Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί της αθανασίας της ψυχής, της χάριτος και της πνευματικής μελέτης

Διδασκαλίες γύρω από τη συνεργεία θείας χάριτος και ελευθερίας, την αντιμετώπιση της κενοδοξίας και εκτενής απολογητική αναίρεση των απόψεων του ιατρού Γαληνού για τη θνητότητα της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 5 από 14

Κοσμικοῖς μὲν γὰρ ὁ γάμος ἐναβρυνέσθω ὑποδείγμασιν, ὑπερκοσμίοις δὲ μὴ ἁμιλλάσθω ὑπεροχαῖς. Κοσμικοὶ γοῦν καὶ εἰσὶ καὶ καλοῦνται οἱ τοῦτον ἀσπασάμενοι, οἱ δὲ τῆς παρθενίας γνήσιοι ἐρασταὶ εἰς τὰς τῶν ἀγγέλων τεταγμένας ἐνεγράφησαν ἀξίας (λέγει γὰρ τὸ Ἆισμα τὸ μυστικὸν θάμβος αὐτοῖς προσεῖναι ὡς τεταγμέναι)· οὐδὲν γὰρ παρ’ ἐκείνοις ἄτακτον οὐδὲ ἀνώμαλον, ἀλλὰ πάντα τάξει καὶ ῥυθμῷ καὶ ἁρμονίᾳ κεκόσμηται.

Ὥσπερ τοίνυν οὐρανὸς γῆς καὶ ψυχὴ σώματος διαφέρει, οὕτω καὶ ἡ παρθενία τοῦ γάμου. Κατὰ μὲν γὰρ τὴν ἁγνείαν τοῖς ἀγγέλοις ὁμοιοῦται ἄνθρωπος, κατὰ δὲ τὸν γάμον τῶν θηρίων οὐδὲν διενήνοχεν, οἷς ἡ συνουσία ἀναγκαία ἐστὶ καὶ δοκεῖ τὴν διαδοχὴν τοῦ γένους μηχανᾶσθαι.

ΝΕΙΛΩΙ Τὸ ἑπτάκις πεσεῖται ὁ δίκαιος εἴρηται οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ ὁ νομίμως παλαίων ἀναγκαίως καὶ ἀθλητικῶς πίπτει. Τοῦτο δὲ οὐ πάντως ἥττης ἐστὶν αἴτιον, ἀλλὰ πολλάκις καὶ νίκης. Πολλοὶ γὰρ πεπτωκότες, τῶν δοκούντων ἑστάναι τὴν δύναμιν ἐξενεύρισαν, διὰ τοῦ ποδὸς ἅπαν τὸ σῶμα εἰς τοὔδαφος ῥίψαντες, καὶ τὴν νίκην ἁρπάσαντες.

Διὸ οὐ μόνον ὅτι πεσεῖται εἶπεν, ἀλλ’ ὅτι καὶ ἀναστήσεται προσέθηκεν, ἵνα τὸν στέφανον μηνύσῃ. Εἰ δὲ καὶ ὅτε πταίσει ὁ ἄνθρωπος θᾶττον ἀνανήψει, ὡς ἄριστον ἐπίστησον.

ΙΣΧΥΡΙΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Παῦλος ὁ ἄριστος στρατηγός, ὁ τῆς θείας χειροτονίας μὴ καθυβρίσας τὴν ψῆφον, ὁ ἁμιλλώμενον τῇ χάριτι τὸν βίον ἐπιδειξάμενος, καὶ προτρέπων ὁμοῦ τοὺς τὸν ἱερὸν ὄντως πολεμοῦντας πόλεμον, καὶ οὐκ ἀφιεὶς μέγα φρονεῖν, ἄτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει, στρατηγικώτερον ἐβόα· Λογίζομαι γάρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, Ἀποκαλυφθῆναι δὲ εἶπε δεικνύς, ὡς καὶ νῦν ἐστι μέν, κρύπτεται δέ, τοὺς τῶν τροπαιούχων ἀναμένουσα πόνους.

Εἰ δὲ τὸ μέλλειν λυπεῖ, τοῦτο εὐφραινέτω μᾶλλον τοὺς τῶν παθῶν καὶ τῶν δαιμόνων καθαιροῦντας τὰ ὀχυρώματα. Τῷ γὰρ μεγίστη εἶναι, καὶ λόγον καὶ νοῦν καὶ τὴν παροῦσαν κατάστασιν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν, ἐκεῖ τεταμίευται. Οὐδὲ γὰρ ἁπλῶς εἶπε τὰ παθήματα τοῦ νῦν καιροῦ, ἀλλ’ ἵνα δείξῃ αὐτὰ οὐχὶ ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικώμενα· τὰ μὲν γὰρ τῷ παρόντι συγκαταλύεται βίῳ, τὰ δὲ ἀθανάτοις συμπαρεκτείνεται αἰῶσιν—ἅπερ, ἐπειδήπερ οὔτε σαφῶς οὔτε κατὰ μέρος παραστῆσαι τῷ λόγῳ εἶχεν, ἀπὸ τῆς μάλιστα δοκούσης εἶναι παρ’ ἡμῖν ἐπεράστου δόξης αὐτὰ προσηγόρευσεν. Ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν αὕτη εἶναι δοκεῖ.

ΑΛΥΠΙΩΙ Καὶ τοῖς ἕως τῶν τῇδε ὁριζομένοις εἶναι τὰ πράγματα, μετριωτέρα οἶμαι ἡ τοῦ βίου τελευτὴ τῆς ἐν τῷ ζῆν ἀμαθίας. Εἰ δ’ ἐκείνοις, πολλῷ μᾶλλον ἡμῖν τοῖς εἰς ἕτερον αἰῶνα τὸν σκόπον ἔχουσι, καὶ τὴν σύνεσιν καθ’ ἑκάστην ἡμέραν ἀκονᾶν ἐκ τῶν θείων λογίων ὀφείλουσιν.

ΑΡΠΟΚΡΑΙ ΣΟΦΙΣΤΗΙ Τῶν μὲν ἔξωθεν πολλοὶ πολλὰ γεγράφασιν, ἃ μήτε τοῖς πεισθεῖσιν ὠφέλειαν, μήτε τοῖς ἀνηκόοις ζημίαν φέρει· αἱ δὲ θεῖαι γραφαὶ τοῖς μὲν πεισθεῖσι μέγιστον κέρδος, τοῖς δ’ ἀπειθέσιν οὐ μικρὰν ὠδίνουσι βλάβην. Οἱ μὲν γὰρ δόξαν θηρώμενοι γεγράφασιν, αἱ δὲ πρὸς σωτηρίαν τῶν ἀκουόντων ὁρῶσιν.

ΣΕΡΗΝΩΙ Εἰ τοῖς ἀρετὴν ἀσκοῦσι μετὰ παρρησίας νῦν τε ἔξεστι βιῶσαι καὶ μετὰ τὸν ἐνταῦθα βίον παραστῆναι τῷ θείῳ δικαστηρίῳ, τοῖς δὲ κακίαν ἀσπαζομένοις αἰσχύνη νῦν τε ἕπεται κἀκεῖσε ἕψεται, διατί μὴ ἐκείνην μὲν περιπτυσσόμεθα, ταύτην δὲ προτροπάδην φεύγομεν;

ΘΕΩΝΙ Ἡ θεία χάρις τῇ ἀνθρωπίνῃ κιρναμένη προθυμίᾳ σῴζει τὸν ἄνθρωπον. Διόπερ καὶ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα εἶπεν· Συνεργεῖ τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. Οὐ γὰρ ἡ κλῆσις μόνον (πάντες γοῦν ἐκλήθησαν μέν, οὐχ ὑπήκουσαν δέ), ἀλλὰ καὶ πρόθεσις τῶν κεκλημένων τὴν σωτηρίαν εἰργάσατο. Οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις οὐδὲ βεβιασμένη, ἀλλ’ ἑκουσία.

ΗΣΑΙΑΙ Ὅτι μὲν τῇ μὲν μεγαλοψυχίᾳ καὶ ἡ μεγαλοπρέπεια ἕπεται, τῇ δὲ μικροψυχίᾳ ἡ μικροπρέπεια, μάλα ἀκριβῶς οἶμαί σε εἰδέναι, ὅτι δὲ δικαίως τῇ μὲν πρέπει τὸ κλέος, τῇ δὲ τὸ δέος, καὶ τοῦτο οἶμαι εἰδέναι. Ἡ μὲν γὰρ καὶ τὴν εὐημερίαν μετρίως καὶ τὴν δυσημερίαν ἀνδρείως φέρει, ἡ δὲ πῆ μὲν ἄγαν ὑψηλή, πῆ δὲ λίαν ταπεινὴ γίνεται, τοῖς πράγμασι συμμεταβαλλομένη καὶ Εὐρίπου οὐδὲν διαφέρουσα.

ΗΡΩΝΙ ΜΟΝΑΖΟΝΤΙ Ἡ ἀρετὴ χρῆμά ἐστι καὶ ἀναγκαῖον, καὶ συμφέρον, καὶ καλόν, καὶ πρέπον, καὶ λυσιτελές, καὶ χρήσιμον. Ἀναγκαῖον μέν, ὅτι τοῦ πολιτεύεσθαι ὀρθῶς οὐδὲν ἀναγκαιότερον· συμφέρον δέ, ὅτι πρὸς μακαριότητα ἄγει· καλὸν δέ, ὅτι σεμνύνει τοὺς ἔχοντας· πρέπον δέ, ὅτι κοσμεῖ τοὺς κεκτημένους· λυσιτελὲς δέ, ὅτι λύει τὸ τέλος αὐτῆς τοὺς πόνους· χρήσιμον δέ, ὅτι οὐδὲν αὐτῆς χρησιμώτερον. Τίς τοιγαροῦν μὴ λίαν ἐξεστηκὼς οὐ λίαν αὐτῆς ἀνθέξεται;

ΛΕΟΝΤΙΩΙ ΕΠΙΣΚΟΠΩΙ Ἅπας μὲν λόγος χηρεύων πραγμάτων νεκρός ἐστι καὶ μάταιος καὶ ἀχρεῖος, μάλιστα δὲ ὁ παρὰ τῶν ἐπὶ τῇ εὐαγεστάτῃ ἱερωσύνῃ σεμνυνομένων προφερόμενος. Ὅσῳ γὰρ δοκοῦσι προχειρότατα αὐτῷ χρῆσθαι, τοσούτῳ μᾶλλον ἅπαντες οἱ τῷ βίῳ αὐτῶν προσέχοντες ἀπιστοῦσιν αὐτῷ.

Πολλὴν τοιγαροῦν τὴν μετάστασιν, καὶ μεγάλην δεικτέον τὴν μεταβολήν, ἀσκοῦντας καὶ ἠρεμοῦντας καὶ μὴ χρηματιζομένους, εἴπερ βούλονταί τινας αὐτοῖς προσέξειν τὸν νοῦν εἰ γὰρ ταῦτα πράξοιεν, οὐ μόνον τὰ τῶν ὑπηκόων εὖ διακείσεται, ἀλλὰ καὶ αὐτοὶ ἀναρρηθήσονται.

Μὴ γὰρ δὴ τὸ εἰρημένον πρὸς τὸ μηδεμίαν σκῆψιν ὑπολειφθῆναι τοῖς ὑπηκόοις, Ἐπὶ τῆς καθέδρας Μωσέως ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε, πρὸς τὴν οἰκείαν ἀπολογίαν καὶ πρὸς τὸ ἐπιστομίσαι τοὺς ἄλλους προφερέτωσαν. Ἡ γὰρ δοκοῦσα ἀπολογία αὔξει τὴν κατηγορίαν, οὐ μόνον ἀπαραίτητον τιμωρίαν ὠδίνουσα, ἀλλὰ καὶ ἀνοίας ὄνειδος προστριβομένη.

Εἰ γὰρ καὶ τοῖς φοιτηταῖς τοῦτο λυσιτελεῖ ἀκοῦσαι, ἀλλ’ οὐ τοῖς ὑφηγηταῖς πρέπει προφέρειν τὸ τὴν ῥᾳθυμίαν αὐτῶν ἐκπομπεῦον. Ἐρρέθη γάρ· Κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Λέγουσι γὰρ καὶ οὐ ποιοῦσιν. Ὁ μὲν γὰρ Χριστὸς πρόφασιν πᾶσαν ἐξορίσαι βουλόμενος ἐκέλευσε μήτε τῷ βίῳ προσέχειν τῶν διδασκάλων, ὅταν λαβὴν τοῖς ὁρῶσι παρέχῃ, μήτε τοῖς κατ’ ἰδίαν προσταττομένοις, εἰ μὴ τοῖς χρησμοῖς συνᾴδοιεν τοῖς οὐρανίοις, ἀλλὰ τῇ διδασκαλίᾳ μόνῃ τῇ ἐπὶ τῶν ἐκκλησιῶν γινομένῃ.

Διὸ καὶ τῆς καθέδρας τοῦ νομοθέτου Μωϋσέως ἐμνημόνευσε. Τότε γὰρ οὐ τὰ ἑαυτῶν, ἀλλὰ τὰ τῶν γραφῶν φράζουσιν· αὐτοὶ δ’ οὐκ ἂν εἶεν δίκαιοι ταῦτα προφέρειν, ἃ πᾶσαν αὐτῶν δείκνυσι τὴν πονηρίαν· ἀλλὰ σπουδάζειν, ὡς ἐνδέχεται, πᾶσαν ἐκκόπτειν πρόφασιν. Εἰ δὲ λαμπρῶς πολιτευόμενοι οὐκ ὠφελοῦσί τινας, οὐδὲν πρὸς αὐτούς.

Ὥσπερ γὰρ κακῶς πολιτευόμενοι οὐκ εἰσὶ συμμερισταὶ τῶν στεφάνων τῶν τοῖς εὐδοκίμοις ἀποκειμένων, οὕτω λαμπρῶς βιοῦντες οὐ κοινωνήσουσι ταῖς τῶν πταιόντων τιμωρίαις. Σὺ γάρ, φησί, διάθου τὰ κατὰ σαυτόν, τὸν βίον φημὶ καὶ τὸν λόγον· ταῦτα ἀπαιτῶ παρὰ σοῦ, καὶ ὠφελοῦντι μὲν συνησθήσομαι, μὴ ὠφελήσαντα δὲ οὐκ ἀτιμάσω, ἀλλὰ καὶ στεφανώσω. Ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, οὐ κατὰ τὴν τοῦ καμάτου ἔκβασιν. Ταῦτ’ οὖν ἐννοοῦντες καὶ ὑφηγηταὶ καὶ φοιτηταὶ εἰς ἀρετὴν ἑαυτοὺς συνελαυνέτωσαν, πᾶσαν σκῆψιν ἐξοστρακίζοντες.

ΗΣΑΙΑΙ Εἰ περιρρέοντα τὸν ἄδικον πλοῦτον ὁρῶν πλούσιον σαυτὸν ἡγῇ καὶ τοὺς φιλοσοφοῦντας ταλανίζεις, ὡς χαλεπῷ θηρίῳ τῇ πενίᾳ μαχομένους, ἴσθι ὅτι ὅπερ ἐκείνους ἡγῇ, τοῦτ’ αὐτὸς πρὸς ἐκείνους ἐξεταζόμενος πάσχεις· εἰ δὲ οὐκ αἰσθάνῃ. θαυμαστὸν οὐδέν, ἐπεὶ καὶ οἱ μανίᾳ λυττῶντες. δρῶντες ἃ δρῶσιν, ἑαυτοὺς μὲν μακαρίζουσι, τῶν δὲ ὄντως ὑγιαινόντων καταγελῶσιν.

ΑΙΜΙΛΙΑΝΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Διὰ τοῦτο δύσκολόν ἐστιν, ὡς ἔοικεν, διαφυγεῖν τὸν τῆς φιλοδοξίας λογισμόν, ἐπειδήπερ ὃ ποιεῖ τις εἰς καθαίρεσιν αὐτοῦ, τοῦτο ἀρχὴ ἑτέρας φιλοδοξίας εὑρίσκεται. Τοὺς μὲν οὖν ἐρήμους ὄντας ἀγαθῶν πράξεων, δοξάζεσθαι δὲ ποθοῦντας, ὡς δυσιάτους μεταδιδακτέον, λέγοντες ὅτι «ἀσκήσατε ἀρετήν, καὶ τότε ζητεῖτε δόξαν.» Τοὺς δὲ πράξεσι σεμνυνομένους, δόξης δὲ μὴ καταφρονοῦντας, ὡς εὐϊάτους θεραπευτέον, λέγοντες ὅτι «μείζους ἔσονται καὶ λαμπρότεραι αἱ πράξεις, ὅταν καὶ τῆς δόξης καταφρονήσητε, τῆς καὶ πεσεῖν αἰσχυνομένης καὶ στῆναι μὴ δυναμένης, ἀλλ’ εἰς τὸ μὴ ὂν χωρῆσαι ῥᾳδίως ἐπισταμένης.

Τὸ εἰκὸς μὲν γὰρ ζητεῖτε, ἀλλ’ οὐδέπω τούτῳ καιρός. Ἥξει χρόνος ὅτε λάμψετε ὡς ἥλιος.» Τοὺς δὲ τῆς τῶν ἀνθρώπων ὑψηλοτέρους δόξης, ὡς φιλοσόφους ἀναρρητέον.

ΤΩΙ ΑΥΤΩΙ Θειότερον μὲν τὸ πράττοντά τι χρηστὸν μὴ ζητεῖν τὴν ἐξ ἀνθρώπων δόξαν· εἰ δὲ πράττων τις ζητοίη, «φιλόδοξος» ὁ τοιοῦτός ἐστιν, οὐ «κενόδοξος». Ὁ γὰρ κενὸς ὢν πράξεων ἀγαθῶν, δόξαν δὲ ζητῶν μὴ προσήκουσαν, «κενόδοξός» ἐστιν, ἐφ’ οἷς μὴ πράττει σεμνυνόμενος, καὶ ἀλλοτρίῳ προσώπῳ ἐναβρυνόμενος. Οὐ γὰρ τὴν δόξαν κενὴν μόνον χρὴ νομίζειν —εἰ γὰρ τοῦτο δοθείη καὶ ὁ φιλόδοξος «κενόδοξος» εἰκότως ἂν κληθείη—ἀλλ’ εἰ κυριολεκτοῖτο τοὔνομα, ὁ κενὸς ὢν ἔργων χρηστῶν, ἀντιποιούμενος δὲ δόξης, «κενόδοξος» ἂν δικαίως καλοῖτο.

ΠΡΟΣΕΧΙΩΙ ΣΧΟΛΑΣΤΙΚΩΙ ΙΑΤΡΩΙ Πυθαγόρας μὲν καὶ Πλάτων, καὶ οἱ ἄλλοι ἔνδοξοι παρ’ Ἕλλησι σοφοί, ἀποδεικτικαῖς ἀνάγκαις ἑπόμενοι ἡγεμονικωτέραν τὴν ψυχὴν τοῦ σώματος εἰκότως ἀπεφήνατο, καὶ ἐκάλεσαν τὴν μὲν «τεχνίτην», τὸ δὲ «ὄργανον»· τὴν μὲν «ἀσώματον», τὸ δὲ «τριχῆ διαστατόν»· τὴν μὲν «ἀθάνατον», τὸ δὲ «φθαρτόν». Εἰ γὰρ καὶ περὶ ἄλλα τινὰ διήμαρτον τῆς ἀληθείας, ἐν τούτῳ κατὰ σκοποῦ ἠνέχθησαν.

Γαληνὸς δέ—οὐ γὰρ ἔλαθε τοὺς συνετῶς ἀναγινώσκοντας, ἁρμονίαν αὐτὴν λύραν, οὐ λυρῳδὸν ἡγησάμενος—θνητὴν ἀπεφήνατο. Προθέμενος γὰρ εἰπεῖν ὅτι «τῇ κράσει τοῦ σώματος ἕπονται αἱ τῆς ψυχῆς δυνάμεις», εἰς τὸ φάναι τὸ μηδὲ εἶναι ψυχὴν ἀσώματον καὶ ἀθάνατον ἐτελεύτησεν, κρᾶσιν τὴν ψυχὴν οὐκ οἶδ’ ὅπως ὁρισάμενος, ὡς ἐλέγχεσθαι αὐτὸν μάτην μὲν τὸ ὄνομα «τῆς ψυχῆς» θρυλλοῦντα, διὰ δὲ τὸ μὴ δόξαι πολλοῖς σοφοῖς ἀντιλέγειν τοῦτο συγχωροῦντα (τῷ γὰρ πράγματι μαχόμενος τοὔνομα συγχωρεῖ).

Ἀλλ’ οὐ προσεκτέον αὐτῷ ἐν τούτῳ. Τῷ γὰρ ἰατρικῷ δόγματι ἑπόμενος, καὶ τὴν ἰδίαν τέχνην συστῆσαι βουλόμενος, τῆς ἀληθείας οὐκ ἐφρόντισε. Σωμάτων μὲν γὰρ περὶ θεραπείας, ἐπειδὴ τεχνίτης ἐν ταύτῃ ὁ ἀνήρ, περιλαλείτω ὡς βούλεται (οὐ γὰρ ἀφαιρήσομαι αὐτοῦ τὴν ἐπὶ τούτοις σοφίαν), ψυχῆς δ’ ἕνεκεν μὴ ἁμιλλάσθω τοῖς σοφωτέροις, μηδὲ καταβαινέτω εἰς ἀγῶνα οὗ καὶ ἀνάσκητός ἐστι καὶ ἀμελέτητος, μηδὲ ἀθλητὴς ὢν τὴν μουσικὴν κρινέτω, μηδὲ περὶ τὰ σώματα ὅλην ἑαυτοῦ κενώσας τὴν σύνεσιν περὶ ψυχῆς δογματιζέτω, μηδὲ πιστευέσθω ἐν τῷ κατασκευάζειν τὴν ἁρμονίαν τῶν στοιχείων εἶναι ψυχήν· εἰ γὰρ τοῦτο καθ’ ὑπόθεσιν δοθείη—μὴ γὰρ δή τις τῶν συνετῶν οὕτω φρονήσειεν, ἐπειδὴ μηδὲ ἡ ἀλήθεια οὕτως ἔχει—μετ’ αὐτοῦ, μᾶλλον δὲ πρὸ τοῦ σώματος σβεσθήσεται, εἴ γε ἡ ἁρμονία καὶ τελευταία συνίσταται καὶ πρώτη ἀπόλλυται (ἡ γὰρ λύρα καὶ αἱ χορδαὶ ἁρμοσθεῖσαι μὲν τὴν ἁρμονίαν τίκτουσι, διαλυθεῖσαι δὲ χρόνον τινὰ διαμένουσι τῆς ἁρμονίας προαπολομένης).

Τί οὖν φαίη ὁ βέλτιστος περὶ τῶν παρὰ ποιηταῖς καὶ φιλοσόφοις καὶ λογογράφοις φιλοσοφηθέντων, ὡς πάντη τε καὶ πάντως ἐσομένων ἐν τῇ κρίσει κολαστηρίων; Ποῖον δὲ γέρας τοῖς τῇδε βιοῦσιν ὀρθῶς ἐπινοήσει; Τοῖς γὰρ οὕτω πολιτευομένοις, ὡς τὰ πολλά, ἆθλα μέγιστα πόνων καὶ ἱδρώτων μεστά, ἕως τῆς ἐνθάδε τελευτῆς προετέθη. Ποῖ δὲ τὴν τιμωρίαν ὁριεῖ τοῖς κακίαν μὲν πᾶσαν μεταδιώκουσιν, ἕως δὲ θανάτου καὶ πλούτου καὶ τιμῆς ἀπολαύουσι;

Πῶς διερμηνεύσει τὴν παρ’ Ὁμήρῳ τοῦ λογιστικοῦ πρὸς τὸ θυμικὸν παραίνεσιν· «Τέτλαθι δὴ κραδίη»; Πῶς δὲ «Ψυχή τε πταμένη Ἀϊδόσδε βεβήκει»; Πῶς δὲ «Ἦ ῥά τί ἐστι καὶ εἰν Ἄϊδαο δόμοισιν» (ὅ ἐστιν, ἀληθῶς δὴ ἔστι τι κἀκεῖ);

Πῶς δὲ Εὐριπίδης, ὃν σοφὸν εἶναι ὁρίζεται, ἔφη· «Εὖ σοι γένοιτο καὶ ἐν Ἄϊδου δόμοις»; Πῶς δὲ ἡ ἁρμονία, εἴ γε αὐτὸ τοῦτο ἁρμονία εἴη, εἰς ἀναρμοστίαν μεταπίπτει, καὶ ἄμουσον καὶ ἀπηχὲς ἀποτελεῖ μέλος (ἡ μὲν γὰρ ἀρετὴ ἐμμελές τε καὶ ἐναρμόνιον, ἡ δὲ κακία ἄμουσον καὶ ἐκμελές);

Πῶς δὲ ἐπαινεῖν οἴεται δεῖν τοὺς τὰς ἐπιστήμας μετιόντας, εἴ γε ἀπὸ κράσεως εἶεν τοιοῦτοι; Πῶς δὲ ψέγει τοὺς τὰς ματαιοτεχνίας καὶ κακοτεχνίας μεταχειριζομένους, εἰ ὑπὸ φύσεως εἰς ταύτας ἐπαιδοτριβήθησαν;

Πῶς δὲ διαβάλλει τὸν ἀπὸ τῶν εὐμόρφων σωμάτων πορισμόν, εἴ γε ἡ κρᾶσις τοῦτο προυξένισε; Πῶς δὲ ἀπολογήσεται περὶ τῶν καθ’ ἑκάστην ἡμέραν γινομένων μεταβολῶν—πολλοὶ μὲν γὰρ ἀσελγεῖς εἰς σωφροσύνην ἀνέπτησαν, πολλοὶ δὲ σώφρονες εἰς λαγνείαν καταπεπτώκασιν; Οὐ γὰρ δὴ ἡ κρᾶσις μετέπεσε· νέοι γὰρ ὄντες τινὲς καὶ ἀσελγεῖς, ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας εἰς κοσμιότητα ἐπανῆλθον, οὐ τῆς κράσεως ἐν τούτῳ μεταβληθείσης, ἀλλὰ τῆς προαιρέσεως κατορθωσάσης.

Ἀλλ’ ἵνα μὴ πάσας λέγων τὰς γεγενημένας καὶ γινομένας μεταβολὰς μηκύνω τὴν ἐπιστολήν, ταύτας παρεὶς ἐπὶ τὴν δόξασαν αὐτῷ ἰσχυρὰν ἀντιλογίαν χωρήσω. Τίς οὖν ἐστιν αὕτη; «Εἰ ἀθάνατός ἐστι, φησίν, ἡ ψυχὴ ὡς ὁ Πλάτων βούλεται, διὰ τί χωρίζεται ψυχρωθέντος σφοδρῶς ἢ ὑπερζεσθέντος ἢ ὑπερξηρανθέντος ἢ ὑπερυγρανθέντος τοῦ ἐγκεφάλου;» Πρὸς ταύτην τοίνυν τὴν ἐρώτησιν—παρεὶς τὸ ἐλέγξαι αὐτὸν ὅτι πολλάκις ἐκ τοῦ σφυγμοῦ (ὃν ἴσως «ἁρμονίαν» καλεῖ) θάνατόν τισι προειπὼν καὶ ζωὴν ἄλλοις ἐπαγγειλάμενος, διήμαρτε, τῶν μὲν ζησάντων, τῶν δὲ τεθνεώτων (οὕτω τὴν τέχνην στοχαστικὴν οὖσαν τἀληθὲς διαφεύγει), παρεὶς δὲ κἀκεῖνο, ὅτι πολλῶν δηλητηρίοις φαρμάκοις καταγοητευθέντων αἱ ψυχαὶ οὐκ ἀπέπτησαν (οὕτως οὐ πάντως ψυχθέντος τοῦ ἐγκεφάλου χωρίζεται ἡ ψυχή)—ἐκεῖνο ἂν φαίην, ὅτι θεῖός ἐστι δεσμὸς συνδέων τὰ πολὺ ἀλλήλων διαφέροντα, καὶ κοινωνία ἄρρητος ἀσωμάτου ψυχῆς πρὸς σῶμα, καὶ συμπάθεια ἄλεκτος ἀθανάτου οὐσίας πρὸς θνητὸν ὄργανον, ὡς καὶ αὐτῷ τῷ Πλάτωνι δοκεῖ, εἰ καὶ Γαληνὸς τοῦτο οὐδὲ ἐννοεῖν δύνασθαι προσποιεῖται.

Τοῦτο δὲ γέγονεν, ἵν’ ἡ ψυχὴ περὶ πολλοῦ ποιῆται τὸ ἐπιμελεῖσθαι τοῦ σώματος, οὐχ ὥστε πολυσαρκίᾳ ἐξογκοῦσθαι, ἀλλ’ ὥστε ὑγιαίνειν, ὡς εἰ μὴ τοῦτο ποιήσειεν συναπολαύσουσα τῆς δυσκρασίας κατὰ συμπάθειαν, εἰ καὶ μὴ κατὰ προηγουμένην καὶ ἰδιάζουσαν βλάβην. Ἡ γὰρ δυσκρασία τοῦ σώματος καὶ ἡ μέθη καὶ τῇ ψυχῇ παραπέμπει τὸ πάθημα· ἡ δέ, καθάπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι, ταράττεται καὶ τὴν οἰκείαν ἐπιστήμην οὐκ ἐπιδείκνυται συμβυθισθεῖσα, ὥσπερ δὲ ὑποβρύχιος γεγενημένη ἄγεταί τε καὶ φέρεται πολλάκις, ὅπου [δ’] ἂν ἡ ὑγρότης ἡ τὸ κλυδώνιον ἐργασαμένη χειραγωγήσῃ. Οὐ γὰρ τὸ μὴ εἶναι ψυχὴν ἀθάνατον τοῦτο δείκνυσιν, ἀλλὰ τὸ ἐμποδίζεσθαι αὐτῆς τὰς ἐνεργείας μηνύει, ἐπειδὴ μηδὲ μουσικὸς ἄριστος ἄμουσον λύραν ἔχων ἢ εἰς πέλαγος ἐμπεσὼν ἐναρμόνιον ἀποτελέσει μέλος.

Καὶ ταῦτα μὲν ἀπὸ λογισμῶν εἰρήσθω, ἐπιφερέσθω δ’ ἤδη ἡ τοῦ δημιουργοῦ ψῆφος ἐπισφραγίζουσα τὰ εἰρημένα καὶ λέγουσα· Μὴ φοβήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ὡς ἀθανάτου τοιγαροῦν οὔσης τῆς ψυχῆς, οὕτω καὶ διακεώμεθα καὶ διαπραττώμεθα.

ΤΩΙ ΑΥΤΩΙ Οὐχ ὥσπερ ἐν πελάγει, ὦ σοφέ, παρὰ τὴν τῶν ἀγρίων ἀνέμων ἐμβολὴν ὁ χειμὼν γίνεται, οὕτω καὶ ἐν ψυχῇ, ἀλλὰ παρὰ τὴν αὐτῆς ῥᾳθυμίαν. Ἂν γὰρ μὴ αὐτὴ ἀνάψῃ τὴν φλόγα, ἂν μὴ τροφὴν δῷ τῷ πυρί, ἂν μὴ τὰς εὐμόρφους ὄψεις πολυπραγμονῇ, ἂν μὴ τὰ ἀλλότρια κάλλη περιεργάζηται, ἂν μὴ εἰς θέατρα ἔνθα τῶν ἡδονῶν αἱ νιφάδες ἀναβαίνῃ, ἂν μὴ πιαίνῃ τρυφῇ τὴν σάρκα, ἂν μὴ καταποντίζῃ οἴνῳ τὸν ἡνιοχοῦντα λογισμόν, οὐκ αἴρεται ἡ φλόξ, οὐκ ἀνάπτεται ἡ πυρά, οὐ γίνεται ἀργαλεώτερον τὸ θηρίον, οὐ διακόπτεται καθάπερ ὑπὸ πνευμάτων ῥαγδαίων τῆς διανοίας ἡ καθαρότης.