Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί ελεύθερης βούλησης, θείας δίκης και κριτικής της ραθυμίας

Νουθεσίες για την αποφυγή της πλεονεξίας, την ορθή στάση απέναντι στις βιωτικές μεταβολές και σφοδροί έλεγχοι για τον τρυφηλό και ανάξιο βίο ορισμένων κληρικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 7 από 14

ΣΕΡΗΝΩΙ Μὴ πέρα τῆς φύσεως μηδ’ ἔξω τοῦ μετρίου ἐμφορεῖσθαι τῆς εὐημερίας ἀξίου, ἀλλὰ πανταχοῦ τὸ ἀνθρώπινον σκόπει καὶ πρὸς τὰς μεταβολὰς ὅρα τὰς ἐν μιᾷ πολλάκις ἡμέρᾳ πρὸς τἀναντία τὰ πράγματα μεταστοιχειῶσαι δυναμένας. Οὕτω γὰρ καὶ ἀσπαστὸς ἔσει καὶ τὴν εὐπραγίαν βεβαίαν ἕξεις.

Εἰ δὲ καὶ συμβαίη μεταβολή, οὐδὲν ἀργαλέον πείσει, ἅτε προαποθέμενος σαυτῷ τῆς φιλανθρωπίας τοὺς θησαυρούς.

ΣΕΡΗΝΩΙ ΔΙΑΚΟΝΩΙ Τοῖς ἀδίκοις ἡ δίκη χρεωστεῖ τὴν δικαίαν τιμωρίαν, καὶ πάντως ἀποδώσει, εἴπερ μὴ μέλλοι ἄδικος εἶναι ἡ δίκη, ἡ πάντα δικαίως διέπουσα καὶ τῆς δικαιοσύνης πολλὴν ποιουμένη πρόνοιαν.

ΔΙΔΥΜΩΙ ΚΑΙ ΗΡΩΝΙ ΠΡΕΣΒΥΤΕΡΟΙΣ Οὐ χρὴ θαυμάζειν, εἰ οἱ πονηροὶ τοῖς ἀγαθοῖς ἐκπεπολέμωνται. Τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μὴ οὕτως εἶχεν· εἰ γὰρ καὶ λίαν ἄτοπον δοκεῖ, καὶ οὔτε λόγῳ ῥητὸν οὔτε ἔργῳ φορητόν ἐστι τοῦτο, ἀλλ’ ὅμως κατὰ λόγον γίνεται. Ἐναντιοῦται γὰρ τὸ σκότος φωτί, καὶ λῃσταὶ τοὺς λύχνους σβεννύντες ἐπὶ τὸ λῃστεύειν τρέπονται. Ἔλεγχον γὰρ ἡγούμενοι τοῦ σφῶν βίου τὸν ἐκείνων τρόπον, ἐκποδὼν αὐτὸν ποιῆσαι πραγματεύονται.

ΘΕΩΝΙ Παράδοξόν ἐστι, ὦ βέλτιστε, τὸ τῆς κρατούσης δόξης κρεῖττον καὶ τῆς συνηθείας ἀλλότριον.

ΛΕΟΝΤΙΩΙ ΔΙΑΚΟΝΩΙ Μηδέν, ὦ ἄριστε, ἐπὶ τῆς σῆς ἀρετῆς ἄχαρι μηδ’ ἀπηχές, τό γε ἐπὶ σαυτῷ, συγχωρήσῃς γενέσθαι, ἀλλὰ καὶ τοῖς νεώτερά τινα εἰς τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς βουλεύουσι, λέγε ὡς οἰμώξονται κἀνταῦθα κἀκεῖσε, εἰ μὴ τοῦ νεωτερισμοῦ λήξειαν. Ὥσπερ γὰρ σὺν ἀλογίᾳ ἤρθησαν, τόλμῃ ἀκρίτῳ μᾶλλον ἐπαρθέντες εἰς τὴν ἐπιχείρησιν ἢ ἀξιώσεως δικαίᾳ κρίσει, οὕτω κατὰ τὸ εἰκὸς καὶ καθαιρεθήσονται πάλιν.

Ἀσθενὲς γὰρ ἀεὶ τὸ παρ’ ἀξίαν, καὶ τῶν κατὰ τόλμαν ἀλόγιστον ἐπαιρομένων οὐδὲν βέβαιον, ταχεῖαν δὲ ἔχει τὴν μεταβολὴν εἰ μὴ σὺν ἀρετῇ γίγνοιτο.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Δεινὸν μὲν καὶ τὸ τρυφῇ καὶ λαγνείᾳ ἑαλωκέναι ἄνθρωπον εἰς ἱερωσύνην ὅπως δήποτε δοκοῦντα τελεῖν. Τὸ δὲ πάντων σχετλιώτατον ἐκεῖνό ἐστιν, ὅτι τὰ μὲν τῶν ἀνιέρων καὶ ἐναγῶν πράττεις, τῆς δὲ ἀπὸ τοῦ δοκεῖν ἱερωσύνην κεκτῆσθαι ἀντιποιῇ δόξης.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Σὺ μὲν εἰκότως θαυμάζεις, ὅπως ὁ ἄθλιος Ζώσιμος ἐκθύμως τῆς κακίας ἔχεται, καὶ δεσμὸς οὗτός ἐστιν ἀρραγής, ὃν οὐκ ἂν διακόψας οἴχεται φερόμενος ἐπὶ τὰς ἀτόπους πράξεις. Ἕτεροι δὲ οὐ θαυμάζουσιν, ἀλλὰ καὶ εἰκότως τῇ ἐξ ἀρχῆς ἀναστροφῇ τὴν κακίαν ηὐξῆσθαι νομίζουσι. Τὸ μὲν γὰρ ἐκ δούλου πατρὸς πεφυτεῦσθαι, παραλιμπάνουσιν εἰκότως—πολλοὶ γὰρ οἰκέται ἐλευθέρων εἶναι δοκούντων ἀμείνους εἰσὶ κατὰ τοὺς τρόπους—τὴν δὲ ἐξ ἐφήβου ἀγωγὴν κακίζουσιν, ὡς πάσης κακίας οὖσαν μεστήν· διὸ καὶ συνηνδρώθη αὐτῷ τῶν κακῶν ἡ διάθεσις, καὶ εἰς ἕξιν προὔβη ἡ πονηρία. Ἀφέμενος τοίνυν τοῦ θαυμάζειν, τὴν διὰ τῶν εὐαγῶν σαυτοῦ προσευχῶν χάρισαι αὐτῷ θεραπείαν· τάχα πως μεταγνοίη;

ΝΕΙΛΩΙ Εἰ καὶ οἱ φιλότιμοι <δι’> ἐπαίνων μάλιστα παραθήγονται —διψῶσι γὰρ ἐπαίνων μᾶλλον ἢ ποτῶν—ἀλλὰ μετρίως χρὴ τούτους ποιεῖσθαι, καὶ μὴ ἄγαν ὑφαίνειν. Πολλοὶ γὰρ ἐκ τῆς ὑπερβολῆς τῶν ἐγκωμίων ἐκλυθέντες, ἐκλύουσι τὴν εἰς τοὺς πόνους παρασκευήν.

ΑΓΑΘΟΔΑΙΜΟΝΙ ΚΑΙ ΩΦΕΛΙΩΙ ΓΡΑΜΜΑΤΙΚΟΙΣ Ἐπειδὴ αἱ μονοειδεῖς μελέται τε καὶ παραινέσεις κόπτουσι τρόπον τινὰ τῆς τῶν ἀμελεστέρων ψυχῆς τὰ νεῦρα (δοκεῖ γὰρ αὐτοῖς πᾶσα μεταβολὴ σχήματος ἡδύ), χρὴ τὰ συγγράμματα ἐκ σπουδῆς καὶ ψυχαγωγίας κεκρᾶσθαι. Ἐκ μὲν γὰρ τῆς ψυχαγωγίας οἱ ἐμμελεῖς οὐδὲν παραβλαβήσονται, ὑπὸ δὲ τῆς σπουδῆς τῆς τῇ ψυχαγωγίᾳ κεκραμένης οἱ μὴ λίαν ῥᾴθυμοι ὠφεληθήσονται.

ΘΕΟΔΟΣΙΩΙ Οἶδα μὲν ἐξ ὧν ἀκούω ὡς, οὐχ ὑπὲρ λίαν ἀρχαίων πραγμάτων λέγων, ἀδεῶς πράττεις τὴν κατὰ τοῦ ἀθλίου Ζωσίμου κατηγορίαν, συναγωνιστὴν <οὐκ> ἔχων εἰς ψευδολογίαν τὸν χρόνον· αὐτὰ γὰρ ἔχεις μαρτυροῦντα τὰ πράγματα.

Ἀλλὰ χρὴ μὴ τοσοῦτον τὴν γλῶτταν ὁπλίζειν εἰς τὴν κατ’ αὐτοῦ κατηγορίαν, ὅσον εἰς τοὺς εἰς αὐτὸν θρήνους καὶ τὰς προσευχάς. Κατηγορούμενος μὲν γὰρ πλέον εἰς κακίαν ὡς ἔοικεν ἐρεθίζεται, θρηνούμενος δὲ ἴσως ἀνενέγκοι.

ΖΩΣΙΜΩΙ Πολλοὶ μέν, ὦ βέλτιστε, παρ’ Ἕλλησι τὴν ἠθικὴν κατορθώσαντες ἀρετὴν ᾄδονται, εἰ δὲ καὶ τὸ ῥᾳθυμεῖν ἐκείνοις πάτριον καὶ σύνηθες ἦν, οὐδ’ οὕτως ἡμᾶς προσῆκεν τὴν περὶ τὴν ἀρετὴν ἐπιμέλειαν προέσθαι. Τὸ γὰρ μέσον ἡμῖν πρὸς ἐκείνους οὐκ ὀλίγον ὑπάρχον ἀφαιρεῖται τὴν συγγνώμην.

ΜΑΚΑΡΙΩΙ ΕΠΙΣΚΟΠΩΙ Εἰ τοιούτοις χρησάμενος λόγοις ὁ λόγος, οἳ καὶ τὴν ἄψυχον φύσιν εἰκότως ἂν ἔκαμψαν, οὐκ ἔπεισε τὸ ἀμείλικτον ἐκεῖνο θηρίον τὸ κατ’ αὐτοῦ ἐπιλυττῆσαν, ἔδειξε λαμπρῶς ὅτι τὸ πεισθῆναι καὶ μὴ τῶν ἀκουόντων ἐστί, διὰ τὸν τῆς αὐτεξουσιότητος ὅρον, δι’ ὃν καὶ ὁ τῆς κρίσεως ἀξιόλογός ἐστι λόγος.

ΜΑΡΤΥΡΙΩΙ Τοὺς μὲν εὐριπίστους καὶ ἀβεβαίους καὶ χαρὰ καὶ λύπη τῆς πρεπούσης καταστάσεως ἐξακοντίζουσιν· ἡ μὲν πτεροῦσα καὶ παροινεῖν ἀναπείθουσα, ἡ δὲ ταπεινοῦσα καὶ ψοφοδεεῖς παρασκευάζουσα. Τοὺς δὲ βεβαίους καὶ ἐρηρεισμένους, καὶ κρηπῖδα φρονήσεως ἔχοντας, οὐδ’ ὁποτέρα τούτων τοῦ προσήκοντος ἐξίστησι. Τῆς μὲν γὰρ καταστέλλουσι τὰ σκιρτήματα, καθάπερ χαλινῷ τινι τῷ λογισμῷ ἀνασειράζοντες, τῆς δὲ κρείττονες εὑρίσκονται, τὴν ἀμετρίαν αὐτῆς κολάζοντες.

ΑΓΑΘΟΔΑΙΜΟΝΙ Καινότερόν τι τεθέαμαι, ὃ οὐκ ἄν τις ῥᾳδίως καταδέξοιτο, μὴ ἀκριβῶς τὸ πρᾶγμα πυθόμενος. Τριῶν γὰρ ὁμοῦ φίλων περὶ ἑνὸς παρακαλούντων πράγματος, ὁ μὲν δεινότατος προσπαρώξυνεν, ὁ δὲ ἧττον δεινὸς ἐπράϋνεν, ὁ δὲ ἠμεληκὼς τοῦ λέγειν ἔπεισε. Καὶ ἠδυνήθη μὲν ὁ ἀμαθὴς τοσοῦτον ὅσον ἐχρῆν τὸν δεινότατον· ἔπαθε δὲ ὁ ῥητορικώτατος ὅπερ ἐχρῆν τὸν ἀμαθέστατον. Ὡς δὲ ἠρωτᾶτο ἐκεῖνος ᾧ τὴν πρεσβείαν προσέφερον, ἔφη τῷ τρόπῳ τῶν παρακαλούντων προσεσχηκέναι, οὐ τῷ λόγῳ, τῇ πολιτείᾳ πεπεῖσθαι, οὐ τῇ εὐγλωττίᾳ.

Εἰ τοίνυν ὁ βίος τοῦ λόγου περιγίνεται, καὶ ἡ γνώμη τῆς γλώττης, πρῶτον τὴν γνώμην, εἶτα τὴν γλῶτταν κοσμητέον. Εἰ δὲ ἀπιστεῖς ταῦτα γεγενῆσθαι, εἰς τὴν Ὁμηρικὴν πρεσβείαν ἣν ἀεὶ ἐπὶ γλώττης ἔχεις τὸν νοῦν παράπεμψον, ἔνθα ὁ μὲν Ἰθακήσιος δεινότατος ὢν πλέον παρώξυνε τὸν Πηλέως, ὁ δὲ ἧττον δεινὸς (ὁ παιδαγωγός φημι) κατεπράϋνεν, ὁ δὲ Τελαμώνιος ὁ λίαν ἠμεληκὼς τοῦ λέγειν ἔπεισε· καὶ δεδύνηται μὲν ὁ Τελαμώνιος τοσοῦτον, ὅσον ἐχρῆν τὸν Λαέρτου, ἔπαθε δὲ οὗτος ὅπερ ἐχρῆν ἐκεῖνον.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Τὴν ἐμαυτοῦ γνώμην σαφῶς εἰπεῖν βούλομαι, εἰ δέ τις ὑπερβολικῶς εἰρῆσθαι δόξει, δοκείτω. Οἱ γὰρ τῆς ἀρετῆς ἐρασταὶ μαρτυρήσουσι τῷ ῥηθησομένῳ. Φημὶ τοίνυν, εἰ μὲν τῇ ἀρετῇ τιμωρία, τῇ δὲ κακίᾳ στέφανος ἀπέκειτο, ἥδιστ’ ἂν δίκην δέδωκα φιλάρετος ὤν, ἢ ἐστέφθην κακίας ὢν ἐραστής. Οὕτως ἡ μὲν κακία, κἂν στέφανον προξενοίη, πάσης μοι τιμωρίας δοκεῖ χαλεπωτέρα εἶναι, ἡ δὲ ἀρετὴ τιμαλφεστέρα, κἂν τιμωρίας μὴ ἀμοιροίη. Ἡ μὲν οὖν εἰρημένη μοι ἥδε ὑπερβολή, ὡς φαῖέν τινες, ὧδε ἔχει καὶ ἅλις ἐχέτω, εἰ δὲ καὶ πάντως τῇ μὲν ἀρετῇ στέφανος, τῇ δὲ κακίᾳ τιμωρία ἀπόκειται, τί ἐστι τὸ πεῖσάν σε εἰς τὸν πυθμένα τῆς κακίας καταποντῶσαι σαυτόν; Ἡδέως ἄν σου πυθοίμην ἐγώ.

ΠΑΛΛΑΔΙΩΙ ΔΙΑΚΟΝΩΙ «Ἀνθρώπιον» φαῦλον καὶ βδελυρὸν καὶ κίβδηλον— καὶ τί γὰρ οὐ τῶν αἰσχρῶν—καλέσας ἐν τοῖς σαυτοῦ γράμμασι Ζώσιμον, ἀληθῆ μὲν λέγεις, δέδοικα δὲ μὴ καὶ αὐτὸς μικρὸν ὕστερον τοιοῦτος εὑρεθείης. Ἐκεῖνα γάρ, ὥς φασί τινες, ἤρξω πράττειν, ἃ ἐκεῖνος πράττων εἰς ἀνήκεστον ἀναλγησίαν τετελεύτηκεν.

ΜΩΣΕΩΙ ΔΙΑΚΟΝΩΙ Ἓν μόνον καλὸν ἔχειν μοι δοκεῖ ὁ πλοῦτος, ὅτι τοῖς μάλιστα φιλοῦσιν αὐτὸν κινδύνους ἐξαισίους ἀποτίκτει.

ΖΗΝΩΝΙ Ὃ βούλομαι συντόμως φράσαι περὶ τοῦ πάντα ἀρίστου Ἑρμογένους, τοῦ ὄντως ἐπισκόπου, τοῦτό ἐστιν ὅτι τοσοῦτον ἀρετῇ τοὺς ἄγαν εὐδοκίμους παριὼν ὅσον ἐκεῖνοι τοὺς ἄλλους ἅπαντας, ὡς μηδὲν μέγα διαπραττόμενος οὕτω διάκειται, οὕτως ᾠήθη δεῖν τὴν ταπεινοφροσύνην ὥσπερ φρούριον ἢ φυλακτήριον τῶν ἄλλων κατορθωμάτων ἔχειν.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ Ἐπειδὴ περὶ τῆς τάξεως τῶν τριῶν βιβλίων Σολομῶνος ἠθέλησας μαθεῖν, ἴσθι ὅτι ἐπειδὴ τὸ μὲν τὴν ἠθικὴν παιδεύει ἀρετήν, τὸ δὲ δεικνύει τῶν περὶ βιωτικὰ ἐπτοημένων τὴν ματαιοπονίαν, τὸ δὲ τῆς ταῦτα πεπαιδευμένης ψυχῆς τὸν περὶ τὰ θεῖα ἔρωτα, διὰ τοῦτο τὸ μὲν πρῶτον, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον τέτακται. Ὁ γὰρ τὰ ἠθικὰ κατορθώσας τῷ μεμαθητεῦσθαι τῷ Παροιμιαστῇ, καὶ τὴν βιωτικὴν φαντασίαν καταπατήσας τῷ πεφοιτηκέναι παρὰ τῷ Ἐκκλησιαστῇ, οὐκ ἂν περὶ τὸ Τῶν ᾀσμάτων ᾆσμα ἐλθὼν εἰς σαρκικὸν καὶ ὑλικὸν ἔρωτα ὀλισθήσειεν, ἀλλὰ περὶ τὸν ἄχραντον καὶ θεῖον πτερωθείη νυμφίον, τὸν μακαρίους τοὺς τρωθέντας ἀποφαίνοντα.

Παραινῶ τοιγαροῦν τοῖς νέοις, μὴ πρότερον ἅπτεσθαι τοῦ τρίτου συγγράμματος, πρὶν ἢ τὰ ἐν τοῖς δυσὶ κατορθώσειαν. Ἄτοπον γάρ—μᾶλλον δὲ ῥιψοκίνδυνον—καὶ παρὰ τοὺς μυστικοὺς θεσμοὺς τοῖς ἀδύτοις ἐπιπηδᾶν τοὺς μηδὲ τῶν προθύρων ἀξίους. Ὥσπερ γὰρ ἐν τῷ ναῷ τὰ μὲν ἔξω πᾶσιν ἦν βάσιμα, τὰ δ’ ἔνδον ἱερὰ ὅσα τῷ περισχοινίσματι περιείληπτο, βατὰ ὄντα, τοῖς πολλοῖς ἀνιέροις καὶ βεβήλοις ἄβατα ἦν, τὰ δὲ ἔνδον ἱερῶν ἱερωτέρα καὶ ἁγίων ἅγια, οἷς οὐδὲ τοῖς τὸν ἀνεπίληπτον ἔχουσι βίον ἐπιβῆναι ἦν θέμις, ἀλλὰ τῷ ἀρχιερεῖ μόνῳ τῷ ἑαυτὸν δηλονότι ἀφιερώσαντι καὶ πᾶσαν θνητὴν ἀποσεισαμένῳ κηλῖδα· οὕτω κἀπὶ τῶν βιβλίων τούτων διακεῖσθαι τοὺς νέους χρή, πρῶτον μὲν τῇ τῶν ἠθῶν λαμπρύνεσθαι ἀρετῇ, ἔπειτα καταγινώσκειν τῆς τῶν βιωτικῶν πραγμάτων οὐδενείας, καὶ οὕτως ἅψασθαι τῶν τοῖς πολλοῖς ἀνεφίκτων. Οἱ γὰρ ἔξω περιρραντηρίων εἶναι ὀφείλοντες, εἰ φιλονεικήσοιεν μὴ μεμυημένοι τῇ θείᾳ τελετῇ ῥιψοκινδύνως ἐπικωμᾶσαι, δίκην δώσουσι τὴν ἐσχάτην.

ΤΩΙ ΑΥΤΩΙ Πάσης ἔγωγε τόλμης ἐπέκεινα χωρεῖν ὑπολαμβάνω τοὺς βίου μὲν ἀρίστου μηδεμίαν ποιουμένους πρόνοιαν, περὶ δὲ δογμάτων συνεχῶς ζυγομαχοῦντας. Κεκλεισμένης γὰρ αὐτῶν τῆς παρρησίας οὐ θύραις καὶ σημάντροις, ἅτινα ἄν τις καὶ παρασαλεύσειεν, ἀλλὰ θείοις βοῶσι χρησμοῖς·

Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· «Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» αὐτοὶ εἰς τοσοῦτον κεχωρήκασι τόλμης ὡς μὴ μόνον περὶ τῶν δικαιωμάτων ὧν ἐξόμνυνται λόγον κινεῖν—ἧττον γὰρ ἂν ἦν ἴσως κακόν—, ἀλλὰ περὶ τῆς ἀρρήτου καὶ ἀχράντου φύσεως διαφέρεσθαι. Συμβουλεύσαιμ’ ἂν τοίνυν τοῖς τοιούτοις μὴ μιαρῷ καὶ ἐναγεῖ στόματι—τόγε ἑαυτῶν μέρος—σπαράσσειν τὰ θεῖα τὰ καὶ τοῖς λίαν εὐδοκιμωτάτοις μόλις εὐθήρατα, ἀλλὰ περὶ ἑαυτοῦς στρέφειν τὴν βάσανον· τάχα πως τὰς κηλῖδας ἀποτρίψονται ἃς οὐ δεόντως ἑαυτοῖς προσετρίψαντο.

ΕΥΤΟΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Ὥσπερ ἔνια τῶν ἐγκλημάτων εἴωθεν ἄπιστα ποιεῖν ὁ τῶν κρινομένων βίος εὐδόκιμος ὢν καὶ λαμπρός, οὕτως ἔνια τῶν ἐγκωμίων πέφυκεν ἄπιστα ποιεῖν ὁ τῶν ἐγκωμιαζομένων τρόπος σκαιὸς ὢν καὶ φαῦλος. Εἰ γὰρ καὶ πολλοὶ τῶν ἀνθρώπων τῶν μηδὲν λόγου ἄξιον ποιεῖν ἐθελόντων χαίρουσι μὲν ταῖς διαβολαῖς, δυσχεραίνουσι δὲ ἐπὶ τοῖς ἐγκωμίοις —τὰς μὲν γὰρ καὶ καθ’ ἑαυτῶν ἡγοῦνται λέγεσθαι, τῶν δὲ οὐδέποτε ἀπολαῦσαι προσδοκῶσιν—ἀλλ’ οὖν γε οἱ τὴν ἀρετὴν ἐστεμμένοι τοὺς μὲν ἀρίστους ἐφ’ οἷς οὐ συνίασι διαβαλλομένους καὶ πρὸ διαγνώσεως ἀπαλλάττουσι τῶν ἐγκλημάτων, τοὺς δὲ φαύλους, εἰ πρὸς χάριν ἐγκωμιασθεῖεν, ἀναξίους εἶναι τῶν ἐπαίνων νομίζουσιν οὐκ ἀπὸ τῶν λεγομένων ἀλλ’ ἀπὸ τῶν πραττομένων τὰς ψήφους φέροντες. Οὐκοῦν μήτε οἱ ἄριστοι διαβαλλόμενοι δυσχεραινέτωσαν—οὐδὲν γὰρ πρὸς αὐτοὺς τὰ λεγόμενα—μήθ’ οἱ κάκιστοι ἐγκωμιαζόμενοι ἀγαλλέσθωσαν· ἀλλότρια γὰρ αὐτῶν ἐστι τὰ ἐγκώμια.

ΟΥΡΣΕΝΟΥΦΙΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Διὰ τοῦτο εὐχείρωτοί ἐσμεν, ὦ βέλτιστε, καὶ εὐάλωτοι ὅτι κατ’ ἀλλήλων ὁπλιζόμεθα, στρατηγῷ τῷ κοινῷ ἐχθρῷ χρώμενοι. Δέον γὰρ μετ’ ἀλλήλων κατ’ ἐκείνου συνεστάναι, κατ’ ἀλλήλων μετ’ ἐκείνου ὁπλιζόμεθα τοῦ ἑκάτερα τὰ μέρη ἀπολέσαι διψῶντος. Ἀλλὰ τὸ μὲν αἰτιᾶσθαι ῥᾴδιον καὶ παντὸς εἴη, τὸ δ’ εἰπεῖν ὅπως παυσαίμεθα πρὸς ἀλλήλους πολεμοῦντες, τοῦτ’ ἔστι συμβούλου. Φημὶ τοίνυν ὅτι ἐπειδὴ καὶ πλοῦτον καὶ δόξαν καὶ τὰ ἄλλα βιωτικὰ τὰ χόρτου δίκην μαραινόμενα μεγάλα εἶναι νομίζομεν, διὰ τοῦτο τῶν ὄντως μεγάλων ὀλιγωροῦμεν. Εἰ γὰρ ἐκεῖνα φαῦλα καὶ εὐτελῆ—ὥσπερ οὖν καὶ ἔστιν—καὶ ἡγεῖσθαι ἑαυτοὺς ἐδιδάξαμεν, οὐκ ἂν περὶ αὐτῶν ἀσπόνδους ἔχθρας καὶ ἀκηρύκτους πολέμους πρὸς ἑαυτοὺς ἐκινήσαμεν, ἀλλ’ εἰρήνην ἂν καὶ ἀγάπην ἠσπασάμεθα, δι’ ἣν ἅπας πόλεμος καὶ μάχη καὶ διαφορὰ οἴχεται.

ΤΩΙ ΑΥΤΩΙ Ἐπειδὴ πολλοὶ τῶν τὰ μέγιστα παραινούντων οὐδὲ τὰ μικρὰ ποιεῖν ἀνέχονται, ἀλλ’ ἐν λόγοις φιλοσοφοῦντες ἐν τοῖς ἔργοις αἰσχύνην ὀφλισκάνουσι, διὰ τοῦτ’ εἴρηται τὸ Μάθετε καλὸν ποιεῖν. Οὐκοῦν χρὴ συμβαίνοντα τῷ λόγῳ τὸν βίον ἔχειν τὸν μὴ μέλλοντα ὀνείδη τε ἕξειν καὶ τιμωρίαν ὑφέξειν.

ΣΥΡΙΩΝΙ Εἰ πάντες ἄνθρωποι τούτοις καὶ συμμαχεῖν καὶ προσέχειν τὸν νοῦν ἐθέλουσιν, οὓς ἂν θεάσωνται οὐ καθεύδοντας οὐδὲ ῥᾳθυμοῦντας, ἀλλὰ παρεσκευασμένους καὶ παρατεταγμένους καὶ πράττειν ἐθέλοντας ἃ χρή, πῶς σὺ τὴν ἀήττητον συμμαχίαν καὶ καθεύδων καὶ ῥέγχων καὶ μὴ φροντίζων τῆς σαὐτοῦ σωτηρίας ἐπιπτῆναί σοι παρακαλεῖς καὶ διαμαρτάνων δυσχεραίνεις; Ἡγείσθω τοίνυν τὰ παρὰ σοῦ, καὶ τὰ παρ’ ἐκείνης ἕψεται. Οὐ γὰρ λόγοις καλουμένη μόνον, ἀλλὰ καὶ ἔργοις παρακαλουμένη, ἄσμενος καὶ ὥσπερ αὐτεπάγγελτος ἥξει· ἡ γὰρ τοὺς καθεύδοντας διεγείρουσα καὶ τοὺς μὴ βουλομένους προτρέπουσα, οὐκ ἂν τοὺς ἀφ’ ἑαυτῶν ἑλομένους τὴν ἀρετὴν ἐγκαταλείψει, ἀλλὰ καὶ συμπράξει καὶ εἰς τέλος αἴσιον τὸ κατόρθωμα ἄξει.

ΗΡΑΚΛΕΙΩΙ Πόσοι τοῦ πλείονος ἐπιθυμήσαντες, τοῦ παντὸς ἐξέπεσαν; Καὶ τὰ περιττὰ συναγαγόντες, καὶ τὰ ἀναγκαῖα ἀπώλεσαν; Καὶ ὑπερβάντες τοὺς νενομισμένους ὅρους, καὶ τῶν μετρίων ἐγυμνώθησαν; Χρὴ οὖν περικόπτειν τὰ περιττὰ ἵν’ ἐν τοῖς ἀναγκαίοις πλουτῶμεν· οὐ γὰρ τὸ πλοῦτον ἔχειν, ἀλλὰ τὸ μὴ δεῖσθαι πλούτου, πλοῦτός ἐστι μέγιστος.