Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Γ΄, Επιστολές 351-413
Τελικές επιστολές του έργου, με θέματα την παρθενία, την ορθή ιεροσύνη, την τελική κρίση και τη θεία μακροθυμία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Γ΄, Επιστολές 351-413
Τελικές επιστολές του έργου, με θέματα την παρθενία, την ορθή ιεροσύνη, την τελική κρίση και τη θεία μακροθυμία.
ΤΝΑʹ. ΑΝΤΩΝΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὁ τῆς παρθενίας ἀγών, μέγας μὲν καὶ λαμπρὸς καὶ ἔνθεος (πρὸς γὰρ τὴν ἔμφυτον τοῦ σώματος ἠδονὴν ὁ πόλεμος), ἐν δὲ τοῖς ἄλλοις ἄθλοις ἐξευμαρίζει τοὺς πόνους. Ῥᾳδίως γὰρ φιλοχρηματίας κρατήσει, κόσμου σωματικοῦ, ἀνδρός τε καὶ παίδων μὴ φροντίζουσα, δι’ ὃ ὁ τῶν χρημάτων πορισμὸς ἀναγκαῖος εἶναι τοῖς ἀφιλοσόφοις δοκεῖ· πένθει τε ἀνάλωτος ἔσται. Οὐ γὰρ ἤνθησε κλάδους, οἷς συνανθοῦσι καὶ αἱ φροντίδες καὶ τὰ πένθη. Ζώντων μὲν γὰρ τῶν παίδων, ἀναγκάζονται μεριμνᾷν, τεθνεώτων δὲ πενθεῖν. Ὀδυνῶν τε καὶ ἀθυμιῶν ἕξω ἐσκήνωται, μηδ’ ἀνδρὸς δουλευομένη φρονήματος, μήτε ὠδῖσι ταῖς τοῦ θανάτου γείτοσι διακοπτομένη.
Οὐ παρευδοκιμουμένη ζηλοῖ, οὐκ ἀγαπωμένη ὑπτιοῦται. Οὐκ ἀποστρεφόμενον κολακεύει, οὐ μισοῦντα θωπεύει, οὐχ ὑβρίζοντα ἀποστρέφεται, ἀλλὰ πάντων τούτων τῶν ἀνηκέστων κακῶν ἀπαλλαγή, ἡ πρὸς τὴν ἔμφυτον ἐπιθυμίαν μάχη, ἧς κρατοῦσα, πάντα ἐκεῖνα ὑποκύπτοντα ἔχει. Διὸ καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἀκριβῶς βασανίσας τὴν φύσιν, ἔγραφε περὶ τῶν πάντα ὑπομενόντων τὰ δυσχερῆ, ἵνα μόνον τὴν ἀπὸ τῆς ἐπιθυμίας λύτταν μὴ χειρώσωνται, «Θλίψιν τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι. Ἐγὼ δὲ ὑμῶν φείδομαι.» Ἀλλ’ ἐπειδὴ πολλοὶ μὲν τὴν ἀποστολικὴν συμβουλήν, ὡς διὰ πραγμάτων μὴ δεικνυμένην ἀτιμάζοντες, τὸ δ’ ἀληθὲς τῇ ἡδονῇ συνηγοροῦντές φασιν, ὅτι, θλίψιν μὲν οὐκ ἔχουσιν οἱ τὸν γάμον ἀσπασάμενοι, ἀλλὰ καὶ τέρψιν καὶ τρυφήν· πολλοὶ δὲ δεινότητι χρώμενοι, καὶ ἀνδρειοτέρους ἑαυτοὺς τῶν τὴν ἁγνείαν ἐστεμμένων οἰόμενοι, οὐ δεόντως λέγουσιν, ὅτι ἀγεννοῦς τοῦτο ψυχῆς τεκμήριον.
Ταῖς γὰρ τῆς ἀγαμίας ἁγιστείαις ἀφιερώσαντες ἑαυτούς, ἀπέκλεισαν τῇ γενέσει τὰς διεξόδους, γάμων ἀμύητοι μείναντες, καὶ τῇ τῶν ἀναγκῶν γυμνότητι πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων νεανιευσάμενοι, παραπλήσιόν τι ποιοῦσιν, ὡσπερανεί τις ἀσώματος τυγχάνων ἐνηβρύνετο τῷ ἄτρωτος εἶναι.
Καὶ γὰρ καὶ αὐτοὶ τὰς παραλόγους τῶν ἀβουλήτων ἐφόδους δείσαντες, τὸν τῆς παιδογονίας θεσμὸν ἠτίμασαν, ἀτεκνίᾳ ἑαυτοὺς πρὸς τὰς μεταβολὰς ὀχυρώσαντες, καὶ τὸ ἀνάλωτον διὰ ταύτης πραγματευσάμενοι. Ἡμεῖς δὲ ταῖς τῆς μεταβολῆς παραλόγοις ῥοπαῖς παραδόντες ἑαυτούς, καὶ οὐ ψιλῶν τάξιν πρὸς αὐτὴν ταγέντες, ἔξω τῆς φάλαγγος ἔστημεν, ἀλλὰ τοῖς βέλεσιν αὐτοῖς ὑποθέντες τὴν πολιτείαν, καὶ ἀφθονίαν παρασχόντες εἰς ἂ βούλοιντο πλήττειν, πρὸς ἐκείνην ἐφραξάμεθα, ὡς καὶ τιτρωσκομένους μὴ πλήττεσθαι, καὶ βληθέντας, ἄκεντρα τοξεύεσθαι, καὶ ἐν τῇ τῶν δυσκόλων πείρᾳ τὸ δόγμα βεβαιούμενοι, ὡς ἀρετὴ μεταβολῆς ἀδέσποτος, τὴν ἀκριβεστάτην ἐκφέρομεν βάσανον. Ἐπεὶ τοίνυν τοιαῦτά τινα συνείροντες καταρητορεύουσιν, αἰσχυνόμενοι μὲν ἐπὶ τῷ ἀπολελεῖφθαι τῶν τῆς παρθενίας ἄθλων, εὐπρόσωπον δὲ δοκοῦντες ἀπολογίαν προβάλλεσθαι, εἴσονται μὲν διὰ τῶν πραγμάτων ἐπὶ τῶν ἐπάθλων, ὅσον γυναικὶ μὲν ἀνήρ, ἀνδρὶ δὲ γυνή, καὶ γυναικὸς καὶ παίδων φροντίδες ἐμπόδιόν ἐστι πρὸς σωτηρίαν· ἐλέγχονται δὲ καὶ νῦν εἰς τῶν κακῶν πυθμένα, διὰ ταῦτα συνελαυνόμενοι, δι’ ἂ καὶ οἱ μὲν τρυφῆς καὶ ἀνέσεως ἀπολαύσεσθαι, οἱ δὲ καὶ μειζόνων στεφάνων ἀξιωθήσεσθαι προσεδόκησαν. Ποίοις γὰρ πάθεσιν οὐχ ὑπόκεινται; Ποίαν δὲ καπηλείαν οὐ μεταχειρίζονται;
Πόσας δὲ ἀηδίας ὑπομένοντες, οὐκ αἰσθάνονται; Τί γὰρ τῶν καλῶν αὐτοὺς οὐ παριππεύει; Τί δὲ κατασκηνοῖ παρ’ αὐτοῖς ἐπαίνου ἄξιον; Καὶ ταῦτα, οὐ τοὺς τὸν τίμιον γάμον ἀσπαζομένους ἀποκηρύττων λέγω (ἄπαγε) ἀλλὰ τοὺς ἀθυρώτῳ καὶ ὀλισθηρᾷ γλώττῃ τολμῶντας τὸν γάμον τῆς παρθενίας ὑπερτιθέναι κωμῳδῶν. Ὅσον γὰρ οὐρανὸς γῆς, καὶ ψυχὴ σώματος διαφέρει· τοσοῦτον ἡ παρθενία τοῦ γάμου διενήνοχεν. Ἐκείνη μὲν γὰρ τὰ πρωτεῖα ἐν τῇ παρατάξει ἔχει, καὶ τὸ μέτωπον κοσμεῖ τῆς φάλαγγος, καὶ τὰ λαμπρὰ τρόπαια ἵστησιν· οὗτος δὲ σύμμετρος ὤν, καὶ τοῖς ἀσθενεστέροις ἔρεισμα δοθείς, δύναται μὲν σώζειν τοὺς φυλάττοντας, οὐ μὴν εἰς τὴν τῆς παρθενίας ἀνάξει κορυφήν.
Διὸ καὶ ὁ πνευματικὸς νόμος τοὺς γήμαντας καὶ ἀμπέλους φυτεύσαντας εἰς τὸν κατὰ τῶν πνευματικῶν τῆς πονηρίας πόλεμον ἐξελθεῖν ἀπηγόρευσε. Μὴ τοίνυν οἱ τοιούτῳ κατεχόμενοι δεσμῷ τοῖς λελυμένοις ἀμιλλᾶσθαι οἰέσθωσαν· οὐδὲ γὰρ οἷόν τε.
Μηδὲ οἱ χρηματισμῷ καὶ κόσμῳ σωματικῷ ὅλον ἑαυτῶν ἀναθέντες τὸν βίον, νομιζέτωσαν ἴσα ἆθλα λήψεσθαι τῶν ἀφιερωσάντων ἑαυτούς, καὶ τὰ τοῦ Κυρίου μεριμνώντων· ἀλλὰ ἐν τῇ προσηκούσῃ τάξει ἑαυτοὺς φυλάττοντες, μὴ ὁπλιζέτωσαν γλῶτταν κατὰ τῶν εἰς τὴν οὐράνιον κορυφὴν ἀναβάντων. Οὐ γὰρ ὁ γάμος κακόν· ἄπαγε· ἀλλὰ καὶ ἔννομον καὶ σύμμετρον ἀγαθόν. Ἀλλὰ τὰ ἐπισυρέντα τῷ γάμῳ κακά, ἰκανὰ καὶ τὴν τοῦ γάμου ἀμβλῦναι ἡδονήν. Εἰ δὲ καὶ μηδὲν τούτων ἐπήγετο, οὐδ’ οὕτως τῇ παρθενίᾳ παραβάλλεσθαι δίκαιος ἦν. Ὃ δέ με καὶ ἐπειγόμενον παραδραμεῖν οὐκ ἐᾷ, τοῦτο ῥητέον· ὅτι ἡ μὲν παρθενία καὶ τἄλλα χειροῦται πάθη, ὁ δὲ γάμος καὶ τοῖς ἄλλοις ἁλίσκεται πάθεσι. Τίς γὰρ ἵνα παισὶ χορηγήσῃ τροφάς, οὐ πάντα ποιεῖ τὰ μὴ πρέποντα καὶ εἰς κινδύνους ἑαυτὸν ῥιπτεῖ, καὶ εἰς πέλαγος, καὶ εἰς θηρίων βοράν. Οὗτοι οὖν ὡς ἀνδρεῖοι καὶ τροπαιοῦχοι ἐναβρύνεσθαι θέλουσι. Καὶ τίς ἀνέξεται; τίς γὰρ αὐτοῖς ἐπαρκέσει καιρὸς πρὸς τὸ ταῦτα τὰ τραύματα θεραπεῦσαι; Τίς δὲ οὐ συναλγήσει τοῖς ὑπὸ τοσούτων βελῶν κατατετρωμένοις; Τοσαῦτα γὰρ αὐτοὺς περιέχει κακά, οἷα οὐδ’ ἐννοῆσαι, οὐδὲ φράσαι διὰ τὸ πλῆθος δυνατόν. Παυέσθωσαν οὖν τῶν τοιούτων λόγων, καὶ μὴ κατὰ τῆς παρθενίας ὁπλιζέτωσαν τὴν γλῶτταν· ἀλλ’ ὡς βασιλίδα αὐτὴν γεραιρέτωσαν, καὶ ὑπ’ αὐτῇ ταττέσθωσαν, ἵνα ἔχοιεν αὐτὴν καὶ ὑπερασπίζουσαν καὶ πρεσβεύουσαν.
Ἡλίῳ μὲν γὰρ τοὺς τὴν παρθενίαν (ἵνα καὶ οὐρανίοις χρήσωμαι παραδείγμασι)· σελήνῃ δὲ τοὺς τὴν ἐγκράτειαν, ἄστροις δὲ τοὺς τὸν τίμιον γάμον ἀσπασαμένους καὶ διατηρήσαντας, παραβάλλεσθαι θέμις, μάλιστα ἐπιψηφίσαντος τοῦ θεσπεσίου Παύλου, καὶ λέγοντος· «Ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων.»
ΤΝΒʹ. Τῼ ΑΥΤῼ. Ἐκεῖνον μόνον ἂν ἔγωγε ζῇν κυρίως ὁρισαίμην, τὸν τῶν σωματικῶν παθῶν κρείττονα καὶ ἀνώτερον. Ὁ γὰρ ἐκείνοις ἑαυτὸν ὑποζεύξας, καὶ κατὰ κράτος ὑπ’ αὐτῶν ἐλαυνόμενος, οὐ μόνον εἰς τὸ ἔσχατον τελευτᾷ βάραθρον, ἀλλ’ οὐδὲ ζῇν ἐνταῦθα δύναται διὰ τὰς ἐξ αὐτῶν λύπας, καὶ τοὺς φόβους, καὶ τοὺς κινδύνους, καὶ τὸν μυρίον αὐτῶν ἐσμόν. Ἄν τε γὰρ θάνατος προσδοκηθῇ, τέθνηκε καὶ πρὸ τοῦ θανάτου τῷ δέει· ἄν τε νόσος, ἄν τε ὕβρις, ἄν τε πενία, ἄν τε ἕτερόν τι τῶν ἀδοκήτων, ἀπόλωλε καὶ ἀπὸ τῆς ὑπονοίας μόνης, καὶ διέφθαρται. Ἀλλ’ οὐχ ὁ τῶν παθῶν κρατῶν τοιοῦτος· ἀλλὰ καὶ φόβων, καὶ κινδύνων, καὶ μεταβολῆς ἁπάσης ἕστηκεν ὑψηλότερος, οὐ τῷ μηδὲν ὑπομένειν (τοῦτο γὰρ ἴσως ἀμήχανον), ἀλλ’ ὃ καὶ πολλῷ μεῖζόν ἐστι καὶ παραδοξότερον ποιεῖ τὸ τρόπαιον τῷ καὶ προσβαλλόντων αὐτῶν καὶ ἀκροβολιζομένων καὶ κατατοξευόντων καταφρονεῖν.
ΤΝΓʹ. ΤΙΜΟΘΕῼ ΛΑΜΠΡΟΤΑΤῼ. Εἰ καὶ Χαιρήμων, ὡς γέγραφας, ὁ Εὐσεβίου ὑπασπιστής, ἐκ τῆς αὐτοῦ συνουσίας ἠκονημένος πρὸς πᾶσαν κακίαν οἰστρᾷ, καὶ πίστιν οὐκ οἶδεν, ἀλλ’ ἐπ’ ἀδικίας ἀδείᾳ κέχρηται τοῖς ὅρκοις (σπένδεται γάρ, καὶ μένει ἀκήρυκτος· συνθήκας ποιεῖται καὶ λύει· ὄμνυσι καὶ πανουργίας ἐφόδιον ἔχει τοὺς ὅρκους)· ἀλλά γε ὁ τοῦτον συγκροτῶν, παρ’ ἐμοὶ κριτῇ, νῦν μὲν καρποῦται τῶν κακιῶν τὴν αἰτίαν· ὕστερον δὲ καὶ τῆς δίκης τὸ πλέον καρπώσεται.
ΤΝΔʹ. ΠΑΥΛῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τῷ ἱερωμένῳ πλοῦτος μὲν ὁ τῆς ἀρετῆς κόσμος, ἡδονὴ δὲ ἡ σωφροσύνη, τρυφὴ δὲ ἡ αὐτάρκεια, εὐφροσύνη δὲ ἡ τῶν ὑπηκόων πρὸς ἀρετὴν ἐπίδοσις· εἰ δέ τις τἀναντία τούτων ἐπιτηδεύων ἱερωσύνης ὀνόματι ἐναβρύνεται, οὗτος ἀνίερος τυγχάνει, καὶ τῆς ἀρχῆς ἀνάξιος.
ΤΝΕʹ. ΜΑΡΤΥΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ Ἀρειανῶν καὶ εὐνομιανῶν. Εἰ μὲν τοῖς ἀνθρωπίνοις πάθεσιν (ὅπερ οὐδὲ εἰπεῖν θέμις) κατὰ πάντα ἕψοιτο ὁ τὴν θείαν γέννησιν ὑπογράφων, ἀκοῦσαι ἂ εἵη δίκαιος, ὅτι εἴ σοι πάθος πλάττεται περὶ τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν.
Οὐδὲ γὰρ τὸ κτιζόμενον (εἰ τοῖς ἀσθενέσι τῶν ἀνθρώπων λογισμοῖς ἑψοίμην) ἀπαθῶς κτίζεται· εἰ δὲ θεοπρεπῶς, τὰ μὲν ἁρμόττοντα τῇ ἀκηράτῳ οὐσίᾳ καταδέξοιτο, τὰ δὲ ἀπηχῆ παριππεύσειεν, ἐννοῆσαι ὀφείλει εἴγε τὸ λογιστικὸν ἐῤῥωμένον ἔχει ὅτι ἐπειδὴ ὁ θνητὸς οὕτως τίκτει. ὁ ἀθάνατος οὐχ οὕτως· ὥσπερ οὖν καὶ ὁ κτίζων, ὁ μὲν μετὰ πόνου, ὁ δὲ ἀμογητὶ κτίζει. Ταῦτα γὰρ ἐννοήσας καὶ ὁ πολυόμματος νοῦς, καὶ ὥσπερ ἔνθους γενόμενος, πάντα τὰ γήϊνα παραδείγματα παραδραμών, ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτῆρα τῆς ὑποστάσεως τῆς πατρικῆς, τὸν υἱὸν εἰκότως ὡρίσατο· τῷ μὲν τὸ συναΐδιον, τῷ δὲ τὸ ἐνυπόστατον παριστάς. Ἐπειδὴ γὰρ τὸ πρῶτον ἀνυπόστατον φαντασίαν ἵσως τισὶν ἔτικτε, διὰ τοῦ δευτέρου τὴν ὑποστάσεων ποιητικὴν ὑπόστασιν ἐχαρακτήρισε.
ΤΝϛʹ. Τῼ ΑΥΤῼ. Ἔοικας οὐ συνορᾷν τὰ μέχρι νῦν γινόμενα, καὶ διὰ τοῦτο γεγραφέναι, δι’ ἢν αἰτίαν Δαρείου τοῦ Μήδου τρεῖς τακτικοὺς χειροτονήσαντος (ὧν εἷς ἦν καὶ ὁ Δανιὴλ), ὥστε ἄρχειν τῶν χειροτονηθέντων παρὰ αὐτοῦ ἐκατὸν εἴκοσιν ἀρχόντων, συγκρίνουσα αὐτὸν ἡ Γραφή, δέον τοῖς ἴσοις μόνον συγκρῖναι, καὶ τοῖς πολλῷ ὑποδεεστέροις συνέκρινεν. Ἤρκει γάρ, ἔφης, ἡ τῶν συντεταγμένων ὑπεροχή, καὶ τὴν κατὰ τῶν ὑποτεταγμένων νίκην ἐνδείξασθαι. Νῦν δέ φησι· «Καὶ ἦν Δανιὴλ ὑπὲρ τοὺς τακτικοὺς καὶ τοὺς σατράπας· τοῦτ’ ἔστι, σοφώτερος ἀπεδείχθη, καὶ κατὰ τὴν διοίκησιν ἐπιτηδειότερος, οὐ μόνον τῶν δυοῖν τῶν ἐξόχων, ἀλλὰ καὶ τῶν μετ’ αὐτούς». Ἡ δὲ λύσις τοῦ ζητουμένου αὔτη. Ἐπειδὴ ἐνεδέχετο τὴν τοῦ βασιλέως κρίσιν οὐχ ὑγιῆ τυγχάνουσαν, πολλάκις τοὺς φαυλοτέρους εἰς ἀρχὴν φέρειν (ὃ δὴ φιλεῖ γίνεσθαι, οὐ μόνον ἐπὶ τῶν βασιλειῶν, ἀλλὰ καὶ ἐπὶ τῶν Ἐκκλησιῶν· τί γὰρ δεῖ θαυμάζειν, εἰ οἱ βιωτικὰ πράγματα ἐγκεχειρισμένοι τοιαῦτα ἁμαρτάνουσιν, ὁπότε καὶ εἰς τὰ ἄγια εἰσεκώμασεν αὕτη ἡ ἀλογία;)
εἶναι δέ τινας ἐν τῷ πλήθει συνέσει τούτων προὔχοντας, ἀναγκαίως τὴν σύγκρισιν τοῦ δικαίου οὐ πρὸς τοὺς δύο μόνους ἐποιήσατο τακτικούς, τοῦτ’ ἔστι, τοὺς τῶν στρατιωτικῶν τάξεων ἡγουμένους, καὶ τάττοντας ταύτας ὅποι χρή, εἴτε ἐν πολέμῳ, εἴτε ἐν εἰρήνῃ, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἅπαντας· οὐκ ἀπὸ τῆς κρατοῦντος γνώμης, τῆς πολλάκις διαμαρτανούσης, ἀλλ’ ἀπὸ τῆς τῶν πραγμάτων ἀληθείας αὐτὸν στεφανοῦσα. Ὑπερέφερε γὰρ οὐ μόνον τῶν δοξάντων τῷ βασιλεῖ συνετῶν εἶναι, ἀλλὰ καὶ τῶν ὄντως συνετῶν. Διὸ καὶ [ὁ] βασιλεὺς μὲν κατέστησεν αὐτὸν ἐφ’ ὅλης τῆς βασιλείας, ἐκ τῶν πραγμάτων, κρείττονα τῶν λοιπῶν δηλονότι ὀφθέντα· οἱ δ’ ἅλλοι δόλους καὶ σκευωρίας ῥάπτειν διεγίνωσκον. Φθόνος γὰρ ταῖς εὐπραγίαις ἀντιστρατεύεσθαι πέφυκεν.
ΤΝΖʹ. ΗΣΑΙᾼ. Βλέπε μὴ ποτὲ ἡ ἀνυπέρβλητός σου ἀλαζονεία ἀναγκάσῃ τὴν θείαν καὶ ἡμερωτάτην φύσιν τὴν οἰκείαν ἐπιδείξασθαι δύναμιν, τὴν κἀνταῦθα πανολεθρίαν σε παραδοῦναι, κἀκεῖσε πικροτάτας ἀπαιτῆσαι δίκας δυναμένην.
ΤΝΗʹ. Τῼ ΑΥΤῼ. Ὁ χρημάτων κρείττων, οὔτε εἰς τοὺς πλούτῳ κομῶντας, οὔτε εἰς τοὺς δυσνουθετήτῳ θηρίῳ, τῇ πενίᾳ φημὶ μαχομένους, παρὰ νόμον τι ἀξιοῖ διαπράξασθαι. Οὔτε γὰρ ἐκείνους ἀδικεῖ ἁρπάζων τὰ χρήματα· οὔτε τούτους, λήμματι παραφθείρων τὸ δίκαιον.
ΤΝΘʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΗΚΤΟΡΙ. Ἐπειδὴ δεινὸν ἡ κολακεία οὐ μόνον τῶν ἀνδρείων, ἀλλὰ καὶ τῶν ἐμφρόνων κλέψαι τὸν νοῦν· διὰ τοῦτο εἰκότως τοῦ φόβου ταύτην φημὶ δυνατωτέραν εἶναι. Τῷ μὲν γὰρ αἰσχύνονται πολλοὶ εἶξαι· τῆς δὲ ἡδέως ἡττῶνται, ἀκρίτως καὶ ἀβασανίστως ἑαυτοὺς ἐνδιδόντες.
ΤΞʹ. ΛΕΟΝΤΙῼ. Μὴ θαύμαζε, ὦ ἄριστε, μηδὲ ἕξω τοῦ πρέποντος ἐξακοντιζέσθω σου τὸ φρόνημα, εἰ κεκλεισμένης, ὡς γέγραφας, Ζωσίμου τῆς παῤῥησίας, οὐ κιγκλίσι καὶ θύραις τισίν, ἅς τινες ἂν καὶ παρανοίξειαν, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ἐγκλήμασιν, ἔτι καὶ ἀθυρογλωττεῖ.
Ὥσπερ γὰρ τοῖς κατορθοῦσι μετριάζειν μετὰ τὰ κατορθώματα ἔθος, οὕτω καὶ τοῖς ἁμαρτάνουσι μετὰ τὰ πταίσματα ἐπαίρεσθαι. Εἰ δὲ βούλει ἀπόδειξιν τούτου λαβεῖν, θέα τοὺς τρεῖς παῖδας ἐκείνους τοὺς κρείττονας τοῦ πυρὸς διὰ δικαιοσύνην ἀποφανθέντας, τί φασιν· «Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν.» Οἱ δὲ Ἰουδαῖοι, οἷς οὐδὲν ἁμάρτημα ἄπρακτον, οὐδὲ λόγος αἰσχρὸς ἄῤῥητος ἦν, ἔφασκον· «Ἐφυλάξαμεν τὰ προστάγματά σου, καὶ τὰ δικαιώματά σου· καὶ νῦν μακαρίζομεν ἀλλοτρίους.» Μὴ τοίνυν μηδὲ αὐτὸς ταράττου, μηδὲ ἀπηχές τι φθέγγου καὶ ἀπῳδόν, γινώσκων ὅτι τοῦτο μάλιστα δεῖγμά ἐστι τῆς ἐσχάτης αὐτοῦ παραπληξίας.
ΤΞΑʹ. ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Οὐ χαλκῆ εἰκὼν χρυσῷ ἀπαστράπτουσα τῆς σῆς πράξεως ἀξία, ἀλλὰ ζωὴ τέλος οὐκ ἔχουσα. Τὴν μὲν γὰρ ὁ χρόνος ἀφανίζει· τὴν δὲ αἰῶνες στεφανοῦσι, τελευτὴν μὴ ἐπιστάμενοι.
ΤΞΒʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Ὥσπερ λόγος ἄπρακτος ἀτελής· οὕτως καὶ πρᾶξις ἄλογος. Ἐκ τούτων γὰρ ἀμφοῖν, εἰ καὶ μὴ βούλοιντο οἱ τὴν ἐλλόγιμον σοφίαν, φαῦλόν τι καὶ πεπατημένον πρᾶγμα παραλόγως οἰόμενοι, ὁ ὀρθὸς καὶ λαμπρὸς χαρακτηρίζεται τῶν ὑφηγητῶν βίος. «Ὃς γὰρ ἂν ποιήσῃ καὶ διδάξῃ, μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.» Εἰ δὲ χρὴ σύγκρισιν ἀμφοῖν ποιήσασθαι, ἄμεινον πράττειν μὴ λέγοντα, ἢ λέγειν μὴ πράττοντα.
ΤΞΓʹ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐπειδὴ τὸ βιάζεσθαι καὶ ἕλκειν πρὸς εὐσέβειαν τοὺς ἀντεξουσίους γεγονότας, εὐπρεπὲς οὔτ’ ἐστίν, οὔτε δοκεῖ· τῷ πείθειν οὗ καιρός ἐστι χρησάμενος, φώτιζε τῷ σαυτῷ βίῳ τοὺς ἐν σκότῳ διατρίβοντας.
ΤΞΔʹ. ΝΕΙΛΑΜΜΩΝΙ ΔΙΑΚΟΝῼ. Οἱ μὲν πταίοντες, καὶ τοῖς ἱεροῖς μυστηρίοις προσιέναι μὴ τολμῶντες, εὐγνώμονές εἰσι, καὶ ταχέως καὶ εἰς τὸ μὴ ἁμαρτάνειν περιστήσονται. Οἱ δὲ καὶ πλημμελοῦντες, καὶ τῶν ἀχράντων μυστηρίων μιαραῖς χερσὶ τολμῶντες ἅπτεσθαι, ὧν εἷς, καθὼς γέγραφας, καὶ Ζώσιμος, μυρίων εἰσὶ τιμωριῶν ἄξιοι.
Ἐνόχους γὰρ ἑαυτοὺς ἀποφαίνουσι, κατὰ τὴν ἀψευδῆ τοῦ Παύλου φωνήν, τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Διὸ δὴ τοῖς μὲν πρώτοις οὐ πάνυ ἐπιτίθεται ὁ διάβολος, εἰδὼς ὅτι καὶ πταίουσιν, ἀλλ’ οὖν γε γινώσκοντες τοῖς θείοις τὸ σέβας φυλάττουσι· τοῖς δὲ δευτέροις τοῖς καὶ πλημμελοῦσι καὶ μὴ γινώσκουσιν, ἢ γινώσκουσι μέν, καταφρονοῦσι δέ, καὶ τῶν ἱερῶν μυστηρίων τολμῶσιν ἅψασθαι, ὅλος ἐπικωμάζει, τεκμήριον τῆς ἀναλγησίας καὶ τῆς διαφθορᾶς τῆς παντελοῦς, τοῦτ’ εἶναι εἰκότως οἰόμενος. Ὃ δὴ καὶ ἐπὶ τοῦ προδότου πεποίηκεν. Οὐ γάρ, ὡς ἡγῇ, τοῦ Δεσποτικοῦ καταφρονῶν σώματος εἰσῆλθεν εἰς αὐτόν, ἀλλὰ τῆς πονηρίας αὐτοῦ καταγνούς, ὅτι λοιπὸν ἀνίατα νοσεῖ· προδοῦναι μὲν διανοούμενος, μετασχεῖν δὲ μὴ παραιτούμενος, ᾤχετο ἄγων. Εἰ γὰρ εἶδεν αὐτὸν εὐλαβῶς ἔχοντα περὶ τὸ θεῖον μυστήριον, καὶ παραιτησάμενον, ἴσως ἂν ὡς ἔτι νήφοντα παρώδευσεν.
Ἐπεὶ δ’ εἶδεν αὐτὸν ὑπὸ τῆς φιλοχρηματίας καρηβαροῦντα, καὶ μηκέτι τὸν ὀρθὸν ἔχοντα λογισμόν, ἀλλ’ ἐκβακχευθέντα ὑπὸ τῆς ἀκορέστου μέθης. Οὐ μὴν δέ, ἀλλὰ καὶ τολμήσαντα ἅψασθαι, ὧν ἅψασθαι τοιοῦτον ὄντα οὐκ ἐχρῆν, τῆς ἀναλγησίας αὐτοῦ καταγνούς, ὅλος εἰς αὐτὸν ἐχώρησε.
ΤΞΕʹ. ΤΑΥΡῼ ΥΠΑΡΧῼ. Τότε ὁ ὀρθὸς τῆς δίκης ὅρος σώζεται, ὦ ἀρχικῆς ἀρετῆς ἀψευδέστατον βασανιστήριον, ὅταν τῇ μὲν αἰτιάσει ἡ κρίσις ἀκολουθήσῃ, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος, ἡ πρὸς τὴν ποιότητα τοῦ ἁμαρτήματος τὴν τιμωρίαν ὁρίζουσα.
ΤΞϛʹ. ΜΑΡΤΙΝΙΑΝΩ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Κινδυνεύετε, ὡς πυνθάνομαι, πεφραγμένας ἀπογνώσει τὰς ἀκοὰς ἔχειν, καὶ ὡς ἂν ἔκπαλαι καθοσιώσαντες ἑαυτοὺς ταῖς τιμωρίαις, παροξύνεσθαι πρὸς τοὺς παραινοῦντας τὰ κάλλιστα. Ἐγὼ δὲ εὔχομαι ὑμᾶς ἀνενεγκεῖν ἐκ τῆς μανίας, οὐχ ὅτι βλάβην ὑποστήσομαι μὴ ἀνενεγκόντων ὑμῶν, πλὴν εἰ μή τις λέγει τὴν ἀθυμίαν τὴν προγιγνομένην μοι ἐκ τούτου.
Εἰς γὰρ τὸν τοῦ μισθοῦ λόγον οὐδὲν παραβλαβήσομαι. Ἀλλ’ ἐπειδὴ ποθεινοτέρα μοι ὑμῶν ἡ σωτηρία, τῆς τῶν μισθῶν ἀπολαύσεως. Εἰ δέ τις ἀπιστεῖ, πόῤῥω μὲν τυγχάνων φιλικῆς ἕξεως ἁλώσεται καὶ τὰ ἑαυτοῦ μόνον ζητῶν φωραθήσεται. Εἰ δὲ ἐλεγχόμενος εἰς ἀναισχυντίαν τραπείη, καὶ μηδένα ἀνθρώπων τοῦτο κατωρθωκέναι φαίη, ἐλεγχθήσεται καὶ παρὰ τοῦ θεοφιλοῦς Μωσέως, καὶ παρὰ τοῦ σοφωτάτου Παύλου. Ὧν ὁ μὲν ἐξαλειφθῆναι τῆς θείας βίβλου ηὔξατο, εἰ μὴ συγγνωσθεῖεν Ἰουδαῖοι, ὁ δὲ καὶ ἀνάθεμα ηὔξατο εἶναι, ἵνα Ἰουδαῖοι πάντες πιστεύσωσιν.
Εἰ δὲ πάλιν φαίη· Ἐκείνοις οὖν τοῖς ἀνδράσι παραβάλλεις σαυτόν; Εἴποιμ’ ἂν ὅτι ἐν τοῖς ἄλλοις ἄπασι πλεονεκτήμασιν ἁπάντων σχεδὸν ἀνθρώπων ἐλαττούμενος· οὔ φημι τούτοιν μόνον τοῖν δυοῖν· τούτου μόνου ἐκθύμως περιέχομαι, τοῦ βούλεσθαι πάντας, τόγε ἡμέτερον μέρος, σωθῆναι.
ΤΞΖʹ. ΕΡΜΟΓΕΝΕΙ ΚΑΙ ΛΑΜΠΕΤΙῼ ΕΠΙ- ΤΞΖʹ. ΕΡΜΟΓΕΝΕΙ ΚΑΙ ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐπειδή, ὡς γεγράφατε, δεινότατος ὢν Εὐσέβιος ἐπιτιμῆσαι ἑτέροις, καὶ αἰτιάσασθαι τὰ ψεύδη, καὶ μέμψεις ἀτόπους συμπλάσαι, αὐτὸς μὲν παντὸς μᾶλλον ἔνοχός ἐστιν οἷς αἰτιᾶται, διὰ δὲ μηχανῆς ταύτης λήσειν οἴεται, μανθανέτω, ὅτι τὸ σοφὸν αὐτῷ, ἠλίθιον ἔσται. Καὶ τοῦτ’ αὐτὸ μάλιστα οὐ λανθάνει, ὅτι λαθεῖν μηχανώμενος, μᾶλλον ἁλίσκεται.
ΤΞΗʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τὰ μεμηνότα καὶ λυττῶντα τῆς σαρκὸς πάθη τιθασσεύειν καὶ ἐξημεροῦν καὶ πραΰνειν χρή. Εἰ δὲ μὴ πείθοιντο, καὶ κολάζειν, ὡς δέχεται. Σὺ δέ, ὥς φασι, τὰς ἡνίας αὐτοῖς ἐνδούς, ἄγῃ ὅποι δ’ ἂν ἐκεῖνα βούλοιντο. Βούλονται δὲ εἰς ὄλεθρον καὶ ἀπώλειαν τελευτᾷν. Ἵν’ οὖν μὴ εἰς τὸν πυθμένα τῶν κακῶν ἐξακοντισθείης, φρόντισον αὐτὰ ἀνασειράσαι.
ΤΞΘʹ. ΕΥΣΤΑΘΙῼ ΔΙΑΚΟΝῼ. Εἰ μὲν κεκάκωτό σου τὸ λογιστικὸν τῆς ψυχῆς εὐθὺς ἀπὸ γονῆς, ἢ διὰ νόσους τινὰς ἀνιάτους ἠφάνιστο, ἴσως ἂν συγγνώμης ἔτυχες ἐπὶ τοῖς δρωμένοις. Εἰ δὲ τοῦτο μὲν οὐ πέπονθας, ὑπὸ δὲ ἀνυπερβλήτου ῥᾳθυμίας κατέχωσας τοῦτο, μᾶλλον δὲ ἐνέκρωσας, οὐδὲ συγγνώμης τυγχάνεις παρὰ τῶν θεωμένων.
Δυνάμενος γὰρ τοῦτο αὖθις ἀναζωπυρῆσαι ταῖς δεούσαις ἐπιμελείαις, οὐ μόνον οὐ φροντίζεις, ὅπως τοῦτο γένηται, ἀλλὰ καὶ ὅπως μηδέποτε γένηται κατασκευάζεις. Τοσοῦτον γὰρ ἡ κακία τὴν ἀρετὴν παρὰ σοὶ παρηυδοκίμησεν, ὡς μηδὲ κακία εἶναι νομίζεσθαι. Εἰ τοίνυν βούλει τῆς κωμῳδίας ἀπαλλαγῆναι, ἀνάνευσον μικρόν, ἵνα γνοὺς οἷ τῶν κακῶν ἐξηκοντίσθης, σπουδάσειας ἀναδραμεῖν.
ΤΟʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Πολλοὶ μὲν τροπαιοῦχοι ἀνδρίαν κτησάμενοι, φιλανθρωπίᾳ τοὺς ὑπηκόους διεσώσαντο. Καὶ οὓς ἄκοντας κατεδουλώσαντο, τούτους ἑκόντας ἐχειρώσαντο. Ἡ μὲν γὰρ ἀνδρία δεινὴ τὸ μὴ ὑπάρχον κτήσασθαι, ἡ δὲ πραότης αὐτὸ τὸ κτηθὲν ἀμείνων φυλάξαι. Οἱ δὲ τοῦ πράου τροπαιούχου αὐχοῦντες εἶναι φοιτηταί, καὶ τοῦ οὐρανίου βασιλέως στρατιῶται, οὓς οἱ παρὰ τὴν ἀρχὴν ὑπασπισταὶ πραότητι ἑκόντας ἐχειρώσαντο, τούτους ἀλαζονείᾳ ἄκοντας ἀποσοβοῦσιν. Οὒς γὰρ ἐκεῖνοι ἑκόντας εἰς τὴν ἀρχὴν παρεστήσαντο, τούτους καὶ μὴ βουλομένους διὰ τῆς ἑαυτῶν τυραννίδος ἀπελαύνουσιν. Ὡς γὰρ λυμεῶνες καὶ ἀλάστορες, οὐχ ὡς ποιμένες τοῖς ὑπηκόοις προσφέρονται. Τί οὖν ποιητέον, ἔφης; Οὐδὲν ἄλλο ἢ ἀρετὴν ἀσκοῦντας, τὸ θεῖον ἀναμένειν δικαστήριον.
ΤΟΑʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὁ μὲν τὸν ἐγκρατέστατον καὶ αὐταρκέστατον βίον ἑλόμενος, τῇ μὲν ψυχῇ λαμπρός ἐστι καὶ μέγας, τῷ δὲ βίῳ εὐτελής. Πολλοῦ γὰρ ἄξιος ὤν, ἀναλίσκει ὀλίγα. Ὁ δὲ τὸν ἁβροδίαιτον βίον τιμῶν, καὶ τὴν φλεγμαίνουσαν τράπεζαν διώκων, τῇ μὲν ψυχῇ ταπεινός ἐστι καὶ μικρός, καὶ χαρίτων ἕρημος, τῷ δὲ βίῳ πολυτελής. Οὐδενὸς γὰρ ἄξιος ὢν πλεῖστα ἀναλίσκει.
Διὸ ἐκεῖνος μὲν ἅτε ὀλίγοις ἀρκούμενος, πλουσιώτατον ἑαυτὸν εἶναι ἡγεῖται· οὗτος δὲ πολλὰ ἀναλίσκων, εἰς τὰς τῶν πέλας οὐσίας τὰς μιαρὰς ἑαυτοῦ ῥίπτει χεῖρας. Διὸ καὶ πενέστατον ἑαυτὸν εἶναι ἡγεῖται. Τίς οὖν τῶν ἐχεφρόνων τὸν μὲν πρότερον οὐ ζηλώσει, τὸν δὲ δεύτερον οὐ μισήσει;
ΤΟΒʹ. ΘΕΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ Μάρωνος. Λίαν ἥσθην πυθόμενος ὅτι ὁ σὸς διάδικος ὥρμησε μὲν κατὰ σοῦ ὡς αὐτοβοεὶ περιεσόμενος. Ἐῤῥάγη δὲ καθάπερ ἐν τοῖς Ὀλυμπικοῖς ἀγῶσιν ὑπὸ τῆς σῆς φιλοσοφίας νενικημένος.
ΤΟΓʹ. ΕΡΜΙΝῼ, ΔΩΡΟΘΕῼ, ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Ὁ μὲν ἀρετὴν ἀσκῶν, στέφανον ἔχει λαμπρόν· ὁ δὲ κατορθῶν μέν, μὴ ἡγούμενος κατωρθωκέναι, καὶ αὐτοῦ τοῦ οὕτω διακεῖσθαι χάριν, στέφανον ἕξει λαμπρότερον. Ἀντίῤῥοπον γὰρ τῶν κατορθωμάτων ἐστί, τὸ κατορθοῦντα μὴ ἡγεῖσθαι κατωρθωκέναι.
Μᾶλλον δὲ τοῦτο παρὸν μὲν κἀκεῖνα δείκνυσι μεγάλα, ἀπὸν δὲ καὶ τὰ μέγιστα κατασμικρύνει. Ὁ βουλόμενος τοιγαροῦν μεγάλα ἑαυτοῦ ποιῆσαι τὰ κατορθώματα, μὴ ἡγείσθω αὐτὰ εἶναι μεγάλα, καὶ τότε ἔσται μεγάλα.
ΤΟΔʹ. ΑΡΧΟΝΤΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἡ μὲν ἀρετὴ καὶ τὴν εὐημερίαν καὶ τὴν δυσημερίαν κοσμεῖν εἴωθεν· ἡ δὲ παίδευσις, τῆς μὲν δοκεῖ κόσμος εἶναι, τῆς δ’ ὅρμος. Εἰ μὲν οὖν ἄμφω ἔχειν δυνατόν, εὖ ἂν ἔχοι. Εἰ δὲ θάτερον λείπεται, ἄμεινον ἐλέσθαι τὴν ἀρετήν. Τὸ γὰρ εἶναι τοῦ δοκεῖν ἄριστον, παρ’ ἐμοὶ κριτῇ προτιμότερον.
ΤΟΕʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Θαυμαστά τινα περὶ σοῦ οἱ τῆς σῆς θέας ἀπολαύσαντες περιᾴδουσιν, ὅτι ἡμερότητος τυγχάνων ἄγαλμα, καὶ ἐπανθοῦσαν ἔχων τῷ προσώπῳ τὴν αἰδώ, τῷ βλοσυρῷ τῶν ὀφθαλμῶν, τοὺς πλημμελεῖν προῃρημένους προαναστέλλεις· τὴν μὲν γαλήνην τοῖς ὀρθῶς βιοῦσι, τὸν δὲ φόβον τοῖς ῥᾳθύμοις ἐπιδεικνύμενος.
Τὴν μὲν γὰρ τοῖς ἀδικουμένοις προτείνεις, τὸν δὲ τοῖς ἀδικοῦσιν ἐφοπλίζεις. Χρῶ τοίνυν, ὦ θαυμάσιε, διὰ τέλους τοῖς θαυμαστοῖς τούτοις πλεονεκτήμασι.
ΤΟϛʹ. ΤΙΝΙ ΗΓΝΟΗΜΕΝῼ. Μετὰ τῶν ἄλλων ἐπωνυμιῶν τῶν μεγάλων καὶ θαυμαστῶν, καὶ τῆς θείας αὐτοῦ φύσεως τὴν μεγαλοπρέπειαν, ὡς ἐνδέχεται, σημαινουσῶν, καὶ λόγος κληθῆναι καταξιώσας, οὐ μισεῖ τοὺς λόγους, οὐδὲ ἡ σοφία τὴν σοφίαν ἀποκηρύττει. Ἀλλὰ τότε κἀκείνους, καὶ ταύτην ἔξω ἱερῶν περιβόλων ἀπελαύνει, ὅταν τὴν κακίαν ἐπαινῶσι, καὶ τὴν εἰδωλολατρείαν συγκροτῶσιν. Εἰ δὲ μηδὲν τούτων ποιοῖεν, καὶ ἀσπάζεται καὶ προσίεται, καὶ τοῖς ἱεροῖς συλλόγοις συνεστίους ποιεῖ καὶ ὁμοτραπέζους.
ΤΟΖʹ. ΓΕΡΜΑΝῼ ΚΟΜΗΤΙ. Οὐχ ὁ τοὺς ἔξωθεν βαρβάρους νικῶν, τροπαιοῦχος ἂν εἰκότως καλοῖτο· ἀλλ’ ὁ τὸν ἔσω πόλεμον τῶν ἡδονῶν χειρούμενος. Πολλοὶ μὲν ἐκείνους νενικηκότες, ὑπὸ τούτων αἰσχρῶς καὶ ἐλεεινῶς ἑάλωσαν.
ΤΟΗʹ. ΕΠΙΜΑΧῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ὁ φίλος ὁ σὸς ἐν μεγίστῳ κλύδωνι πραγμάτων ἀποληφθείς, καὶ πᾶσαν κινήσας μηχανήν, ὥσπερ οἱ κυβερνῆται, ὧν ὁ χειμὼν τὴν τέχνην ἐβάπτισεν, ἐν εὐχαῖς σαλεύει. Εὔχου τοίνυν καὶ αὐτὸς ὅπως κρείττων χειμῶνος γένηται.
ΤΟΘʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Οὔτε ἀλαζόνα εἶναι χρή, οὔτε κόλακα· ἀλλ’ ἀμφοτέρων τῶν κακιῶν τούτων τὴν ἀμετρίαν κολάζοντα, ἐλευθέριον εἶναι, μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα, μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα.
ΤΠʹ. ΤΙΜΟΘΕῼ ΣΧΟΛΑΣΤΙΚῼ. Μάνθανε, ὦ σοφώτατε, καὶ ῥητορικώτατε, ὅπερ κινδυνεύεις, ὡς ἔοικεν, ἀγνοεῖν, ὅτι εἰ συμβαίη φίλοις πρὸς ἀλλήλους διενεχθῆναι, ἢ ἐχθροῖς, οὐχ ὁμοίως διαγωνιοῦνται· ἀλλ’ οἱ μὲν ὡς διαλλαγησόμενοι διοίσονται, οἱ δὲ ὡς ἀκήρυκτον ἕξοντες τὸν πόλεμον.
ΤΠΑʹ. ΔΩΡΟΘΕῼ ΛΑΜΠΡΟΤΑΤῼ. Ἐγὼ καὶ μετριόφρονα καλῶ καὶ μεγαλόφρονα, τὸν μέγιστα μὲν κατορθοῦντα, τῆς δὲ ἐπὶ τῷ μεγάλα πράττειν μὴ ἀντιποιούμενον δόξης, ἀλλὰ σιωπῇ κρύπτοντα τὰ πλεονεκτήματα, καὶ κατὰ τῶν πέλας μὴ ἐπιφυόμενον. Τῷ μὲν γὰρ πρᾶξαι μεγάλα, μεγάλως ἐφρόνησε, τῷ δὲ κρύψαι, μετρίως· τῷ γὰρ μικρόφρονι τὸν μεγαλόφρονα ἀντισταλτέον, καὶ οὐ τῷ ταπεινόφρονι.
Μικρὰ γὰρ φρονεῖ, ὁ τὰ γήϊνα ὀνειροπολῶν. Μεγάλα δέ, ὁ τὰ ὑπερκόσμια ζητῶν. Διὸ δὴ καὶ ἀπὸ μεγάλης μὲν καὶ ὑψηλῆς διανοίας τίκτεσθαι συμβαίνει τὴν ταπεινοφροσύνην, ἀπὸ δὲ μικρᾶς καὶ φαύλης τὴν ἀλαζονείαν. Εὐγνώμονα δὲ οὐ ταπεινόφρονα κλητέον, τὸν πταίοντα μέν, ὁμολογοῦντα δὲ καὶ γνωσιμαχοῦντα, οἷος ἦν ὁ τελώνης. Κενόδοξον δέ, τὸν ἐφ’ οἷς μὴ πράττει δοξάζεσθαι βουλόμενον· φιλόδοξον δέ, τὸν ἐφ’ οἷς πράττει ἐναβρυνόμενον· ὑπερήφανον δέ, τὸν πράττοντα μέν, σεμνυνόμενον δέ, καὶ τοὺς ἄλλους ὀνειδίζοντα· μεγαλόψυχον δέ, τὸν καὶ τὴν εὐημερίαν μετρίως, καὶ τὴν δυσπραγίαν γενναίως φέροντα· μικρόψυχον δέ, τὸν τἀναντία τῷ μεγαλοψύχῳ πράττοντά τε καὶ πάσχοντα.
ΤΠΒʹ. Τῼ ΑΥΤῼ. Εἰ καί, ὡς γέγραφας, ὁ λόγος τὸν κρότον ἐγέννησεν· ἀλλ’ οὖν γε καὶ ὁ κρότος τὸν λόγον ἐπέῤῥωσεν ἔρεισμα τῷ τεκόντι φανείς. Ἀλλ’ ἐπειδὴ πολλάκις ὁ κρότος τὸν μὲν λόγον νευροῖ, τὸν δὲ τρόπον τοῦ λέγοντος λυμαίνεται, εἰς ὑπτιότητα αὐτὸν χειραγωγῶν, παραινῶ τῇ σῇ συνέσει, μάλιστα μὲν τῷ Θεῷ εἰδέναι χάριν, τῷ καὶ τοιαύτην δεδωκότι χάριν· εἰ δὲ καὶ ἐπαινεῖν βούλει (ὡς γὰρ ἔφης ἀδύνατον, μὴ κρότοις τὸν λόγον ἀμείβεσθαι), τὸν λόγον ἐπαινῶν, ὡς βούλει, μὴ ἄμετρα ὕφαινε κατ’ ἐμοῦ ἐγκώμια, ἵνα μή με ὑπτιώσῃς.
ΤΠΓʹ. ΔΙΟΓΕΝΕΙ ΠΡΕΣΒΥΤΕΡῼ. Ἀδελφὰ ἁμαρτάνειν μοι δοκοῦσιν, οἵ τε ἐπὶ τοῖς μεγίστοις κατορθώμασι σιγῇ προέμενοι τὴν ἀλήθειαν, (φθόνῳ γὰρ τήκονται, πάθει χαλεπωτάτῳ, καὶ συγγνώμης παρά γε τοῖς ἐχέφροσιν ἀμοίρῳ) καὶ οἱ προχείρως ἐπαινοῦντες τοὺς πάσης εὐφημίας ἐρήμους. Τὴν γὰρ τῶν κολάκων ἐναπομάττονται δύσκλειαν, τοῦ σωφρονισμοῦ δεομένους ἐγκωμιάζειν ἐπιχειροῦντες.
ΤΠΔʹ. ΤΙΜΟΘΕῼ ΛΑΜΠΡΟΤΑΤῼ. Ὅτι μὲν τὸ πρᾶον οὐκ εὐκαταφρόνητον ἔχεις, οὐδὲ τὸ ἀνδρεῖον ἀνήμερον (ἡ γὰρ φιλανθρωπία κολάζει τὴν ὠμότητα) ἅπαντες ἴσμεν. Ὅτι δὲ χρή σε καὶ τὰς ἄλλας ἀρετὰς ἀναδήσασθαι, ἵνα ἐν πᾶσι διαλάμποις, τοῦτο παρ’ ἐμοῦ μάνθανε.
ΤΠΕʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐχ ἁπλῶς ἐπιτίθεται ὁ δεινὸς πειράτης τοῖς ταύτην τὴν χειμῶνος γέμουσαν πλέουσι θάλατταν, ἀλλὰ πρῶτον διακωδωνήσας, καὶ τὰς ῥοπὰς καὶ τὰς ὁρμᾶς τῆς ψυχῆς καταμαθών, οὔτως ἐπιχειρεῖ, καὶ τὰς μηχανὰς πλέκει. Διὰ τί γὰρ εἰς πορνείαν οὐκ ὤθησε τὸν Ἰούδαν, ἀλλ’ εἰς προδοσίαν; Ὅτι ἐκεῖνο μὲν τὸ μέρος ἑώρα ἠσφαλισμένον· τὸ δὲ περὶ φιλοχρηματίαν σφαλερὸν καὶ σαθρόν. Ἐκ γὰρ τῆς κλοπῆς τοῦ γλωσσοκόμου ἤλπισε καὶ εἰς προδοσίαν αὐτὸν ῥᾳδίως ὁρμήσειν. Τὰς ὁρμὰς οὖν ἑκάστου καὶ τὰς συγκαταθέσεις πολυπραγμονῶν, καὶ οὐδένα καιρὸν οὐδ’ ὧραν παραλείπων, οὕτως τὰς ὕλας ἔξωθεν χορηγεῖ, καὶ εἰς ὃ ἐπιῤῥεπῶς ἔχοντα αἰσθάνεται, εἰς ἐκεῖνο τιτρώσκει. Χρὴ οὖν πανταχόθεν ἠσφαλίσθαι τὸν εὐδόκιμον. Πολλάκις γὰρ πολιτείαν ὥσπερ πόλιν ἀπορθήτοις τείχεσι πεπυργωμένην, διὰ μέρους σαθροῦ παρεστήσατο, ματαίαν τὴν τῶν λοιπῶν τειχῶν δείξας ὀχυρότητα.
ΤΠϛʹ. ΕΛΙΣΣΑΙῼ ΜΟΝΑΖΟΝΤΙ. Περὶ Ἀρειανῶν καὶ Εὐνομιανῶν. Εἰ ὁ ἅγιος Δανιὴλ ἄγγελον θεασάμενος, καὶ ἀγασθεὶς τὸ κάλλος τοῦ ὀφθέντος, πρηνὴς ἔπεσεν, ἐκπλαγεὶς πρὸς τὸ παράδοξον τῆς θέας· ποίαν ἕξουσιν ἀπολογίαν, οἱ Πατρὶ καὶ Υἱῷ μεσιτεύειν τολμῶντες, καὶ τὴν ἄῤῥητον φύσιν λόγοις ζυγοστατεῖν ἐπιχειροῦντες;
ΤΠΖʹ. ΛΕΟΝΤΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐγώ σε, ὦ ἁγνείας ἀνάκτορον, οὐκ ἐκ τῆς ἱερωσύνης θαυμάζω· ἀλλ’ ὅτι προσηκόντως ταύτης τετύχηκας. Πολλοὶ μὲν γὰρ αὐτῇ ἐπεκώμασαν οὐκ εὐαγῶς· οἱ δὲ εἰκότως τετυχηκότες τῆς τιμῆς, καὶ διὰ τέλους ἑαυτοὺς οὐ μόνον μέμψεως κρείττους, ἀλλὰ καὶ θαύματος ἀξίους ἀποφήναντες, οὗτοι παρὰ πάντων ἀναῤῥηθῆναι ἂν εἶεν δίκαιοι. Ὧν εἷς καὶ αὐτὸς τυγχάνων, μυρίοις ὀφθαλμοῖς τὰ κατὰ σαυτὸν περισκόπει· μή ποτέ τι παροφθέν, τῇ τοσαύτῃ λυμήνηται ἀρετῇ.
ΤΠΗʹ. ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ ἀναγνώσεως, κατὰ Ἑλλήνων. Περὶ τῆς χάριτος τῶν θεοπνεύστων Γραφῶν, καὶ τῆς ἐξ αὐτῶν ὠφελείας. Οἱ θεῖοι καὶ οὐράνιοι χρησμοὶ τοῖς μὲν τῶν καλῶν ἀνεράστοις γράμματα μόνον εἶναι δοκοῦσι τοῖς δὲ ὑπερκοσμίοις [καὶ] φιλοθεάμοσι, λειμῶνές εἰσιν εὐανθεῖς, ὥσπερ ἐξ οὐρανίου νέκταρος βρύοντες ἀκηράτοις ἄνθεσιν. Ἐξαρκοῦσι μὲν γὰρ καὶ μόνον ῥηθέντες πρὸς ἔκπληξιν· κατανοοῦσι δὲ σχολὴν ἄγειν οὐκ ἐπιτρέπουσιν, ἀλλὰ παρασκευάζουσι πᾶσαν τὴν νοερὰν αἴσθησιν τρέπειν εἰς ἑαυτούς, ὡς πρὶν τὸ παρὸν ἀκριβῶς θεάσασθαι, ποθεῖν τὸ ἑξῆς· κἀκεῖνο θεασαμένους, ὅπερ ἀπέλιπον ζητεῖν, καὶ τὸ τρίτον ἰδόντας, οὐκ ἔχειν ὅτι θαυμάσουσιν. Εἴσω γὰρ τοῦ γράμματος παραπέμποντες τὸν νοῦν, τοσούτου πίμπλανται θαύματος, καὶ τοσαύτης πληροῦνται χάριτος, ὥστε μηδὲν ἔτι χωρῆσαι τῶν ἐπιγείων πραγμάτων δύνασθαι, μηδὲ ἂν πάντα πρὸς αὐτοὺς συῤῥέῃ τὰ περιμάχητα, λήθης ὧν πρότερον ἐθαύμαζον ἐκνικησάσης.
ΤΠΘʹ. ΔΙΟΓΕΝΕΙ ΜΑΓΙΣΤΡΙΑΝῼ. Εἰς τὸ γεγραμμένον, «Ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ ἀλλὰ συνεγείρῃς.» Καὶ ἐν τῇ Παλαιᾷ Διαθήκῃ, ὦ σοφέ, ἐπειδήπερ ἀπὸ ταύτης μόνης ἡμῖν διαλέγῃ, τὴν Νέαν παρείς, εἰ· καὶ μὴ φανερῶς μηδὲ διαῤῥήδην, ἀλλ’ αἰνιγματωδῶς ἡμῖν ἐνομοθέτησεν ἡ ἡμερωτάτη φύσις, καταλλάττεσθαι τῷ ἐχθρῷ, φήσασα· «Ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ, ἀλλὰ συνεγείρῃς αὐτό.» Εἰ δὲ οὐκ ἐφικνῇ ἀτενίσαι πρὸς τὸ βάθος τοῦ χρησμοῦ, ἐγώ σοι τοῦτον ἑρμηνεῦσαι, καὶ τοῦ νομοθέτου ἀναπτύξαι τὸ βούλημα πειράσομαι. Οὐ γὰρ τοῦ ζώου τοσοῦτον κηδόμενος, ἀλλ’ αὐτῶν ἕνεκα μάλιστα τῶν ἀνθρώπων τοῦτ’ ἐθέσπισεν. Ὁ γὰρ ἐχθρὸς ἐρχόμενος εἰς τὸ συνεγεῖραι τὸ πεπτωκὸς ζῶον, πάντως ὁμιλήσει τῷ ἐχθρῷ, καὶ λέξει, ἐκεῖθεν σὺ ἔγειρον, κἀγὼ ἐντεῦθεν.
Ὁμιλία δὲ προοίμιόν ἐστι καταλλαγῆς, καὶ ὁδὸς ἐπὶ φιλίαν ἄγουσα. Τρία τοίνυν κάλλιστα ἐσπούδασε κατορθωθῆναι ἡ θεία γαληνότης, ἓν μέν, τὸ μὴ διαφθαρῆναι τὸ ζῶον· ἕτερον δέ, τὸ μὴ ζημιωθῆναι τὸν δεσπότην. Τρίτον δέ, τὸ καταλλαγῆναι πρὸς φιλίαν τοὺς ἐχθρούς. Ὁ γὰρ παθὼν εὗ, εἰ καὶ λίθων ἀναισθητότερος εἴη, σπουδάσει ἀμείψασθαι τὸν εὐεργέτην· ὁ δὲ εὐεργέτην ἐπιγραφόμενος, οὐκ ἂν δήπου ἐχθρὸν ἔτι ὁριεῖται. Ὁρᾷς πῶς ἡ ἄῤῥητος σοφία πρὸς ἀγαθότητα καὶ φιλανθρωπίαν βλέπουσα νομοθετεῖ;
Τϟʹ—ΛΑΜΠΕΤΙῼ ΔΙΑΚΟΝῼ. Εἰ καὶ ὑπερβολικῶς νομιοῦσί τινες εἰρῆσθαι τὸ ῥηθησόμενον (οἶδα γὰρ πολλοὺς ἀγεννῶς καὶ ἀνάνδρως διακειμένους) ἐγὼ τὴν ἐμαυτοῦ γνώμην φράσω. Ἡγοῦμαι γάρ, εἶναί τινας τοὺς ἀποδεξομένους· εἰ δὲ καὶ μηδεὶς ἀποδέξοιτο, ἡ ἀλήθεια προκεκρίσθω.
Τί οὖν ἐστιν ὃ βούλομαι φράσαι; Συντόμως λεκτέον. Ἥδιστα ἂν πάντας εὐεργετήσας, ὡς πάντας ἀδικήσας, δοίην δίκην, ἢ ἀδικήσας τινά, ὡς πάντας εὐεργετήσας, στεφανωθείην καὶ ἀναῤῥηθείην.
ΤϟΑʹ. Τῼ ΑΥΤῼ Τοῦ Δευτερονομίου. Εἰς τὸ εἰρημένον περὶ τῶν ἀστέρων, «Ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσιν τοῖς ἔθνεσιν.» Τί ἐστιν, ἔφης, τὸ περὶ τῶν οὐρανίων φωστήρων εἰρημένον, «Ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσιν;» Ἄκουε τοίνυν, ἀπένειμε πρὸς διδασκαλίαν, πρὸς παίδευσιν, πρὸς γνῶσιν, ἵν’ ἐκ τοῦ μεγέθους, καὶ τῆς καλλονῆς τῶν κτισμάτων ὁ γενεσιουργός, ἀόρατος ὤν, θεωρῆται. Τοῦτο δὲ ἔφη, ἐπειδὴ τοῖς Ἑβραίοις μετὰ τῆς κτίσεως καὶ ἡ τοῦ νόμου διδασκαλία ἐδόθη, ἀνακηρύττουσα τὸν δημιουργὸν καὶ τεχνίτην. Εἰ δέ τινες οἴονται ἀπονενεμῆσθαι πρὸς τὸ προσκυνῆσαι αὐτοῖς, λαμπρῶς τὴν οἰκείαν ἀπαιδευσίαν στηλιτεύουσι, πάσης τῆς ἱερᾶς Γραφῆς αἰτιωμένης, καὶ καταφορικῶς κατηγορούσης τῶν τοῦτο ποιῆσαι τολμησάντων.
ΤϟΒʹ. ΙΕΡΑΚΙ ΛΑΜΠΡΟΤΑΤῼ. Ἀρετῆς σημεῖον οὐ μικρόν, ὦ ἄριστε, ἀλλ’ ὣς δυνατὸν καὶ μέγιστον ἐκφέρεις, προῃρημένος δόξαν καλὴν κτήσασθαι μᾶλλον ἢ πλοῦτον μέγαν συναγαγεῖν. Ὥστε ἂν ἐμμείνῃς ταύτῃ τῇ γνώμῃ, οὐκ ἀπορήσεις τῶν ἐγκωμιασομένων καὶ πᾶσιν ἀνθρώποις τὴν σὴν φρόνησιν ἀγόντων.
ΤϟΓʹ. ΑΡΠΟΚΡᾼ ΣΟΦΙΣΤῌ. Οἱ τὰς τῶν λόγων δυνάμεις ἀποδοκιμάζοντες, οὐ λανθάνουσι τὸ τῆς οἰκείας ἀλογίας ὄνειδος ἐπὶ ταύτας μεταφέρειν τολμῶντες. Οἱ δὲ ταύτας ἀποδεχόμενοι μέν, ὅταν τῇ ἀληθείᾳ συναγωνίζοιντο, κακίζοντες δὲ ὅταν τῇ κακίᾳ συμπράττοιεν· οὗτοι καὶ τὴν τῆς ἀνθρωπότητος εὐγένειαν ἴσασιν, ὅτι λόγῳ τετίμηται, καὶ τὴν τῆς κακουργίας τῶν οὐκ ὀρθῶς τοῖς λόγοις χρωμένων οὐκ ἀγνοοῦσι σκαιότητα.
ΤϟΔʹ. ΔΩΡΟΘΕῼ ΛΑΜΠΡΟΤΑΤῼ. Ἀπιστεῖν μέν σοι οὐκ ἔχω· παραινῶ δὲ μὴ σκανδαλίζεσθαι, ἀλλ’ ἀναμένειν τὴν ἀδέκαστον κρίσιν. Καὶ γὰρ παραινέσας τοιαῦτα, καὶ ἄλλον ἄνδρα μισοπόνηρον ἀνέστειλα, ταὐτά σοι φράσαντα καὶ καταῤῥητορεύσαντα αὐτήν, καὶ φήσαντα· Οἱ μὲν ἀπόστολοι, ἅτε τῷ θείῳ Πνεύματι σεσοφισμένοι, καὶ τὴν Ἐκκλησίαν, ὡς δεσποτικὴν νύμφην οὕτω διεκόσμησαν, ὡς μήτε τῶν χειρόνων αὐτῇ μηδὲν διενοχλεῖν, μήτ’ εἶναί τι κάλλιον, ὃ χρὴ τῷ θεσμῷ προστεθῆναι.
Τινὲς δὲ τῶν νῦν τὸν διδασκαλικὸν οὐκ οἷδ’ ὅπως ἐμπεπιστευμένων θρόνον, τολμῶσι νεωτερίζειν, καὶ τὸν παρ’ ἐκείνων κοσμίως καὶ εὐσεβῶς θεμελιωθέντα θεσμὸν ἀτιμάσαντες, τὰ οἰκεῖα προκρίνουσι, τὸν ἐξ ἀρχῆς κόσμον ἀτιμότερον, δι’ ὧν ποιοῦσι νομίζοντες.
Ἵνα γὰρ τὰ ἅλλα παρῶ, ἓν εἰς ὃ πάντα τείνει λέξω· ἐκείνῳ γὰρ τῷ χρήμασιν ὠνήσασθαι προσδοκήσαντι τὴν ἀποστολικὴν ἀξίαν, ἐπιπληξάντων καὶ φησάντων, «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι, οὐκ ἔστι σοι μερὶς οὔτε κλῆρος ἐν τῷ λόγῳ τούτῳ·» οὗτοι τούτοις μάλιστα τοῖς ἱερωσύνην ἐνεχείρισαν, τοῖς ὥσπερ ἐξ ἀγορᾶς αὐτὴν ὠνησαμένοις.
Καὶ οὐ τοῦτό πω δεινόν, καίπερ ὃν δεινόν· ἀλλὰ καὶ μεῖζον φρονοῦσιν ἐπὶ τούτῳ ἢ ἕτεροι ἐπὶ καλοκἀγαθίᾳ καὶ ἀκτημοσύνῃ. Καὶ ὅταν μὲν δόξωσι παρά τινων λοιδορεῖσθαι, εὐθὺς τὸ ἀποστολικὸν ἀξίωμα προφέρουσιν (οὐ γὰρ ἡμᾶς, φασίν, ἀλλὰ τὴν ἐπισκοπὴν ὕβρισαν)· ὅταν δὲ δέῃ τι πρᾶξαι τῶν δεόντων, οὐκ ἔτι τοῦτο προφέρουσιν, ὡς ἐξὸν αὐτοῖς τιμᾶσθαι μὲν ὡς ἀποστόλους, μὴ πράττειν δὲ ὡς ἀποστόλους.
Ὥσπερ τοίνυν ἐκεῖνος πεισθεὶς τῇ ἡμετέρᾳ παραινέσει, καὶ ἀκούσας ὅτι ἀτοπώτατόν ἐστι τὰ ἑαυτῶν παρέντας κακά, τὰ τῶν ἄλλων περιεργάζεσθαι, ἀπῆλθε χαλινὸν ἐμβαλὼν τῇ ἑαυτοῦ γλώττῃ, καὶ σιγὴν ἑαυτοῦ καταψηφισάμενος· οὕτω καὶ σὺ πείσθητι, καὶ ἀπὸ τῶν διδασκάλων, πρὸς σαυτὸν τρέψον τὴν ἔρευναν.
ΤϟΕʹ. ΠΕΤΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Πανήγυριν ἔγωγε κυρίως εἶναί φημι, τὴν ὑπὸ μηδεμιᾶς αἰσχρᾶς ἐπιμιξίας χραινομένην, ἀλλὰ τῇ ἀγνείᾳ καὶ ταῖς ἀρεταῖς ἐναβρυνομένην.
Τϟϛʹ. ΑΥΣΟΝΙῼ ΚΟΡΡΗΚΤΩΡΙ. Ἡ σύνεσις, ὅταν τὸν τῶν χρημάτων ἐξοστρακίσῃ ἔρωτα, βασανιστήριόν ἐστι δικαιοσύνης ἀψευδέστατον. Εἰ δὲ τοῦτον προσίοιτο, καπηλεῦσαι τὸ δίκαιον, καὶ νοθεῦσαι τὴν ψῆφον οὐ παραιτήσοιτο.
ΤϟΖʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Οἶδα πολλάκις ἐμαυτῷ παραινέσας τοιαῦτά τινα· Ὦ Ἰσίδωρε, ἐπειδὴ τὰ μεγάλα πράγματα μεγάλοις κινδύνοις φιλεῖ κατορθοῦσθαι, χρῆσαι τῇ πρεπούσῃ παῤῥησίᾳ· τάχα πως ἐρυθριάσουσιν, οἱ μηδὲ ἐρυθριᾷν ἐν τοῖς πταίσμασιν εἰδότες. Ἴσως μὲν γὰρ κατορθώσειας. Εἰ δέ τι καὶ πείσαιο ἄχαρι, μετὰ τῶν προφητῶν, καὶ τῶν ἀποστόλων, καὶ τῶν ἄλλων ἁγίων πείσῃ, μεθ’ ὧν σοι εὐκταῖόν ἐστιν ἑνὶ τῶν πολλῶν ὄντι, εἰ καὶ μὴ ἐν τοῖς κατορθώμασιν, ἀλλ’ οὖν γε ἐν τοῖς παθήμασιν ἀριθμεῖσθαι. Ἀλλ’ ἀνταπεκρίθην ἐμαυτῷ λέγων, ὅτι τὰ μὲν ἄλλα εὖ λέγεις, καί σοι ἕτοιμός εἰμι πείθεσθαι. Πῶς δὲ δὴ παῤῥησιασόμεθα;
Ἆρα ἀκράτῳ τῇ παῤῥησίᾳ χρησάμενοι, ἢ κεράσαντες αὐτὴν προσηνείᾳ; Οἶδα γὰρ τινὰς μὲν ὑπὸ τῆς σφοδρᾶς ἐπιτιμήσεως ἰαθέντας· τινὰς δὲ ἐπιτριβέντας, καὶ εἰς χαλεπωτέραν παιδοτριβηθέντας κακίαν· ἄλλους δὲ τῆς μετρίας συμβουλῆς καὶ παῤῥησίας καταγελάσαντας, καὶ οὐδὲν αὐτὴν εἶναι ἡγησαμένους.
Πῶς οὖν τις τοσούτοις πάθεσιν ἓν προσενέγκῃ φάρμακον; Πῶς δὲ θεραπεύσει, τῶν αἰτιῶν ἐξ ἐναντίων παθῶν φυουσῶν; Οὐκοῦν ἔφην πρὸς ἐμαυτόν, ὅπερ καὶ πρὸς σὲ νῦν φημι· ὅτι Εἰ μὲν σὺ μόνος ἀποτυγχάνειν ἔμελλες, ὀκνεῖν ἐχρῆν, εἰ καὶ Μωσῆς καὶ Ἠλίας καὶ Ἰωάννης, οἱ θεοφιλεῖς ἄνδρες, οὔτε συμβουλεύσαντες, οὔτε παῤῥησιασάμενοι ὤνησαν ἐκείνους· οὐ μὴν τὰ καθ’ ἑαυτοὺς χεῖρον διέθεσαν, χρὴ τῇ μὴν παῤῥησίᾳ μιγνύναι τὴν προσήνειαν· τῇ δὲ θείᾳ δεξιᾷ ἐπιτρέπειν τὴν ἰατρείαν· τὰ κακὰ γὰρ ἴσασι πάντες ἄνθρωποι σχεδὸν ἀφ’ ἑαυτῶν· τὰ καλὰ δέ, οὐδὲ παρ’ ἄλλων ἀκούοντες, μαθεῖν ἐθέλουσιν.
ΤϟΗʹ. ΑΛΥΠΙῼ. Περὶ τοῦ πιστευθέντος τὰ εʹ τάλαντα. Καταβολήν, ὦ βέλτιστε, ἀργυρίου λέγει, τὴν τῶν θείων Γραφῶν διδασκαλίαν· τόκον δὲ ἀκροάσεως, τὴν τῶν ἔργων ἐπίδειξιν. Ὄφελος γὰρ οὐδὲν ἀκροάσεως, ὅταν ἡ διὰ τῶν ἔργων ἐπίδειξις μὴ συμβαίνει τοῖς λεγομένοις. Ὅτι δὲ τοῦτ’ ἔστιν ἀληθές, τιμωρία ἕπεται τῷ μὲν διδάσκοντι καὶ πράττοντι, εἰ μὴ καὶ φράσειεν· τῷ δὲ ἀκούοντι, εἰ μὴ καὶ πράξειεν.
ΤϟΘʹ. ΑΡΧΟΝΤΙῼ. Εἰς τύ, «Καθ’ ἡμέραν ἀποθνήσκω.» «Καθ’ ἡμέραν ἀποθνήσκω,» ἔφη ὁ Ἀπόστολος, τῷ πρὸς τοῦτο παρεσκευάσθαι. Ὁ γὰρ παρασκευαζόμενος εἵς τι, εἰ καὶ μὴ τῇ πείρᾳ αὐτὸ ὑποσταίη, ὑφίσταται τῇ προσδοκίᾳ καὶ τῇ προθυμίᾳ. Ἀπὸ γὰρ τῶν ἐπιχειρημάτων, οὐκ ἐκ τῶν ἀποτελεσμάτων τὰ πράγματα, ὡς τὰ πολλά, κρίνεται· ἀπὸ τῆς γνώμης, οὐκ ἀπὸ τοῦ τέλους ὁ στέφανος πλέκεται. Εἰ δὲ καί, ὅτι κινδυνεύουσιν οἱ ὀρθῶς ἁπτόμενοι φιλοσοφίας, λέληθε τοὺς πολλούς, ὅτι τῷ κόσμῳ ἀποθνήσκουσι, διὰ τοῦ νεκροῦν τὰς ἡδονάς, ἐπίστησον.
Ἐκεῖνο μὲν γὰρ πιθανώτερον, τοῦτο δὲ πικρότερον.
Υʹ. ΚΑΣΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τὸ μὲν εἰδέναι αἰσχύνεσθαι ἃ δεῖ, αἰσχύνης ὄντως ἀπαλλάττει. Τὸ δὲ μὴ εἰδέναι, αἰσχύνῃ ἀθανάτῳ περιβάλλει.
ΥΑʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ Εἰ οἱ νηστείαις καὶ χαμευνίαις καὶ ταῖς ἄλλαις σκληραγωγίαις τὸ σῶμα δαμάζοντες, καὶ ταύτῃ τὴν ἄλογον τῶν παθῶν ἐξουσίαν κολάζοντες, ἀλλ’ οἱ ἐνάπαξ ὑπὸ ἐπιθυμίας κεχειρωμένοι, οὐ συγγνωσθήσονται· οἱ τὸ ἀκόλαστον παρακαλοῦντες, καὶ διὰ τῆς τρυφῆς τοῦτο διεγείροντες, ὧν ἕνα σέ φασιν εἶναι, ποίας ἀπολαύσειαν συγγνώμης;
ΥΒʹ. ΚΑΣΣΙΑΝῼ ΔΙΑΚΟΝῼ. Τῆς Νέας, τῶν δ’ Εὐαγγελίων. Εἰς τό, «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Ὁ θεολόγος καὶ θεοφιλὴς Ἰωάννης, ὁ τῆς βροντῆς ὄντως υἱός, θεοφράστῳ γλώττῃ (ὑπὸ ἁγίου γὰρ Πνεύματος ἐκινεῖτο) τὴν τοῦ θείου Λόγου ὑπόστασίν τε καὶ ἰδιότητα, ἀϊδιότητά τε καὶ βασιλείαν, οὐκ ἐπίκτητον, ἀλλ’ οὐσιώδη τυγχάνουσαν ἀνεκήρυξε.
Καὶ τῷ πολλάκις τὸ ἦν εἰπεῖν, τὸ ἐκ μὴ ὄντων, ἐξωστράκισε.
ΥΓʹ. Τῼ ΑΥΤῼ. Κιρνᾷν χρή, ὦ σοφώτατε, τῇ τῶν δογμάτων ὀρθότητι, τὴν ἀπὸ τῆς πολιτείας φιλοσοφίαν, εἴγε ἀληθές ἐστιν, ἀληθὲς δέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν. Εἰ δὲ τὸ μεῖζον χωρὶς τοῦ ἐλάττονος νεκρόν ἐστιν. εὔδηλον ὅτι καὶ τὸ ἕλαττον χωρὶς τοῦ μείζονος. Εἰ δ’ ἀμφότερα κερασθείη, καὶ τρόπον τινὰ ἑνωθείη, τότε δή, τότε ἡ τελεία καὶ ἀκροτάτη εὐδοκίμησις ἀναφαίνεται, εὐσεβείας καὶ ἀρετῆς εἰς ταὐτὸν συνδραμούσης.
ΥΔʹ. ΜΑΡΩΝΙ. Ἐπειδὴ μικραὶ αἰτίαι μεγάλους πολλάκις ἀνάπτουσι πολέμους, παραινῶ σοι μὴ σπινθῆρας φιλονεικιῶν ἐμβάλλειν. Ἀναῤῥιπιζόμεναι γὰρ αἱ μάχαι, πάντα τὰ καλὰ ἐκ τῆς τῶν διαφερομένων ἐκριζοῦσι ψυχῆς.
ΥΕʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «Δὶ ὑμᾶς βλασφημεῖται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν». Ἐπειδὴ γέγραφάς τί ἐστι, «Τὸ ὄνομά μου δι’ ὑμᾶς βλασφημεῖται·» φημί, ὅτι ἐπειδὴ Ἰουδαῖοι μὲν ἁμαρτάνοντες, αἰχμαλωσίαις παρεδίδοντο· οἱ δ’ αἰχμαλωτεύοντες, οὐ τῇ τοῦ Θεοῦ ὀργῇ, ἀλλὰ τῇ τῶν οἰκείων ξοάνων δυνάμει τὴν νίκην ἐπιγράφοντες τῆς παγκρατούσης δεξιᾶς ἀσθένειαν κατεψηφίζοντο· διὰ τοῦτο, τοῦτο ἔφη. Αἴτιοι γάρ τε ἐγίνοντο ἁμαρτάνοντες καὶ παραδιδόμενοι τῆς τοιαύτης ὑπονοίας τε καὶ βλασφημίας.
Ἵσως δὲ ἐπειδὴ καὶ τἀναντία ὧν προσετάττοντο ποιεῖν ἔπραττον, ὅπερ καὶ ἐφ’ ἡμῶν νυνὶ κινδυνεύει συμβαίνειν· κελευσθέντες γὰρ τοὺς ἐχθροὺς ἀγαπᾷν, οὐδὲ τοὺς φίλους ἀγαπῶμεν· καὶ ἀκτημοσύνην ἀσκεῖν, οὐ μόνον οἷς ἔχομεν οὐκ ἀρκούμεθα, ἀλλὰ καὶ ἐκ τῶν ἀλλοτρίων χρηματιζόμεθα συμφορῶν· καὶ ἠρεμεῖν προσταχθέντες, φιλοπραγμονοῦντες καὶ τοῖς ἡσυχάζουσι παρενοχλοῦμεν. Καὶ οὐ μόνον ταῦτα δρῶμεν, ἀλλὰ καὶ διδάσκειν ἄλλους ἐπιχειροῦμεν, ἂ ποιεῖν οὐκ ἐθέλομεν· τὰ γὰρ ἄλλα παρίημι· οὐδὲν γὰρ βούλομαι δυσχερὲς εἰπεῖν. Ταῦτ’ οὖν ἀκούοντες οἱ ἄνθρωποι, καὶ ὁρῶντες, ἄλλα μὲν ὁμᾶς διδάσκειν ἐπιχειροῦντας, ἄλλα δὲ δρῶντας, ὥσπερ εἰρωνεύεσθαι ἡμᾶς καὶ παίζειν ἐν οὐ παικτοῖς ἡγούμενοι, κατὰ τῆς θείας προνοίας ἀκονῶσι τὰς γλώττας· ἤτις καὶ αὐτοὺς μέν, ἡμᾶς δὲ πλέον ἀμυνεῖται, τοὺς αἰτίους τῆς τοιαύτης βλασφημίας γινομένους.
Υϛʹ. ΖΩΣΙΜῼ ΚΑΙ ΜΑΡΩΝΙ. Εἰ μὲν τὰ παρ’ ἡμῶν ἀπαραλείπτως, καὶ μετὰ πάσης σπουδῆς γίγνοιτο, τότε καὶ τὴν θείαν ῥοπὴν κλητέον εἰς συμμαχίαν· ἥξει γὰρ παντὶ τρόπῳ τὴν νίκην πρυτανεύουσα. Εἰ δὲ μηδὲν τῶν δεόντων παρ’ ἡμῶν γίγνοιτο, περιττὴ καὶ ἡ κλῆσις· εἰρωνείας γὰρ οὐκ ἀνέξεται, οὐδ’ ἐπιφοιτήσει τοῖς ἑαυτοὺς εἰς τὸ ἀχανὲς τῆς ἀπωλείας ἀσμένως ῥίπτουσι πέλαγος.
ΥΖʹ—ΔΙΟΓΕΝΕΙ ΔΙΑΚΟΝῼ. Συγγνώμης μείζονα, ὦ βέλτιστε, ἁμαρτάνεις, τὴν Εὐσεβίου τυραννίδα πρὸ τοῦ δικαίου θεραπεύων. Ἢ τοίνυν συνών, αἴσθησιν αὐτῷ ἐμποίει τῆς ἀνηκέστου νόσου, ἢ ἀπόστηθι, ἐπιτρίβων αὐτοῦ τὴν κακίαν.
ΥΗʹ. ΖΗΝΩΝΙ ΜΟΝΑΧῼ. Ὅτι μὲν ἀκμαζούσης τῆς Ἐκκλησίας, καὶ μήπω νενοσηκυίας, τὰ θεῖα περὶ αὐτὴν ἐχόρευε χαρίσματα, τοῦ ἁγίου Πνεύματος δημαγωγοῦντος, καὶ τῶν προεστώτων ἕκαστον κινοῦντος, καὶ οὐρανὸν τὴν Ἐκκλησίαν ποιοῦντος, πᾶσι δῆλόν ἐστιν. Ὅτι δὲ νοσησάσης καὶ στασιασάσης, ἀπέπτη πάντα ἐκεῖνα, καὶ ἀπεπήδησεν, οὐ τὰ χαρίσματα μόνον· οὐ γὰρ ἦν οὔτω δεινὸν εἰ τοῦτο μόνον ἦν· ἀλλὰ καὶ βίος καὶ ἀρετή, καὶ τοῦτο πᾶσι δῆλον. Ἵνα γὰρ τἄλλα παρῶ, ἐξ ἐνὸς πράγματος καὶ περὶ τῶν λοιπῶν αἰνίξομαι. Τὸ μὲν γὰρ τῆς εἰρήνης ὄνομα, πανταχοῦ· τὸ δὲ πρᾶγμα, οὐδαμοῦ. Ἀλλ’ ἔοικεν Ἐκκλησία γυναικί τινι τῆς ἀρχαίας εὐημερίας ἐκπεσούσῃ, καὶ τὰ σύμβολα μόνον ἐχούσῃ. Τὰς μὲν γὰρ θήκας τῶν κοσμίων ἔχει καὶ τὰ κιβώτια· τοῦ δὲ πλούτου ἐστέρηται, οὐ παρὰ τὴν τοῦ ἐξ ἀρχῆς κοσμήσαντος ἀμέλειαν, ἀλλὰ παρὰ τὴν τῶν οὐ δεόντως τὰ πράγματα μεταχειριζομένων κακίαν. Οἱ μὲν γὰρ πωλεῖν, οἱ δὲ ἀγοράζειν τὴν ἱερωσύνην τολμῶσιν. Οἱ μὲν πράττουσιν, ἃ μηδὲ λέγειν τολμῶ ἐξόν· οἱ δὲ λέγουσιν, ἃ μηδ’ ἐννοεῖν θέμις. Εἰκότως οὖν ἠπείλησε τοῖς τοιούτοις ὁ τῆς Ἐκκλησίας Δεσπότης καὶ νυμφίος τοῦθ’ ὅπερ μαθεῖν ἐζήτησας, ὅτι Ἥξει ὁ Κύριος τοῦ δούλου ἐκείνου, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
Ἀλλὰ μῦθος αὐτοῖς ἡ τοιαύτη ἀπειλή, καὶ ἡ ἀπόφασις, ἀγυρτικὴ νομίζεται λογοποιία· καίτοι λοιπὸν τοῦ κόσμου εἰς τέλος ἐπειγομένου, καὶ τὴν τιμωρίαν ὠδίνοντος. Ἀλλὰ σύ, ὦ τῆς Ἐκκλησίας θρέμμα περίβλεπτον, μὴ τοῖς ναυαγοῦσι πρόσεχε, μηδὲ τοῖς ῥαθυμοῦσι παράβαλλε σεαυτόν, ἀλλὰ τὸ φῶς τῆς γνώσεως λαμπρότερον κατασκεύαζε, ποτίζων αὐτὸ διὰ τῆς κατὰ τὸν βίον ἀρετῆς. Καὶ τὸν νυμφίον περίμενε, εἰσελευσόμενον μὲν μετὰ τῶν παρθένων ψυχαῖς τε καὶ σώμασι· μετελευσόμενον δὲ τοὺς τὸ τῆς παρθενίας καὶ τῆς ἰερωσύνης ἀξίωμα, δι’ ὧν δεδράκασιν, ἐνυβρίσαντας.
ΥΘʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Ἐξανύσων τὸ παρὰ σοῦ προσταχθησόμενον, ἄσμενος ἧκεν ὁ φίλος, εὖ εἰδὼς ὅτι τὰ παρὰ σοῦ κελευόμενα, εἰς εὐσέβειαν καὶ δικαιοσύνην βλέπει. Ἀγασθεὶς οὖν τὴν προθυμίαν, ἄμειψαι τῇ εὐμενείᾳ.
ΥΙʹ. ΜΑΡΤΙΝΙΑΝῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐγὼ οὔτε ἄπταιστός εἰμι, οὔτε ἀπταίστους ζητῶ φίλους· οὐ γὰρ εὑρήσω· ἀλλὰ τοὺς πλεῖστα μὲν ἔχοντας καὶ μεγάλα κατορθώματα, ὀλίγα δὲ καὶ εὐτελῆ ἐλαττώματα (δεῖ γὰρ πάντως τὸν ἄνθρωπον τυγχάνοντα ἐλεγχθῆναι) εἰς τοὺς φίλους ἐγγράφω.
Οἱ γὰρ διὰ μικρὸν ἐλάττωμα, καὶ τὸ μέγιστον πλεονέκτημα ἐξευτελίζοντες, οὔτε τἀνθρώπινα σκοποῦσιν, οὔτε τῷ ἀποστόλῳ πείθονται Παύλῳ παραινοῦντι· «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἂν ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Ὁ γὰρ μὴ φέρων τὸ μικρὸν ἐλάττωμα, οὔτε τοῦ μεγίστου κατορθώματος ἀπολαύσει, οὔτε τὸν νόμον τοῦ Χριστοῦ, τοῦτ’ ἔστι, τὴν ἀγάπην πληρώσει. Εἰ δὲ φαίης, ἐν τῇ Παλαιᾷ οὖν Διαθήκῃ οὐκ εἴρηται· «Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν·» φαίην ὅτι μάλιστα μὲν κἀκείνην αὐτὸς ἐθέσπισεν, ἔπειτα δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ τῇ κατὰ σάρκα, προσέθηκέ τι πλέον, εἰπὼν ὅτι «Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.» Τὸ μὲν γὰρ ἀγαπῆσαι καὶ ἐν τῇ Παλαιᾷ κεῖται· τὸ δέ, «Καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς,» προσέθηκε. Διὸ καὶ καινὴν ἐντολὴν αὐτὴν ἐκάλεσεν. Ἄλλο γὰρ τὸ ἀγαπῆσαι τὸν πέλας ὡς ἑαυτόν· ἄλλο καὶ τὰ οἰκεῖα παριδεῖν, ἵνα τὰ τῶν πέλας ἐπανορθώσῃ. Ὥσπερ γὰρ αὐτὸς οὐ πρὸς τὸ οἰκεῖον ὕψος, ἀλλὰ πρὸς τὸ τῶν ἀνθρώπων ὄφελος εἶδε, καὶ ταπεινώσας ἑαυτόν, μορφὴν δούλου κατηξίωσε λαβεῖν, ἵνα τοὺς δούλους εἰς υἱοθεσίαν ἀγάγῃ· οὕτω καὶ ἕκαστον ἡμῶν ἐκέλευσε, μὴ πρὸς τὸ οἰκεῖον κέρδος ὁρᾷν, ἀλλὰ πρὸς τὸ τῶν πέλας ὄφελος βλέπειν. Εἰ δὲ νομίζει τις βλάπτεσθαι συγκαταβαίνων, μανθανέτω, ὅτι ἡ συγκατάβασις αὕτη εἰς αὐτὴν αὐτὸν ἀνάγει τῆς τιμῆς τὴν κορυφήν.
ΥΙΑ. ΠΕΤΡῼ. Διὰ τί ὁ νόμος τοὺς λεπρῶντας, ἢ ἑτέρους νοσήματα ἀκούσια νοσοῦντας, ἕξω εἶναι τῶν ἱερῶν περιβόλων προσέταξε. Τὸ μὲν ἐκ δυσκρασίας τῶν γονέων καὶ τὰ τικτόμενα δύσκρατα εἶναι, καὶ εἰκὸς καὶ δῆλον· τὸ δ’ ἐξ ἀκρασίας, ἄδηλον μέν, εἰκὸς δέ. Τὸ μὲν γὰρ ἐκ νοσούντων, καὶ πάθεσι [τισὶ] προσκαταληφθέντων ἀσθενῆ τίκτεσθαι, οὐκ ἀπεικός· τὸ δὲ ἐξ ὑγιαινόντων μέν, ἀκρασίᾳ δὲ προσεχόντων, εἰκὸς μέν, ἄδηλον δέ.
Διό, ὡς οἶμαι, καὶ ὁ προφήτης Ἰεζεχιὴλ μετὰ τῶν ἄλλων ἁμαρτημάτων ἔταξε τὸ καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν εἰσεληλυθέναι τὸν ἁμαρτωλόν. Μάλιστα μὲν γὰρ τοῦτ’ ἔφη, τὸ πρέπον τῇ φύσει φυλάττων, καὶ καθαιρομένην αὐτὴν ἐνοχλεῖσθαι, ἀτοπώτατον εἶναι ἡγούμενος· ἔπειτα δὲ ἵνα μὴ καὶ τοῖς τικτομένοις νοσημάτων εἰδεχθῶν αἴτιοι γένοιντο.
Μιγνύμενον γὰρ τὸ τοῦ ἀνδρὸς σπέρμα τῷ ἀκαθάρτῳ τῆς θηλείας αἵματι, σώματα ἀποτίκτει νοσήμασι διαφόροις ὑποκείμενα. Ἐναπομάσσονται γὰρ τρόπον τινὰ τὴν τῶν γονέων ἀκρασίαν. Εἰ τοίνυν, φησί, φροντίζετε τῆς τῶν τικτομένων εὐκρασίας τε καὶ ὑγιείας, καὶ οὐ βούλεσθε αὐτὰ Ἐκκλησίας Κυρίας χωρίζεσθαι, φυλάττεσθε, καὶ καιρὸν συνουσίας γινώσκετε, ἵνα μὴ καὶ τὰ τέκνα τῆς ἀκολασίας ὑμῶν τὰ σύμβολα περιφέρωσι.
ΥΙΒʹ. ΜΑΡΤΙΝΙΑΝῼ ΚΑΙ ΜΑΡΟΝΙ. Εἰ καὶ τὸ εἶδος τῆς μέθης τῶν ἐπὶ οἴνῳ καὶ χρήμασι λυττώντων ἐστὶ διάφορον (τὸ μὲν γὰρ ἐξ οἴνου, τὸ δὲ ἀπὸ χρημάτων γίνεται), ἀλλά γε τὸ πάθος ὅμοιον. Καὶ γὰρ ἀμφότεροι ὁμοίως ἐπιθυμίᾳ ἀτόπῳ κεχείρωνται. Ὅ τε γὰρ φίλοινος ὅσῳ ἂν πλείους ἐκπίῃ κύλικας, τοσούτῳ πλειόνων ὀρέγεται· ὅ τε ἐρασιχρήματος, ὅσῳπερ ἂν πλείω συνάγῃ, τοσούτῳ μᾶλλον ἀνάπτει τῆς ἐπιθυμίας τὴν κάμινον. Τούτῳ μὲν οὖν ἔοικεν· ἑτέρῳ δὲ πάλιν ὁ φιλάργυρος πλεονεκτεῖ.
Ἐκεῖνος μὲν γάρ, εἰ καὶ πάσης ἐστὶ καταγνώσεως ἄξιος, ἀλλ’ οὖν γε πρᾶγμα πάσχει κατὰ φύσιν (ὁ γὰρ οἶνος θερμὸς ὢν καὶ διακαής, καὶ τὴν ἔμφυτον ἐπιτείνων ξηρότητα, τοὺς μεθύοντας ποιεῖ διψῆν)· οὗτος δὲ πόθεν ἀεὶ πλειόνων ὀρέγεται, οὐκ ἔχω λέγειν πόθεν. Ἐπειδὰν γὰρ μειζόνως πλουτήσῃ, τότε μάλιστά ἐστιν ἐν πενίᾳ. Ἄπορον γὰρ τοῦτο τὸ νόσημα, καὶ αἰνίγματι μᾶλλον ἐοικός. Οὐκοῦν εἰ θεραπευόμενον ἐπιτρίβεται, καὶ τῷ ἐπινενοημένῳ φαρμάκῳ χαλεπώτερον γίνεται, παυσώμεθα ὕλην παρέχοντες τῷ τοιούτῳ πυρί, καὶ τὴν προϋπάρχουσαν ἢ ἀθρόως, ἢ κατὰ μικρὸν ὑπεξέλωμεν· ἵνα μὴ ἄσβεστον γενόμενον κἀνταῦθα ἡμᾶς τεφρώσῃ, κἀκεῖσε τῷ ἀσβέστῳ παραπέμψῃ πυρί.
ΥΙΓʹ. ΔΙΟΓΕΝΕΙ ΠΡΕΣΒΥΤΕΡῼ. Ἡγοῦμαι ὅτι ἕκαστος ἐξ ὧν πράττει, καὶ περὶ τῶν μελλόντων ἀποφαίνεται. Οὐδεὶς γοῦν τῶν ὀρθῶς καὶ σεμνῶς βεβιωκότων, καὶ πολιτείαν ἀρίστην ἐπιδειξαμένων, ἀπιστεῖ τῇ κρίσει. Οἱ δὲ ῥᾴθυμοι, τῷ πονηρῷ ἀγχόμενοι συνειδότι, οὔτε κρίσιν, οὔτε ἀντίδοσιν εἶναι ἐθέλοντες, ὃ βούλονται, καὶ δογματίζουσιν, οὐ τὴν ἀλήθειαν σκοποῦντες, ἀλλὰ τὴν ἰδίαν βούλησιν κυροῦντες. Ἐπεὶ τοίνυν τὴν κρίσιν καὶ ποιητῶν καὶ ῥητόρων καὶ συγγραφέων καὶ φιλοσόφων οἱ ἐνδοξότατοι κηρύττουσιν (ἡ γὰρ μερικῶς ἐνταῦθα γινομένη, τὴν γενικὴν ἐγγυᾶται), μηδεὶς ἀκρίτως τῇ κρίσει ἀπιστείτω· ἀλλ’ ἀρετὴν μὲν ἀσκῶν, στεφάνους· κακίαν διαπραττόμενος, κολάσεις προσδοκάτω.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.