Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί ορθοδόξου πίστεως, προστασίας των αδυνάτων και εσχατολογίας

Θεολογικές παρεμβάσεις για το δόγμα της συνόδου της Νικαίας, την πνευματική ανωτερότητα του ήθους έναντι της κοσμικής παιδείας, και επιχειρηματολογία κατά των προσδοκιών για ανοικοδόμηση του ιουδαϊκού ναού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 9 από 14

Εἰ τοίνυν καὶ ταῦτα καὶ τούτων πλείονά τε καὶ μείζονα δρῶν οὐδέπω δίκην δέδωκε, μὴ καταψηφίζου ἀμέλειαν τῆς θείας προνοίας, ἀλλὰ τὴν μὲν μακροθυμίαν αὐτῆς θαύμαζε τὴν εἰς μετάνοιαν τοὺς πταίοντας καλοῦσαν, τῶν δὲ μὴ μετανοούντων καταθρήνει τὴν ἀναλγησίαν, τὴν εἰς πικροτάτας αὐτοὺς βασάνους προάγουσαν.

ΩΡΙΩΝΙ Ἐπειδὴ τί ἐστι τὸ εἰρημένον τῷ Παύλῳ Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἠθέλησας μαθεῖν, ἴσθι ὅτι τινὲς μέν, προσποιούμενοι ἀγνοεῖν ὅτι χάρισμα γνώσεως καὶ σοφίας εἴληφε καὶ ὅτι Ἑρμῆς εἶναι ἐνομίσθη, φασὶ μὴ κεκρατηκέναι τὸν ἀπόστολον τῆς φράσεως, ἀλλ’ εἰς τοὐναντίον περιενηνέχθαι. Τὸ γὰρ Κωλυόντων κατὰ κοινοῦ θεὶς τῷ ἀπέχεσθαι εἰς τὴν ἐναντίαν ἀφώρισε τάξιν (οὐ γὰρ ἐκώλυον ἀπέχεσθαι, ἀλλ’ ἀντέχεσθαι). Ἐχρῆν γὰρ εἰπεῖν· «Κωλυόντων γαμεῖν, καὶ κελευόντων ἀπέχεσθαι βρωμάτων.» Εἰ μὲν οὖν καὶ ἀλλαχόσε τοῦθ’ ὑπέμεινεν ὁ θαυμάσιος ἐκεῖνος ἀνήρ, δεδόσθω καὶ τοῦτο. Οὐ γὰρ φιλονεικητέον. Ὅρα δὲ μή ποτε περὶ ἓν στοιχεῖον ἢ μίαν κεραίαν γέγονε τὸ σφάλμα· «Κωλυόντων γαμεῖν, ἀντέχεσθαι βρωμάτων» ἢ «Κωλυόντων γαμεῖν, καὶ ἔχεσθαι βρωμάτων». Ἡ δὲ ἐκκλησία, ὥσπερ τὸν γάμον τίμιον ἡγεῖται, οὕτω καὶ τὰ βρώματα οὐ βδελύττεται· ἀλλ’ οὐδὲ ἀντέχεσθαι προστάττει, ἀλλὰ μέσην χώραν καὶ τῷ γάμῳ καὶ τοῖς βρώμασιν ἀπονέμει· κρείττων μὲν γὰρ ὁ τῆς ἀπολαύσεως αὐτῶν ὑψηλότερος· ὁ δὲ μετρίως ἀπολαύων οὐ μεμπτός· ὁ δὲ διαβάλλων ἔξω ἱερῶν περιβόλων ἐσκήνωται.

Ὅτι δὲ πολλάκις ἓν στοιχεῖον ἢ μεταστοιχειωθὲν ἢ παραλειφθὲν ἢ προστεθὲν τὸν νοῦν τῶν λεγομένων συνταράττει, δῆλόν ἐστιν ἐκ τοῦ φερομένου ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων· Εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ, ἢ ἄγγελος, καὶ τοῦ ἐν τῇ Πρὸς Ἑβραίους· Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν· εἰ μὲν οὖν ἐστιν «ἐπεί», καὶ συγκόπτεται τὸ νόημα, καὶ τοὐναντίον τῇ ἀποστολικῇ γνώμῃ κατασκευάζεται. Καὶ τὸ γνήσιε σύζυγε «γνησία» ἐστί, τοῦ ἰῶτα στοιχείου ἢ προστεθέντος ἢ συγγραφομένου μέν, μὴ συνεκφωνουμένου δέ. Καὶ τὸ ἐν ταῖς Παροιμίαις Ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου, «ὕπερον» εἰ ἔστι τοὔνομα· οὐ γὰρ εἶπε «γυμνὸς» ἢ «γυμνότατος» ὡς ὕπερον (ὅπερ εἴτε τὸ ὕπερον, εἴτε τὸ ὑπερῷον μηνύει ὤφειλε λεχθῆναι), ἀλλὰ «γυμνότερος», Καὶ τὸ εἰς τὸν ψαλμὸν «ἔσται εἰς αὖραν» εἰρημένον, τουτέστιν εἰς πραεῖαν καὶ ἐαρινὴν κατάστασιν μετεποιήθη ἔστη εἰς αὖραν. Καὶ πάλιν·

Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ καὶ καθιεῖται, τουτέστι καταπραϋνεῖ, καὶ καταπραϋνθήσεται ὁ κατακλυσμός· οὐκ εἶπε γὰρ «κατοικήσει», ὥς τινες οἴονται, ἀλλὰ κατοικιεῖ, ὡς τὸ Κατοικίζων στεῖραν ἐν οἴκῳ, καὶ τὸ Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ, καὶ σύ, Κύριε, κατὰ μόνας ἐπ’ ἐλπίδι κατῴκισάς με· ἄλλο γὰρ τὸ «οἰκίσαι» καὶ ἄλλο τὸ «οἰκῆσαι». Τινὲς δ’ ἴσως μὴ νοήσαντες ἔγραψαν· Καὶ καθίεται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, εἶτα ἄλλοι ὡς διορθούμενοι «καθιεῖται» ἔγραψαν. Ἐλέγχει δ’ αὐτοὺς τὰ ἀκροστίχια ἀπὸ τοῦ «Κύριος» τὴν ἀρχὴν ἔχοντα· Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει. Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. Καὶ εἰς τὰ Ἄισματα τῶν Ἀισμάτων· Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλήμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ἰσχύσεσι τοῦ ἀγροῦ, ἐᾶν ἐγείρεσθαι καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὗ θελήσῃ, ἀντὶ τοῦ «Συγχωρῆσαι τὴν ἀγάπην εἰς ὕψος ὅσον ἂν βουληθείη ἀναπτῆναι». Τὸ δὲ «ἐᾶν» μὴ νοήσαντες ὅτι «συγχωρήσατε» ἐστί, μετέγραψαν «Ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην». Ἐχρῆν οὖν προστεθῆναι· «Ἐὰν ἐγείρητε, τόδε γενήσεται», καὶ μὴ μετέωρον αὐτὸ ἀφεῖναι.

Ἀλλ’ ἵνα μὴ πλέον τοῦ δέοντος μηκύνω τὴν ἐπιστολήν, ταῦτα εἰπὼν ἃ τὸν νοῦν τῶν γραφῶν οὐ μόνον οὐ λυμαίνεται, ἀλλὰ καὶ συνίστησι, βέβαιόν τε καὶ πάγιον ἀποφαίνει καὶ τὴν δοκοῦσαν ἀσάφειαν διαλύει, καταπαύσω τοῖς ἐντευξομένοις παραινῶν ἄνευ φιλονεικίας συνιδεῖν· καὶ εἰ μὲν ὀρθῶς εἴρηται, τῷ Θεῷ χάριν εἰδέναι· εἰ δὲ μή, τῷ γεγραφότι συγγνώμην νεῖμαι, τῷ μὴ ἀποφηναμένῳ, ἀλλὰ τοῖς ἐντευξομένοις ἐπιτρέψαντι τὴν ψῆφον.

ΕΥΔΑΙΜΟΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Ἐπειδὴ ἥκει καιρός, ἀρετῆς μὲν ἐπίδειξιν ἀπαιτῶν, δεικνὺς δὲ ὅσον ἀνδρείᾳ τῶν πολλῶν διενήνοχας, δέξαι ἀντ’ ἄλλου τινὸς ἑρμαίου τὴν δραματουργηθεῖσαν κατὰ σοῦ ἐπιβουλήν· καὶ καλοῦντι τῷ καιρῷ πρὸς ἀρετὴν ἄκουσον, μηδὲν ἀγεννὲς μηδὲ ἄνανδρον ἐπιδεικνύμενος, ἀλλὰ κρείττων τοῦ πειρασμοῦ ἀναφανῆναι πειρώμενος.

ΤΩΙ ΑΥΤΩΙ Ἐπειδὴ τῶν ἀνθρώπων, ὡς γέγραφας, οἱ μὲν μηδὲ εἶναι τὸ θεῖόν φασιν, οἵτινες τὰ ἐπ’ ἀσεβείᾳ νικητήρια ἤραντο· οἱ δὲ εἶναι μέν, μὴ προνοεῖν δέ· ἄλλοι δὲ προνοεῖν μέν, ἀλλὰ τῶν ἐπουρανίων· ἄλλοι δὲ καὶ τῶν ἐπιγείων μέν, οὐ πάντων δέ, ἀλλὰ βασιλέων καὶ ἀρχόντων· ἄλλοι δὲ πάντων ὁμοῦ μέν—καὶ γὰρ καὶ μέχρι μυρμήκων τὴν πρόνοιαν αὐτοῦ διήκειν—οὐ μὴν τριάδα ὁμοούσιον προσκυνοῦσι· καὶ οἱ μὲν αὐτοματισμόν, οἱ δὲ εἱμαρμένην εἶναι ὁρίζονται· καὶ οἱ μὲν διὰ Μώσεως μόνου τὸ θεῖον νενομοθετηκέναι οἴονται, οἱ δὲ ἐναντίαν δύναμιν· καὶ οἱ μὲν μὴ ἐπιδεδημηκέναι τὸν ἐκ Θεοῦ φύντα Λόγον, οἱ δὲ κατὰ φαντασίαν ἐπιδεδημηκέναι· καὶ οἱ μὲν σύγχυσιν καὶ κρᾶσιν καὶ ἀφανισμὸν τῶν οὐσιῶν ἐδογμάτισαν· οἱ δὲ ἐν ἀνθρώπῳ γεγενῆσθαι· καὶ οἱ μὲν εἶναι ἐλάττονα τοῦ Πατρός, οἱ δὲ κτίσμα ὡρίσαντο· καὶ οἱ μὲν τὸ θεῖον Πνεῦμα οὐ Θεὸν ὁμολογοῦσιν, οἱ δὲ λειτουργικὸν καὶ ἁγιαστικὸν ὀνομάζουσιν· οὐ χρὴ ταῖς τῶν νοσούντων ἕπεσθαι ψήφοις, ἀλλ’ ἀπὸ τῆς τῶν ὑγιαινόντων κρίσεως λαμβάνειν τὰς ἀποδείξεις, καὶ τῇ ἁγίᾳ συνόδῳ τῇ συγκροτηθείσῃ κατὰ Νικαίαν ἀκολουθεῖν μήτε προστιθέντας μήτε ἀφαιροῦντας· ἐκείνη γὰρ θεόθεν ἐμπνευσθεῖσα τὸ ἀληθὲς ἐδογμάτισεν.

ΠΟΣΕΙΔΩΝΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Τὸ προσκροῦσαι τῷ τετιμηκότι Θεῷ πάσης συμφορᾶς καὶ τιμωρίας ἡγεῖσθαι χρὴ ἀργαλεώτερον. Οὐ γὰρ τοσοῦτον ἔγωγε νομίζω ἔσεσθαι τὸν ἀπὸ τῆς κολάσεως πόνον, ὅσον τὴν αἰσχύνην τὴν ἀπὸ τοῦ τῷ δοξάσαντι προσκροῦσαι συμβησομένην· τὸ δὲ καὶ αὐτὰ τὰ ὅπλα, δι’ ὧν ἐτιμήθησαν, κατ’ αὐτοῦ κινοῦντας ἁλῶναι, καὶ τῇ τιμῇ κατὰ τοῦ τιμήσαντος κεχρημένους φωραθῆναι, πᾶσαν ὑπερβάλλει μανίαν. Τὸ μὲν γὰρ ἀνυπέρβλητον ἄνοιαν, τὸ δὲ ἀνήκεστον μανίαν ἔχει.

Χρὴ τοιγαροῦν τοὺς ἱερωμένους, ὥσπερ ἀνάκτορα, παντὸς τυραννικοῦ καὶ αἰσχροῦ πάθους ἀβάτους ἑαυτοὺς διατηρεῖν.

ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ Ὅτι ὁ παράνομος οὐ διαφεύξεται τὴν δίκην, ἀλλ’ ἢ ἐνταῦθα ἢ ἐκεῖσε τιμωρηθήσεται, πολλοὶ δὲ κἀνταῦθα κἀκεῖσε ἐτιμωρήθησαν, οὐ ὁ ἡμέτερος λογισμὸς ὑποβάλλει, ἀλλὰ καὶ τὰ θεῖα λόγια. Τοὺς μὲν οὖν πολλοὺς παραλείψω, ἑνὸς δὲ ἐπιμνησθήσομαι, δόξαντος σοφίᾳ τινὶ καὶ πανουργίᾳ κατεσκευακέναι τὸ διαφεύγειν τὴν δίκην, καὶ μὴ δυνηθέντος· ὁ Ἰωὰβ ὁ τοῦ Δαβὶδ στρατηγὸς γνώμῃ μὲν στρατηγικῇ καὶ ῥώμῃ καὶ δόρατι διαπρέπων, φθόνῳ δὲ καὶ δόλῳ τοὺς συστρατηγήσαντας ἀνελὼν οὐκ ἔλαθεν εἰς τέλος τὴν δίκην. Νομίσας γὰρ τέχνῃ τινὶ καὶ μεθόδῳ διακρούσασθαι ταύτην, τὸν Ἀδωνίαν βασιλειῶντα φίλον οὐκ ἀπεστρέψατο, ἀλλὰ καὶ συνέπραξεν εἰς τὴν χειροτονίαν, προσδοκῶν μὴ μόνον ἀποφεύξεσθαι τὴν τιμωρίαν ὧν ἔδρασε φόνων εἰ προεξευμενίσαιτο τὸν βασιλέα, ἀλλὰ καὶ χάριν ἀπολήψεσθαι. Ὃς δὲ διὰ τοῦτο μᾶλλον τετιμώρηται· ὅπερ γὰρ φοβούμενος γενέσθαι συνέπραξε τῷ τυράννῳ, τοῦτο ἡ κατασκευὴ αὐτῷ προυξένησε· καὶ δι’ ὧν ᾤετο ἐκφυγεῖν τὰς ἀρὰς τοῦ Δαβίδ, διὰ τούτων αὐτὰς εἰς ἔργον ἤγαγε, καὶ τὸ σόφισμα παγὶς ἐγένετο· καὶ ὅπερ ἔφυγε μὴ παθεῖν, διὰ τῆς φυγῆς ἔπαθε· καὶ τὸ ἀποτρεπτικὸν τῶν λυπηρῶν κατασκευαστικὸν ηὑρίσκετο τῶν συμφορῶν.

Εἰ τοίνυν οὐκ ἔστι διαδράναι τὴν δίκην, πῶς πᾶσαν ὠμότητα καὶ ἀγριότητα κατὰ ψυχὴν ὡπλισμένοι δόλοις καὶ μηχαναῖς καὶ στρατηγίαις νομίζετε τὰς ἐφ’ οἷς ἐπλημμελήσατε διαδιδράσκειν τιμωρίας;

ΜΑΡΩΝΙ Ἐκ τῶν πραγμάτων ὡς τὰ πολλὰ αἱ φῆμαι φύονται· αἱ μὲν οὖν ἀληθεῖς οὐ ῥᾳδίως, τάχα δὲ οὐδ’ ὅλως σβέννυνται, αἱ δὲ ψευδεῖς, καὶ παρὰ τῶν ἐχθρῶν φθόνου ἕνεκεν πραττόμεναι, ὡς τὰ ἀράχνεια ὑφάσματα, θᾶττον διαλύονται. Πέπαυσο τοίνυν τῶν ἀτόπων πράξεων· εἰ δὲ μή, μὴ ἀγανάκτει κατὰ τῆς φήμης, ὡς πανταχοῦ σε κωμῳδούσης· οὐδὲ γὰρ οἷόν τε ῥίζης οὔσης κλάδους μὴ ἀναφύναι.

ΗΡΩΝΙ Εἰ καὶ τίμιός ἐστιν ὁ γάμος καὶ ἔννομος ἡ εὐνή, ἀλλ’ οὐκ ἀεὶ αὐτῇ ἐπιπηδητέον, ἀλλὰ καιρούς τινας σχολαστέον καὶ παραχωρητέον τῇ φύσει, ἕως ἂν καθαρὰ μένῃ καὶ ἐπιτηδεία πρὸς παιδοποιίαν γένηται. Καὶ τοῦτο μὲν ὁ νόμος ἐθέσπισεν, ἡ δὲ χάρις καὶ διὰ τὴν ἁγνείαν καὶ διὰ τὰς συνεχεῖς προσευχὰς τοῦτο γίνεσθαι συνεβούλευσε, διὰ μὲν Παύλου λέγουσα· ἵνα σχολάσητε τῇ προσευχῇ, διὰ δὲ Πέτρου τοῦθ’ ὅπερ μαθεῖν ἠθέλησας· χρῆναι γὰρ ἔφη τοὺς ἄνδρας ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμειν τιμήν.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ Πιστεύω ὅτι εἰ γνοίη παρὰ τῆς σῆς ὁσιότητος ὁ τῇ ἑαυτοῦ ἐπιτρέπων δυνάμει ὅτι σὺν Θεῷ φάναι, τῆς ἐκκλησίας ἐκ τῆς ἄνωθεν βοηθείας ὠχυρωμένης καὶ τῶν νόμων ἐρρωμένων, οὐδεὶς παρὰ τὸ δίκαιον ἐκβιάσασθαι τὸν πένητα ἐφ’ ὕβρει τῆς ἐκκλησίας τῆς ὀρεγούσης τοῖς ἀδικουμένοις <τὴν> χεῖρα δυνήσεται, ἀποστήσεται τῆς κατὰ τοῦ πένητος ἀδικίας, μᾶλλον δὲ τῆς καθ’ ἑαυτοῦ· οὐ γὰρ τοσοῦτον ὁ πάσχων—τέως γὰρ οὕτως εἰρήσθω—ὅσον ὁ δρῶν ἀδικεῖται.

ΤΩΙ ΑΥΤΩΙ Εἰ καὶ μηδεμίαν τὸν ὑβριστὴν ὁ λοιδορηθεὶς τῆς τόλμης ἐν δικαστηρίῳ διὰ τὸ οἰκεῖον ἐπάγγελμα ἐγράψατο γραφὴν —ἦ γὰρ ἂν παρέστησεν αὐτὸν δίκας ὧν ἔδρασεν ἀπαιτηθησόμενον—, ἀλλ’ οὖν γε ἔτι ἐναύλους ἔχει τὰς ὕβρεις. Ἐπεὶ οὖν δίκαιον αὐτὸν θεραπευθῆναι, ἄλλος ἰατρὸς τοιοῦτος οὐκ ἔστι τῶν τοιούτων παθῶν ἢ ὁ πλήξας αὐτός, παρασκευάσων αὐτὸν ἀπολογήσασθαι τἀνδρί.

ΑΛΥΠΙΩΙ Τῇ ἐλπίδι τῶν μελλόντων δίδοσθαι ἀγαθῶν τοῖς τὰ τρόπαια στήσασι κατὰ τῆς κακίας λαμπρὰ ὁπλίζων σαυτόν, καὶ περιφράττων καλῶς πάντοθεν, καὶ εὐχαῖς τοῦτο τὸ τεῖχος ἰσχυρὸν κατασκευάζων, ἀποκρούου τῆς ἀθυμίας τὴν ἔφοδον. Δεινὴ γάρ ἐστι καὶ γενναίαν ψυχὴν χειρώσασθαι, ἂν μὴ διὰ παντὸς ἐκείνη, τοὺς στεφάνους ὀνειροπολοῦσα, ὑποφέρῃ τὰ λυπηρά.

ΑΘΑΝΑΣΙΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Πρώην μὲν ἑτέρων ἤκουον, νῦν δὲ ἔγνων δεινότατον ὄντα σε ῥητορεύειν, ὃς ἐπὶ πράξεσιν οὕτω παρανόμοις καὶ πονηραῖς λόγων εὐπρέπειαν ἐχόντων οὐκ ἠπόρησας. Ἀλλ’ οὐχ ὁ τέχνῃ τἀληθοῦς περιγενόμενος ἐπαίνων ἄξιος, ἀλλ’ ὁ τὸ ἀληθὲς ἀτέχνως φράζων. Ἀφέμενος τοίνυν τῆς δεινότητος, ἔχου τῆς ἀληθείας καὶ τὸν βίον τὸν σαυτοῦ πρὸς ταύτην βλέπων ῥύθμιζε. Εἰ γὰρ καὶ ἀνθρώπους παραλογίσασθαι δυνηθείης, εἰ καὶ ὅτι μάλιστα καὶ παρ’ αὐτοῖς ἐφωράθης, ἀλλὰ τὸν ἀπαραλόγιστον οὐ φενακίσεις κριτήν.

ΜΑΡΤΙΝΙΑΝΩΙ, ΖΩΣΙΜΩΙ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙΩΙ Ἐνέτυχον ἁγίῳ ἀνδρί, ᾧ ἔργον ἐστὶ τὸ ὑπὲρ τῶν πταιόντων ἱκετεύειν τὸν θεῖον—ἴστε δὲ ὃν λέγω—καὶ εἶδον ὑπόθεσιν αὐτῷ δακρύων ἀενάων τὸν ὑμέτερον γεγενῆσθαι βίον.

Αἰσχυνόμενος γὰρ ἐπὶ τοῖς παρὰ πάντων περὶ ὑμῶν κωμῳδουμένοις, ἔλεγε τοῖς παρακαλεῖν πειρωμένοις· «Ἄφετε, πικρῶς κλαύσομαι, μὴ κατισχύετε παρακαλεῖν με.» Εἶτα ὡς ἀνένευσεν ὀλίγον ἐκ τῶν θρήνων, οὐκ οἶδ’ ὅ τι ἐννοήσας (οὐ γὰρ ἀσφαλὲς τῶν ἀδήλων κατατολμᾶν), ὥσπερ ἔνθους γενόμενος, καὶ εἰς οὐρανὸν ἀναβλέψας, ὡς αὐτὸν ὁρῶν τὸν πάντων δεσπότην, ἐβόησε· «Δόξα σοι. Βασιλεῦ, δόξα σοι.

Πόσης μακροθυμίας πέλαγος παρὰ σοί, πόσης ἀνεξικακίας θησαυρός. Οἱ διὰ τὸ ὄνομα τὸ σὸν ἐξ ἀφανῶν καὶ ἀτίμων λαμπροὶ καὶ περίβλεπτοι γεγονότες, τῇ τιμῇ κατὰ σοῦ τοῦ τετιμηκότος κέχρηνται, καὶ τολμῶσιν ἀτόλμητα, καὶ ἐνυβρίζουσιν εἰς τὰ ἅγια, συγγνώμης ἁμαρτάνοντες μείζονα.» Εἰ τοίνυν καὶ ὁ ὑπὲρ τῶν ἄλλων πρεσβεύων, διὰ τὰ ὑμέτερα πταίσματα τὴν θείαν ἐξεπλάγη μακροθυμίαν, τίς ὑπὲρ ὑμῶν ἱκετεύσει; Τίς πρεσβεύσει; Τίς παραστήσεται; Ἐννοῦντες οὖν οἷ τῶν κακῶν ἐστέ, παύσασθε ἀσύγγνωστα πταίοντες,

ΟΛΥΜΠΙΩΙ ΙΣΙΔΩΡΩΙ Σοφὸν ἔγωγε ἡγοῦμαι οὐ τὸν τὰς τῶν ποιητῶν ῥαψῳδίας καὶ τὰς τῶν ῥητόρων δεινότητας καὶ τὰς τῶν σοφῶν τερθρείας, ὡς νομίζεις, ἐπὶ γλώττης ἔχοντα, ἀλλὰ τὸν τὸ ἦθος ἐξασκήσαντα καὶ τὸν τρόπον ῥυθμίσαντα. Τὸν γὰρ τοιοῦτον οὐδ’ ὑπ’ ἐκείνων ἐκτραχηλίζεσθαι οἶμαι.

Πονηρία γὰρ τὴν τοῦ λέγειν ἐμπειρίαν προσλαβοῦσα, πολλῷ ἀργαλεώτερα τῆς ἀμαθίας ἐργάζεται κακά. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, ἐγγυήσεται Θουκυδίδης λέγων· «Ἀμαθία μετὰ σωφροσύνης ὠφελιμώτερον ἢ δεξιότης μετὰ ἀκολασίας.» Εἰ τοίνυν οὐδὲ τὴν εὐφυΐαν ἐκεῖνος ἀπεδέξατο (πρὸς κακοῦ γὰρ γίνεται τοῖς μὴ καλῶς αὐτὴν γεωργοῦσι), σχολῇ γε περὶ τῆς ἔξωθεν παιδεύσεως ἀποφανούμεθα ὡς ἀξίας λόγου, ὅταν ὁ τρόπος ἀκόλαστος εἴη. Εἰ μὲν οὖν ἄμφω συνέβαινε, φρόνησίς τε καὶ παίδευσις, τουτέστι τρόπος καὶ λόγος, εὖ ἂν ἔχοι· εἰ δὲ θάτερον λείπηται, ἄμεινον ἑλέσθαι τὸ κρεῖττον. Ὅτι δὲ ταῦθ’ οὕτως ἔχει, ἐγγυήσεται καὶ Πλάτων, ὃν αὐτὸς καὶ μόνον ὀνομάζων ἐναβρύνῃ· φησὶ γάρ· «Φημὶ τὰς ψυχὰς τὰς εὐφυεστάτας, κακῆς παιδαγωγίας τυχούσας, διαφερόντως κακὰς γίνεσθαι· ἢ οἴει τὰ μεγάλα ἀδικήματα καὶ τὴν ἄκρατον πονηρία ἐκ φαύλης, ἀλλ’ οὐκ ἐκ νεανικῆς φύσεως τροφῇ διολλυμένης γίγνεσθαι, ἀσθενῆ δὲ φύσιν μεγάλων οὔτε κακῶν οὔτε ἀγαθῶν αἰτίαν ποτὲ ἔσεσθαι;» Εἰ τοίνυν καὶ ὁ τῶν ἱστοριογράφων ἄκρος καὶ ὁ τῶν φιλοσόφων κορυφαῖος τὸ ἦθος τοῦ λόγου καὶ τὸν τρόπον τῆς πολυμαθίας προκρίνοντες ὤφθησαν, τί ἄτοπόν φημι, τὸν καρπὸν λέγων ἀναγκαιότερον τῶν φύλλων ἡγεῖσθαι;

Καρπὸν μὲν γὰρ ὁρίζομαι εἶναι τὴν ἀρετήν, φύλλα δὲ τὴν εὐγλωττίαν. Ποιεῖ μὲν οὖν τινα κόσμον τῷ δένδρῳ καὶ τὰ φύλλα περισειόμενα, ἀλλ’ ὁ καρπός ἐστιν ὁ ζητούμενος, δι’ ὃν καὶ τὰ φύλλα γεγένηται. Καὶ ἴσως οὕτω κέκληται παρὰ τὸ φυλάττειν αὐτόν.

ΤΩΙ ΑΥΤΩΙ Αὐτὸς μὲν λίαν ἐξεθαύμασας τὰ πρώην ἐπισταλέντα, κινδυνεύεις δὲ αὐτὰ ἀνατρέπειν τῷ γεγραφέναι, δι’ ἣν αἰτίαν Ζώσιμος καὶ Εὐστάθιος καὶ Μάρων, μήτε λόγῳ μήτε βίῳ διαπρέποντες, ἀλλ’ ἀπαιδευσίαν ἐσχάτην ἐν ἑκατέρῳ νοσοῦντες καὶ κωμῳδία καὶ γέλως πᾶσι προκείμενοι, δοκοῦσιν εἰς ἱερωσύνην τελεῖν. Ἐγὼ δὲ ἁπλῆν καὶ σαφῆ τὴν ἀπολογίαν ποιήσομαι· εἰ μὲν γὰρ ὑπὲρ αὐτῶν τὸν λόγον ἐποιησάμην τὴν ἀρετὴν τῆς παιδεύσεως προκρίνων, εἰκότως ἄν με εἰς ἀνάγκην ἀπολογίας κατέστησας· εἰ δὲ προσώπων μὲν λόγος ἦν οὐδείς, αὐτὸ δὲ τὸ πρᾶγμα καθ’ ἑαυτὸ ἐβασανίζετο (ὡς καὶ αὐτόν σε ἐκπλαγέντα, ὡς ἔφης, τὸ κάλλος καὶ τὴν ἀλήθειαν τῶν γεγραμμένων μείζους ἢ κατ’ ἐμὲ ἐπαίνους ὑφῆναι), τί δήποτε νῦν ἀνθρώπους ὅπως δήποτε βιοῦντας εἰς μέσον προὔθηκας, ἐξελέγχειν τὰ πρώην γραφέντα ἐπιχειρῶν; Οὐδὲ γὰρ εἰ μυρίων ἐκεῖνοι γέμουσι κακῶν καὶ πάντας ἀπέκρυψαν, ὡς γέγραφας, ταῖς παρανομίαις, ἤδη ὁ λόγος ὁ παρ’ ἡμῶν ὁ τῇ ἀληθείᾳ ὠχυρωμένος ἀνατραπήσεται, ἀλλ’ ἐκεῖνοι μὲν ἤδη τοιοῦτοί εἰσι· μετὰ τοῦ κωμῳδεῖσθαι καὶ δίκην ἀνύποιστον δώσουσιν, ἡ δὲ ἀλήθεια διαλάμψει μειζόνως, οὐ παρ’ ὀλίγων πονηρῶν ἐλεγχομένη, ἀλλὰ ταύτῃ μάλιστα λαμπροτέρα γινομένη ὅτι τοὺς μὴ ἐρῶντας αὐτῆς δυσκλεεῖς ἀποφαίνουσα τοὺς ἐραστὰς εὐκλεεστάτους ἀπεργάζεται.

ΙΣΙΔΩΡΩΙ ΕΠΙΣΚΟΠΩΙ Ἀπὸ πασῶν τῶν ἱερῶν γραφῶν δεῖξαι δυνάμενος ὅτι τὰ Ἰουδαϊκὰ πράγματα τέλεον οἴχεται καὶ παλιγγενεσίαν οὐχ ἕξει, ἀπ’ αὐτῆς τῆς ῥήσεως ἧς ἰσχυριζόμενος ὁ πρὸς σὲ διενεχθεὶς Ἰουδαῖος ἐνόμισεν αὐτὰ ἀναστήσεσθαι, τὸν παντελῆ αὐτῶν ἀφανισμὸν δεῖξαι πειράσομαι. Τίς οὖν ἐστιν αὕτη, ἐφ’ ᾗ ἐκεῖνος μέγα φρονεῖ; Καὶ ἔσται, φησίν, ἡ δόξα τοῦ οἴκου τούτου, ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Ἀλλὰ πρὶν εἰς τὴν ἐρμηνείαν χωρῆσαι, οὐκ οἶδα τί δράσω, πότερον καταγνῶ αὐτοῦ τῆς ἀπαιδευσίας, ἢ μισήσω τὴν κακουργίαν.

Τὸν μὲν γὰρ ἀμαθῆ διδάσκειν χρή, τὸν δὲ κακοῦργον ἐλέγχειν. Μᾶλλον δὲ ἐπειδὴ ἑρμηνεία καὶ παίδευσις ἔσται τοῖς ἀγνοοῦσι καὶ ἔλεγχος τοῖς κακουργοῦσι, φέρε αὐτὴν τὴν ῥῆσιν εἰς μέσον ἀγάγωμεν. Φημὶ τοίνυν ὅτι Σολομῶνος τὸν ναὸν ἀναστήσαντος ὁ Βαβυλώνιος αὐτὸν ἔκλινε καὶ τοὺς Ἰουδαίους αἰχμαλωτεύσας ἀπήγαγεν. Ἐπεὶ τοίνυν μετὰ τὴν ἐπάνοδον ἔμελλον τοῦτον ἐγείρειν, οὐδεμία δὲ χρημάτων ὑπεφαίνετο πρόσοδος, εἰς χρηστὰς ἐλπίδας αὐτοὺς ἄγων ὁ Θεὸς ὅπως ἅψωνται τοῦ ἔργου ἔφη· Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον.

Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Ὧδέ μοι πρόσεχε τὸν νοῦν. Ὁ Ζοροβάβελ ἥψατο τῆς δευτέρας οἰκοδομίας, καὶ χρησμὸς εἴρηται περὶ αὐτοῦ· Αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελοῦσιν αὐτόν. Τὸ δ’ «ἐθεμελίωσαν» δείκνυσι μὲν καὶ τὴν μετὰ τὴν Βαβυλῶνα παντελῆ ἐρημίαν, δείκνυσι δὲ καὶ τὴν δευτέραν οἰκοδομίαν. Ἐπεὶ οὖν ἀνέστη ὁ ναὸς καὶ εἰς τὴν λαμπροτέραν τῆς προτέρας ἠνέχθη εὐπρέπειαν, πάλιν πταισάντων <τῶν> Ἰουδαίων εἰς τὰ κατὰ τὸν Χριστὸν παρεδόθη τῇ τῶν Ῥωμαίων χειρί, ἥτις αὐτὸν εἰς τοὔδαφος κατήνεγκεν. Εἰ μὲν οὖν ἔμελλε πάλιν ἀναστήσεσθαι, εἶπεν ἄν· «Ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ δευτέρα ὑπὲρ τὴν πρώτην.» Τὸ δὲ «<ἡ ἐσχάτη> ὑπὲρ τὴν πρώτην» τὴν δευτέραν ἐσχάτην ἀπέφηνεν· ὥσπερ οὖν οὐκ ἔστι τῆς πρώτης προτέρα, οὕτως οὐδὲ τῆς ἐσχάτης ὑστέρα.

Εἰ μὲν γὰρ εἶπεν· «Ἡ δευτέρα ὑπὲρ τὴν ἔμπροσθεν», εἰκὸς ἦν καὶ τρίτην προσδοκᾶν· εἰ δὲ τὴν δευτέραν «ἐσχάτην» ἐκάλεσε, πᾶσα αὐτοῖς ἀποκέκλεισται ἀναισχυντίας ὁδός.