Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Α΄, Επιστολές 201-249
Διδασκαλίες περί της ορθής εξουσίας, της πνευματικής υπομονής, της ερμηνείας παραβολών και της αντιμετώπισης των παθών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Α΄, Επιστολές 201-249
Διδασκαλίες περί της ορθής εξουσίας, της πνευματικής υπομονής, της ερμηνείας παραβολών και της αντιμετώπισης των παθών.
ΣΑʹ. ΔΙΔΥΜῼ. Πῶς ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ. Ζύμῃ ἡ βασιλεία τῶν οὐρανῶν ἀφωμοίωται, τῇ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἀναμαρτήτῳ σαρκώσει, ἀναφυρασάσῃ τὸν ἅπαντα κόσμον, καὶ ἑνὸς σώματος ὑποστάσει, ἐκ τῆς ἡμετέρας οὐσίας καὶ τῆς θεοτόκου Μαρίας ληφθέντος, τὴν ἀπ’ αἰῶνος ἀνθρωπότητα εἰς παλιντοκίαν ἀνακαινισάσῃ.
ΣΒʹ. ΜΑΚΑΡΙῼ ΕΠΙΣΚΟΠῼ. Καλῶς μὲν ἄγεις τοὺς νέους τῆς Ἐκκλησίας λειτουργούς, πέπεισμαι· κακῶς δὲ τούτους ἐπαινεῖς. Πρόσεχε μὴ τοῖς ἐγκωμίοις ἀνακλιθῶσι, καὶ τῶν τόνων τὸ ἡδὺ συληθῶσιν, οἰήσει τὴν συντονίαν ζημιωθέντες.
ΣΓʹ. ΖΗΝΟΔΟΤῼ. Εἰ καὶ Νῶε τῆς οἰκείας γεωργίας πεπείρατο, ἀγνοήσας ὃ πέπονθεν ἐξ οἴνου· καὶ Λὼτ εἰς ἄνοιαν ἐκλίθη ὑπὸ οἵνου, καὶ πατὴρ ἐν γήρει ἀβουλήτως γεγένητο· καὶ Ἡρώδης μέθης γενόμενος παίγνιον, τῷ τοῦ μεγάλου Ἰωάννου αἵματι τὴν τράπεζαν αὐτοῦ καὶ καρδίαν ἐφοίνιζε· καὶ πάντα τὰ ἄλογα τῶν ἀνθρώπων ἐγκλήματα, οἵνου ἐστὶν ἀποβλύσματα· τί τὴν αὐθαίρετον ἐφέλκῃ μανίαν, καὶ οὐ τὴν σώφρονα περιάπτεις συμμετρίαν;
ΣΔʹ. ΔΙΔΥΜῼ. Ὥσπερ ἡ ῥιπτομένη ἐν θαλάσσῃ σαγήνη, διάφορον ἔχει τὸν συγκλεισμὸν τῶν γενῶν τῶν ἰχθύων· οὔτως ἡ αἰώνιος τοῦ Χριστοῦ βασιλεία, τὴν ἐκ παντὸς ἔθνους ἀνθρώπων πληθὺν δεχομένη, ἀνάλογον τῇ πίστει τὴν σωτηρίαν ὁρίζει, οὐ γένους ἀξιοπιστίᾳ [οὐκ ἀξίας σεμνολογίᾳ] οὐχ ἱερατείᾳ, οὐ βασιλείᾳ ἀναξίᾳ τῆς κλήσεως τὴν τρυφὴν διανέμουσα, ἀλλὰ τρόπῳ καὶ βίῳ πρὸς καθαρότητα νεύσαντι, καὶ πρὸς τὴν θήραν τῶν ἀληθῶν ἁλιέων ὁρμήσαντι.
ΣΕʹ. Τῼ ΑΥΤῼ. Τὰ καλὰ συνάγεται εἰς ἄγγη, καὶ τὰ κακὰ ἕξω βάλλεται τῆς σαγήνης, ἐρευνωμένης, φημί, τῆς τοῦ Κυρίου Ἐκκλησίας, ἐπειδὴ πάντες τῷ Χριστοῦ ὀνόματι ἐσφραγίσθησαν, καὶ εἰς μίαν ἁρμονίαν ἡνώθησαν.
Καὶ συνάγεται μὲν εἰς ἄγγη, τουτέστιν εἰς τὰς αἰωνίους μονάς, τὰ ἐν ἀληθείᾳ διαμείναντα φρονήματα· ἔξω δὲ βάλλεται τῆς βασιλείας, τὰ αἱρετικὰ καὶ τῆς ὀρθῆς δόξης ἀντίθετα.
Σϛ. ΕΥΤΟΝΙῼ. Περὶ τοῦ στατῆρος ὃν ἔλαβεν ὁ Πέτρος. Ὁ στατὴρ ὂν ὁ Πέτρος ἐκ τοῦ βυθοῦ λαβεῖν ἐκελεύετο ἐν τῷ ἰχθύϊ κρυπτόμενον, τὴν μορφὴν ἡμῶν ἐδήλου καλυπτομένην τοῖς πάθεσιν, ἣν ἐν ἑαυτῷ πρὸς τὸ ἀρχέτυπον ἀνακαλεῖται ὁ Κύριος. Ἀνθ’ ἑαυτοῦ δὲ τοῦτον δοθῆναι προσέταξεν, ὡς γεγονὼς ἄνθρωπος τοῖς ἡμῶν ἅπασιν ὑποκείμενος· οὔτε βασιλεῖ συγχωρῶν ἀντιτάσσεσθαι ἀβλαβῶς ἐπιτάσσοντι, καὶ τῆς θεϊκῆς δυνάμεως τὰς ἐνεργείας ἐπιδεικνύμενος.
ΣΖʹ. ΜΑΡΤΥΡΙῼ. Πῶς νοητέον, «Ἐὰν μὴ στραφῆτε, καὶ γένησθε ὡς τὰ παιδία.» Οὐχ ἡλικίας ὑποστροφὴν τὴν πρὸς τὰ παιδία ὁμοίωσιν ὁ Κύριος ἀπαιτεῖ, ὅπερ αὐτὸς νομίζεις, ὡς ὁ Νικόδημος, ἀλλὰ τῆς κακίας τὴν ἄρνησιν, ὡς παιδιώδη ἡμῖν ἐνυπάρχειν ἁπλότητα. Καὶ τοῦτο δι’ ὧν ἔφησε δείκνυσιν, οὐκ εἰπών, Ἐὰν μὴ γένησθε παιδία, ἀλλ’, Ὡς τὰ παιδία, τῇ τοῦ, ὡς, προσθήκῃ τὴν μίμησιν ἐμφαίνων τοῦ πράγματος.
ΣΗʹ. ΔΟΝΑΤῼ. Περὶ πραότητος. Μὴ τὴν ἔννομον ἀρχὴν τοῖς ἀναρμόστοις ἤθεσιν ἐκ βαρβάρου, ἀλλὰ τοῖς πρέπουσιν αὐτῇ πράγμασι κατακόσμει πραότητος μεταδιδοὺς τοῖς ἀθύμοις, καὶ ἰσότητος τοῖς ἥττοσι πρὸς τοὺς μείζους· καὶ τότε λαμπρὸν ἐξάψεις πυρσὸν τῆς εὐνομίας. Ὑπέκκαυμα γάρ ἐστι δικαιοσύνη τοῦ φωστῆρος τῆς εὐαρχίας.
ΣΘʹ. ΘΕΟΓΝΩΣΤῼ. Τί ἐστι, «Τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Εἴ τι τῆς ὕλης ἴδιον, εἴ τι πλάνης ἐφόδιον, εἴ τι ἀπάτης εἴδωλον ἐν ἡμῖν ἡ ἔνοικος εἰσέφρησε ῥᾳθυμία, τοῦτο τῷ δημιουργῷ καὶ ποιητῇ τῆς κακίας ἐπιῤῥίπτεσθαι παρ’ ἡμῶν ὁ Κύριος βούλεται. Εἴ τι δὲ ἀρετῆς σύμβουλον, εἴ τι σεμνότητος γνώρισμα, εἴ τι νήψεως καὶ ἀσφαλείας ἐμπόρευμα, τοῦτο Θεοῦ καὶ ἡγεῖσθαι καὶ πεπεῖσθαι τυγχάνειν δώρημα, καὶ ἀξίαν αὐτῷ προσκομίζειν τὴν αἴνεσιν. Τοῦτό ἐστιν ὅ φησιν, «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.»
ΣΙʹ. ΧΡΙΣΤΟΔΩΡῼ. Τί ἐστι, «Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη.» Τῆς τελευταίας [τῶν χρόνων] ἀνάγκης τὰ σημεῖα, ἅπερ ὁ Κύριος πρὸς εἴδησιν ἡμῶν ἀπεκάλυψε, σαφηνισθῆναί σοι ἀξιώσας διὰ τοῦ γράμματος, ταχέως τὴν τούτων μάνθανε δύναμιν. «Οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη,» οἱ ἐν τῇ εὐσεβείᾳ ἐρηρεισμένοι (τοῦτο γὰρ ἡ Ἰουδαία ἑρμηνεύεται)· ἐπὶ τὴν ὑψηλὴν καταφυγὴν ἀφοράτωσαν, ὑπὸ τῆς οἰκείας ὁμολογίας φρουρούμενοι. «Ὁ δὲ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ.» Ὁ τῆς παρούσης περιφρονήσας οἰκίας, καὶ πᾶσαν τὴν ἐνταῦθα καταπατήσας σκηνήν, καὶ ὑψηλὸς τῷ βίῳ γενόμενος, καὶ τὰ ἔνοικα πάθη ἀποπεμψάμενος, μηδὲν ἐξ αὐτῶν ἐπισπάσθω, μὴ δειλίαν, μὴ ῥᾳθυμίαν, μὴ δόξαν κενήν, μὴ ὄρεξιν πλούτου, ἅπερ ἀφ’ ὕψους ἐστὶ κατάβασις. «Ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ἆραι τὸ ἱμάτιον αὑτοῦ.» Ὁ τὸν παλαιὸν ἀπεκδυσάμενος ἄνθρωπον, καὶ τοῖς σαρκίνοις ἀποταξάμενος, τὸν νέον φορείτω, ὂς αὐτὸν εἰς ἐπίγνωσιν Θεοῦ ἀνεκαίνισε, καὶ τῆς ἰλύος ἐκάθηρεν. Ἐν τούτοις γὰρ ἕξει τὸ πρὸς ἐκείνην τὴν μεγάλην κάκωσιν ἀνεπίβουλον.
ΣΙΑʹ. Τῼ ΑΥΤῼ. «Οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.» Ταῖς ἐγκυμονούσαις, φησί, τὸν θεῖον ἔρωτα ψυχαῖς, καὶ οὐ θαῤῥούσαις παῤῥησιάσασθαι, καὶ τεκεῖν τὴν περὶ Θεοῦ ὁμολογίαν καὶ ἔνστασιν, καὶ ταῖς νηπιώδη καὶ ἀτελῆ περὶ τὴν θείαν μακροθυμίαν γνώμην κεκτημέναις, καὶ τῇ ἐλπίδι τῶν ἀμοιβῶν οὐ προσεχούσαις, ἀλλ’ ἀπειλαῖς ἢ προσβολαῖς χαυνωθείσαις, καὶ τῶν μελλόντων γυμνωθείσαις.
ΣΙΒʹ. ΖΗΝΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Πρὸς ἀσκητάς. Ἔχεις ἐν τῇ θείᾳ Γραφῇ ὧν σπείρεις τοὺς καρποὺς ἀναθάλλοντας· βλέπεις τῶν χρηστῶν σου παλαισμάτων τὰ ἐπινίκια· ὑπὲρ μὲν τῆς ἑκουσίου πτωχείας ἑκατονταπλασίονά [σοι] κἀνταῦθα κἀκεῖσε ὑπισχνουμένου ἀγαθὰ τοῦ ἀγαθοῦ ποιμένος καὶ Σωτῆρος· ὑπὲρ δὲ τῶν πρὸς τὰ πάθη ἀγώνων, καὶ σκαμμάτων, τὸν ἄφθαρτόν σοι στέφανον πλέκοντος Παύλου, τοῦ γενναίου τούτων παλαιστοῦ καὶ νικηφόρου.
ΣΙΓʹ. ΣΩΣΑΝΔΡῼ. Ἔσχες μὲν δεσμὸν τὴν συνάφειαν· ἔλυσε δὲ ταύτην ὁ Κύριος συμφερόντως καὶ ψυχωφελῶς· οὐδὲν γάρ ἐστιν ἀκερδὲς τῶν αὐτοῦ. Ἐπειδὴ τοίνυν μέριμναν ἔχει κοσμικήν, ἀλλ’ οὐ θεϊκήν, ἡ συμβίωσις, λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα, μήπου σε ἰὸς γυναικὸς φαρμακεύσῃ, πρὸς ἑτέραν γοητεύων συνέλευσιν ἡδυπαθείας, καὶ σαρκικὰς διδάσκων κολακείας, καὶ ἀνονήτους φροντίδας καὶ ὑπονοίας.
Ἀλλὰ σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν πρὸς τὸ ἡμέτερον ὅρος.
ΣΙΔʹ. ΔΟΜΙΤΙῼ. Ὅτι πάσης ἐπέκεινα τόλμης, τὸ δογματίζειν ἀναξίως τῆς πίστεως τοὺς βιοῦντας. Οὐ παντός ἐστιν, ὦ οὗτος, τὸ δογματίζειν· ἐπειδὴ οὐδὲ πάντες ἀλουργοφοροῦσιν. Οὐκοῦν εἰ ἐκείνοις οὐ κέχρηνται πάντες, καὶ μάλιστα πτωχοί, ὡς εἰς τὸ κράτος ὑβρίζοντες, καὶ εἰς εὐτέλειαν τὴν ὑπεροχὴν κατασύροντες, φεῖσαι τῶν ἀπρεπῶν τῇ Ἐκκλησίᾳ λόγων, οὐδὲν τοῖς ἀκροαταῖς κέρδος φερόντων, ἀλλ’ εἰς ὕβριν τὰ τῆς θρησκείας ἑλκόντων, καὶ τοὺς δυσμενεῖς ἡμῖν αἱρεσιώτας, οὐ πρὸς σὲ καὶ τὴν κατὰ σοῦ κατηγορίαν κλινόντων, ἀλλὰ πρὸς λοιδορίαν τῆς εὐσεβείας ἐρεθιζόντων. Οὐ γὰρ τὴν σὴν ἀμαθίαν συνορῶσιν, ἀλλ’ ἐκείνης ἀσθενείας καταγελῶσιν.
ΣΙΕʹ. ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ. Πρὸς ἱερεῖς φιλαργυρίαν νοσοῦντας. Ὡς φιλοκόσμῳ εὐπρέπεια ἱματίων, οὕτω σοὶ τὸ Ψαλμικὸν ἐφαρμόζει, «Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς.» Θύρας γὰρ καὶ τρόπους κερδῶν ὑπανοίξας, σὺ μὲν τὰς ἐπ’ αὐτοῖς ἀποτίσεις εὐθύνας, ἑτέροις δὲ θησαυρίζεις τοὺς πόρους, οἷς πλείονας καὶ σαυτῷ τιμωρίας σωρεύεις. Εἰ τοίνυν βούλοιο κἀκείνους καὶ ἑαυτὸν τοῦ πυρὸς ἀπαλλάξαι, πολλοί σε Λάζαροι κυκλοῦσιν· εἰς αὐτοὺς τὴν φλόγα τῶν χρημάτων ἐκτίναξον, καὶ μετ’ αὐτῶν ἐκεῖσε κληρονομήσεις ἀνάψυξιν.
ΣΙϛʹ. ΖΗΝΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐδεξάμεθα τὸ ἱμάτιον, καὶ χιτῶνα πεπόμφαμεν, καί σοι πάνυ εὐχαριστήσαμεν, τὸ ἓν ἡμῶν ἀπαιτήσαντι σκέπασμα, ὅτι τὸν νόμον τοῦ Βαπτιστοῦ ἐπληρώσαμεν, δύο χιτῶνας οὐκ ἔχοντες. Καὶ εἰ μὲν δοθείη τῷ χρῄζοντι, ἀμφότεροι πεπράχαμεν χρηστῶς, ἐγὼ θαλπόμενος τῷ καινῷ, καὶ ἐκεῖνος τῷ τριχίνῳ τὴν γύμνωσιν τιμῶν. Εἰ δὲ καὶ τοῦτον μέλλοις, ὡς τά τινων ἁγίων, τηρεῖν, ἐμὲ μὲν εἰς ἀπόγνωσιν ὠθήσεις, ἔλεγχον ἐμαυτοῦ τὴν συνείδησιν ἔχοντα· πάλιν δὲ πέμψας, πάλιν αἰτήσεις· ἡμεῖς δὲ οὐ δώσομεν.
ΣΙΖʹ. Τῼ ΑΥΤῼ. Εἰ ἐλπίδι τῇ τὰ πάντα συνεχούσῃ πρὸς τὸ πρᾶγμα ἑώρακας, καὶ πίστει ἐτόλμησας τὰ ἡμᾶς ὑπεραίροντα, ὄναιο τῆς προθέσεως, πολλάκις ἡμᾶς περιστέλλων καὶ κοινωνῶν ταῖς χρείαις ἡμῶν φιλοτίμως, καὶ εὕροις ἕλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
ΣΙΗʹ. ΤΙΜΟΘΕῼ ΑΝΑΓΝΩΣΤῌ. Περὶ τῆς ὁράσεως τῶν δ’ θηρίων. Τοῦ θεσπεσίου Δανιὴλ ἡ περιβόητος ὅρασις, τὴν Ἀσσυρίων καὶ Μήδων καὶ Μακεδόνων βασιλείαν, ὡς μονοειδῆ καὶ ἐξ ἑνὸς ἑκάστην ἔθνους συντεταγμένην [ἑνὶ καὶ] θηρίῳ παρείκασε, τὴν μὲν ἄρκτῳ, τὴν δὲ λεαίνῃ, τὴν δὲ ἑτέραν παρδάλει. Τὴν δὲ τετάρτην ὅρασιν, θηρίον φοβερόν, καὶ περισσῶς ἔκθαμβον ἔχουσαν, ὀδοῦσι σιδηροῖς ἡρκωμένον, καὶ ὄνυξι χαλκοῖς προσωπλισμένον, ἐσθίον καὶ λεπτύνον καὶ καταπατοῦν, οὐδενὶ ζώῳ ὡμοιωμένην τὴν Ῥωμαίων ἐπιδήλως ἐσήμανεν, ἐκ πάντων ἐθνῶν καὶ φυλῶν συντεταγμένην, καὶ πᾶσαν ἀλκὴν καὶ δόξαν ἐν ἑαυτῇ κεκτημένην. Οὐ γὰρ ἑνὶ ὀνόματι παραστῆσαι ἑώρακε τὴν ἐπὶ πάντας τὸν ζυγὸν τοῦ κράτους ἐκτείνασαν, καὶ εἰς ἀπέραντον βασιλείαν τῷ καιρῷ τῆς σαρκώσεως τοῦ Κυρίου προκόψασαν.
ΣΙΘʹ. ΝΕΙΛῼ. Διὰ τί ὀπτὰ πυρὶ τὰ κρέα τοῦ ἀμνοῦ ἐσθίειν προσέταξεν. Ὀπτὰ πυρὶ τὰ κρέα τοῦ ἀμνοῦ ἤσθιον Ἑβραῖοι, τυπικῶς τὸ μέγα τῆς θείας οἰκονομίας μυστήριον σκιαγραφοῦντες διὰ τῆς βρώσεως, καὶ τὸν ἀμνὸν τοῦ Θεοῦ προμανθάνοντες, τὸ πῦρ τῆς θείας οὐσίας σαρκὶ ἀφράστως συμπλέκοντα, τῇ νῦν παρ’ ἡμῶν ἐσθιομένῃ, καὶ τὴν ἄφεσιν τῶν κακῶν ἐργαζομένῃ.
ΣΚʹ. ΤΟΙΣ ΕΝ ΠΗΛΟΥΣΙῼ ΜΟΝΑΧΟΙΣ. Οὐκ ἔστιν, ἀδελφοί, ἀσκήσεως πληροφορία, τρίβωνος καὶ ὑπήνης ἐπίδειξις. Οὐκ ἔστιν ἀναχωρήσεως ἐπιθυμία, ἡ ἐν πόλεσι καὶ θορύβοις ἀνάφυρσις. Οὐδεὶς τὴν Χριστοῦ αὔλακα τέμνει, τὴν ἀκανθοφόρον ἀσπαζόμενος φιλοπάθειαν. Οὐ δύναται κατορθῶσαι φιλοσοφίαν, ὁ λογομαχίαις προσασχολούμενος. Οὐκ ἀνέχεται καθαρθῆναι δι’ ἐγκρατείας, ὁ βρωμάτων καλλονὰς ζητῶν καὶ ἁβρότητας. Εἰ τοίνυν νομίμως ἐθέλομεν ἀθλεῖν, καὶ σχήματι ἀκόμπῳ, καὶ μονήρει σχολῇ, καὶ ἀπαθείας ἀρετῇ, καὶ ἡσυχίας φυλακῇ, καὶ λιτότητι τροφῆς, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισώμεθα.
ΣΚΑʹ. ΙΣΙΔΩΡῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τί ἐστιν, «Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;» Εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν; ὁ θεῖος ἔφη Ἀπόστολος, τὴν τῶν σωμάτων φύσιν οὕτω καλῶς, συγκρινομένην τῷ τῆς ψυχῆς ἀκηράτῳ. Ἡ μὲν γὰρ ἀτελεύτητος καὶ ἀθάνατος· ἡ δὲ φθορᾷ καὶ ἀλλοιώσει ὑπόκειται. Βαπτιζόμεθα οὖν ὑπὲρ τῶν νεκρῶν [τῇ] φύσει σωμάτων, εἰς ἀφθαρσίαν αὐτὰ μετασκευασθῆναι πιστεύοντες.
Καὶ ταύτην ἔχει τὸ εἰρημένον σαφήνειαν· Εἰ ὅλως, φησί, τὰ σώματα ἡμῶν οὐκ ἀνίσταται, τί καὶ ἐν τῷ βαπτίζεσθαι, εἰς ἀφθαρσίαν αὐτὰ μεταποιεῖσθαι πιστεύομεν;
ΣΚΒʹ. Τῼ ΑΥΤῼ. Πῶς μέλλει ζῶντας καὶ νεκροὺς κρίνειν ὁ Κύριος. Πρὸς Τιμόθεον βʹ. Τὸ κρίνεσθαι ζῶντας καὶ νεκρούς, τοῦτό ἐστι, τὸ καὶ ψυχὴν καὶ σῶμα εἰς κρίσιν ἐλεύσεσθαι, καὶ οὔτε ἒν θατέρου κεχωρισμένον, ἀλλ’ ὥσπερ κοινὴν τὴν ἐνταῦθα συνάφειαν ἐποιήσαντο, οὕτω καὶ τὴν ἐκεῖθεν δίκην ἡνωμένως ὑφέξουσιν. Εἰ δὲ καὶ ἄλλως ζητεῖς, οὕτω· Διακρῖναι ζῶντας, τοὺς ἀείζωον βίον καὶ θεοφιλῆ μετελθόντας, καὶ ἀποδοῦναι αὐτοῖς ἀτελευτήτους ἀμοιβάς· κρῖναι τοὺς νεκρωθέντας τοῖς ἁμαρτήμασι, καὶ τὸ δοθὲν αὐτοῖς τάλαντον, ὡς ἐν τάφῳ τῇ ἑαυτῶν καταχώσαντας ῥᾳθυμίᾳ, καὶ ἀμύνασθαι αὐτοὺς τιμωρίᾳ. Εἰ δὲ καὶ ἄλλως, οὕτως·
Κρῖναι τοὺς τότε ζῶντας καταλειφθέντας, καὶ τοὺς ἤδη πρὸ αὐτῶν κοιμηθέντας.
ΣΚΓʹ. ΖΩΣΙΜῼ, ΕΥΣΤΑΘΙῼ, ΜΑΡΩΝΙ. Εἰ οὔτε τῆς σὺν Χριστῷ [αἰωνίου] διαγωγῆς ἐπιθυμεῖτε, οὔτε τῆς ἀϊδίου φλογὸς τὴν κρίσιν δειλιᾶτε, ἢ πρὸς τοὺς καταφρονητὰς δαίμονας ἁμιλλᾶσθε, ἢ ἀνθρώπων ἰνδάλματα τυγχάνετε ἄψυχα, καὶ λόγου ἀμέτοχα, καὶ φόβου ἀναίσθητα.
ΣΚΔʹ. ΚΥΝΤΙΑΝῼ ΜΟΝΑΧῼ. Ἐμοὶ κατὰ γνώμην προὐχώρει ἡ ἀσθένεια, κατὰ μικρόν με τῆς ζάλης ὑπεξάγουσα. Ἀλλ’ ἐπειδὴ πάλιν ὁ Θεὸς εἴσω μένειν τῶν κυμάτων ἐκέλευσε, βοήθει πρὸς τὸν πλοῦν ταῖς πρεσβείαις, μή τι πάθωμεν ἀλλότριον τῆς γαλήνης.
ΣΚΕʹ. ΣΙΜΠΛΙΚΙῼ. Συγχαίρομεν τῇ πόλει τῆς ἀρχῆς σου, καὶ χαίρομεν τὸ δίκαιον ὁρῶντες νῦν ἐπὶ μέσης βαδίζον καὶ βραβεῦον. Ἐφ’ ᾦ Θεὸν καὶ βοηθὸν ἕξεις καὶ σύμμαχον, τούς τε κακοὺς ὑποδεικνύντα, καὶ τοὺς χρηστούς σοι φανεροῦντα.
ΣΚϛʹ. Τῼ ΒΟΥΛΕΥΤΗΡΙῼ. Ἔτι κήδεται Θεὸς Πηλουσίου. Ἔτι σπέρμα θεοσεβείας ἐν αὐτῇ χρηματίζει· ἔτι προνοοῦσιν οἱ πολιοῦχοι μάρτυρες τῆς ταλαίνης. Ἥκει ὁ θαυμαστὸς Σιμπλίκιος τὰς ἡνίας τῆς ἀρχῆς μεταχειρίζων.
Ἄλλον ὑμᾶς εὐαγγελίζομαι βίον. Ἄσμενοι τὸν ἄνδρα προσδέξασθε, πάσας αὐτῷ ἐκτραγῳδήσατε δυσχερείας. Ἔχει καὶ διάνοιαν σοφήν, καὶ γνώμην φιλευσεβῆ, καὶ δώσει τοῖς πόνοις μεταβολήν. Ἰσχύει γὰρ ἀπὸ Θεοῦ, παρ’ οὗ πολλοῖς τὸ καλῶς πρᾶξαι παρέχεται.
ΣΚΖʹ. ΦΛΩΡΕΝΤΙῼ. Περὶ κενοδοξίας, καὶ ἐγκρατείας γλώσσης. Οὐ καλῶς τὰς Ἀθήνας θαυμάζεις, καὶ Στοάν, καὶ Περίπατον, καὶ Ἀττικὴν φαντασίαν, οἷς διὰ μάθησιν φλυαρίας πάλαι προσεκαρτέρεις, ὁ τὰ γήϊνα περιφρονήσας, καὶ μηδὲν ἀγαπᾷν τῶν ἐνταῦθα κεκελευσμένος.
Εἰ συνηγέρθης οὖν τῷ Χριστῷ, τὰ ἄνω φρόνει, οὗ ἐστιν αὐτός. Οἱ γὰρ τὴν εὐτελῆ ἐσθῆτά σου ὁρῶντες, καὶ φιλοσοφίαν ἐν μόνῳ σχήματί [σοι] προσοῦσαν, περπερείαν δὲ γνώμης, καὶ γλώσσης ἀλαζονείαν, κατὰ τῆς θειοτάτης θρησκείας βλασφημοῦσι.
ΣΚΗʹ. ΣΩΡΑΝΝῼ ΚΟΜΗΤΙ. Περὶ τῆς ἁγίας κοινωνίας. Κοινωνία κέκληται ἡ τῶν θείων μυστηρίων μετάληψις, διὰ τὸ τὴν πρὸς Χριστὸν ἡμῖν χαρίζεσθαι ἕνωσιν, καὶ κοινωνοὺς ἡμᾶς τῆς αὐτοῦ ποιεῖν βασιλείας.
ΣΚΘʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Γέγραφας δηλωθῆναί σοι δι’ ἢν αἰτίαν ὁ δεῖνα παραγινόμενος τοὺς πτωχοὺς εὖ ποιῆσαι, κίνδυνον ἀργαλέον ὑπέμεινε, καὶ οὐκ ἐξείλετο αὐτὸν τῶν συμπτωμάτων ἡ πρόθεσις. Ἐπειδή, φημί, οὐ χαίρει Θεὸς ἐξ ἀδικίας θυσίαις, καὶ οὐ προσίεται κίβδηλα δῶρα. Οὐ γὰρ πᾶς ὁ βουλόμενος εὖ ποιεῖ, ἀλλ’ ὁ ἀξίως Θεοῦ καὶ κτησάμενος, καὶ ἐπαγγειλάμενος τὴν θυσίαν.
ΣΛʹ. Τῼ ΑΥΤῼ. Ἐπειδὴ ἀπόδειξιν τῆς ἀποκρίσεως ἐζήτησας Γραφικήν, ἴσθι ὅτι ὁ Κάϊν καὶ δῶρα προήνεγκε, καὶ ἀπαρχὰς τῶν γεννημάτων τὰ δῶρα. Ἀλλὰ τῇ σκαιότητι ὁ Θεὸς τῆς γνώμης προσέχων, ἐπ’ αὐτὸν μὲν οὐχ ἑώρακε, τὰ δὲ δῶρα αὐτοῦ οὐ προσήκατο, καίτοι ἐκ προθέσεως προσκομισθέντα.
ΣΛΑʹ. ΚΕΡΚΥΡΙῼ. Ταῖς παντόλμοις καὶ θρασέσι γνώμαις κίνδυνοι καὶ φόβοι διηνεκεῖς ἀκολουθοῦσι, ταῖς δὲ πραέσι καὶ ἡμέροις ἔπαινοι καὶ τιμαὶ καὶ εὐτολμίαι. Εἰ τοίνυν μὴ τὴν ὀρθὴν τῶν πραγμάτων ἀνοίᾳ ἐζημίωσαι κρίσιν, τῆς κρείττονος μοίρας γενοῦ, ἀφέμενος τῆς κακίστης.
ΣΛΒʹ. ΣΥΝΕΣΙῼ ΕΠΙΣΚΟΠῼ. Καλὸν μὲν τὸ πρὸ κινδύνων ἐζῶσθαι τὴν ὀσφύν, καὶ Θεῷ διακονεῖσθαι, καὶ βάλλειν τὰς ἐναντίας φάλαγγας πίστει, ἀλλὰ μὴ ῥᾳθυμοῦντας καὶ ἐχθροῖς καὶ πολεμίοις ἐκκεῖσθαι· ἐπειδὴ εἰς τοῦτο προήλθομεν ἀβουλίας, ὥστε μηδὲ καιρὸν ἔχειν Θεῷ ἱερατεύειν, τῶν κυκλούντων κακῶν οὐ διδόντων ἄψασθαι τῶν ἀμυντηρίων ὀργάνων· ἐπεὶ καὶ Φινεὲς σειρομάστῃ ἐχρήσατο, ὅτε Θεὸς παρωργίζετο.
ΣΛΓʹ. ΑΝΑΣΤΑΣΙῼ. Περὶ ἀλαζονείας. Ὅτι βδελύσσεται Χριστὸς τοὺς ἄνδρας τῶν αἱμάτων, οὐκ αὐτοὺς δὲ μόνους φημί, ἀλλὰ καὶ πάντας τοὺς οἰκοῦντας σὺν αὐτοῖς, ὡς οὐκ ἐπεξιόντας ταῖς αὐτῶν κακουργίαις, δείκνυσιν ἐπὶ Ἡρώδου. Μετὰ γὰρ τὴν τοῦ Βαπτιστοῦ μιαιφονίαν καταλιπὼν ἀνεχώρησεν.
Εἰ τοίνυν μὴ καὶ σαυτὸν καὶ πάντας τοὺς ἐν τῇ πόλει τῆς Ἡρώδου βούλει τυχεῖν τελευτῆς, μεθ’ ὧν καὶ οἶκός σου καὶ παῖδες ἀφανισθήσονται, παῦσαι τῆς ἀνηκέστου μανίας. Τί μάτην ἐπείγῃ κακῶς ἐξολέσθαι;
ΣΛΔʹ. ΑΜΑΖΟΝΙῼ. Τί καὶ εἰκῆ βιβλιοφορεῖς, καὶ τὴν ἀνάγνωσιν ἐκτρέπῃ οἷς ποιεῖς; Τοῦ Κυρίου γὰρ καὶ αὐτὴν [τὴν] περίεργον θέαν κατακρίνοντος, σὺ οὐ μόνον ἐπιμαίνῃ τοῖς κάλλεσιν, ἀλλὰ καὶ βίον, ὡς ἔγνων, ἀνδραποδώδη ἠγάπησας, πόρνην σύνοικον λαβών, καὶ αἰώνιον ἀτιμίαν ἀγαπῶν, δέον συνιδεῖν τὸ γεγραμμένον· «Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος· πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός·» καὶ τὸ μὲν ζηλῶσαι, τὸ δὲ μισῆσαι. «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ.» Οὐχ ἥδεται τούτοις, ἀλλὰ καὶ ἀντιτάσσεται προσέχων.
ΣΛΕʹ. ΣΕΡΗΝῼ. Περὶ τῆς τοῦ Κυρίου ἐπερωτήσεως, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;» Οὐκ ἀγνοῶν τὴν τῶν ἀνθρώπων περὶ αὐτοῦ πολυώνυμον δόξαν ὁ τὰς καρδίας ἐμβατεύων Χριστός, ἤρετο τοὺς ἑαυτοῦ μαθητάς· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;» ἀλλὰ τὴν ἀσφαλῆ ὁμολογίαν διδάξαι πάντας βουλόμενος, ἢν ἐμπνευσθεὶς ὁ Πέτρος παρ’ αὐτοῦ ὡς κρηπῖδα καὶ βάθρον ἀπέθετο, ἐφ’ ᾖ τὴν ἑαυτοῦ Ἐκκλησίαν ὁ Κύριος ᾠκοδόμησε.
ΣΛϛʹ. Τῼ ΑΥΤῼ. Περὶ τῆς ἀποκρίσεως Πέτρου, «Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Τό, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τῶν δύο φύσεων σημαίνει τὴν ἕνωσιν, ἢν ἐν ἑαυτῷ ὁ τοῦ Θεοῦ Υἱὸς εἰς σωτηρίαν ἡμῶν θεοπρεπῶς ἐξειργάσατο.
ΣΛΖʹ. ΗΡΜΟΚΙΑΝῼ. Ἀγνοεῖς μὲν τὴν ἀνταπόδοσιν, ὡς ἀβλεπτῶν πρὸς τὰ μέλλοντα. Οὐ μόνον δὲ ἐν τῷ μέλλοντι κριτηρίῳ, ἀλλὰ καὶ ἐν τῷ παρόντι βίῳ [τὰς ἐπαξίους] τίνουσι δίκας οἱ βάσκανοι. Καὶ πειθέτω σε ἡ τοῦ Ἀχαὰβ Ἰεζάβελ, ἐπιμανεῖσα τῷ τοῦ Ναβουθὰ ἀμπελῶνι, καὶ νῦν μὲν βορὰ κυσὶ γενομένη, μετὰ ταῦτα δὲ τῷ αἰωνίῳ πυρὶ τηρουμένη.
ΣΛΗʹ. ΣΕΡΗΝῼ. Εἰς τὸ εἰρημένον παρὰ τοῦ Σωτῆρος περὶ τῆς Ἐκκλησίας, ὅτι «Πύλαι ᾄδου.» Πύλας ᾅδου ὁ θεῖος Λόγος ἐκάλεσε, τὰς τῶν ἀθέων τιμωρίας, τὰς τῶν αἱρέσεων βλασφημίας, αἷστισι πάσαις ἀνθεστῶσα ἡ τοῦ Θεοῦ Ἐκκλησία, τὰς μὲν καταγωνίζεται, ὑπὸ δὲ τῶν οὐ κατακυριεύεται.
ΣΛΘʹ. ΑΛΦΕΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἡ ἐν τῷ ὄρει μεταμόρφωσις τοῦ Δεσπότου ὑμῶν καὶ Σωτῆρος, τὴν ἐκ νεκρῶν ἐξανάστασιν ἡμῶν προεδήλου, ἥντινα καὶ φυλάττειν ἐν ἑαυτοῖς οἱ θεαταὶ προσετάττοντο μέχρι τῆς αὐτοῦ ἀναστάσεως, ὡς τότε πιστὴν φανησομένην, οἷα τῷ ἔργῳ ὁρωμένην. Ἡ δὲ Μωσέως καὶ Ἡλίου παρουσία, τὴν ζώντων καὶ νεκρῶν ἐμαρτύρησεν αὐτῷ δεσποτείαν.
ΣΜʹ. ΚΥΡΗΝΙῼ. Ὅτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεός. Εἰ τῶν κακῶν αἴτιόν ἐστι τὸ Θεῖον, πῶς ἐπὶ σὲ ὕει, καὶ ἥλιον ἀνατέλλει, καὶ μέχρι γήρως σε παρέτεινεν ἐνταῦθα, πολλῶν μὲν ἄξιον ὄντα θανάτων, καὶ πρὸ πλείονος χρόνου, δι’ εὐσπλαγχνίαν δὲ αὐτοῦ φυλαχθέντα εἰς τοῦτο ἡλικίας πρὸς μετάγνωσιν καὶ νῆψιν;
ΣΜΑʹ. ΣΥΝΕΣΙῼ. Περὶ Ἀρειανῶν καὶ Εὐνομιανῶν. Ὃ βούλει μαθεῖν, σύντομόν ἐστιν, ἀλλ’ ὅμως ἀσφαλές. Εἰ ἀεὶ ὡσαύτως ἔχει Θεός, εἰ μηδὲν προσκτᾶταί ποτε, ἀεί ἐστι καὶ Πατήρ. Εἰ δὲ ἀεί ἐστι Πατήρ, ἀεὶ ἔσχε τὸν Υἱόν. Συναΐδιος ἄρα ὁ Υἱὸς τῷ Πατρί.
ΣΜΒʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Περὶ Μοντανοῦ. Εἰ καί σοι ἀνήκοος ἦν μέχρι δεῦρο, ὡς ἔγραψας, ἡ Μοντανοῦ βλασφημία· ἀλλ’ ἀρχαία ἑστὶ καὶ μακρά, σηπεδόνα πολλὴν ἐργασαμένη [καὶ] λώβην καὶ λύμην. Χρὴ δὲ προτροπάδην αὐτὴν καὶ φεύγειν καὶ ἀποπέμπεσθαι, τοσαύτην τίκτειν βλάβην τῇ ψυχῇ δυναμένην, ὅσην αὐτὸς εὗρεν τῆς πλάνης τεχνίτης. Μαγγανείαις γὰρ καὶ παιδοκτονίαις, μοιχείαις τε καὶ εἰδωλολατρείαις συντίθεται, καὶ δαίμοσι χαλεποῖς συγκροτεῖται· ἧς μετέχων, ἐκείνων εὐθὺς ἀναπίμπλαται.
ΣΜΓʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ [περὶ τοῦ αὐτοῦ]. Πολλῆς μὲν δεῖται μακρηγορίας ἡ παράστασις τῆς δυσσεβείας. Ὡς ἐν συντόμῳ δὲ φράσαι, ἀνελεῖν σπουδάζουσι τὸ πανάγιον Πνεῦμα, οὐκ ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐπιφοιτῆσαι τοῦτο τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις, ἀλλ’ ἐς ὕστερον μακρῷ, Μοντανοῦ διακονοῦντος δεδόσθαι, ἀνθρώπου οὐδὲν μὲν βαρύ, ὡς οὗτοί φασι, πεπραχότος, μοιχοῦ δὲ φανερῶς ἑαλωκότος, καὶ τῷ κατορθώματι τούτῳ θεοφάνειαν λέγοντος πεπιστεῦσθαι.
ΣΜΔʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Οὐδὲν ὀνίνησι νηστεία τοὺς ὑγιέσι μὴ προσέχοντας ὅροις· ὅσῳ γὰρ τοῦ σώματος ἡ ψυχὴ προτερεύει, τοσοῦτον πολιτείας δόγματα προκρίνεται εὐσεβείας.
ΣΜΕʹ. Τῼ ΑΥΤῼ. Περὶ αὐτοῦ. Ἡ χρῆσις τῶν χειρόνων τὴν εὕρεσιν ποιεῖ τῶν κρειττόνων. Ἵνα γὰρ τήνδε τὴν βλασφημίαν ἐκκλίνωμεν, καὶ τήνδε συνεωράκαμεν, κἀκείνην πεφεύγαμεν, καὶ ἐκ ταύτης ἑτέραν καὶ τὴν ἄσπιλον κατειλήφαμεν.
Ὥσπερ οὖν Μοντανὸν μυσαττόμεθα, οὕτως καὶ Μανιχαῖον τὸν σύμφρονα αὐτοῦ βδελυξόμεθα. Δίδυμον γὰρ κακὸν τῆς γεέννης μεσαίτατον.
ΣΜϛʹ. Τῼ ΑΥΤῼ. Περὶ Ἀρειανῶν καὶ Εὐνομιανῶν. Ἀρείῳ καὶ Εὐνομίῳ οὐ γέγονε διαφορὰ πρὸς βελτίωσιν, ἀλλὰ ἀμφότεροι ἀλλήλους βλασφημίας φιλοτιμίᾳ ὑπερβαλέσθαι ἐφιλονείκησαν· ὁ μὲν ποίημα τὸν τοῦ Θεοῦ Υἱὸν ἐξειπεῖν τολμηρῶς ἀναθαῤῥήσας, ὁ δὲ καὶ δοῦλον ἀσεβῶς ἀγορεύσας.
Παντὶ τοίνυν σθένει [ἀμφοτέρους] φευκτέον, ἐσχάτης λύμης τοὺς μύστας ἐμπιπλῶντας.
ΣΜΖʹ. Τῼ ΑΥΤῼ. Κατὰ Σαβελλιανῶν. Ἄλλη δυσεξάγγελτος Χάρυβδις εἰς πυθμένα ᾅδου κατακρημνίζουσα τοὺς ἁλόντας, ἡ Σαβελλίου κακόνοια, ἐκ Λιβύης ἀπάρασα, εἰς πολλοὺς δὲ κωμάσασα. Τὴν προσκυνητὴν γὰρ καὶ μακαρίαν Τριάδα, μίαν τινὰ τριπρόσωπον ὑπόστασιν ἐξελήρησεν, ὅπερ ἐστὶ τῶν τριῶν μᾶλλον ἀναιρέσεις· μία γάρ ἐστιν ἡ θεότης, τρεῖς δὲ αἱ ὑποστάσεις. Ταύτας τήρει, οὕτως ἔχε· μή τίς σε συστολὴν ὑποστάσεως, ὡς οὐσίας ἕνωσιν διδάξῃ.
ΣΜΗʹ. ΔΡΑΚΟΝΤΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τό, «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν.» Ἀνατολὴν ἔχων ὄνομα Θεός, ἔφης, καὶ φῶς ὑπάρχων ἀπρόσιτον, πῶς ἐπὶ δυσμῶν ἐπιβέβηκεν; Ἀνατολὴ αὐτῷ ὄνομα, ἡ ἄναρχος θεότης, ἡ φῶς οὖσα ἀΐδιον. Ἡ δὲ ἐπὶ δυσμῶν ἐπίβασις, ἡ κοινωνία τῆς ἀνθρωπίνης πτωχείας, δύσις οὖσα, καὶ νυκτὶ ἐοικυῖα, εἰ συγκρίνοιτο τῇ ἄνω λαμπρότητι. Ἀσύγκριτα γὰρ ὑπῆρχε τὰ πράγματα πρὶν [ἢ] ἑνώσει αὑτὰ ἐν ἑαυτῷ ὁ τεχνίτης.
ΣΜΘʹ. ΕΠΙΚΤΗΤῼ. Ποτήριον πτώσεως, καὶ κόνδυ θυμοῦ, τιμωρίας τοῖς πταίουσιν ἀπειλεῖ ὁ Θεὸς εἰς διόρθωσιν, ποτὲ μὲν Βαβυλωνίοις, ποτὲ δὲ Ἀσσυρίοις ἐγχειρίζων. Ἄπερ ἐκποθέντα ὑπὸ Ἑβραίων, αὐτοὺς μὲν ἀπεμέθυσε, βελτίονος δὲ ζωῆς οὐκ ἠξίωσεν. Ἓν δὲ Χριστὸς ἐπὶ ξύλου ποτήριον πιών, καὶ πικρίαν ἰάτρευσε, καὶ εὐφροσύνην ἐπήγαγεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.