Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαί

Ἰσίδωρος ὁ Πηλουσιώτης

Επιστολές περί θείας πρόνοιας, δικαιοσύνης και ποιμαντικού ελέγχου

Επιστολές προς διάφορα πρόσωπα, με κεντρικά θέματα τη θεία μακροθυμία, την αυστηρότητα της κρίσης, την αναγκαιότητα της μετάνοιας και τον έλεγχο όσων παραμελούν τα ιερατικά τους καθήκοντα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 1 από 14

ΕΡΜΙΝΩΙ, ΔΩΡΟΘΕΩΙ, ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤΟΙΣ Μὴ καταβοᾶτε, ὦ βέλτιστοι, τῆς θείας προνοίας ὅτι Ζώσιμον, εἰ καὶ μὴ κεκέλευκεν, ἀλλά γε οὐ κεκώλυκεν ἱερᾶσθαι. Ἀλλὰ θαυμάζετε αὐτῆς τὴν μακροθυμίαν τὴν μικρὸν ὕστερον, εἰ μὴ γνωσιμαχήσειε, τοιαύτας αὐτὸν εἰσπραξομένην δίκας, ὡς τοὺς νῦν καταβοῶντας τὴν ἀδέκαστον αὐτῆς ἀνακηρύξαι ψῆφον.

ΤΟΙΣ ΑΥΤΟΙΣ Οὐκ ἔστι ταὐτὸν «κελεύειν» καὶ «μὴ κωλύειν», οὐδὲ «χειροτονεῖν» καὶ «συγχωρεῖν». Τὸ μὲν γὰρ ὡς δέον γίνεσθαι προστάττεται, τὸ δὲ διὰ τὴν αὐτεξούσιον προαίρεσιν, ᾗ τὸ ἀνθρώπινον κεκόσμηται γένος, συγχωρεῖται.

Μὴ τοίνυν τῶν ἀγοραζόντων τὴν ἱερωσύνην ἀφέμενοι, τὸν συγχωροῦντα αἰτιᾶσθε. Εἰ μὲν γὰρ ἀνεύθυνος ἦν ἡ ἀρχή, εἰκότως ἐδυσχεραίνετε, εἰ δὲ τοσαύτην ἀπαιτεῖται τὴν δίκην ὁ ταύτην διέπων, ὅσον καὶ τὴν τιμὴν ἔσχε, καταθρηνεῖσθαι ἂν εἴη δίκαιος, ὅτι τῇ θείᾳ μακροθυμίᾳ εἰς κακίας ἐφόδιον ἀπεχρήσατο.

ΖΩΣΙΜΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Εἰ καὶ πέρα τοῦ δέοντος πρώην ὤφθη σοι φορτικὸς καὶ ἐπαχθὴς ὁ παντὸς ἐπαίνου κρείττων, Ἑρμογένης ὁ ἐπίσκοπος, πληκτικωτέρῳ χρησάμενος λόγῳ καὶ μακρὰν κατὰ τῆς σῆς ῥᾳθυμίας ἀποτείνας τὴν κατηγορίαν, μὴ δυσχεράνῃς.

Εἰ μὲν γὰρ αὐτὸ τοῦτο λυπῆσαί σε προελόμενος μόνον τὰ σὰ γεγωνότερον ἐξετραγῴδησε κακά, εἰκότως ἐδυσχέραινες, εἰ δὲ πρὸς τὸ συμφέρον σοι μόνον βλέπων τὴν ἐν τοῖς λόγοις ἄωρον καὶ ἐπιβλαβῆ χάριν παρεῖδεν, ἵνα τὰ πράγματα διορθώσεως τύχῃ, εἰ καὶ μὴ ἀποδέξασθαι βούλει τῆς εὐνοίας αὐτόν, ἀλλὰ συγγνῶναι τῆς τοσαύτης φιλοστοργίας δίκαιος ἂν εἴης. Καὶ γὰρ σφόδρα δέδοικεν, μὴ παρὰ τῆς θείας προνοίας, οὕτω διὰ τὴν σὴν ῥᾳθυμίαν καὶ κακίαν δυσφημουμένης, δίκας αὐτὸ ἀπαιτηθείη, ὡς μηδὲ φωνὴν ῥῆξαι τολμήσας τοιούτων δραματουργουμένων τραγῳδιῶν. Ἣ οὖν παῦσαι τοιαῦτα δρῶν, ἢ μὴ ἐπαιτιῶ τοὺς τὴν σὴν καταθρηνοῦντας μανίαν.

ΤΩΙ ΑΥΤΩΙ Τῶν μὲν δοκούντων εἶναι ἁμαρτημάτων, ὁ νόμος ἄφεσιν ἢ διὰ θυσιῶν ἢ διὰ ἐλεημοσυνῶν ἢ διὰ καθαρσίων παρεῖχε, τῶν δὲ ὄντων οὐχί. Τὰ γὰρ συγγνώμης μείζονα, θανάτῳ κατεδίκαζε. Καταλεύεσθαι γὰρ παντὶ τρόπῳ τοὺς ταῦτα δρῶντας προσέταττεν, οὐχ ἵνα ὁ τὰ αὐτὰ δρῶν μέν, λανθάνων δέ, λίθον ἀκοντίζῃ κατὰ τοῦ ἁλόντος, ἀλλ’ ἵνα οἱ τῶν ἀσυγγνώστων πταισμάτων καθαρεύοντες τὴν τιμωρίαν κατὰ τῶν πταιόντων ἐπιφέροιεν. Ἀτοπώτατον γάρ ἐστι καὶ λίαν δεινότατον τοὺς μείζονα πολλάκις πταίοντας μέν, λανθάνοντας δέ, καταλιθοῦν τὸν ἐπὶ ἐλάττονι πταίσματι φωραθέντα.

ΙΑΚΩΒΩΙ ΑΝΑΓΝΩΣΤΗΙ Ἡ θεία καὶ ἀκήρατος καὶ ἀήττητος δεξιὰ ἀναλλοίωτός ἐστι καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει, οὔτε προκοπὴν ἐπιδεχομένη τὴν ἐπὶ τὸ κρεῖττον—ἀκροτάτη γάρ ἐστιν ἀρετή—οὔτε μεταβολὴν τὴν ἐπὶ τὰ χείρω—οὐ γὰρ οἷόν τε. Μεταβάλλει δὲ καὶ ἀλλοιοῖ τὰ βελτιώσεως δεόμενα.

Διὸ καὶ ψαλμὸς ἐπιγέγραπται Τῶν ἀλλοιωθησομένων, τουτέστι τῶν βελτίωσιν ἐπιδεξομένων καὶ εἰς τὸ κρεῖττον καὶ ἄμεινον ἀναχθησομένων. Εἰ τοίνυν ταῦθ’ οὕτως ἔχει, οὐκ ἔστι περισκελὲς ὅπερ ἠθέλησας μαθεῖν· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου οὐχ ἵνα ἀλλοιοῦται—ἀναλλοίωτος γάρ ἐστι καὶ πάσης μεταβολῆς κρείττων (Ἴδετε γάρ, φησίν, ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι)—, ἀλλὰ ἵνα ἀλλοιοῖ καὶ μεταβάλλει καὶ βελτιοῖ καὶ εἰς ἀμείνονα κατάστασιν ἄγει τοὺς ταύτης δεομένους.

ΕΥΛΟΓΙΩΙ Εἰ τὸ πλέον τῶν ἀναγκαίων λέγειν οὐκ ἔστιν ἀνδρός, τὸ πλέον τῶν ἀναγκαίων γράφειν εἴη γυναικός. Οὐκοῦν καὶ λέγοντες καὶ γράφοντες τὴν συμμετρίαν τιμῶμεν.

ΣΕΡΑΠΙΩΝΙ Ὡς οὐκ ἀνεξομένου μου, εἴ τι ἄτοπον δράσειας, ἀλλὰ πάντως τὸ ἐμαυτοῦ ποιήσοντος καὶ ἐξοστρακίσοντός σε τοῦ χοροῦ τῶν φίλων, οὕτω διανοοῦ.

ΕΠΙΦΑΝΙΩΙ ΔΙΑΚΟΝΩΙ Ὁ μὲν διὰ κακίαν κολαζόμενος αἰσχύνεσθαι, ὁ δὲ δι’ ἀρετὴν ἐναβρύνεσθαι δίκαιος ἂν εἴη. Οὐ γὰρ τὰ αὐτὰ φρονεῖν αὐτοὺς χρή, τῆς ὑποθέσεως ἀφ’ ἧς γίνεται πλεῖστον διαλλαττούσης. Οὐδὲ γὰρ εἰ λῃστὴς καὶ μάρτυς τὰ αὐτὰ πείσονται, ὁμοίως διακείσονται. Τῷ μὲν γάρ ἐστι τιμωρία τὰ γινόμενα, τῷ δὲ στεφάνων ὑπόθεσις· διὸ ὁ μὲν ταλανίζειν ἑαυτὸν ὀφείλει, ὁ δὲ μακαρίζειν.

ΤΩΙ ΑΥΤΩΙ Οὐχ ὁ δικαίως καὶ <ὁ> ἀδίκως πάσχων τι ἐνταῦθα λυπηρόν, ὀμοίως διακεῖσθαι ὀφείλουσι· τῷ μὲν γὰρ κατ’ ἀξίαν συμβαίνει, τῷ δὲ δι’ εὐδοκίμησιν. Διὸ καὶ ὁ μὲν λέγειν δίκαιος ἂν εἴη οὐκ ἄξια ὧν ἥμαρτον μεμαστίγωμαι, ὁ δὲ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν. Οὕτω γὰρ ὁ μὲν εὐγνωμόνως ὑπομείνας ἀποτρίψεται τὰ πταίσματα, ὁ δέ, εἰ γενναίως οἴσει, στεφάνους ἕξει τιμαλφεστέρους.

ΠΕΤΡΩΙ ΜΟΝΑΖΟΝΤΙ Λαμπρὰν μὲν ἔσχες τῶν ἀγώνων τὴν ἀρχήν· διὰ τοῦτο καὶ σκιρτῶμεν καὶ χαίρομεν καὶ πανηγύρεως ὑπόθεσιν τὴν σὴν εὐδοκίμησιν ποιούμεθα. Δίκαιος δ’ ἂν εἴης ἀγρυπνεῖν καὶ φροντίζειν ὅπως λαμπροτέραν ἕξεις τὴν τελευτήν· ἕξεις δέ, εἰ τῶν μὲν ὄπισθεν ἐπιλάθοιο, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνοιο, καὶ μὴ νομίσας ἤδη στεφανῶσθαι τῶν πόνων παύσοιο. Πολλοὶ γὰρ λαμπρῶς προοιμιασάμενοι καὶ ὑπτιωθέντες, τελευτῶντες αἰσχρῶς κατέστρεψαν· ὅπερ ἀπείη τῆς ἱερᾶς σου κεφαλῆς.

ΛΑΜΠΕΤΙΩΙ ΔΙΑΚΟΝΩΙ Πολλὴ μὲν τοῦ θείου δικαστοῦ ἡ ἀκρίβεια, καὶ ῥήματα καὶ πράγματα καὶ ἐνθυμήματα βασανίζουσα, καὶ ἕως ἀδύτων χωροῦσα καὶ διὰ πάντων ἄγουσα τὴν ἔρευναν· πολλὴ δὲ καὶ ἡμῶν ἡ ἀμέλεια, καὶ ταῦτα εἰδότων ὅτι πάντως δίκην ὑφέξομεν, εἰ καὶ μὴ τὴν αὐτὴν ἅπαντες. Οὐ γὰρ οἱ τοῖς αὐτοῖς ἁμαρτήμασι περιπεσόντες πάντως τὴν αὐτὴν δώσουσι δίκην, τῷ καὶ αἰτίας ἐξετάζεσθαι καὶ καιροὺς καὶ τόπους· οἷόν τι λέγω· ἐναγὴς ὁ φόνος. Τίς γὰρ οὐ φήσει;

Ἀλλ’ ὅταν καὶ ἐν ἁγίαις ἡμέραις γένηται, ἐναγέστερος γίνεται· εἰ δὲ καὶ ἐν ἱερῷ τόπῳ, ἐναγέστατος· τοῦ κακοῦ καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ τόπου αὐξανομένου, καὶ προσθήκην εἰς τιμωρίαν λαμβάνοντος. Καὶ ἡ πορνεία δέ, μία εἶναι δοκοῦσα, καὶ ἀπὸ καιροῦ καὶ ἀπὸ τόπου βαρυτέρα γίνεται. Ἓν τοίνυν σκοπῶμεν ὅπως τὰ καθ’ ἑαυτοὺς εὖ διαθῶμεν, τῷ δὲ κριτῇ ἐπιτετράφθω ἡ ἀκριβὴς βάσανος.

Οὐ γάρ, εἰ ἡμεῖς νῦν ὁριοῦμεν, αὐτὸς ἐπιψηφιεῖται, ἀλλὰ ἀνάγκη ἡμᾶς τὴν ἀδέκαστον ἀναμένειν ψῆφον.

ΥΠΑΤΙΩΙ Ἔχει μὲν ἡ ἀρετὴ εὐφροσύνην εἰλικρινῆ καὶ ἔνδοξον καὶ ἀτελεύτητον, ὑπὸ μὲν τοῦ ἀγαθοῦ συνειδότος τικτομένην, ὑπὸ δὲ τῶν ὑπερκοσμίων στεφάνων τιθηνουμένην, καὶ ὑπὸ τῆς τῶν μελλόντων ἐλπίδος τρεφομένην· ἔχει δὲ καὶ πόνους καὶ ἀγρυπνίας καὶ ἀσκήσεις δι’ ὧν κατορθοῦται· οὐ γὰρ ὁ ῥᾳθυμῶν καὶ καθεύδων τρόπαιον στήσει, ἀλλ’ ὁ λαμπρῶς πρὸς τοὺς ἐναντίους ἀγωνισάμενος, Εἰ δὲ φαίης πάλιν, ὥσπερ οὖν καὶ ἔφης, οἷόν τε εἶναι τὸν τὰ βιωτικὰ πράγματα μεταχειριζόμενον στεφθῆναι, πάντα τὰ εἴδη τῆς ἀρετῆς κατορθώσαντα, καὶ σπουδάζων ἀλλὰ μὴ παίζων ἀκριβῶς ταῦτα φής, μὴ φθονήσῃς διδάξαι με τὸ παράδοξον τοῦτο καὶ νεώτερον μάθημα. Οὐδὲ γάρ, ῥᾳδίας καὶ πλατείας καὶ ἱππηλάτου οὔσης τῆς τοιαύτης ὁδοῦ, πράγματα βούλομαι αὐτός τε ἔχειν καὶ τοῖς ἄλλοις παρέχειν, λέγων τὸ ἀποστολικὸν ὅτι Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ γὰρ δεσπότης Χριστὸς ἀπεφήνατο στενὴν εἶναι τὴν πύλην καὶ τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς τὴν ζωήν, καὶ ὀλίγους εἶναι τοὺς εὑρίσκοντας αὐτήν. Ἀλλὰ γὰρ τοῦτο οὐ δύναμαι μαθεῖν· οὐ γὰρ ἐᾷς σύ, καὶ δι’ ὧν λέγεις καὶ δι’ ὧν πράττεις, ἀντιφθεγγόμενος ταύτῃ τε τῇ ψήφῳ καὶ τοῖς θείοις χρησμοῖς, καὶ τἀναντία παιδεύων.

ΘΕΟΓΝΩΣΤΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Πέπτωκεν ὁ διάβολος, εἰ καὶ ἀπερισκέπτως θρασύνεται. Θρασύνεται δὲ τὴν ἡμετέραν ῥᾳθυμίαν ἐφόδιον τῆς οἰκείας ἀπονοίας ποιούμενος. Τὸ γὰρ μέγιστον καὶ θεῖον τρόπαιον, ὅπερ ὁ Σωτὴρ δεῦρο ἐπιφοιτήσας κατ’ αὐτοῦ ἔστησε, κινδυνεύει ἐκ τῆς ἡμετέρας κακίας ἀμαυρωθῆναι, οὐ τὴν οἰκείαν ἀπολέσαν δύναμιν, ἀλλ’ ὑπὸ τῆς ἀτονίας καὶ κακίας τῶν περιφερόντων αὐτὸ καθυβριζόμενον, Οἱ γὰρ τοῦ καλλινίκου βασιλέως αὐχοῦντες εἶναι στρατιῶται καὶ τὸ θεῖον αὐτοῦ ὄνομα ὥσπερ ἀξίωμα μέγα—ὥσπερ οὖν καὶ ἔστι—περιφέροντες, τρυφαῖς καὶ χρηματισμοῖς ἑαυτοὺς ἐκδίδοντες καὶ δι’ ἑαυτοὺς ἡττηθῆναι δίκαιοι ὄντες, διὰ τὴν τοῦ βασιλέως δόξαν περιγίνονται· μονονουχὶ γὰρ καὶ νῦν αὐτοῖς ἐπιφωνεῖ· Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ, Εἰ μὴ γὰρ αὐτὸς ἦν ὁ νυνὶ συγκροτῶν τὴν οἰκείαν θρησκείαν καὶ πάντα αὐτῇ ὑποχείρια παρασκευάζων, πάλαι ἂν διὰ τὴν τῶν μεταχειριζομένων αὐτὴν οὐ δεόντως ῥᾳθυμίαν ὠλιγωρήθη· ἀλλ’ ἐπειδὴ τῆς οἰκείας ἀντιποιεῖται δόξης, τὴν μὲν εἰς ὕψος αἴρει, τοὺς δὲ δίκας πικροτάτας μικρὸν ὕστερον εἰσπράξεται.

Οὐδὲ γὰρ ἀνέξεται ταῦτα τολμᾶσθαι ἀτιμωρητί, οὐδὲ τοὺς τὸ θεῖον αὐτοῦ ὄνομα τόγε εἰς αὐτοὺς ἧκον βλασφημηθῆναι παρασκευάσαντας ἀτιμωρήτους ἀφήσει· ἀλλὰ καὶ ἀργαλεωτέρας ἀπαιτήσει δίκας τοὺς καὶ ἐν τῷ πλημμελεῖν προστασίας τοσαύτης ἀπολαύσαντας καὶ μηδὲ οὕτω σωφρονισθέντας, ἀλλ’ ἐφόδιον τῆς οἰκείας ῥᾳθυμίας τὴν θείαν μακροθυμίαν ποιησαμένους, καὶ δι’ ὧν γνωσιμαχεῖν ἐχρῆν, διὰ τούτων ἐπὶ τὸ χεῖρον ἐλάσαντας.

ΗΣΑΙΑΙ Μέγας καὶ ὀξυδερκὴς καὶ ἀκοίμητος ὁ <τῆς> θείας δίκης ἐστὶν ὀφθαλμός· καὶ οὐ μόνον τὰ ἐν φανερῷ δρώμενα ἐφορᾷ, ἀλλὰ καὶ τὰ ἐν παραβύστῳ τολμώμενα ἀνιχνεύει καὶ τὰ τῆς καρδίας κινήματα καταλαμβάνει. Πρὸς τοιοῦτον τοιγαροῦν ἔχοντες κριτήν, ἀπεχώμεθα μὲν κακίας, ἀντεχώμεθα δὲ ἀρετῆς τὴν μὲν γὰρ ἀμυνεῖται, τὴν δὲ ἀμείψεται.

(ΤΩΙ ΑΥΤΩΙ) Διὰ τί, ἔφης, ὁ Κάϊν καὶ ὁ Λάμεχ φόνον δράσαντες οὐχ ὁμοίως ἐκολάσθησαν; Ὁ μὲν γὰρ δίκας ἔδωκεν, ὁ δὲ συνεγνώσθη, ἐπειδὴ ὁ μὲν καὶ ἐλεγχόμενος ἠρνήσατο, ὁ δὲ μηδὲ ἐλεγχόμενος ἐξωμολογήσατο. Εἰ γὰρ καὶ τὰ τῆς ἁμαρτίας ἴσα, ἀλλὰ τὰ μετὰ τὴν ἁμαρτίαν οὐκ ἴσα.

Θεῖος γάρ ἐστι χρησμὸς παρακελευόμενος· Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Οὐκοῦν μάλιστα μὲν σπουδάζωμεν μὴ πλημμελεῖν· εἰ δὲ καὶ πλημμελήσοιμεν, μὴ διὰ τῆς ἀρνήσεως ἀργαλεωτέραν ἑαυτοῖς τὴν δίκην παρασκευάζωμεν.

ΜΑΡΚΙΑΝΩΙ ΠΡΕΣΒΥΤΕΡΩΙ Οὐκ ὀλίγα οὐδὲ μικρά, ἀλλὰ πολλὰ καὶ μεγάλα τῷ τετράρχῃ Ἡρώδῃ πεπλημμέληται. Ὠμοῦ γὰρ λέοντος ἦν δυσγενὲς βλάστημα. Ὥσπερ γὰρ δεδιὼς μὴ νόθος υἱὸς τοῦ οἰκείου πατρὸς νομισθείη—τοῦ τὰ βρέφη τὰ ἐν Βηθλεὲμ ἀνελόντος—τοιαύτην ἔπλεξε τραγῳδίαν ὡς ἁμιλληθῆναι σχεδὸν τῷ τεκόντι, καὶ οἶμαι «τετράρχην» διὰ τοῦτο λελέχθαι, οὐχ ὅτι τετάρτην μοῖραν τῆς πατρῴας βασιλείας μόνον διεῖπεν, ἀλλ’ ὅτι καὶ ὑπὸ τῶν τεσσάρων γενικῶν εἰδῶν τῆς κακίας ἤρχθη.

Πρῶτον μὲν γὰρ παρανόμως ἄγεται τὴν Ἡρωδιάδα· εἶτα ἐλεγχθεὶς παρὰ τοῦ Βαπτιστοῦ, δέον σωφρονισθῆναι, εἰς δεσμωτήριον ἐμβάλλει οὐ παρανομοῦντα, ἀλλὰ παρανομίαν ἐλέγχοντα. Ἔπειτα βουλόμενος ἀποκτεῖναι φοβεῖται τὸν ὄχλον, τὸν ἀδέκαστον ὀφθαλμὸν μὴ φοβηθείς.

Εἶτα ἀπερισκέπτως καὶ ἀορίστως ὄμνυσι τῇ θυγατρὶ τῆς τὸ δρᾶμα συνθείσης καὶ ἄξια τὰ μέρη τοῦ γάμου παρασκευάσαι οἰηθείσης πᾶν ὅπερ ἂν αἰτήσηται παρασχεῖν· τὸ δὲ ὀρθὰ καὶ δίκαια δώσειν οὐ προδιώρισεν, ἀλλ’ οὕτως ἀπροβούλευτον εἶχε τὸν λογισμόν, ὡς καὶ τὸ ἥμισυ τῆς βασιλείας ἐπαγγείλασθαι, οὐ λογισάμενος ὅτι ἀργαλεώτερόν ἐστι δικαιοσύνης ἐκπεσεῖν ἢ βασιλείας. Εἶτα εὐορκίας προσχήματι πᾶσαν ἐπιορκίαν ὑπερβαίνει. Ἄμεινον γὰρ ἐν τοῖς ἐναγέσι τὰ κακῶς ἐπαγγελθέντα λύειν καλῶς ἢ τὸ δοκεῖν εὐορκεῖν κακῶς.

Μᾶλλον δὲ τοῦτο σκῆψις ἦν τοῦ φόβου· ὥσπερ γὰρ οἰκέτης πονηρὸς δεδιὼς τὸν δεσποτικὸν ἔλεγχον, οὕτω καὶ οὗτος δεδοίκει τὸν Βαπτιστήν. Ἀληθὴς γὰρ δεσπότης ὁ τὰ δέοντα πράττων τε καὶ προστάττων, οὐχ ὁ τὴν ἁλουργίδα περικείμενος καὶ τῶν ὅπλων τὸ κράτος ἔχων, Παραπέτασμα οὖν τοῦ φόβου τὸν ὅρκον προβαλόμενος, καὶ ἐπιτειχίσας τῇ προαιρέσει τὸν ἐκ τοῦ δοκεῖν ἐπιορκεῖν κίνδυνον, ἐπὶ τὸν φόνον ὥρμησεν. Οὐδὲ γὰρ σχῆμα δικαστηρίου, οἷα πολλοὶ πεποιήκασι, προὔθηκεν οὐδὲ κατηγόρους ἔστησεν οὐδὲ μάρτυρας ἐμισθώσατο· ᾔδει γὰρ κολάζων οὐκ ἀδικοῦντα, ἀλλ’ ἀδικίαν στηλιτεύοντα. Ἀλλ’ ὁ μὲν ὡς κρύψων τὸν ἔλεγχον ἀκρίτως τὸ ἄγος εἰργάσατο, ὁ δὲ οὐκ ἐσιωπήθη, ἀλλὰ λαμπροτέρως κηρύσσεται. Κατὰ πᾶσαν γὰρ τὴν ὑφ’ ἡλίῳ ἔτι καὶ νῦν βοᾷ· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου.

Ἐπειδὴ δὲ τὴν αἰτίαν ἐθέλεις μαθεῖν—πολύτροπος δὲ εἶναι λέγεται—δῆλον ὅτι οἱ μὲν τὸν Μωσέως φασὶ αὐτὸν παραβεβηκέναι νόμον. Ἔχοντος γὰρ τοῦ ἀδελφοῦ αὐτοῦ σπέρμα τὴν γυναῖκα αὐτοῦ ἠγάγετο, ὅπερ οὐκ ἐξῆν (ἀτέκνου γὰρ ὄντος ἐπέτρεπεν ὁ νόμος λαβεῖν, ἕως ἀναστήσῃ σπέρμα τῷ τετελευτηκότι, ἐπειδὴ ἡ ἀτεκνία μέγιστον κακὸν εἶναι ἐνομίζετο, ὡς παντελῶς σβεννυμένης τῆς μνήμης τῶν τεθνεώτων.) Πῶς δὲ καὶ ἡ θυγάτηρ τὸν γεννήτορα ἀφεῖσα, καὶ τῷ μοιχῷ καὶ τῇ μοιχαλίδι συνῆν, καὶ τὸν ὑπὲρ τοῦ τεκόντος λόγον πεποιημένον ἀνελεῖν ἐσπούδασε; Δεδόσθω γὰρ ὡς ἡ μήτηρ τῷ πόθῳ ἐμέθυε, πῶς καὶ ἡ θυγάτηρ συγκατεσκεύασε τὸ δρᾶμα; Οἱ δέ, ὧν ἐστι καὶ Ἰώσηπος, λέγουσιν ὅτι ζῶντος τοῦ ἀνδρὸς καὶ θυγάτριον ἔχοντος, ἔσχε τὴν γυναῖκα· λέγει γοῦν ὁ Ἰώσηπος ἐν τῇ ὀκτωκαιδεκάτῃ Ἱστορίᾳ ὅτι «μετὰ τὰς Σαλώμης γονάς, ἡ Ἡρωδιὰς ἐπὶ συγχύσει φρονήσασα τῶν πατρίων Ἡρώδῃ γαμεῖται τῷ ὁμοπατρίῳ ἀδελφῷ τοῦ ἀνδρὸς αὐτῆς διαστᾶσα ζόντος». Ὧι ἀπαντῆσαί τις δύναται λέγων· «Πῶς οὐχ ὡς μοιχῷ, ἀλλ’ ὡς παρανόμως γήμαντι ἐγκάλει ὁ Ἰωάννης;» Πρὸς ὅν τις ἀπαντῆσαι δύναται λέγων· Ἴσως βιβλίῳ ἀποστασίου ἦν ἀποστᾶσα. Ἀλλὰ καὶ πάλιν ἀπαντήσει· «Πῶς οὖν τὸ ὑπὸ τοῦ νόμου συγκεχωρημένον παράνομον καλεῖ ὁ Ἰωάννης;» Οὐδέπω γὰρ ἦν ὁ τοῦ εὐαγγελίου χρησμὸς διαδοθείς, ὁ τὴν τοιαύτην συνάφειαν μοιχείαν ἀποφαίνων.

Οἱ δέ φασιν ὅτι φονεύσας τὸν ἀδελφὸν δι’ ἐπιθυμίαν τῆς βασιλείας, καὶ τὴν γυναῖκα (ἤρα γὰρ αὐτῆς ἐκ πολλοῦ) προσαφείλετο· οἷς ἀπρεπὴς ὁ ἔλεγχος προβεβλήσεται· διὰ τί οὖν τὸν φόνον αὐτῷ οὐκ ὠνείδισεν ὁ Βαπτιστής;

Τοσούτῳ γὰρ φόνος μοιχείας χαλεπώτερον εἶναι δοκεῖ, ὅσῳ καὶ ἀδελφοκτονία φόνου ἐναγεστέρα. Εἴτε οὖν τὴν πρώτην, ὡς ἔγωγε οἶμαι, <εἴτε τὴν δευτέραν> εἴτε τὴν τρίτην αἰτίαν εἶχεν ὁ ἔλεγχος, ὁ ἀνδρείως καὶ γενναίως καὶ ἐλέγξας καὶ ἀποθανών, ὡς τοῖς θείοις νόμοις συνηγορήσας, ᾀδέσθω. Εἰ δέ τις φαίη· Διὰ τί οὖν συνεχωρήθη τοῦτο παθεῖν; Φήσαιμι ὅτι αὐτὸς μὲν ἐβλάβη οὐδὲν (εἰ γὰρ πάντως χρὴ τὸν βίον ἐξελθεῖν, ὁ λαμπρῶς ἐξελθὼν μακαριστότατος ἂν εἴη), ἔπειθ’ ὅτι ἡ θεία μακροθυμία ἐνδίδωσι τοῖς πλημμελοῦσι καιρὸν μετανοίας. Εἰ δὲ μηδ’ οὕτως μετανοήσαιεν, χαλεπωτέρας ὁριεῖ τὰς τιμωρίας· καὶ γάρ, ὥς φασί τινες, ἡ κακία ἐν κόσμῳ βασιλεύουσα ἀντικαθίσταται πρὸς τὸ ἀγαθόν, φέρειν τὴν ἐπιφάνειαν ὀνειροπολοῦσα· διὸ ἀρίστῳ ἀνδρὶ φαῦλος πολεμεῖ, ἀλλὰ ῥᾳδίως ἁλίσκεται.

Ἵνα γὰρ τὰ ἄλλα παρῶ, δι’ ἑνὸς ἅπαντα μηνύσω· τῷ γὰρ βασιλεῖ τῆς δικαιοσύνης δεῦρ’ ἐπιφανέντι προσεπολέμησαν οἱ τῆς ἀδικίας ὑπασπισταί, ἀλλὰ τοσοῦτον ἑάλωσαν καὶ ἐσβέσθησαν, ὡς ἐκεῖνον μὲν πανταχοῦ ἀνυμνεῖσθαι, τοὺς δὲ νομίσαντας τὴν ζωὴν ἀπεκτονέναι πάσαις ταῖς ψήφοις ἡττᾶσθαι.