Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Γ΄, Επιστολές 1-50

Έναρξη του τρίτου βιβλίου με έμφαση στη χριστιανική υπομονή, την αντιμετώπιση των πειρασμών και την ορθή κατανόηση των Γραφών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 17 από 24

ΤΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ ΕΠΙΣΤΟΛΩΝ ΒΙΒΛΙΟΝ Γʹ. Αʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ οὔτε γεέννης, οὔτε βασιλείας σοι λόγος οὐδείς, ἀλλά γε κἂν τὰς παρούσας δίκαιος ἂν εἴης ἀποτρίψασθαι κωμῳδίας.

Βʹ. ΜΑΡΩΝΙ. Οὐκ ἀμφίδοξον, ἀλλ’ ἔνδοξον ὄντα, καὶ γνώριμον, καὶ ἀληθῆ, καὶ παρὰ πάντων τῶν σοφῶν καὶ τῶν ἱερῶν Γραφῶν ὁμολογούμενον, καὶ πάντως ἐσόμενον τῆς κρίσεως λόγον, ἐν στέρνοις δίκαιος ἂν εἴης ἔχειν, καὶ παύσασθαι ὧν κρίσιν μὴ εἶναι νομίζων πράττεις, ἵνα καὶ σαυτὸν κολάσεως, καὶ τοὺς ὁρῶντας σκανδάλου, καὶ ἡμᾶς λύπης, καὶ τοὺς ῥᾳθύμους ἀπογνώσεως ἀπαλλάξῃς.

Γʹ. ΑΜΜΩΝΙῼ. Εἰς τό, «Ὁ μὴ ὢν καθ’ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν.» Ἐν καιρῷ πολέμου οὐ μόνον τὸν συντοξεύοντα, ἀλλὰ καὶ τὸν ἐν τοῖς ἐναντίοις μὲν τετάχθαι δοκοῦντα, μὴ κατατοξεύοντα δέ, φίλον τρόπον τινὰ ἡγητέον. Διὸ καὶ ὁ θεῖος χρησμὸς βοᾷ· «Ὁ μὴ ὢν καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.»

Δʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Καὶ ἔπεσε ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων, καὶ ἀπὸ τῆς δυνάμεως. Ἐπειδὴ καὶ τοὺς κομιδῇ προσέχοντας τῇ ἀναγνώσει τὸν νοῦν τοῦτο διέλαθεν, οὐκ ἄν σε αἰτιασαίμην, ὡς μὴ ἀναγινώσκοντα· ἀλλὰ συντόμως φράσαιμι· Ὥσπερ ὁ Ἀπόστολος ἀστέρας καλεῖ τοὺς διὰ τῆς ἀρίστης πολιτείας τοὺς θεωμένους φωτίζοντας, γράφων· «Ἐν οἷς ἐστε ὡς φωστῆρες ἐν κόσμῳ·» οὔτω καὶ ὁ Δανιὴλ ἀστέρας καλεῖ τοὺς λαμπροὺς μὲν δι’ εὐσέβειαν, ἀρίστους δὲ διὰ πολιτείαν.

Φησὶ γάρ· «Καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τῶν ἀστέρων καὶ ἀπὸ τῆς δυνάμεως·» οὐχ ὡς τῶν ἄστρων πεπτωκότων, ὧς ᾠήθησάν τινες· ἄπαγε· ἀλλ’ ὡς Ἀντιόχου τοῦ Ἐπιφανοῦς (περὶ γὰρ αὐτοῦ ἦν τῷ ἀγγέλῳ ὁ λόγος) ὑπὸ τῶν Μακκαβαίων λαμπρῶς ἠττηθέντος, καὶ τῆς Ἰουδαϊκῆς ἀρχῆς ἐκπεπτωκότος.

Οὐ γὰρ εἶπεν· Οἱ ἀστέρες ἔπεσαν· ἀλλ’ ἐκεῖνος ὑπὸ τῶν ἀστέρων λαμπρῶς ἀγωνισαμένων πέπτωκε, τουτέστιν ἡττήθη. Εἰ δέ τις τὸ ἔπεσεν, ἐπάταξεν ἐκλάβοι· καὶ οὕτως γὰρ πολλάκις λέγεται, ὡς τὸ «Ἔπαισεν,» ἀντὶ τοῦ ἐπάταξε, «καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο,» τῆς δευτέρας συλλαβῆς [διὰ] διφθόγγου γραφομένης, δύναται λέγειν, ὅτι ἐπάταξε τοὺς ἑπτὰ ἀδελφοὺς καὶ τὴν μητέρα, Ἐλεάζαρόν τε τὸν ἱερέα, λαμπρὰν καὶ ἀστράπτουσαν πολιτείαν ἐπιδειξαμένους, καὶ καθάπερ ἀστέρας ἐν γῇ φανέντας.

Μακκαβαῖος γὰρ ἑρμηνεύεται, οἱονεὶ παρὰ Πέρσαις, κοίρανος, τουτέστι δεσπότης. Ἐν τοῖς καιροῖς τοιγαροῦν ἐκείνοις, ἐν οἷς ἡ κατὰ τῶν εὐδοκιμωτάτων ἐκείνων ἀνδρῶν ἐτολμήθη τῷ Ἀντιόχῳ τραγῳδία, οἱ Μακκαβαῖοι συστάντες, ἐξήλασαν ἐκεῖνον τῆς χώρας.

Διὸ καὶ τοῖς βασανισθεῖσι τοὔνομα ἐξενίκησε. Μακκαβαῖοι γὰρ ἐκλήθησαν καὶ οἱ ἐν τοῖς Μακκαβαϊκοῖς χρόνοις τὰ ἀνήκεστα ὑπομεμενηκότες, καὶ μὴ ἐξομοσάμενοι τοὺς πατρῴους νόμους.

Εʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος περὶ τῆς Ἐκκλησίας, ὅτι «Πύλαι ᾄδου.» Οὐχ ὡς μηδενὸς πολεμήσοντος, καὶ σβέσαι ἐπιχειρήσοντος, ἀλλ’ ὡς ἀντιστησομένων μὲν πολλῶν, ἡττηθησομένων δὲ κατὰ κράτος, εἴρηται· «Καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς,» τῆς Ἐκκλησίας δὲ δηλονότι. Οὕτω γοῦν καὶ γέγονεν. Ἐπολεμήθη μὲν γάρ, οὐχ ἡττήθη δέ. Ἀλλ’ αὐτῶν τῶν σβέσαι ἐπιχειρησάντων λαμπροτέρα ἀπεφάνθη. Τί τοίνυν θαυμάζεις, εἰ καὶ οἱ ἅγιοι ἐνταῦθα πολεμοῦνται;

Ἐκ γὰρ τῶν πολέμων λαμπρότερα φαίνεται τὰ τρόπαια, καὶ σεμνότερα τὰ σκῦλα.

ϛʹ. ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚῼ. Ὅταν ὁ Θεὸς διαλέγηται ἢ ἐπαγγέλληται, καὶ λογισμοὶ καὶ συλλογισμοί, καὶ πιθανότητες ῥημάτων, ἐκποδὼν οἰχέσθωσαν. Ταῦτα γὰρ πάντα οὐδέν, παραβαλλόμενα τῷ τοῦ λέγοντος ἀξιώματι.

Ζʹ. ΑΝΤΙΟΧῼ ΣΧΟΛΑΣΤΙΚῼ. Γενναίας μὲν οὐκ ἔστιν ἔργον ψυχῆς, τὸ μνησικακεῖν, ἀλλὰ ταλαιπώρου καὶ φαύλης. Ἐπειδὴ δὲ οὐ πάντες περὶ τῶν αὐτῶν πραγμάτων τὴν αὐτὴν φέρουσι ψῆφον, ἀλλ’ οἱ μὲν τῷ ταχέως θεραπευθῆναι τὸν παροινηθέντα τοῦ συνειδέναι, οἱ δὲ τοῦ μὴ συνειδέναι τοῖς εἰρημένοις, τεκμήριον ποιοῦνται· χρὴ τὸν ἔμφρονα τοῖς σοφωτέροις μᾶλλον ἀκολουθεῖν, καὶ τὴν ἐκείνων ψῆφον βεβαίαν ἡγεῖσθαι.

Ἔστι δ’ αὕτη, τὸ ταχίστην δέχεσθαι τὴν ἰατρείαν. Τὸ γὰρ ψευδὲς ὄνειδος οὐ περαιτέρω τῆς ἀκοῆς ἀφικνεῖται. Ἐπειδὴ δὲ γέγραφας· «Τί οὖν εἰ μὴ λαμβάνει κόρον ὁ ὑβριστής, ἀλλ’ ἐπιτρίβεται τῇ τοῦ παροινηθέντος φιλοσοφίᾳ;» φαίην, ὅτι μάλιστα μὲν ἄπιστόν ἐστι τοῦτο· πλὴν τὸν τοιοῦτον ὡς θηρίον ἀτίθασσον φευκτέον. Τὸ γὰρ γραφὲν παρὰ σοῦ ὡς λεχθὲν παρά τινος, ὅτι «Καὶ συντυγχάνω καὶ φιλοσοφῶ· μεῖζον γάρ μοι τὸν ἔπαινον παρασκευάζει», μεγάλου μὲν ἔστι (χρὴ τἀληθῆ λέγειν) ἀνδρός, εἴ γε τοῖς ἔργοις φιλοσοφοίη, οὐ μὴν τὴν τῶν ἁγίων ἀνδρῶν ὑπερβεβηκότος ἀρετήν. Οἱ γὰρ ἅγιοι παρ’ ἡμῖν, οὐ τοὺς οἰκείους στεφάνους ἀπὸ τῶν ἀλλοτρίων πλέκεσθαι βούλονται συμφορῶν, ἀλλὰ τῶν καθ’ ἑαυτοὺς πολλάκις ἀμελοῦσιν, ἵνα τὰ τῶν πλησίον ἐπανορθώσωνται. Οὐ γὰρ ἵνα ἑαυτοῖς μεῖζον κατασκευάσωσι τὸ κλέος, ἄλλους εἰς κρημνὸν τρέπουσιν· ἀλλ’ εἰ μὲν ὠφελεῖν δυνηθεῖεν, συμβουλεύουσιν· εἰ δὲ μή, ἀποφεύγουσιν, ἵνα μὴ ἐκεῖνοι εἰς μεῖζον ὀλισθήσοιεν βάραθρον. Οὐ γὰρ φιλοτιμούμενοι, ἀλλὰ τῆς σωτηρίας τῶν ἀνθρώπων φροντίζοντες, δρῶσιν ἃ δρῶσιν.

Ηʹ. ΑΦΡΟΔΙΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδὴ φέρει τινὰ παραμυθίαν τῷ ὑπὸ λύπης βεβαπτισμένῳ τῶν λυπηρῶν ἡ ἀφήγησις, καὶ μάλισθ’ ὅταν πρὸς γνησίους γίνεται (ἡ γὰρ σιωπὴ πολλοὶ γοῦν καρτερήσαντες, καὶ σιγῇ ταῦτα παραδεδωκότες, εἰς χαλεπὰ περιέπεσον πάθη)· χρὴ τοὺς βουλομένους τὰς ἑαυτῶν διηγεῖσθαι συμφοράς, ἡμέρως προσίεσθαι, καὶ μετὰ τὸ κουφισθῆναι διὰ τῶν λόγων τὸ πάθος, τότε τὴν ἐνδεχομένην προφέρειν θεραπείαν. Εἰ μὲν γὰρ ἐξ ἀρχῆς αὐτοὺς ἐπιστομίσομεν, καὶ ἀσυμπαθῶν κτησόμεθα δόξαν, καὶ τὸ βοήθημα ἀσθενὲς ἀποφανοῦμεν, τῆς ἀκμῆς αὐτὸ παρωθουμένης. Εἰ δὲ μετὰ τὸ κουφισθῆναι τὸν πόνον ἐπιθείημεν τὸ φάρμακον, δύο κερδανοῦμεν, καὶ τὸ συμπαθεῖς εἶναι, καὶ τὸ μὴ διαμαρτεῖν τῆς θεραπείας.

Θʹ. ΑΥΣΟΝΙῼ, ΔΙΟΝΥΣΙῼ ΚΟΡΡΙΚΤΟΡΙ. Χρὴ τοὺς τῶν πραγμάτων κριτάς, ὀξυτάτους εἶναι περὶ τὸ νοεῖν, ἵνα καὶ τὴν τῶν λεγόντων δεινότητα, καὶ τὴν τῶν λεγομένων πιθανότητα παρέντες, εἰς αὐτὸ τὸ βάθος τῶν νοημάτων χωρῆσαι δυνηθεῖεν, κἀκεῖθεν θηρεύσαντες, ἀνιμήσασθαι τὴν ἀλήθειαν.

Ιʹ. ΗΡΑΚΛΕΙΔῌ ΕΠΙΣΚΟΠῼ. Τί σημαίνει τὸ λόγιον τὸ ἐπὶ τοῦ στήθους τοῦ ἱερέως. Τὸ λόγιον, ὦ ἐλλογιμώτατε, οὐ τὸ αὐτὸ μηνύει. Ἀλλ’ ὅταν μὲν ἡ πρώτη ὀξύνηται συλλαβή, χρησμὸν δηλοῖ· ὅταν δ’ ἡ δευτέρα, τὸ ἐπὶ τοῦ στήθους τοῦ ἀρχιερέως ἐπιτεθῆναι θεσπισθέν, οἷον λόγου ἱερόν, ἢ οἶκον, ἢ τέμενος. Ἐπειδὴ δὲ φής· «Καὶ τίνος ἕνεκεν τῷ στήθει τοῦ ἀρχιερέως ἐπετίθετο;» φημί, ὅτι πρῶτον μὲν ἐχρῆν τῷ θυμικῷ καὶ ἐπιθυμητικῷ τὸν λογισμόν, ὥσπερ ἡνίοχον ἐποχεῖσθαι. Ἔπειτα ὅτι τῷ ἱερωμένῳ χρὴ τὴν ἀλήθειαν καὶ τὴν σαφήνειαν ἐγκαλλώπισμα εἶναι. Τῷ γὰρ λογίῳ ἐπέκειτο ἡ δήλωσις καὶ ἡ ἀλήθεια· ἡ μὲν τὴν σαφήνειαν, ἡ δὲ τἀληθὲς ἐμφαίνουσα. Εἰ δὲ καὶ ἄλλως βούλει νοῆσαι· Ἐπειδὴ τῷ μὲν ἐνδιαθέτῳ λόγῳ πρέπει ἡ ἀλήθεια· τῷ δὲ προφορικῷ, ἡ σαφήνεια. Τάχα δὲ ἐπειδὴ καὶ ἔκλαμψίς τις ἐγίνετο, ὤς φασιν, ἐν τοῖς λίθοις ἐκείνοις, ὅτε εἰς τὰ ἄδυτα ἐστέλλετο ἱερουργήσων, καὶ ἐδήλου ἀληθῶς τὰ ἐσόμενα, τούτοις κέκληνται τοῖς ὀνόμασι.

ΙΑʹ. ΘΕΟΚΤΙΣΤῼ. Βασάνισον ἀκριβῶς, ὦ βέλτιστε, καὶ εὐρήσεις αὐτὸν δικαιοσύνης γέμοντα· οὐ γὰρ εἶπεν, Ὁ ἁπλῶς καὶ ἐκ παρόδου ἰδών τινος καὶ ἐπιθυμήσας, ὡς μοιχὸς τιμωρηθήσεται (ἦ γὰρ ἂν καὶ ἀνήνυτον ἦν τὸ πρᾶγμα, καὶ ἄλογος ἡ ἀπειλή)· ἀλλ’, «Ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι,» τουτέστιν, ὁ ἐκ προενθυμήσεως τὸ πάθος ἐπισπώμενος, ὁ τοῦτ’ ἔργον τιθέμενος, ὁ συνεχῶς ἐφεδρεύων, καὶ τῇ συνεχεῖ καὶ ἀκαταπαύστῳ θέᾳ θεραπεύων τὸ πάθος, «Ἥδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὑτοῦ.» Τὸ γὰρ ἥδη, τοῖς μὴ βραχύτατον ἔχουσι τὸν νοῦν, ἐμφαίνει περὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων εἰρῆσθαι. Τί γὰρ εἰ καὶ ὕπανδρος εἴη ἐκείνη καὶ σώφρων, καὶ ὑπὸ πολλῶν φυλάττοιτο; πῶς τῷ ἐρῶντι εὐχείρωτος εἴη; Οὐκοῦν εἰκότως εἴρηται· «Ἤδη ἐμοίχευσεν,» ὁ τῆς πράξεως οὐκ ἀποσχόμενος ἄν, εἴ γε οἵα τε ἦν· εἰ μὴ πᾶσα ἡ τῆς ψυχῆς ῥώμη τῷ ἔρωτι ἦν παραχωρήσασα, οὐκ ἂν καὶ τὸ σῶμα ἐπείσθη συνεχῶς φοιτᾷν, καὶ ἀκράτοις ὀφθαλμοῖς ἑστιᾷν τὸ πάθος· ὅπου γε πολλοὶ καὶ ἐρῶντες, ἐρυθριῶσιν εἰς ἐκείνας βλέπειν. Εἰ δὲ δόξης ἔρως ὀφθαλμοὺς χαλινοῖ, καὶ ἔρωτος κρατεῖ σωματικοῦ, πολλῷ μᾶλλον ὁ θεῖος φόβος τοῦτο ποιήσει.

Εἰ δὲ φαίη τις· Τί οὖν, εἰ δυνατῆς οὔσης τῆς πράξεως ἀπόσχοιτο; φαίην, ὅτι Μέγα μὲν ὄντως καὶ θεῖον, καὶ παρθενίας ὄντως ἀπόδειξις. Καὶ ὁ τοιοῦτος εἰ καὶ εἶδε, καὶ ἐτρώθη ἐκ παρόδου, οὐκ ἂν συνεχῶς σπουδάσοι θεάσασθαι· ἀλλὰ καὶ πόῤῥω ἑαυτὸν ἀποικίσει, ἵνα μὴ ἡ συνεχὴς θέα ὕλην τῷ πυρὶ παράσχοι. Εἰ δὲ σπουδάζει θεάσασθαι, ἐλέγχει ἑαυτὸν δι’ ὧν θεᾶται τὸ πάθος. Εἰ δὲ καὶ θεώμενος διηνεκῶς, λέγει μηδὲν πάσχειν δεινόν, ἐλεγχθήσεται παρὰ τοῦ παντὸς ἐπαίνου κρείττονος Ἰώβ, λέγοντος· «Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου, καὶ οὐ μὴ συνήσω ἐπὶ παρθένον.» Εἰ δὲ μικρὸν ἑαυτῷ πρὸς ἅμιλλαν ἡγεῖται τὸν τοῦ διαβόλου συγκόψαντε τὴν ἰσχύν, μάλιστα μὲν καὶ δι’ αὐτὸ τοῦτο ἀπιστηθῆναι ἂν εἴη δίκαιος, λέγων, ὁρᾷν μὲν συνεχῶς, μὴ πάσχειν δέ. Εἰ δὲ καὶ δοίημεν αὐτὸν ἀληθεύειν, ἐλέγχεται τὸν θεῖον παρερμηνεύων χρησμόν· οὐ γὰρ εἶπεν, Ὅρα μέν, μὴ ἐπιθύμει δέ· ἤ, Ἐπιθύμει μέν. καρτέρει δέ. Εἰ δὲ καὶ οὕτως ἀναισχυντοίη, ἐρυθριᾶσαι ὀφείλει τὸν εἰρηκότα· «Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Ὁ γὰρ ταῦτα τὰ πάσης φιλοσοφίας κρείττονα ῥήματα φράσας, ὁ τὸν τῶν χαρισμάτων πλοῦτον ὥσπερ ἐν ὀστρακίνῳ θησαυρῷ παραφέρων, ἐναγώνιος ἦν πρὸς τὸν πόλεμον τοῦτον ἀφορῶν, καὶ ἔλεγεν· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι.»

Εἰ τοίνυν ὁ τηλικοῦτος ἀνὴρ τὴν τῆς σαρκὸς ἀνεσείραζε λύττιαν, σπουδαζέτω ἕκαστος, διὰ τοῦ μὴ ὁρᾷν τὴν ἀσφάλειαν ἑαυτῷ πορίζεσθαι, μήποτε πλησιάζουσα ἡ ὕλη τῷ πυρὶ ἀνάψῃ τὴν φλόγα.

ΙΒʹ. Τῼ ΑΥΤῼ. Λίαν ἄγαμαι τὴν σὴν ἁπλότητα, ἐκθειάσασαν μὲν τὴν ἑρμηνείαν τοῦ εὐαγγελικοῦ χρησμοῦ· ἀντεπιστείλασαν δέ· «Τί οὖν πρὸς τὴν θεαθεῖσαν, εἰ ὁ θεασάμενος ἐτρώθη;» Ἐχρῆν γὰρ ἐννοῆσαι, ὅτι ἡ μὲν σωφρόνως καὶ κοσμίως βαδίζουσα, καὶ μὴ θηρῶσα τοὺς ἐντυγχάνοντας, οὐδέν· ἡ δὲ θρυπτομένη, καὶ τὰ δίκτυα τῆς ἠδονῆς ἀναπετάσασα, καὶ τὸ δηλητήριον κεράσασα, καὶ μάλιστα. Ταῦτα δέ φημι, ἐπειδὴ ἐνόμισας τοῖς ἄῤῥεσι μόνοις τοῦτον εἰρῆσθαι τὸν χρησμόν, ἀγνοῶν ὅτι καὶ γυναιξὶν ἐῤῥήθη. Κοινοὶ γὰρ ἑκατέρῳ γένει οἱ νόμοι, πλὴν ἐκείνων μόνων τῶν ἰδικῶς ἑκάστῳ γένει τεθεσπισμένων. Εἰ μὲν οὖν μὴ ἐρῶσιν, οὐ πρὸς αὐτὰς ὁ χρησμός. Ἐπειδὴ δὲ καὶ αὖται τούτῳ ἁλίσκονται τῷ πάθει, καὶ πρὸς αὐτὰς βλέπει. Ὡς γὰρ τό· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν·» καί, «Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον·» καὶ ὅσα τοιαῦτα, οὐ περὶ ἀνδρῶν μόνον εἴρηται, ἀλλὰ καὶ περὶ γυναικῶν, διὰ τοῦ ἡγεμονικωτέρου ζώου, καὶ τῷ ἀρχομένῳ εἰρημένον.

Οὔτω καὶ τὸ μὴ ἐπιθυμεῖν διὰ τῆς συνεχοῦς θέας, ἑκατέρῳ γένει νενομοθέτηται. (Οὐ γὰρ ὅπερ ἐπιχειροῦσί τινες κατασκευάζειν εἰς τό, «Θάνατος ἀνδρὶ ἀνάπαυσις,» πειρώμενοι δεικνύναι τοῖς ἀνδρείοις καὶ γενναίοις ἀνάπαυλαν εἶναι τὸν θάνατον, οὐ τοῖς ἄλλοις τοῖς λεγομένοις ἀνθρώποις, τοῦτο κἀνταῦθα νομιστέον.

Μάλιστα μὲν γὰρ κἀκεῖνό μοι ἕωλον φαίνεται. Εἰ γὰρ καὶ ὄντως ἀνάπαυσίς ἐστι τοῖς ἀνδρείοις καὶ γενναίοις ὁ θάνατος, τέλος μὲν ὢν τῶν ἄθλων, ἀρχὴ δὲ τῶν ἐπάθλων· διὸ καὶ περὶ γυναικὸς ἀνδρείας εἴρηται· «Γυναῖκα ἀνδρείαν τίς εὐρήσει;» Καὶ ἵνα μή τις ἐπὶ τοῦ ἀδυνάτου τοῦτ’ εἰρῆσθαι νομίσειεν, ἐῤῥήθη ἑτέρωσε· «Γυνὴ ἀνδρεία, στέφανος τῷ ἀνδρὶ αὐτῆς.» Τό τε τοῦ ἀνδρὸς ὄνομα τὸ ἀνδρεῖον πολλάκις μηνύει)· ἀλλ’ οὖν γε οὐ περὶ γενναίων ἦν τῷ ἀοιδίμῳ Ἰὼβ ἐνταῦθα ὁ λόγος, ἀλλὰ περὶ παντὸς ἀπλῶς ἀνθρώπου, συμφοραῖς ἀφύκτοις περιπαρέντος.

Εἰ δέ τις ἀπιστεῖ, ἐκ τῆς συμφράσεως ῥᾳδίως γνοίη. Περιέχει γάρ· «Ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς, οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσι; Περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσι. Θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις.

Συνέκλεισε γὰρ ὁ Θεὸς κατ’ αὐτοῦ.» Ὅταν, φησί, πάντοθεν οἱ πειρασμοὶ οὐρανομήκεις ὦσι καὶ ἀφύλακτοι, ὡς καὶ ἀλλαχοῦ ἔφη· «Ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσε·» τότε ὁ θάνατος ἀσπαστὸς καὶ εὐκταῖός ἐστιν. Εἰ δὲ διὰ τὸ εἰρῆσθαι ἀνδρί, μὴ καταδέξοιντο ταύτην τὴν ἑρμηνείαν, δυνατὸν μὲν αὐτοὺς ἐλέγξαι, ὅτι οὐ μόνον ἐπὶ ἄῤῥενος τὸ τοῦ ἀνδρὸς εἴρηται ὄνομα, ἀλλὰ καὶ ἐπὶ γυναικός. Ἀνδροφόνος γὰρ λέγεται οὐ μόνον ὁ ἄνδρα, ἀλλὰ καὶ ὁ γυναῖκα ἀποκτείνας· ἀνδριὰς δ’ οὐ μόνον ὁ τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ τῆς γυναικός. Πλὴν ταῦτα παρεὶς ὡς οὐ λίαν δραστήρια, ἀπὸ τῶν θείων αὐτοὺς συλλογίσασθαι πειράσομαι λογίων. Τί τοίνυν φαῖεν, ἐὰν ἀκούσωσιν· «Ἀνὴρ παράνομος πορεύσεται ὁδοὺς οὐκ ἀγαθάς;» Τί δὲ ὅταν λέγηται· «Ἀνὴρ ἄφρων οὐ γνώσεται;» Τί δ’ ὅταν· «Ὁμοιωθήσεται ἀνδρὶ μωρῷ;» Εἰ γὰρ ἐκεῖ ὁ ἀνὴρ οὐ τὸν ἄνθρωπον, ἀλλὰ τὸν ἀνδρεῖον καὶ γενναῖον μηνύει· πῶς ἐνταῦθα ὁ παράνομος καὶ ἄφρων καὶ μωρὸς ἀνὴρ εἵρηται; Ἀλλὰ τούτων ἀφέμενος, ἐπὶ τὸ προκείμενον ἥξω. Ἐπεὶ τοίνυν καὶ αἱ νομικαὶ ἐντολαί, καὶ οἱ εὐαγγελικοὶ χρησμοί, αἱ μὲν τὰ ἁμαρτήματα ἀπαγορεύουσαι, οἱ δὲ τοὺς μακαρισμοὺς ὑπογράφοντες, καὶ ἀνδράσιν εἴρηνται καὶ γυναιξί, φυλαττέσθωσαν καὶ αὗται, καὶ χαλινούτωσαν τοὺς ὀφθαλμούς, ἵνα μὴ διὰ τῆς ἀκολάστου θέας, τὰς τῶν μοιχαλίδων τιμωρίας ὑπόσχοιεν.

Εἰ γὰρ καὶ ἡ ἐπιθυμία τῆς συνουσίας ἴση εἶναι δοθείη (οἱ μὲν γὰρ τὴν τοῦ ἀνδρός, οἱ δὲ τὴν τῆς γυναικὸς τυραννικωτέραν εἶναί φασιν), ἀλλ’ οὖν γε, ὁ μὲν σπείρει, ἡ δὲ σπείρεται· ὁ μὲν γεννᾷ, ἡ δὲ τίκτει· ὁ μὲν γεωργοῦ χώραν ἐπέχει, ἡ δὲ γῆς. Ἐν αὐτοῖς δὴ οὖν τούτοις, ἐν οἷς μήθ’ ὁ ἀνὴρ δύναται ποιεῖν τὰ τῆς γυναικός, μήθ’ ἡ γυνὴ τὰ τοῦ ἀνδρός, ἰδικοὶ ἐτέθησαν νόμοι. Οἱ δ’ ἄλλοι πάντες, κοινοὶ πᾶσίν εἰσι καὶ ἀδιαίρετοι.

Ὥσπερ γὰρ νενομοθέτηται· «Οὐ μοιχεύσεις·» καὶ οὐ μόνον ὁ ἀνήρ, εἰ ἁλοίη, ἐπὶ τούτῳ δίκας δίδωσιν, ἀλλὰ καὶ ἡ γυνή· οὕτω δὴ κἀνταῦθα, μάλιστ’ ἐπειδὴ εἴρηται· «Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ ἑαυτοῦ·» δῆλόν ἐστιν ἅπασιν, ὅτι πᾶσα ἡ βλέπουσα ἄνδρα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοιχεύθη ὑπ’ αὐτοῦ ἐν τῇ καρδίᾳ ἑαυτῆς.

ΙΓʹ. Τῼ ΑΥΤῼ. Διὰ τί, τινὰ μὲν τοῦ νόμου κοινῇ καὶ ἀνδράσι καὶ γυναιξὶ νενομοθέτηται, τινὰ δὲ καὶ ἰδίως. Ἀναγινώσκειν τὰς Γραφὰς ὀφείλεις, καὶ μὴ περὶ πάντων ἐρωτᾷν. Εἰ γὰρ ἀνεγίνωσκες, ἐγίνωσκες ἄν, ὅτι τῷ μὲν ἀνδρὶ περὶ σπερματικῆς ἐκκρίσεώς τινα ἰδικῶς νενομοθέτηται, τῇ δὲ γυναικὶ περὶ καταμηνίων· καὶ τῷ μέν, περὶ τοῦ μὴ τοὺς τῆς φύσεως ἀνατρέπειν θεσμούς, καὶ ἄῤῥεσιν ἐπιμαίνεσθαι, καὶ ἄκαρπα λυττᾷν· τῇ δὲ περὶ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ, εἰ ὑποπτευθείη μεμοιχεῦσθαι· καὶ τὸν μὲν ὀνειρώξαντα, τὴν δὲ καθαιρομένην καὶ τεκοῦσαν, ἀκάθαρτον εἶναί φησι, καὶ ἔξω ἱερῶν περιβόλων ἵστησιν, ἕως ἂν καθαρθῶσι. Καὶ ἅλλα τινὰ ἰδικῶς νενομοθέτηται, ἂ οὐκ ἀναγκαῖον ἐπὶ τοῦ παρόντος εἰπεῖν, δυναμένου σου ἐκ τοῦ ῥηθησομένου γνῶναι, ὅτι ἐν ἐκείνοις μόνοις, ἐν οἷς μήτε γυναικὶ οἷόν τε ποιεῖν τἀνδρός, μητ’ ἀνδρὶ τὰ γυναικός, ἰδιάζοντες ἐτέθησαν νόμοι. Οἱ δ’ ἅλλοι πάντες κοινοί εἰσιν ἑκατέρῳ γένει· οἷον τό· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης καρδίας σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν·» τό· «Οὐ φονεύσεις. Οὐ μοιχεύσεις. Οὐ κλέψεις. Οὐ ψευδομαρτυρήσεις.

Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. Οὐκ ἐπιορκήσεις. Οὐκ ἐπιθυμήσεις ὅσα τῶν πλησίον σού ἐστι,» καὶ ὅσα τούτοις συγγενῆ. Εἰ δὲ καὶ ἐπὶ τοὺς εὐαγγελικοὺς ἔλθῃς χρησμούς, πάλιν τὸ ἴσον εὐρήσεις· Μακάριοι γὰρ οἱ πτωχοὶ τῷ πνεύματι, οἱ πραεῖς, οἱ ἐλεήμονες, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, οἱ καθαροὶ τῇ καρδίᾳ, οἱ εἰρηνοποιοί, καὶ ὅσα τοιαῦτα. Καὶ τὸ περὶ ἀγαμίας δὲ καὶ ἁγνείας εἰρημένον, ἑκατέρῳ γένει εἴρηται, κἂν ἀῤῥενικῷ χαρακτῆρι ἐξενήνεκται, διὰ τὸ πρέπον τῇ χρησμῳδίᾳ καὶ τὸ ἡγεμονικώτερον εἶναι τὸ ζῶον. Ὁ δυνάμενος γὰρ χωρεῖν, χωρείτω. Καὶ δῆλον ἐντεῦθεν, τῷ πολλὰς καὶ κεχωρηκέναι καὶ κατωρθωκέναι.

ΙΔʹ. Τῼ ΑΥΤῼ. Διὰ τοῦτο ὁ νόμος, καὶ τὰς φυσικὰς καὶ ἀβουλήτους ἐκκρίσεις καθαρσίων ἠξίωσεν, ἵνα τὰς ἑκουσίους καὶ παρὰ φύσιν, ἐκ πολλοῦ τοῦ περιόντος φύγωμεν. Ὁ γὰρ τοῖς τὰ δοκοῦντα μέν, οὐκ ὄντα δὲ ἁμαρτήματα ὑπομένουσιν, ἀποκλείσας τὴν εἰς τὸ ἱερὸν εἴσοδον, ἕως ἂν καθαρθεῖεν, τοῖς ἑκοντὶ ἁμαρτάνουσι, μείζονα μὲν κατασκευάζει τὸν φόβον, χαλεπωτέραν δ’ ἀπειλεῖ τιμωρίαν. Εἰ γὰρ τὸ ἀκούσιον οὐχ ἀπλῶς, συνεγνώσθη, τὸ ἑκούσιον δηλονότι ἀσύγγνωστον εἴη, εἰ μὴ μετανοίᾳ εἰλικρινεῖ θεραπευθείη.

ΙΕʹ. ΕΛΙΣΣΑΙῼ ΜΟΝΑΧῼ Τὸ μὲν πταίειν ἐν τοῖς ὑπηκόοις τελοῦντα, δεινόν· τὸ δὲ τὸν ἱερωμένον, δεινότερον· τὸ δὲ τὸν τὴν ἀρχιερωσύνην κεκληρωμένον, πάντη δεινότατον. Ὅσῳ γὰρ ταῖς τιμαῖς προὔχουσι, τοσούτῳ καὶ τὸ ἁμάρτημα.

Εἰ γὰρ καὶ τὸ αὐτὸ εἵη, ἀργαλεώτερον γίνεται, οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀξίᾳ τοῦ δράσαντος μετρούμενον. Καὶ τί τῷ ὑπηκόῳ παραβάλλω τὸν ὑφηγητήν, ὁπότε ὅλου τοῦ λαοῦ ἀντίῤῥοπον ἔφη εἶναι τὸ τοῦ ἀρχιερέως πταῖσμα ὁ νομοθέτης, καὶ τοσαύτην αὐτὸν ἐθέσπισεν προσενεγκεῖν θυσίαν, ὅσην ἂν ὁ λαὸς ἅπας, εἰ πλημμελήσειε, προσενεγκεῖν προστέτακται; Εἰ δὲ μὴ ἴσον ἦν μηδ’ ἀντίῤῥοπον τὸ τραῦμα, οὐκ ἂν ἀντίπαλον ὥρισε τὴν θεραπείαν.

Ιϛʹ. Τῼ ΑΥΤῼ. Νόμος οὖτος καὶ θεσμὸς περὶ τῆς θείας φύσεως νενίκηκε, πρὸς μὲν τὴν ἀξίαν αὐτῇ τὰς τιμὰς παρὰ τοῦ γενητοῦ γένους μὴ νέμεσθαι (οὐδὲ γὰρ οἷόν τε), τῇ δὲ τῶν συντελούντων δυνάμει τὴν εὐσέβειαν μετρεῖσθαι.

Μηδεὶς τοιγαροῦν τῶν πενίᾳ παλαιόντων ἀλυέτω, ἀλλὰ μᾶλλον εὐφραινέσθω. Ὃ γὰρ μόνον ἡ θεία φύσις ἐπιζητεῖ, τοῦτό ἐστιν ἀρετή, μάλιστα πάντων προσαγαγεῖν δυνήσεται.

ΙΖʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Τὸ μὲν τοῖς γηΐνοις πράγμασιν ἐγκαλινδούμενον χρηματίζεσθαι Εὐσέβιον, τὸν τῆς ἀκτημοσύνης ὑφηγητήν, καὶ τῶν οὐρανίων δογμάτων ἐξηγητὴν δεινόν, οὐ δεινὸν εἶναι δοκεῖ, οὐκ οἶδ’ ὅπως. Τὸ δὲ νῦν μηνυθὲν μὲν παρὰ σοῦ, παρὰ δὲ πολλῶν ἀξιοπίστων ἀνδρῶν μαρτυρούμενον, ἄπιστον δ’ ἴσως τοῖς μεθ’ ἡμᾶς ὀφθησόμενον, ὑπερβολὴν οὐκ ἔχει· Τίς γὰρ ἐθελήσει ῥᾳδίως πιστεῦσαι, ὅτι τοὺς μὲν ἀκτημοσύνην ἀσκοῦντας, καὶ τῇ ἄλλῃ φιλοσοφίᾳ διαλάμποντας, ἅτε λυσιτελεῖν αὐτῷ πρὸς χρηματισμὸν μὴ δυναμένους, ἀχρήστους ὑπολαμβάνων, ἀτιμάζει, καὶ ἱερωσύνης οὐκ ἀξιοῖ· τοὺς δὲ πλουσίους, διὰ τὸ δρέπεσθαι αὐτῶν τὸν πλοῦτον, εἰς ἱερωσύνην προφέρει, κἂν ἁπάσης κακίας εἷεν ἀνάπλεοι· οὐ τῇ ἀρετῇ, τῷ δὲ πλούτῳ χρεωστεῖσθαι τὴν ἱερουργίαν οἰόμενος; Ἐχρῆν μὲν οὖν, ὡς ἔφης, τοὺς τούτοις μὴ ἁλόντας τοῖς πάθεσι, τὴν δέουσαν θεραπείαν ἐπινοῆσαι. Ἐπειδὴ δ’ ὀλίγοι ὄντες κομιδῇ τῷ πλήθει καλύπτονται, καὶ τὴν τῶν πολλῶν ἀπέχθειαν δεδιότες, δακρύουσι μέν, γενναῖον δ’ οὐδέν, οὐδὲ νεανικὸν ἐπιδείκνυνται· διὰ τοῦτο τὰ αὐτὰ ἐκείνοις νοσεῖν ὑποπτεύονται. Μὴ γὰρ δὴ πάντας, ὦ μισοπονηρίας τέμενος, ἠγοῦ τοιούτους εἶναι, ἀλλ’ εἶναί τινας τοὺς τὸν ἀποστολικὸν σώζοντας χαρακτῆρα, ὧν εἷς καὶ αὐτὸς τυγχάνεις, δι’ οὒς οὐδέπω ἡ κατὰ τῶν ἁμαρτανόντων ἐξενήνεκται ψῆφος.

ΙΗʹ. ΑΓΑΘῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὁ θειότατος τοῦ Πατρός, ὦ σοφώτατε, ὅρος τε καὶ λόγος (ἄνευ γὰρ προοιμίου ἐπὶ τὴν ἑρμηνείαν χωρήσω· ὠδίνω γὰρ τὸ νενοημένον εἰπεῖν), εἰ μεταγενέστερος, ὥς φασιν, οὐκ ἀΐδιος· εἰ δ’ ἀΐδιος, ὥς φαμεν, οὐ μεταγενέστερος. Οὐδὲν γὰρ οὕτως ἴδιον καὶ χαρακτηριστικὸν τῆς θείας φύσεως, ὡς τὸ ἀΐδιον.

Τὸ μὲν οὖν ἀπαύγασμα, τὸ συναΐδιον ἐμφαίνει· ὁ δὲ χαρακτὴρ τῆς ὑποστάσεως, τὸ ἐνυπόστατον· ὁ δὲ Λόγος, τὸ ἀπαθές τε καὶ ἀσώματον· ὁ δὲ Υἱός, τὴν ἰδιότητα καὶ τὴν ὁμοουσιότητα. Ἐξ ἑκάστου γὰρ τὸ χρήσιμον ἐρανιζόμενοι, τὸ λοιπὸν χαίρειν ἐῶμεν, ὅσον τῇ θείᾳ οὐ πρέπει φύσει. Ἐπὶ μὲν γὰρ τῶν γεννητῶν, τὸ πρὸ καὶ μετὰ, χώραν ἐχέτω· ἐπὶ δὲ τῆς σεπτῆς καὶ βασιλικωτάτης Τριάδος, τὸ πρῶτον καὶ δεύτερον, οὐκ ἔχει χώραν. Καὶ ἀριθμοῦ γὰρ καὶ χρόνων, τὸ θεῖον ἀνώτερον.

ΙΘʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ μηδὲν πλέον τοῦ γράμματος νομίζει τὸν νομοθέτην εἰρηκέναι ὁ πρὸς σέ, ὡς ἔφης, διενεχθεὶς Ἰουδαῖος, εἰπὲ πρὸς αὐτόν, ὅτι Ἐλέγχουσιν ὑμῶν τὴν ἀπαιδευσίαν οἱ δύο ἄνδρες οἱ μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν συγγραφεῖς παρ’ ὑμῖν γεγονότες· Φίλων ὁ θεωρητικώτατος, καὶ Ἰώσηπος ὁ ἱστορικώτατος.

Ὁ μὲν πᾶσαν σχεδὸν τὴν Παλαιὰν εἰς ἀλληγορίαν τρέπων· ὁ δὲ διαῤῥήδην γράφων, τὰ μὲν αἰνιττομένου τοῦ νομοθέτου δεξιῶς· τὰ δέ, ἀλληγοροῦντος μετὰ σεμνότητος· ὅσα δ’ ἐξ εὐθείας λέγεσθαι συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος. Εἰ μὲν γὰρ προενέγκοιμεν προφητικὰς ῥήσεις τοῦτο ἐγγυωμένας, παρερμηνεῦσαι καὶ παραποιῆσαι οὐκ ὀκνήσουσιν· εἰ δ’ ἀποστολικὰς ἀποφάσεις τε, καὶ ἀποδείξεις, καὶ ἑρμηνείας, παραγράψασθαι τολμήσουσι δυσσεβῶς· τὰς δὲ τῶν παρ’ αὐτοῖς δοξάντων σοφῶν μαρτυρίας παραγράψασθαι οὐκ ἂν εἷεν δίκαιοι.

Κʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Τῆς θείας καὶ τῆς ἀνθρωπίνης φύσεως ἡ ἱερωσύνη ὥσπερ μέση καθέστηκεν, ἵνα τὴν μὲν θεραπεύῃ, τῇ δὲ μεταβολὴν ἐργάζηται κρείττονα. Εἴ τις τοιγαροῦν ταύτης μεῖζον φρονεῖ, οὐδὲ φρόνησιν ἔχειν μοι δοκεῖ.

ΚΑʹ. Τῼ ΑΥΤῼ. Οἱ ἄγιοι, ὦ σοφώτατε, τὰς ὑπὲρ τῆς ἀρετῆς τῶν κινδύνων ὑπερβολάς, ἐφόδιον μείζονος εὐδοκιμήσεως ἔχουσιν.

ΚΒʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Ὥσπερ, ἵνα καὶ ἐναργεῖ παραδείγματι χρήσωμαι, Ἱερουσαλήμ, ὅτε μὲν τῇ θείᾳ συμμαχίᾳ ὥπλιστο, ὀρθὴ ἑστῶσα ἀπονητὶ καὶ ἀναιμακτὶ τὰ τρόπαια ἵστη· ὅτε δὲ ταύτης διὰ τὸ ἐπιλυττῆσαι κατ’ αὐτῆς, ἐστέρητο, πῦρ πολέμιον αὐτὴν ῥᾳδίως ἔκλινεν· οὕτω καὶ ψυχή, ὅταν μὲν τῇ ἄνωθεν ῥοπῇ δι’ εὐστάθειαν τρόπων περιφράττηται, ῥᾳδίως τοὺς πολεμίους καταγωνιεῖται· ὅταν δ’ ἁμάρτῃ, ἐνταῦθα μὲν τῷ πυρὶ τῶν παθῶν ἁλώσεται, ἐκεῖσε δὲ τῷ τῆς κρίσεως τιμωρηθήσεται.

ΚΓʹ. ΑΣΚΛΗΠΙῼ ΣΟΦΙΣΤῌ. Εἰ Ξέρξης, ὦ σοφιστά· ἀπὸ γὰρ τῶν σῶν σοι διαλέξομαι· τὸν Ἑλλήσποντον ζεύξας, τὸ τῶν Ἀθηναίων φρόνημα οὐκ ἠδυνήθη ζεῦξαι τῷ τῆς δουλείας ζυγῷ, ἀλλὰ πάντα μὲν ἐκίνει, καὶ τὸν ταγέντα τοῖς στοιχείοις ἐκαινοτόμει θεσμόν· ἐκείνους δὲ τῶν δεδογμένων οὐ μετεκίνει· σὺ ἀπὸ συμβουλῆς ψιλῆς ἐνόμισας ἡμῶν μετακινεῖν τὸ φρόνημα, καὶ εἰς θωπείαν τρέπειν καὶ πῶς οὐκ ἄτοπον; πέπαυσο τοίνυν τοιαῦτά τινα ἡμῖν παραινῶν· εἰ δὲ μή, τοῦ χοροῦ τῶν φίλων σε ἀποκρινοῦμεν.

ΚΔʹ. ΜΑΡΤΥΡΙῼ ΑΝΑΓΝΩΣΤῌ. Ὁ δεινὸς καὶ πάντολμος τῆς φιλοχρηματίας ἔρως, κόρον οὐκ εἰδώς, ἐπὶ τὸ ἔσχατον τῶν κακῶν τὴν ἁλοῦσαν ψυχὴν ἐλαύνει. Οὐκοῦν μάλιστ’ ἐν προοιμίοις αὐτὸν ἀπελάσωμεν. Κρατήσας γάρ, ἀχείρωτος ἔσται.

ΚΕʹ. ΣΥΡΙΩΝΙ. Ὁ γενναῖος Παῦλος ὁ ἄριστος στρατηγός, ὁ τοῦ βασιλέως τὴν χειροτονίαν μὴ ἀτιμάσας, ὁ τὰ καθ’ ἑαυτὸν παριδών, ἵνα τὰ τῶν ἄλλων ἐπανορθώσηται, ἅτε μηδὲν πλέον ὁρῶν τοῦ τῆς Ἐκκλησίας συμφέροντος, ἐπεβόα χρῆναι πάντα πρὸς οἰκοδομὴν γίνεσθαι τῆς Ἐκκλησίας. Ἡμεῖς δὲ τὸ φαινόμενον ἡμῖν συμφέρον, πρὸς δόξαν γὰρ ἑαυτῶν ὁρῶμεν, τοῦ τῆς Ἐκκλησίας προτιμῶμεν. Καίτοι τὸ τῆς Ἐκκλησίας κλέος, πάντως καὶ εἰς ἡμᾶς ἀνατρέχει· ἡ δὲ ἡμῶν δόξα, οὐ πάντως εἰς τὸ κοινὸν διαβαίνει. Εἰ γὰρ ἵν’ ἑαυτοὺς δόξωμεν συνιστᾷν τῆς τῶν πέλας ὀλιγωροίημεν οἰκοδομῆς, πῶς οὐ μείζων ἔσται τοῦ κέρδους ἡ ζημία;

Κϛʹ. ΚΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Κατὰ τῶν λεγόντων, εἶναι γένεσιν, ἤτοι εἰμαρμένην, ἢ τὴν λεγομένην τύχην. Οὐκ ἔστιν, ὦ βέλτιστε, δεινόν, τὸ δεινὰ πράξαντας, δεινὰ καὶ παθεῖν. Τὸ δὲ μηδὲν δεινὸν πράξαντας, δεινὰ παθεῖν, πάντη δεινότατον. Πῶς οὖν τοῖς ἐγκαλοῦσι περὶ τούτου ἀπολογησαίμεθα; Οἶμαι οὐδαμῶς ἄλλως, ἢ περὶ μὲν τῶν πρώτων λέγοντες, ὅτι δικαίως· περὶ δὲ τῶν δευτέρων, ὅτι δοκίμως.

Ἡ γὰρ δίκη τοὺς μὲν ἠμύνατο, τοῖς δὲ στεφάνων ὑπόθεσιν προὐξένησεν. Οἱ γὰρ γένεσιν ὁριζόμενοι περὶ ἀμφοτέρων ἀπορήσουσιν ἀποκρίνασθαι. Οὐ γὰρ δίκαιον, οὔτε τὸν ἀναγκασθέντα δρᾶσαί τινα, οὔτε τὸν μηδὲν δράσαντα δεινόν, δεινὰ παθεῖν. Οἱ δὲ Πρόνοιαν εἶναι διαβεβαιούμενοι, καὶ εὐστομοῦμεν, καὶ εὐσεβοῦμεν, καὶ αἰτίας εὐλόγους λέγομεν.

ΚΖʹ. ΑΓΑΘῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ τῆς ἁγίας Τριάδος. Τὰ μὲν τὸν ἑνικὸν ὑπερβαίνοντα ἀριθμὸν ἐν τῇ ἱερᾷ Γραφῇ, τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐστι παραστατικά· τὰ δ’ ἑνικῶς ἐξενηνεγμένα, τῆς ταυτότητος τῆς φύσεως. Τὰ μὲν γὰρ εἴρηται, ἵνα Σαβέλλιος καὶ Ἰουδαῖοι ἐπιστομισθῶσι· τὰ δ’ ἵνα Ἄρειος καὶ Εὐνόμιος, καὶ Ἕλληνες στηλιτευθῶσιν. Οἱ γὰρ πλατύνοντες μὲν εἰς τὴν ἁγίαν Τριάδα τὸν τῶν ἰδιοτήτων ἀριθμόν, συστέλλοντες δὲ εἰς μίαν οὐσίαν, ὀρθότατα δογματίζουσι, καὶ ταῖς τῶν οὐρανίων χρησμῶν ἕπονται διδασκαλίαις, μήτ’ εἰς πολυθεΐαν διὰ τῆς φύσεως διαφορὰν ἐκπίπτοντες, μετ’ εἰς Ἰουδαϊσμόν, διὰ τὴν τοῦ ἑνὸς προσώπου σύστασιν ὀλισθαίνοντες.

ΚΗʹ. ΑΦΘΟΝΙῼ ΕΠΙΣΚΟΠῼ. Ἀπὸ τῶν ὁμολογουμένων τὰ ἀμφίβολα χρὴ κρίνεσθαι, οὐκ ἀπὸ τῶν ἀμφιβόλων τὰ ὁμολογούμενα. Οἷόν τι λέγω· ὁπηνίκα ἀπὸ τοῦ Βαβυλωνίου τὸ ὄναρ τῆς εἰκόνος ἀπέπτη, καὶ ἐζήτει μαθεῖν οὐ μόνον τὴν ἐρμηνείαν τοῦ δειχθέντος, ἀλλὰ καὶ αὐτὴν τὴν ὅψιν, καὶ πάντες ἠπόρησαν, τότε ὁ Δανιὴλ οὐ πρῶτον τὰ ζητούμενα ἔφη, πρὶν περὶ τῶν δήλων ποιήσασθαι τὴν ἐξήγησιν· τὰ γὰρ κατὰ διάνοιαν αὐτῷ βουληθέντα ὑφηγησάμενος, ἀξιόπιστον ἑαυτὸν καὶ ἀνύποπτον περὶ τῶν ἀμφισβητουμένων καθίστη. Ἡ γὰρ περὶ τῶν ὁμολογουμένων διδασκαλία, τὴν τοῦ πλάττεσθαι τὰ λεγόμενα κατηγορίαν ἀνῄρει.

ΚΘʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Εἰ δεῖγμα σαφὲς τῶν ἑκάστου τρόπων ἡ τῶν συνόντων ἐστὶ πολιτεία, μὴ θαύμαζε εἰ Εὐσέβιος τοὺς περὶ Μαρτινιανὸν καὶ Ζώσιμον καὶ Μάρωνα, καὶ τοὺς ἄλλους τοὺς ὁμοτρόπους αὐτοῖς, διὰ τιμῆς ἔχει.

Ὥσπερ γὰρ εἰ ἀρετῆς ἦν ἐραστής, οὐκ ἂν τῶν φιλαρέτων ἑτέρους προετίμησεν· οὕτως ἐπειδὴ σύντροφον καὶ φίλην τὴν κακίαν ἔχει, τοῖς ὁμοτρόποις χρῆται.

Λʹ. ΑΡΧΟΝΤΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὁ μὴ διὰ τὴν τῶν ἀντιπάλων ἀσθένειαν περιγινόμενος, ἀλλὰ διὰ τὸ μέγεθος τῆς οἰκείας ῥώμης τῶν ἰσχυρῶν κρατῶν, ἀοίδιμός ἐστι, καὶ ἀναῤῥήσεως ἄξιος. Μὴ τοίνυν ἐναβρύνου, εἰ ἑνὸς καὶ δευτέρου κεκράτηκας. Εἰ γὰρ τῶν ἄκρων εἰς ἀρετὴν περιγένοιο, ὄντως τροπαιοῦχος ἀνακηρυχθήσῃ.

ΛΑʹ. ΟΦΕΛΙῼ ΓΡΑΜΜΑΤΙΚῼ. Πῶς εἴρηται τό· «Πρωτότοκος πάσης φύσεως.» Τὰ καθημαξευμένα παρείς, σαφῶς εἴποιμι τὸ νενοημένον, εἰ καὶ δόξαιμί τισι καινοτέραν ἑρμηνείας ἀνατέμνειν ὁδόν. Ὁ πρωτότοκος, εἰ μὲν ἡ δευτέρα ὀξύνοιτο συλλαβή, τὸν τεχθέντα πρῶτον· εἰ δ’ ἡ παρεσχάτη, τὸν πρώτως τεκόντα μηνύει. Καὶ τοῦτ’ ἀκριβῶς ἴστε μάλιστα ὑμεῖς οἱ ὁμηρίζοντες. Πρωτοτόκος γὰρ ἡ πρώτως τεκοῦσα ἐκείνῳ εἴρηται. Εἰκὸς οὖν, μᾶλλον δ’ ἀναγκαῖον ἐννοεῖν, ὅτι κἀνταῦθα τοιαύτῃ τινὶ ἐννοίᾳ ὁ θεσπέσιος ἐχρήσατο Παῦλος, οὐ πρῶτον τῆς κτίσεως αὐτὸν ἐκτίσθαι δογματίζων, ἄπαγε, ὅς γε ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτῆρα τῆς ὑποστάσεως τῆς πατρικῆς αὐτὸν καλεῖ· ἀλλὰ πρῶτον τετοκέναι, τουτέστι, πεποιηκέναι τὴν κτίσιν, ἵν’ ἦ, τῆς τρίτης συλλαβῆς ὀξυνομένης, πρωτογόνος, οὐ πρωτογενής· πρωτοκτίστης, οὐ πρωτόκτιστος.

Εἰ δ’ ὁ τόκος ἐνταῦθα ἀντὶ τῆς κτίσεως παρελήφθη, θαυμαζέτω μηδείς, ἐπεὶ καὶ ἑτέρωσε εἵρηται· «Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες·» καί· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα·» καί· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες.» Ἐπειδὴ γὰρ καὶ γεννήσας ὁ Θεὸς ἀπαθῶς ἐγέννησε, καὶ κτίζων ἀπαθῶς καὶ θεοπρεπῶς καὶ ἀμογητὶ δημιουργεῖ, τούτοις τοῖς ὀνόμασι κέχρηται ἡ Γραφή, οὐχ ἵνα τὴν γέννησιν κτίσιν, καὶ τὴν κτίσιν γέννησιν ὑπολάβωμεν, ὡς κακουργοῦντες οἱ αἱρετικοὶ κατασκευάζειν δοκοῦσιν· ἀλλ’ ἵνα τὴν εὐκολίαν καὶ τὴν ἀπάθειαν τοῦ Θεοῦ παραστήσῃ. Εἰ δέ τις προλήψει μόνῃ δουλεύων, καὶ μὴ τἀληθὲς σκοπῶν, ἀντείποι, οὔτ’ ἐγὼ τὴν ψῆφον ἐμαυτῷ θήσομαι, οὔτ’ ἐκεῖνος ἑαυτῷ ἂν εἴη δίκαιος. Οὐκοῦν ἐπιτρέψωμεν τὸ πρᾶγμα ἀδεκάστοις κριταῖς, καὶ ἔστωσαν κριταὶ οἱ ἀκροαταί. Εἰ μὲν οὖν ἐκεῖνος ἔχει δεῖξαι, δειξάτω.

Εἰ δὲ ἐμὲ ἀπαιτεῖ τὴν ἀπόδειξιν, αὐτὸν τὸν τοῦτ’ εἰρηκότα, παρακομίσω μάρτυρα. Μετὰ γὰρ τὸ εἰπεῖν, «Πρωτοτόκος πάσης κτίσεως,» ἐπήγαγεν· «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς.» Εἰ μὲν οὖν εἶπε, Μετ’ αὐτὸν ἐκτίσθη, ψηφίσασθε τῷ κατηγόρῳ. Εἰ δ’ Ἐν αὐτῷ· ἐν γὰρ τῷ κτίστῃ ἐστὶν ἡ πάντων δημιουργία καὶ διαμονή· ὅπερ καὶ σαφηνίζων ἀλλαχόσε ἔφη· «Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν·» ἀναντίῤῥητος ἡμῶν, ὡς οἶμαι, ἡ νίκη. Εἰ δὲ καὶ τὰ ἑξῆς φράσαιμι, ἐπιφανέστερόν ἐστι τὸ τρόπαιον.

Φησὶ γάρ· «Καὶ αὐτός ἐστι πρὸ πάντων.» Οὐκ εἶπεν, Αὐτὸς γέγονε πρὸ πάντων, ἀλλ’, «Ἔστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Οὐκ εἶπε, Μετ’ αὐτοῦ, οὐδέ, Μετ’ αὐτὸν ἐκτίσθη· διὰ τί δὲ παραγράφονται τοὺς λέγοντας, μονογενὴς μὲν κατὰ τὴν θεότητα, πρωτότοκος δὲ τῆς νέας κτίσεως κατὰ τὴν ἀνθρωπότητα; εἰ γὰρ μήτε οὕτω νοηθείη, μήτε μὴν πρωτοκτίστης κληθείη, τὸ πρωτότοκον, εἰ μὲν τῷ μονογενεῖ συναφθείη, δύναται τὴν εὐγένειαν ἐμφῆναι· δύναται γὰρ εἶναί τις καὶ πρωτότοκος, καὶ μονογενὴς υἱός· εἰ δὲ τοῖς κτίσμασιν, οὐκ ἔχει χώραν. Ἢ γὰρ μονόκτιστος, ἢ πρωτογενής. Θάτερον γὰρ θατέρου ἀναιρετικόν ἐστι. Τί δ’ ἄρα ἐκώλυε σαφῶς αὐτὸν εἰπεῖν, Πρωτόκτιστος πάσης κτίσεως;

Πῶς δέ, εἰ πρωτόκτιστος νοεῖται, μονογενής ἐστι; Τὸ μὲν γὰρ μόνον, ἄλλο οὐ προσίεται· τὸ δὲ πρῶτον, τὸ μόνον παραγράφεται. Τί δὲ διαφέρει τῶν κτισμάτων κατ’ αὐτὸ τοῦτο, εἴ γε καὶ αὐτὸς ἐκτίσθη; Πῶς δὲ οὐκ ἐρυθριῶσι, κτίσματι προσκυνοῦντες, καὶ ταῖς ἑαυτῶν μαχόμενοι ψήφοις; Ἀπαγορεύοντες καὶ τὸ τῇ κτίσει προσκυνεῖν, ὡς Ἑλληνικὸν αὐτοὶ τοῦτο δρῶντες ἑαυτοὺς λανθάνουσι. Χρὴ δὲ καὶ τοῦτ’ εἰδέναι, ὅτι οὐ τὰ αὐτὰ ὀνόματα πάντως καὶ τὰ αὐτὰ μηνύει πράγματα· οὔθ’ ἡ ὁμωνυμία συνωνυμίαν ἐκ παντὸς τρόπου ἐμφαίνει. Ἐπὶ μὲν γὰρ τοῦ Υἱοῦ κυρίως λέγεται ἡ γέννησις· ἐπὶ δὲ τῶν κτισμάτων καταχρηστικῶς.

Ἐπ’ ἐκείνου τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος· ἐπὶ δὲ τούτων τιμῆς ἕνεκεν καὶ υἱοθεσίας. Βουληθεὶς γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. Μὴ τοίνυν ἡ ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ καταχρηστικῶς εἰρημένα κυρίως λελέχθαι νομιζέσθω. Ἐπεὶ καὶ τὸν θυμόν, καὶ τὴν ὀργήν, καὶ τὰ ἄλλα πάντα τὰ τῇ θείᾳ μὴ πρέποντα φύσει, καταχρηστικῶς λελεγμένα οὐκ ἄν τις εὐφρονῶν κυρίως πεφράσθαι φαίη. Δῆλον γάρ ἐστιν ὅτι ἑκάστῳ χωρίῳ καὶ ἑκάστῃ λέξει ἡ πρέπουσα καὶ ἁρμόζουσα ἑρμηνεία προσαγομένη τὴν ἀλήθειαν ὠδίνει.

ΛΒʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Λίαν ἐκπλήττομαι πῶς μάλα ἀκριβῶς ἐπιστάμενος τὴν μὲν θείαν δύναμιν ἄμαχον οὖσαν, καὶ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχουσαν, τῶν δ’ ἀνθρωπίνων βέβαιον οὐδέν, οὐδ’ ἀσφαλές, ἀλλὰ κἂν ἄγαν δυνατὸν εἶναι δοκοίη, ἀμφίβολόν ἐστιν. Ὁμολογουμένην γὰρ κέκτηται τὴν εἰς τοὐναντίον μεταβολήν· ὅταν μὴ τὴν ἄνωθεν ἔχῃ ῥοπήν, καὶ πτῶσιν ἐξαίσιον ὠδίνει, οὐ μετρεῖς αὑτοῦ τὸ φρόνημα, ἀλλ’ ὑπερφυῶς ἐξογκούμενος τὴν ἐναντίαν προκαλῇ μεταβολήν.

ΛΓʹ. ΠΑΥΛῼ. Τί σημαίνει τό, ἐπὶ μέτρου μολύβδου τὸν προφήτην Ζαχαρίαν καθιεμένην ἰδεῖν τὴν ἁμαρτίαν. Ἐπειδὴ ἔφης· Δι’ ἢν αἰτίαν ἐπὶ μέτρου μολύβδου καθεδουμένην τὴν ἀμαρτίαν ἑώρακεν ὁ Ζαχαρίας; φημί, ὅτι ὁ μὲν μόλυβδος δηλοῖ τὸ βάρος τῆς ἁμαρτίας.

Οὐδὲν γὰρ ἐπαχθέστερον οὐδὲ φορτικώτερον τῆς ἁμαρτίας, τῆς εἰς τὸν πυθμένα τοῦ ᾅδου κατακοντιζούσης τοὺς ἁλόντας. Τὸ δὲ μέτρον, τὸ τέλος μηνύει τῆς περὶ τοὺς ἁμαρτήσαντας μακροθυμίας, καὶ τῆς τιμωρίας τὴν ἀρχήν. Οὐ γὰρ ἀμέτρως, οὐδ’ ἀεὶ ἁμαρτάνειν συγχωρηθήσονται· ἀλλ’ ὅσον οὐδέπω πικροτάτας εἰσπραχθήσονται δίκας.

ΛΔʹ. ΕΥΤΟΝΙῼ. Δεινὸν ὄντα καὶ δραστήριον τὸν τῆς φιλοτιμίας ἔρωτα, καὶ δεινῶς κρατοῦντα τοῦ ἀνθρωπίνου γένους, ὁ σωτήριος Λόγος σοφῶς τε καὶ ἐπιστημόνως καταστέλλων, καὶ πρὸς τὸ κρεῖττον μετοχετεύων, φησί· «Προσέχετε τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.» Ἐπειδὴ γὰρ ᾔδει ἅτε ποιητὴν ὢν καὶ δημιουργός, καλῶς ἐξ ἀρχῆς ἐμπεφυτευμένα τοῖς ἀνθρώποις τὰ τῆς φιλοτιμίας σπέρματα, οὐχ ἀπλῶς, οὐδ’ εἰκῆ, ἀλλ’ ἵνα διάπυροι τῆς τιμῆς τυγχάνοντες ἐρασταὶ ἐπὶ τὸ βέλτιον ἐπιδοῖεν, κάλλιστον κεκτημένοι φυλακτήριον, πρὸς τὸ μὴ δουλεύειν τοῖς ἀνελευθέροις πάθεσι, τὸν τῆς δόξης πόθον· μετοχετεύσαντας δὲ πρὸς τοὐναντίον τὸ ἔμφυτον δῶρον, καὶ πρὸς τὴν γηΐνην τιμὴν τραπέντας, λήθῃ τῆς οὐρανίου, πάλιν ὥσπερ ἄριστος γεωργὸς ἐπιμελόμενος τῆς ψυχῆς, τὰς μὲν πρὸς τὸ χεῖρον βλάστας ἐκκόπτει, καὶ τῶν κακίστων πρὸς τὴν ἀνθρωπίνην δοξομανίαν δεινῶς ὑλομανοῦσαν ἐπέχει τὴν φοράν· ὅσον δὲ αὐτῆς ἥμερόν τε καὶ γόνιμον πρὸς τὴν τῶν ὑπερκοσμίων τιμῶν καρποφορίαν, οὐ μόνον ὑπολείπεται, ἀλλὰ καὶ ζωπυρεῖ, καὶ γονιμώτερον κατασκευάζει, τὴν μὲν ἐπίδειξιν, ἢν οἱ τῆς ἀνθρωπίνης ὀρεγόμενοι δόξης ποιοῦνται, αὐτόπρεμνον ἀνασπάσας, τὴν δὲ πρὸς Θεὸν μόνον ὁρῶσαν, εἰκότως κατὰ κράτος φιλοτιμεῖσθαι ἐπιτρέψας.

ΛΕʹ. ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡῼ. Ἢ μᾶλλον, ἢ οὐχ ἧττον τῆς σῆς μεγαλονοίας ἐφροντίσαμεν, ὅπως τό γε ἡμέτερον μέρος, Χαιρήμων τε καὶ Ζώσιμος καὶ Μάρων μεταγνοῖεν, καὶ ἀμείνονα γνώμην ἀναλαβόντες, ἀπαλλαγεῖεν τῆς αἰσχύνης. Ἐπειδὴ δὲ ὡς ἔοικεν, εἰς ἀνανταγώνιστον ἐκπεπτωκότες κακίαν, οὐδέπω ἀνενεγκεῖν ἠβουλήθησαν· διὸ καὶ παρά τινων μέν, ὡς ταύτῃ ἀνανήψαντες, καταθρηνοῦνται, παρά τινων δ’ ἀπηγορεύθησαν, ὡς εἰς ἀναλγησίαν ἐξοκείλαντες· ἀλλ’ οὖν γε πάλιν οὐδὲν ἐλλείψει τῶν εἰς ἡμᾶς ἡκόντων, τάχα πως κἂν ὀψέ ποτε γνωσιμαχήσαντες, σπείσονται πρὸς τὴν ἀρετήν, ἢ ἀκηρύκτως πολεμεῖν οὐκ αἰσχύνονται.

Τοῦτο μὲν ἔργον, τὰ δ’ ἄλλα νομίζοντες εἶναι πάρεργα

Λϛʹ. ΧΑΙΡΗΜΩΝΙ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Εἰ κρίσιν μὴ προσδοκῶντες, δρᾶτε ἂ δρᾶτε, ἀλλὰ τοῦτ’ εἰδέναι ὀφείλετε, ὅτι ἡ μὲν κακία, καὶ χωρὶς ἑτέρας κολάσεως, κόλασίς ἐστιν· ἡ δ’ ἀρετή, καὶ δίχα στεφάνων, στέφανος. Μάλιστα μὲν γὰρ κἀκ τῶν κἀνταῦθα κολασθέντων, ὁ περὶ τῆς μελλούσης κρίσεως λόγος ἀξιόπιστός ἐστι καὶ ἀληθής, καὶ παρὰ πάντων ὁμολογούμενος. Εἰ δὲ εἰς τοσαύτην ὑμᾶς ἡ κακία φρενοβλάβειαν ἐξεβάκχευσεν, ὡς τοῦτον ἐκ τῆς ὑμετέρας γνώμης ἀνελεῖν· ἀλλ’ οὖν γε ἵνα παρῶ τὸ πολλοὺς κἀνταῦθα δεδωκέναι δίκην, μὴ μικρὰν εἶναι νομίσητε κόλασιν, τὸ ἐνταῦθα παρὰ πάντων κωμῳδεῖσθαι καὶ μισεῖσθαι, μηδὲ μικρὸν στέφανον, τὸ εὐσχημόνως καὶ σεμνῶς, καὶ μετ’ ἐγκωμίων τὸν ἐνταῦθα διανύσαι βίον.

ΛΖʹ. ΑΡΠΟΚΡᾼ ΣΟΦΙΣΤῌ. Ἀτοπώτατον εἶναί μοι φαίνεται, τὸ ἐκείνων μὲν ἐν οἷς διηνέχθησαν οἵ τ’ ἔξωθεν σοφοὶ καὶ αἱ ἱεραὶ Γραφαί, πολὺν ποιεῖσθαι λόγον· ἐν οἷς δὲ συνήχθησαν, ὀλίγον. Ὁ μὲν γὰρ τῆς κρίσεως λόγος καὶ εὔλογος ὢν καὶ δίκαιος, καὶ λογικοῖς πρέπων, καὶ παρ’ ἡμῶν καὶ παρ’ ἐκείνων ὁμολογούμενος, ὀλίγους δή τινας ἐπισπᾶται εἰς τὸ τὰ δέοντα πράττειν. Οἱ γὰρ πολλοὶ (καὶ μή τις θυμοῦ τὸ λεγόμενον εἶναι νομιζέτω) ὡς μήτε κρίσεως οὔσης, μήτε προνοίας ἐφεστώσης καὶ καθορώσης τὰ δρώμενα, καθάπερ ἐν ἀσελήνῳ νυκτὶ δρῶσιν ἃ δρῶσιν. Ὁ δ’ ἀμφισβητήσιμος καίτοι ἀπίθανος ὢν τοὺς πολλοὺς χειροῦται. Πολιτείας μὲν γὰρ ἀκριβοῦς ὀλιγωροῦσι, τὴν δὲ γλῶτταν ὑπὲρ τὸ δέον θήγουσι, καὶ σωφροσύνης μὲν αὐτοῖς λόγος οὐδείς· περὶ δὲ ὕλης ἀγεννήτου, καὶ ἄλλων τινῶν φλυαροῦσιν, ἃ μήτε γινωσκόμενα μέγα τι εἰς σωτηρίαν συντελεῖ, μήτ’ ἀγνοούμενα καταβλάπτει τοὺς μὴ πεπαιδευμένους. Μανθανέτωσαν οὖν πρῶτον τὸν παρά τε ἡμῶν καὶ αὐτῶν ὁμολογούμενον τῆς κρίσεως λόγον ἀνακινεῖν, καὶ βίου ὀρθοῦ ἔχεσθαι· ἀτοπώτατον γὰρ τὸ μὲν ἐν οἷς συνέβησαν, σιωπᾷν· τὰ δ’ ἐν οἷς διενέχθησαν, ἄνω καὶ κάτω θρυλλεῖν.

ΛΗʹ. ΣΕΡΙΝῼ. Ἐν τοῖς κοινοῖς καὶ ἀνηκέστοις κακοῖς κλῆρον οὐκ ἔχει ὁ οἶκτος. Πάντες γὰρ τὰ οἰκεῖα στένοντες πάθη, σχολὴν οὐκ ἄγουσι τοὺς πέλας ἐλεεῖν.

ΛΘʹ. ΧΑΙΡΗΜΟΝΙ ΔΙΑΚΟΝῼ. Τὸν ἐναγῆ οὔ φημι περὶ δογμάτων, ἀλλ’ οὐδὲ περὶ ἅλλου τινὸς χρῆναι ἀνοίγειν στόμα, ἕως ἂν δι’ εἰλικρινοῦς μετανοίας καθαρθείη· εἰ γὰρ τῷ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· «Ἱνατὶ σὺ διηγῇ τὰ δικαιώματά μου;» πολλῷ μᾶλλον τὸν οὕτω διακείμενον, καὶ τὰ δόγματα ἐρευνᾷν τολμῶντα ἐπεστόμισε. Τοσοῦτον γὰρ τὰ δόγματα τῶν δικαιωμάτων ἐστὶν ἀνώτερα, ὅσον οὐρανὸς γῆς, καὶ ψυχὴ σώματος. Πέπαυσο τοίνυν τῷ βίῳ μὲν ἡττώμενος, περὶ δὲ δογμάτων ἁμιλλώμενος· ἵνα μὴ καὶ τῷ δόγματι ἧτταν προξενήσῃς. Εἰώθασι γὰρ πολλοὶ ἀπὸ τῆς τῶν λεγόντων δόξης τοῖς λεγομένοις ψηφίζεσθαι.

Μʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὁ μὲν ἀδελφός, ὦ θαυμάσιε, ὁ σός, διὰ τρόπον θαυμάζεται, σὺ δὲ διὰ λόγον· ἐκεῖνος δι’ ὀρθότητα γνώμης, σὺ δὲ διὰ δεινότητα γλώττης· ἐκεῖνος διὰ μετριότητα ἤθους, σὺ δὲ διὰ φράσεως ὄγκον· ἐκεῖνος ὡς καρπῷ βρύων, σὺ δ’ ὡς φύλλοις κομῶν. Εἰ τοίνυν τοῦθ’ οὕτως ἔχει, ζήλου τὸν σαυτοῦ ἀδελφόν, ἵνα κατ’ ἄμφω εὐδόκιμος εἴης. Οὐ γὰρ τοσοῦτον ἐκεῖνος τῶν σῶν, ὅσον σὺ τῶν ἐκείνου, χρήζεις πλεονεκτημάτων.

ΜΑʹ. Τῼ ΑΥΤῼ. Θαυμάζοντές σέ τινες δι’ ὀξύτητα νοῦ, καὶ γλώττης δεινότητα, γράφονται ὡς δύσεριν καὶ δυσπρόσιτον καὶ δύσκολον. Δέον γὰρ τοῖς ὑποδεεστέροις συγκατιέναι, οὐδὲ τοῖς κρείττοσι παραχωρεῖς. Οὐκοῦν εἰ ταῦθ’ οὕτως ἔχει, μὴ καθύβριζε τὴν ἀρίστην παίδευσιν τῇ τῆς γνώμης σκαιότητι· ἀλλὰ κίρνα τῇ εὐφυΐᾳ τὴν εὐμένειαν, καὶ τῇ τῶν λόγων δεινότητι τὴν τῶν τρόπων ἡμερότητα, ἵνα ἑκατέρωθεν ἀοίδιμος γένοιο.

ΜΒʹ. Τῼ ΑΥΤῼ. Σοφὸν τῷ λόγῳ ἔγωγε ὁρισαίμην, τὸν σαφῶς παραστῆσαι δυνάμενον τὸ νοηθέν, οὐ τὸν ὑπερσόφοις καὶ ὑψηλαῖς λέξεσι καὶ τὰ σαφῆ ἐπισκιάζοντα. Ὁ μὲν γὰρ τὸ λεληθὸς εἰς φῶς ἄγει· ὁ δὲ καὶ τὸ πᾶσι δῆλον ἐν σκότῳ κατακρύπτει. Διὸ ἐκεῖνος μὲν ἅτε τῆς τῶν ἀκροατῶν ὠφελείας ἐφιέμενος, πολυύμνητος· οὗτος δὲ ἅτε τῆς ἰδίας δόξης ὀρεγόμενος, ἀγέραστος.

ΜΓʹ. ΠΑΥΛῼ. Θαυμαστὸν οὐδὲν εἰ οἱ φθόνῳ πυρσευόμενοι, οὐδὲ ταῖς εὐεργεσίαις γίνονται βελτίους. Πρὸς γὰρ τὰς χάριτας μᾶλλον παροξύνονται, ἐπειδήπερ συνίσασιν ἑαυτοὺς δεηθέντας χρηστότητος.

ΜΔʹ. ΣΕΡΑΠΙΩΝΙ ΕΠΙΣΚΟΠῼ. Ἐπειδὴ τῶν ἀποδείξεων τῶν ἀφανῶν πραγμάτων ἀρχαὶ διτταὶ τυγχάνουσιν (ἢ γὰρ ἐξ αἰσθήσεως ἢ ἐκ νοήσεως ἐναργοῦς πᾶσα ἀπόδειξις καὶ πίστις ἄρχεται), κἀμὲ ἀναγκαῖόν ἐστιν, ἢ θατέρῳ τούτων ἢ ἀμφοτέροις κεχρῆσθαι πρὸς τὸ κοιμίσαι σου τὸν θυμόν, ἐκ μέσης καρδίας, ὡς γέγραφας, ζέοντα· οὐσῶν δὲ τῶν διὰ τοῦ λόγου κρίσεων, οὐχ ἅπασιν ὁμοίως εὐπετῶν, οὐδὲ ῥᾳδίων· ἐπειδὴ καὶ συνετὸν εἶναι χρὴ τὸν θηρᾶσαί τι τῶν ἀδήλων βουλόμενον, καὶ γεγυμνάσθαι κατὰ τὴν πρώτην ἡλικίαν ἐν τοῖς ἀκονῶσι τὸν λογισμὸν παιδεύμασιν· ἄμεινον ἀπὸ τῆς πείρας, καὶ τῶν συμβεβηκότων εἰς τὸν Δεσπότην Χριστὸν ἄρξασθαι. Τούτοις γὰρ καὶ οἱ ἀμαθεῖς καὶ οἱ λίαν συνετοὶ παρακολουθῆσαι δύνανται. Τί τοίνυν ἀγανακτεῖς ὅτι Εὐσέβιος, ὁ δοκῶν ἐπίσκοπος, ὡς γέγραφας, μεθύει κατὰ πάσης τῆς Ἐκκλησίας, καὶ τὴν παροινίαν οὐ μόνον κατὰ πάντων, ἀλλὰ κατὰ σοῦ τοῦ πολλάκις αὐτὸν εὐεργετήσαντος προφέρει;

Ἀλλὰ μακροθύμει, ὦ φιλότης. Ἀφεὶς γὰρ ἀπὸ λογισμῶν καὶ συλλογισμῶν τοῦτ’ ἀποδεῖξαι, ἀπὸ τῶν Δεσποτικῶν παθῶν τὴν ἀπόδειξιν ποιησαίμην. Μάλιστα μὲν γὰρ καὶ τὰ παρὰ τῶν ἀλιτηρίων Ἰουδαίων εἰς αὐτὸν γενόμενα, ἀφόρητα ἦν, καὶ πάσης συγγνώμης μείζονα· πλὴν δεδόσθω φορητὰ εἶναι. Τί ἂν φαίης καὶ περὶ τοῦ ἀλάστορος Ἰούδα, τοῦ εἰς τὸν θεῖον ἐκεῖνον καταριθμηθέντος χορόν, καὶ εἰς τὸν περὶ τὸν βασιλέα σύλλογον, καὶ κατὰ δαιμόνων, καὶ νοσημάτων, καὶ θανάτου ἐξουσίαν εἰληφότος, καὶ λαμπροῦ οὕτω καὶ περιφανοῦς ἐξ ἀδόξου καὶ ἀφανοῦς γεγενημένου; Οὐχὶ προὔδωκε τὸν τοσούτων αὐτῷ αἴτιον γεγενημένον ἀγαθῶν; Τὸ γὰρ ἀτίθασσον ἐκεῖνο θηρίον (οὕτω γὰρ καλεῖν θέμις τοὺς μηδὲ εὐεργεσίαις ἀμείνους γινομένους) τῆς τοῦ Σωτῆρος ὑπερεμπλησθὲν ἀνεξικακίας, κατ’ αὐτοῦ τὸν κόρον ἤνεγκε. Ταύταις τοιγαροῦν ταῖς ἐπῳδαῖς πραΰνειν πειρῶ καὶ τιθασσεύειν τὸ πῦρ τῆς ὀργῆς· εἴκει γὰρ τοῖς ταῦτα κατεπᾴδουσιν.

ΜΕʹ. ΩΡΙΩΝΙ ΜΟΝΑΖΟΝΤΙ. Κανόνα σε φιλίας εὐθύτατον λέγων τίς οὐκ ἂν διαμάρτοι τῆς ἀληθείας. Ἁπλοῦς γὰρ εἷ τὴν γλῶτταν, ἁπλούστερος δὲ τὴν γνώμην, ἁπλούστατος δὲ τὸν βίον.

Μϛʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Διὰ τί ὁ νόμος τοὺς λεπρῶντας, ἢ ἑτέρους νοσήματα ἀκούσια νοσοῦντας, ἔξω εἶναι τῶν ἱερῶν περιβόλων προσέταξεν. Τὴν ἀκρασίαν τῶν γονέων κολάζων ὁ νομοθέτης, ὦ σοφώτατε (πολλοὶ γὰρ οὐκέτι καθαιρομέναις ταῖς γυναιξὶν ὁμιλοῦσιν, ἡδονῆς μόνης, ἀλλ’ οὐ παιδοποιίας ἕνεκεν νομίζοντες πεπλάσθαι τὴν γυναῖκα), ἱερῶν περιβόλων ἀπεῖρξε τοὺς ἐκ συνουσιῶν οὐ καθαρῶν τικτομένους, ἵν’ εἰ μὴ ἑκόντες, ἄκοντες γοῦν σωφρονοῖεν, καὶ σεμνῶς βιοῦν ἑαυτοὺς ἀναγκάσειαν, ὡς τῆς τιμωρίας εἰς τοὺς ἐξ αὐτῶν τεχθησομένους βαδιουμένης. Τί γὰρ ἂν γένοιτο τοῖς τοκεῦσιν ἀλγεινότερον τοῦ τοὺς παῖδας, οὒς εὔχονται εὐδοκιμωτέρους καὶ λαμπροτέρους ἑαυτῶν ἰδεῖν, θεάσασθαι μήτε κοινῶν, μήτε ἱερῶν συνόδων μετέχοντας;

Ταύτην μὲν οὖν ἀναγκαίαν αὐτοῖς καὶ παρὰ πόδας ἐπήγαγε τὴν δίκην, ἵνα φόβῳ τῆς τιμωρίας τὴν ἀκολασίαν κολάζωσι· τὰ γὰρ ἐξ ἀκαθάρτου αἵματος; πλαττόμενα σώματα, ταῖς τοιαύταις νόσοις εὐάλωτα. Πολλοὶ δὲ καὶ ἄλλην κἀνταῦθα δεδώκασι δίκην, οἱ μὲν σαφῶς, οἱ δὲ λεληθότως, κἀκεῖ δὲ πάντως δώσουσιν. Οὐ γὰρ ἂν τοὺς ἐξ αὐτῶν φύντας ἀτιμάσας διὰ τὴν τῶν γονέων ἀκρασίαν, αὐτοὺς τοὺς πλημμελήσαντας ἀτιμωρήτους ἀφήσει.

ΜΖʹ. Τῼ ΑΥΤῼ. Εἰ ἀνάγκη τοῖς συνοῦσιν Εὐσεβίῳ, δυοῖν θάτερον συμπεσεῖν, ἢ μεμισῆσθαι, ἢ μετέχειν τῆς ἀκρασίας· ἐπειδὴ τοὺς μὲν σώφρονας ἀπελαύνει, τοὺς δ’ εἰδότας ἀσχημονεῖν, ἀγαπᾷ· παραινέσαιμί σοι φεύγειν τὴν τῶν αὐτῶν διατριβήν, μὴ λοιμικοῦ νοσήματος παραπολαύσῃς

ΜΠʹ. Τῼ ΑΥΤῼ. Οὐκ ἀποδέχομαι, ὦ μετριοφροσύνης αὐτόξεστον ἄγαλμα, τὸν ἐν μὲν τῷ ἰδιωτεύειν ταπεινὸν ἄγαν φαινόμενον, ἐν δὲ τῷ ἄρχειν μείζονα τῆς ἀνθρωπίνης φύσεως φανταζόμενον· ἀγεννοῦς γὰρ καὶ ἀνάνδρου καὶ ἰδιωτικῆς τῷ ὄντι τοῦθ’ ἡγοῦμαι ψυχῆς εἶναι τεκμήριον· ἀλλ’ ἰδιώτης μὲν ὤν, ὑψηλὸς τυγχάνοι· ἄρχων δ’ ἀποφανθείς, ἐπιεικὴς καὶ μέτριος, καὶ τὰ ἐφεδρεύοντα ἑκατέρῳ πράγματι νοσήματα διαφύγοι, οὗ μὲν τὴν ταπεινότητα, οὗ δὲ τὴν ὑπεροψίαν.

ΜΘʹ. ΠΑΛΛΑΔΙῼ. Ὅταν τῆς κακίας ἀπόσχοιο, τότε καὶ περὶ ἀρετῆς σκοπεῖν ἂν εἴης δίκαιος. Ἐὰν γὰρ ἐκείνην ἀποτρίψαιο, τότε καὶ περὶ τοῦ τίνα τρόπον ἀρετῆς ἀντιλάβοιο, ἐξέσται σκοπεῖν. Πρὶν δὲ τὴν ἀρχὴν καὶ τὴν κρηπῖδα ὀρθῶς ὑποθέσθαι, περιττὸν ἡγοῦμαι περὶ τῆς τελευτῆς καὶ τῆς κορωνίδος διεξελθεῖν.

Νʹ. ΘΕΟΔΩΡῼ ΑΥΓΟΥΣΤΑΛΙῼ. Εἰ καὶ βασιλεύς τις εἵη, καὶ περιῤῥέοντα ἔχοι τὸν πλοῦτον, καὶ εὐφροσύνης ἔμπλεως ᾖ, ἄμαχόν τε κεκτημένος τὴν δύναμιν παρὰ πάντων ἐπαινοῖτο καὶ μακαρίζοιτο, ἅτε πᾶσι τοῖς δοκοῦσιν ἀγαθοῖς κομῶν, τὸ πρὸ βραχέος, καὶ τὸ μετὰ βραχὺ ἐννοῆσαι ἂν εἴη δίκαιος, καὶ μὴ πρὸς ὕβριν ἐπαίρεσθαι. Εἰ δ’ οὐ δυνατὸν ταῦτα πάντα συνελθεῖν· οὐ γὰρ τῷ πλούτῳ πάντως καὶ εὐφροσύνη πρόσεστι, πολέμων ἔσθ’ ὅτε λυμαινομένων. τῇ ἀνέσει, οὐδ’ εἰ θυμηδία καὶ πλοῦτος συνδράμοιεν, ἀσφάλεια προσέσται, τῶν ἐν τέλει τινὸς τυραννίδα μελετῶντος. Ὡς τὰ πολλὰ γὰρ ἢ ἔνδοθεν φύονται ἐπιβουλαί, ἢ ἔξωθεν ἀναῤῥιπίζονται πόλεμοι· δι’ ἢν αἰτίαν ἀφ’ ἑνὸς τῶν δοκούντων ἀγαθῶν εἰς ὑπεροψίαν χωροῦμεν, καὶ κατὰ πάντων φρονοῦμεν;