελίοις τὰ κατὰ τὸν φαρισαῖον καὶ τὸν τελώνην λαμπρῶς στηλογραφηθέντα.
ΤΙΜΟΘΕΩΙ ͵αυναʹ Ἔοικας δεδοικέναι μὴ τὴν δόξαν τοῦ κατορθώματος τὸ μῆκος ἐλαττώσῃ τοῦ χρόνου· ἀλλὰ χρὴ εἰδέναι ὅτι τοῦ μετὰ τάχους σφαλεροῦ τὸ μετὰ βραδυτῆτος ἀσφαλὲς λυσιτελέστερον. Οὐχ ἧττον γὰρ ἀλλὰ καὶ μᾶλλον εὐκλεέστεροι τῶν κατὰ τάχος λαμπρῶν οἱ συνέσει καὶ βραδυτῆτι ἴσα πράξαντες. Οἱ μὲν γὰρ καὶ χρήματα καὶ σώματα ἀναλώσαντες νενικηκέναι δοκοῦσιν, οἱ δὲ ἄνευ ζημίας τὴν νίκην καρποῦνται· καὶ οἱ μὲν οὐκ ἔχουσι καθαρὰν ἀθυμίας ἡδονήν, οἱ δὲ εἰλικρινῆ καρποῦνται τὴν εὐφροσύνην.
ΛΕΟΝΤΙΩΙ, ΛΑΜΠΕΤΙΩΙ, ΑΛΦΙΩΙ, ΕΠΙΣΚΟΠΟΙΣ ͵αυνβʹ Τὸ δεδογμένον καλὸν γινέσθω, καὶ τοῖς βεβουλευμένοις ἡ διὰ τῶν ἔργων πίστις ἑπέσθω. Οἷς μὲν γὰρ οὐχ ἕπεται πρὸς τὸ φυλάττειν ἡ δύναμις, οὗτοι ἀναγκαίως πλημμελοῦσι καθ’ ἑκάτερον, καὶ ψηφιζόμενοι ἀνέφικτα, καὶ λύοντες αὖθις τὰ δόξαντα· ὧν τὸ μὲν ἀνυπέρβλητον ἄνοιαν, τὸ δὲ μετρίαν συγγνώμην ἔχει. Οἷς δ’ ἄμφω οἷόν τε συνδραμεῖν, καὶ τὸ βουλεύεσθαι καὶ τὸ δύνασθαι εἰς πέρας ἄγειν τὰ δόξαντα, τούτοις θάτερον παραβαίνουσιν ἀπαραίτητος κατηγορία.
ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ ͵αυνγʹ Ὁ κηδόμενος τῶν συνόντων καὶ προπονῶν, καὶ συνηδόμενος μὲν ἐπὶ τοῖς ἀγαθοῖς αὐτῶν, ἀχθόμενος δὲ ἐπὶ τοῖς δυσκόλοις, δεινός ἐστι θηρατὴς τοῦ τῆς φιλίας χρήματος. Τοσούτους γὰρ ἑαυτῷ προσδήσει ὅσους καὶ θεάσοιτο, τοσούτους δὲ θεάσοιτο ὅσους ἡ εὐκλεὴς φήμη πρὸς αὐτὸν χειραγωγήσει, τοσοῦτοι δὲ χειραγωγηθήσονται ὅσοι τῶν καλῶν ἐπιτηδευμάτων διάπυροί εἰσιν ἐρασταί.
Τίς οὖν τοῦ τοιούτου εὐκλεέστερος ἢ τίς μακαριστότερος τοῦ ὑπὸ τοσούτων φίλων δορυφορουμένου;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.