Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Β΄, Επιστολές 151-200
Επιστολές που στηλιτεύουν τη διαφθορά, την αδικία και τις αιρέσεις, προβάλλοντας τη μετάνοια και τη θεία μακροθυμία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β΄, Επιστολές 151-200
Επιστολές που στηλιτεύουν τη διαφθορά, την αδικία και τις αιρέσεις, προβάλλοντας τη μετάνοια και τη θεία μακροθυμία.
ΡΝΑʹ. ΘΕΟΦΙΛῼ ΑΝΑΓΝΩΣΤῌ. Ἐπιτάφιος πρὸς διαφόρῳ ἐν ἀρετῇ ζήσαντα. Ὁ μακάριος Τιμόθεος ὁ σὸς ἀδελφός, ἐξ ἀνθρώπων ᾤχετο, πᾶν μὲν ὅσον εἶχε θνητόν, ἐν γῇ καταλείψας, τῇ δὲ ψυχῇ οὐρανοβατῶν· καὶ ταῖς θείαις καὶ ὑπερκοσμίοις, ὡς πιστεύω, συγχορεύων δυνάμεσι. Διὸ καὶ ἡμεῖς τὴν λύπην, καίτοι μεγίστην ἧσαν, [καὶ] εἰς τὸ δυνατὸν ἀντέχοντας, σχεδὸν χειρωσαμένην, παρεγραψάμεθα, ἐννοήσαντες, ὅτι ἡ τῶν ἐνθάδε τελευτή, ἀρχὴ τῶν μεγίστων αὐτῷ ἐκεῖσε καθέστηκεν ἀγαθῶν. Οὐ γὰρ ὡς ἔτυχεν ὁ ἀνὴρ ἐνθάδε βίον διήθλησεν· ἀλλ’ ἀνδρείως καὶ γενναίως, καὶ παρὰ πάντων ἐπὶ ταῖς ἀριστείαις ἀνακηρυττόμενος; πάσης μὲν εὐφημίας κρείττων ὤν, τοῖς δὲ κατὰ δύναμιν ἐπαίνοις στεφανούμενος.
Ὄντως γὰρ ἦν ἀνάκτορον μὲν σωφροσύνης, ἑστία δὲ φρονήσεως, ἀκρόπολις δὲ ἀνδρείας, μητρόπολις δὲ δικαιοσύνης, καὶ ταμιεῖον μὲν φιλανθρωπίας, τέμενος δὲ ἡμερότητος, καὶ συλλήβδην εἰπεῖν, πασῶν τῶν ἀρετῶν θησαυρός. Οὕτως γὰρ ἑκάστην ἐκτήσατο, ὡς ἂν ἕτερος μίαν τινὰ κτήσασθαι περὶ πολλοῦ ἐποιήσατο. Τῶν γὰρ ὑπερκοσμίων ἐραστὴς γενόμενος ἐπήδα πρὸς τὸν αἰθέρα τῷ λογισμῷ, καὶ τὰ οὐράνια ἐπολυπραγμόνει, καὶ τῶν ἐπιγείων ἠμέλει. Ἡδονὴν γὰρ ἀληθεστάτην, καὶ Χριστιανοῖς πρέπουσαν, τὴν σωφροσύνην εἰκότως ὑπειληφώς, γαστρός, καὶ τῶν μετὰ γαστέρα παθῶν τυραννικῶς ἐκράτησε, τῇ μὲν τὴν αὐτάρκειαν νομοθετήσας, τοῖς δὲ οὐδὲ πτερύξασθαι συγχωρήσας. Ἐντεῦθεν πανταχόθεν διήγγελλεν ἡ φήμη τὸ κλέος, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν, καὶ πάντες [ἤλπιζον] λαμπροτέρας αὐτόν, εἰ ἀρχῆς ἐπιλάβοιτο ἐκκλησιαστικῆς, πέμψειν τῆς ἀρετῆς τὰς ἀκτῖνας. Ἀλλ’ ὥσπερ ἀγαθὸς ἀθλητής, ποθούντων ἔτι τῶν θεατῶν, εἰς τὰς οὐρανίους αὐλὰς στεφθησόμενος ἀπέπτη, καταλείψας ἐνθάδε ὥσπερ ἐντάφιον δόξαν καὶ μνήμην, [καὶ] τὸν παρὰ πάντων ἔπαινον. Τίς τοιγαροῦν τὸν τοιοῦτον ἐγκωμιάσαι βουλόμενος, κἂν ἐπ’ ὀλίγον τῆς ἀξίας ἐφάψοιτο; Τίς ἐπαινέσαι θέλων οὐ κατόπιν τῆς ὑποθέσεως ἀπολειφθεὶς ἑαυτὸν αἰτιάσοιτο, ὡς πράγματι ἀμηχάνῳ ἐγχειρήσας;
Τίς τὴν πραότητα καὶ τὸ μειλίχιον, καὶ τὴν πρὸς ἅπαντας μέν, μάλιστα δὲ πρὸς τοὺς φιλαρέτους αἰδώ, λόγοις ἐπιχειρήσας ὑπογράψαι, οὐχ ἑαυτὸν μέμψοιτο, μηδὲν εὑρίσκων εἰπεῖν τῆς ἀληθείας ἐφάμιλλον; Οὔτω γὰρ τοὺς συνόντας ἤρει, ὡς εἰς τὸν τῆς φιλίας θεσμόν, αὐτῷ νέμεσθαι τὰ πρωτεῖα. Ὑψηλὸς μὲν γὰρ ἦν τῇ ἀρετῇ, ταπεινὸς δὲ τῷ φρονήματι, καὶ πρᾶος μὲν ἐν ταῖς συντυχίαις· ὀξὺς δὲ ἐν ταῖς ἐννοίαις· καὶ πολὺς μὲν ἐν ταῖς εὐεργεσίαις, ταχὺς δὲ ἐν ταῖς παρακλήσεσιν. Ὃ δέ με καταπαῦσαι βουλόμενον οὐκ ἐᾷ, τοῦτο ῥητέον, ὅτι τὴν ἐλεημοσύνην διαφερόντως ἀγαπῶν, τὸ λαθεῖν φιλανθρωπευόμενος ἐθηρᾶτο· εὖ εἰδώς, ὅτι τοῦτο μάλιστά ἐστιν ἐλεημοσύνη. Οἱ γὰρ μετ’ ἐπιδείξεως ταύτην διαπραττόμενοι, οὔ μοι δοκοῦσι φιλανθρωπεύεσθαι, ἀλλὰ τὰς τῶν εὖ πασχόντων ἐκτραγῳδεῖν συμφοράς· καὶ τὸ θεῖον ἔργον ἀργαλεωτάτῳ λυμαίνεσθαι νοσήματι. Φιλάνθρωποι γὰρ καὶ εὐεργέται καλεῖσθαι ποθοῦντες, τὰς τῶν ἄλλων ἐκπομπεύειν οὐ παραιτοῦνται δυσπραγίας. Ὁ δὲ ἀοίδιμος ἐκεῖνος· σιωπᾷν γὰρ οὐ θέμις, καὶ φθεγγομένους ἀναγκαῖον ἐλέγχεσθαι τὴν ἀξίαν αὐτῷ μὴ σώζοντας· οὐχὶ τῷ παρέχειν μόνον, ἀλλὰ καὶ τῷ λανθανόντως τοῦτο διαπράττεσθαι, τοὺς εἰς τὴν κάμινον τῆς πενίας τυγχάνοντας ἐδρόσιζεν. Ἀλλὰ τί κάμνω, πέλαγος ἀγαθῶν, εὐτελεῖ λόγῳ ἀνυμνῆσαι πειρώμενος;
Διὸ δὴ ἐγὼ μὲν ἐνταῦθα στήσω τὸν λόγον· αὐτὸς δὲ τῆς λύπης τῆς ἐπ’ αὐτῷ παυσάμενος, τίμα τὸν ἄριστον ἐκεῖνον τῇ τιμήσει τῆς ἀρετῆς.
ΡΝΒʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Πρὸς προεστῶτας. Διὰ πάσης ἀκριβείας χωρείτω τῶν ψυχικῶν τραυμάτων ἡ θεραπεία. Τὰ γὰρ ὕπουλα, ὡς τὰ πολλά, ἀναστομοῦσθαι φιλεῖ.
ΡΝΓʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Ἐντυχών μοί τις τῶν λόγου καὶ μνήμης ἀξίων ἀνδρῶν, καὶ εὐγενείᾳ, καὶ τρόποις κεκοσμημένων, μετὰ δακρύων ἀπήγγελλεν, ὡς συνεδρεύοντές τινες καθ’ ἑαυτούς, οἷς ἀρετῆς οὐ μικρὸς λόγος, τοιαῦτά τινα περὶ ὑμῶν ἔφασκον. Τί τῶν ἀποῤῥήτων καὶ αἰσχρῶν παθῶν ὀκνήσουσιν οὖτοι διαπράξασθαι λανθάνοντες, οἵγε προφανῶς οὕτως ἀσχημονοῦντες οὐκ ἐρυθριῶσι; Τί δὲ οὐκ ἂν ποιήσαιεν τῶν ἀφανῶν κακῶν, οἵγε ἐπὶ τοῖς προδήλοις καὶ ἐναβρύνονται;
Πῶς δὲ ὑπερβολῆς σωφρονισθεῖεν, οἵγε καὶ τοὺς σωφρονοῦντας γελῶσι; Πῶς δὲ ἐλεγχόμενοι παύσοιντο, οἵγε τοὺς ἐλέγχοντας διασύρουσι; Πῶς δὲ τοὺς θείους χρησμοὺς αἰδεσθεῖεν, οἵγε καὶ μύθους αὐτοὺς νομίζουσι; Πῶς δὲ κρίσιν φοβηθεῖεν, οἵγε μηδὲ εἶναι ταύτην διὰ τῶν ἔργων κηρύττουσι; Πῶς δὲ τῷ Χριστῷ πείσονται, οἵγε Ἐπίκουρον, δι’ ὧν δρῶσιν, ἀνακηρύττουσιν; Ἐγὼ μὲν [οὖν] ταῦτα ἀκούσας, λίαν ἐπλήγην τὴν ψυχήν. Ὑμεῖς δὲ σκοπεῖν δίκαιοι ἂν εἴητε, ὅπως ταύτην ἐξαλείψοιτε τὴν κωμῳδίαν.
Ἐξαλείψετε δέ, εἰ γνωσιμαχήσητε· γνωσιμαχήσετε δέ, εἰ πεισθείητε ἀληθεῖς εἶναι τὰς ἱερὰς Γραφάς· πεισθείητε δέ, εἰ συνεχῶς αὐτῶν ἀπολαύσητε· ἀπολαύσοιτε δέ, εἰ τὸν νοῦν αὐτῶν μάθοιτε· μάθοιτε δέ, εἰ τοῖς κατὰ Θεὸν σοφοῖς προσεδρεύσοιτε· προσεδρεύσοιτε δέ, εἰ κακίαν φύγοιτε· φεύξεσθε δέ, εἰ τὰς τιμωρίας τὰς ἐπηρτημένας αὐτῇ φοβηθείητε· φοβηθήσεσθε δέ, εἰ τὸ θεῖον εἶναι πιστεύετε· πιστεύσετε δέ, εἰ ἐκ τῆς τοσαύτης μανίας ἀνενέγκοιτε· ἀνενέγκοιτε δέ, εἰ τοὺς ἀνενεγκόντας ζηλώσετε· ζηλώσετε δέ, εἰ ἀρετῆς ἀντιλάβοισθε· ἀντιλάβοισθε δέ, εἰ βασιλείας ἐρασθείητε· ἐρασθείητε δέ, εἰ τὰ βλεπόμενα πρόσκαιρα εἶναι νομίσετε· νομίσετε δέ, ἐὰν τὴν οὐδένειαν αὐτῶν καταμάθοιτε· μαθήσεσθε δέ, εἰ τὸ ἐπίκηρον αὐτῶν θεωρήσητε· θεωρήσετε δέ, ἐὰν ἀδεκάστοις ὀφθαλμοῖς θεάσησθε· θεάσοισθε δέ, εἰ τῶν οὐρανίων ἀνθέξεσθε· ἀνθέξεσθε δέ, εἰ τὸν τῆς ψυχῆς ὀφθαλμὸν διορατικώτερον κατασκευάσετε· κατασκευάσοιτε δέ, εἰ πρὸς τὸ θεῖον συνεχῶς ἀποβλέπειν ἐθίσετε.
ΡΝΔʹ. ΩΦΕΛΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Τὸ σαφὲς τῷ σεμνῷ κεκραμένον, οὐκ ἀσαφὲς τῷ ἀκροωμένῳ, τὸ λεγόμενον, κατασκευάζει.
ΡΝΕʹ—ΘΕΟΓΝΩΣΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὁ ἀοίδιμος, καὶ πάσης εὐφημίας ἄξιος Τιμόθεος ὁ ἀναγνώστης, οὔτως ὀρθῶς ἐβίωσεν, ὡς μηδένα δυνηθῆναι εἰπεῖν, ὅτι ἐθαυμάζετο μέν, οὐκ ἠγαπᾶτο δέ. Τὸ μὲν γὰρ τῷ τῆς ἀρετῆς ἐρᾷν, τὸ δέ, τῷ τὰ φορτικώτερα φεύγειν, ἐξ ἴσης ἐκαρποῦτο· ὅς γε καὶ διὰ τὸ τῆς γνώμης κόσμιον, τῶν μὲν ἡλικιωτῶν πρεσβύτερος, τῶν δὲ πρεσβυτέρων ἡλικιώτης ἐδόκει· τοὺς μὲν νουθετεῖν οἶός τε ὤν, τοῖς δὲ οὐδὲν ἐνδιδοὺς ἐφ’ ὅτῳ διορθώσονται.
ΡΝϛʹ. ΗΣΥΧΙῼ ΛΑΜΠΡΟΤΑΤῼ. Οἰκίαν μὲν διαφανῆ, καὶ θαύματος κρείττονά φασί σε κατεσκευακέναι, τῆς δὲ ψυχῆς ἠμεληκέναι, ὥσπερ τινὸς φαυλοτάτου καὶ οὐδαμινοῦ. Ἴσθι τοίνυν μὴ καλῶς βουλευόμενος· ἡ μὲν γὰρ οἰκία τῆς [σῆς] πλεονεξίας καὶ ἐν τοῖς μετέπειτα χρόνοις κήρυξ καὶ σιωπῶσα γενήσεται· ἡ δὲ ψυχὴ τὰς φοβερὰς ὑποστήσεται τιμωρίας.
ΡΝΖʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Ποῖος χρησμός, ὦ βέλτιστοι, ἢ ποῖος λόγος τοῦ Σωτῆρος εἰς ἔργον οὐκ ἐκβέβηκεν, ἵνα καὶ τὸν περὶ τῆς κρίσεως παραγράψησθε; Εἰ μὲν γὰρ ἐκεῖνοι διέπταισαν, μηδ’ οὗτος πιστευέσθω. Εἰ δὲ πάντες εἰς ἔργον ἐκβεβήκασι, τοῦ χάριν τούτῳ πιστεύειν οὐκ ἀξιοῦτε; Τὰ γὰρ γεγενημένα, τῶν ἐσομένων ἐγγυᾶται τὴν ἔκβασιν. Εἰ δὲ βούλεσθε, συντόμως καί τινας τῶν χρησμῶν· πάντας γὰρ ἴσως οὐ δυνατόν, οὐδὲ ῥᾴδιον εἰς μέσον ἀγαγεῖν ἡμᾶς, οὐδὲ τοῦτο ποιῆσαι παραιτησόμεθα. Εἶπεν ἁλώσεσθαι τὰ Ἱεροσόλυμα, καὶ ἑάλω. Εἶπε καθαιρεθήσεσθαι τὸν πολυθρύλλητον ἐκεῖνον ναόν, καὶ γέγονεν. Εἶπε κρατήσειν τὸ ἀποστολικὸν κήρυγμα, καὶ κεκράτηκεν. Εἶπεν ὡς ἔσται αὐτὸς καὶ παισὶ πατέρων αἰδεσιμώτερος, καὶ πατράσι παίδων γλυκύτερος, καὶ γυναιξὶν ἀνδρῶν ποθεινότερος, καὶ τὸ πρᾶγμα ἠκολούθησεν.
Εἶπε διασπαρήσεσθαι τοὺς Ἰουδαίους, καὶ καθάπερ δραπέται τινὲς καὶ μαστιγίαι πανταχοῦ διεσκορπίσθησαν. Εἶπε πολεμηθήσεσθαι μὲν τὴν Ἐκκλησίαν, μὴ νικηθήσεσθαι δέ· καὶ σαφῆ, καὶ λαμπρὰ ἐν γῇ καὶ θαλάττῃ τὰ τρόπαια. Εἶπε κατάδηλον ποιήσειν ὅπερ ἐποίησεν ἡ καταχέασα τοῖς ποσὶν αὐτοῦ τὸ μύρον γυνή. Καὶ οὐδένα διέλαθε τὸ γεγονός. Εἶπεν [ὅτι] ὅσην ἥλιος ἐφορᾷ γῆν, τοσαύτην καὶ τὸ κήρυγμα καταλήψεται, καὶ κατείληφεν. Οὐκ ἔστι γὰρ ἔθνος οὐκ ἐσχατιὰ τούτου ἀνήκοος. Εἶπε ποιήσειν τοὺς ἁλιεῖς τῶν ἰχθύων ἁλιεῖς ἀνθρώπων· καὶ ἕως νῦν ἡ σαγήνη θηρᾷ. Προεῖπε τὸν σταυρόν, καὶ τὸν θάνατον, καὶ πεπλήρωται. Εἶπε τὴν ἀνάστασιν, καὶ τὴν ἀνάληψιν, καὶ γέγονεν. Ἀλλ’ εἰ πάντας τοὺς χρησμοὺς εἰς μέσον ἀγαγεῖν πειράσομαι, οὐδ’ εἰ παύσασθαι βουλοίμην, δυναίμην. Ὁ τοίνυν ταῦτα πάντα εἰρηκώς, καὶ εἰς τέλος ἀγαγών, οὗτος περὶ τῆς ἐπιφανεστάτης ἑαυτοῦ δευτέρας παρουσίας καὶ ἀδεκάστου κρίσεως εἰρηκώς, οὐ πιστευθήσεται; Καὶ τίς ἀνέξεται τῶν νοῦ καὶ φρονήσεως οὐκ ἀμοιρούντων; Εἰ μὲν γὰρ ἐκεῖνοι οἱ χρησμοὶ εἰς ἔργον οὐκ ἐκβεβήκασι, μηδ’ οὗτος πίστεως ἀξιούσθω. Εἰ δὲ πάντες τέλος εἰλήφασι τὸ προσῆκον, δι’ ἣν αἰτίαν οὗτος μόνος ἀπιστεῖται, οὐδὲ τοῦτο δὲ παραλελείψεται, οὐ μικρὸν ὅν, ἀλλὰ παρ’ ἐμοὶ κριτῇ μέγιστον ὅτι εἰ ἐν οἷς αὐτῷ συνηνέχθησαν, δι’ ἣν αἰτίαν ἀπιστεῖται;
Τὸ μὲν τὴν θείαν φύσιν εἰς τὰ καθ’ ἡμᾶς καταβῆναι πράγματα, καὶ τοσαύτην οἰκονομίαν ἐργάσασθαι, καὶ σημεῖα τοιαῦτα καινουργῆσαι, καὶ τὰ πάθη διὰ πάθους ἰάσασθαι, καὶ τὸν θάνατον διὰ θανάτου θανατῶσαι, ἀπιστούμενον διὰ τῶν πραγμάτων τὴν ἀπόδειξιν ἔλαβεν. Οὐ γὰρ ἂν εἰ ἄνθρωπος ψιλὸς ἦν, μετὰ θάνατον πάντας ἂν ἐχειρώσατο· καὶ μυρίων Θεῶν ἐσμοὺς ἐκ τῆς οἰκουμένης ἐξήλασε, καὶ τὰ διαβόητα χρηστήρια ἐπεστόμισε, καὶ ἁλιεῖς παιδευτὰς τῆς ὑφ’ ἡλίῳ ἐχειροτόνησε, καὶ τὰ ἀνήμερα καὶ ἀπάνθρωπα φῦλα ἐτιθάσσευσε. Τὸ δὲ κρίσιν ἔσεσθαι προειπών, ὁμολογούμενον πρᾶγμα παρὰ τοῖς πλείστοις καὶ ἐνδοξοτάτοις τῶν σοφῶν, καὶ δίκαιον ὃν καὶ ἀκόλουθον, καὶ λογικοῖς πρέπον, καὶ τῇ θείᾳ προνοίᾳ ἁρμόττον, καὶ περὶ τῶν τῇδε δοκούντων πολλοῖς ἀνωμάλως γίγνεσθαι πραγμάτων ἀπολογούμενον, οὐκ οἶδ’ ὅπως ἀπιστεῖται. Εἰ γὰρ τὰ ἀπιστούμενα ἐξέβη, ποίᾳ μηχανῇ τὸ πιστευόμενον οὐκ ἐκβήσεται; Εἰ γὰρ ἐν οἷς διηνέχθη, οὐκ ἠλέγχθη, ἐν ᾧ συνηνέχθη, πίστεως ἄξιος ἂν εἴη.
Εἰ γὰρ τὰ λογικὴν ὑπερβαίνοντα ζήτησιν γέγονε, τὸ κατὰ λόγον πολλῷ μᾶλλον γενήσεται. Τῶν γὰρ ὑπὲρ λόγον γεγενημένων, τὸ εὔλογον καὶ ἀκόλουθον συμβήσεται.
ΡΝΗʹ. ΤΟΙΣ ΑΥΤΟΙΣ. Τῆς ἐπιστολῆς Ἰακώβου, εἰς τὸ εἰρημένον, «Ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας.» Οὐ συνᾴδει, ὦ βέλτιστοι, ἀλλὰ καὶ κομιδῇ ἀπᾴδει τῷ ὑφ’ ὑμῶν νενοημένῳ τὸ θεῖον γραφεῖον. Ὑμεῖς· γὰρ ἔφατε ὑπὸ τῆς εἱμαρμένης τὴν γλῶτταν κινεῖσθαι καὶ συνταράττεσθαι. Τὸ δ’ ἱερὸν λόγιον, τοὐναντίον φάσκει, ὑπὸ τῆς γλώττης συγχεῖσθαι τὸν χρόνον τῆς ζωῆς ἡμῶν. Τροχοειδὴς γὰρ ὁ χρόνος εἰς ἑαυτὸν ἀνακυκλούμενος. Οὐδὲν δὲ οἷον αὐτῆς ἀκοῦσαι τῆς Γραφῆς· τί οὖν φησιν; «Ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν φλογίζουσα ὅλον τὸ σῶμα, καὶ σπιλοῦσα τὸν τροχὸν τῆς ζωῆς ἡμῶν.» Οὐ γὰρ εἶπεν, ὅτι Ὁ τροχὸς σπιλοῖ τὴν γλῶτταν, ἀλλ’ Ἡ γλῶττα τὸν τροχόν, τὸν τροχοειδῆ δηλονότι χρόνον.
Τὴν γὰρ προαίρεσιν αἰτιᾶται, καὶ τὴν προπέτειαν ἀναστέλλει. Ὑφ’ οἷς ὁ βίος ἡμῶν ἐκτραχύνεται, καὶ μυρίαις ἀνωμαλίαις ὑποπίπτει. Διὸ καὶ ἐπήγαγε, «Καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.» Οὐκ ἂν τοῦτο προσθεῖσα, εἴγε ἄκουσα ἡ γλῶττα ἐκινεῖτο. Ὅτι δὲ τροχὸν τὸν χρόνον ἐκάλεσε, διὰ τὸ τροχοειδὲς καὶ κυκλικὸν σχῆμα· εἰς ἑαυτὸν γὰρ ἀνελίττεται· ἐγγυᾶται ὁ Μελῳδός, στέφανον αὐτὸν καλέσας, καὶ εἰπὼν πρὸς τὸν Θεόν· «Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.» Κἀνταῦθα γὰρ ἀπὸ τοῦ κυκλικοῦ σχήματος, στέφανος εἰκότως ὁ χρόνος ὠνόμασται εἰ τοίνυν βούλεσθε γέλωτα μὴ ὀφλισκάνειν, μὴ τὸ ἐναντίον τοῖς οἰκείοις βουλήμασι λόγιον ὡς συνᾷδον προφέρετε. Ἀλλὰ μυρίοις χαλινοῖς τὴν γλῶσσαν ἄγχετε.
ΡΝΘʹ. ΩΡΙΩΝΙ ΜΟΝΑΖΟΝΤΙ. Ἢ μᾶλλον, ἢ οὐχ ἦττον τῶν σῶν φίλων ἥσθημεν, ὅτι ἡ σὴ σύνεσις τοῖς βιωτικοῖς χαίρειν φράσασα, εἰς τὸν τῆς θείας φιλοσοφίας ἀπεδύσατο ἀγῶνα. Καὶ πιστεύομεν, ὡς τῆς θείας συμπραττούσης ῥοπῆς, καὶ ἀναῤῥήσεων, καὶ στεφάνων τεύξεται.
ΡΞʹ. ΝΕΙΛῼ. Πολλάκις ἐθαύμασα τῶν τὴν τοῦ Θεοῦ μακροθυμίαν ἐφόδιον ποιουμένων κακίας. Δέον γὰρ τοσαύτης χρηστότητος πολιτευομένης, τὴν κακίαν μὴ αὔξεσθαι, ἀλλ’ ἐλέου καὶ συγγνώμης τυχόντας, τὴν εὐεργεσίαν αἰδουμένους, κακίας μὲν ἀπέχεσθαι· ἀρετῆς δ’ ἀντέχεσθαι· οἱ δὲ τολμῶσιν ἀτόλμητα. Ἴστωσαν οὖν ὡς οὐ διαφεύξονται τὴν δίκην τὸ γὰρ θεῖον λόγιον βοᾷ· «Αὐτὸς [γὰρ] ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὑτοῦ.»
ΡΞΑʹ. ΑΦΡΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ καὶ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· ἀλλ’ οὖν γε ἀπὸ τῶν παλαιόντων πρὸς αἷμα καὶ σάρκα, διδακτέον τοὺς νόμους τοὺς ἀθλητικούς. Ὥσπερ οὖν ἐκεῖνοι οὐ μόνον ἀποδυσάμενοι (ἀρχὴ γὰρ τοῦ ἀγωνίσασθαι τὸ ἀποδύσασθαι· ἀλλὰ καὶ ἀποκειράμενοι τὴν κόμην, καὶ ἀλειψάμενοι ἐλαίῳ, ἵνα μήτε ληφθεῖεν ταῖς θριξὶν), ἀλλὰ καὶ ὀλισθῆσαι παρασκευάσωσι διὰ τοῦ ἐλαίου τοῦ ἀντιπάλου τὰς χεῖρας· οὕτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, οὕτως καὶ ἡμεῖς, εἴγε στεφανῖται γενέσθαι ποθοῦμεν, ἀποδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ τὸ ἔξωθεν ἀποκειράμενοι, καὶ εἰς ἐλεημοσύνας καταναλώσαντες, γυμνοὶ πάσης φροντίδος, καὶ ἀχίτωνες εἰς τὸ στάδιον τῆς ἀρετῆς ἀναβῶμεν, τὰ περὶ ψυχῆς Ὀλύμπια ἀγωνισάμενοι. Εἰ δὲ μηδὲν τούτων δρῶντες, νομίζομεν καὶ ἀγωνίζεσθαι, καὶ ἐναβρυνόμεθα ἐπὶ τούτῳ, πρῶτον μὲν κἀνταῦθα παρὰ τῶν ἐχεφρόνων γελασθησόμεθα.
Ἔπειτα δὲ κἀκεῖσε ἀκριβῶς εἰσόμεθα, ὅτι ἑαυτοὺς παρελογισάμεθα, ὅταν μὴ μόνον ἀστεφάνωτοι, ἀλλὰ καὶ δίκας ὑφέξοντες ἀπαγώμεθα.
ΡΞΒʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδὴ γέγραφας θαυμάζειν. ὅπως τὸ ἱερᾶσθαι Ζώσιμον τὸν δοκοῦντα εἶναι πρεσβύτερον δεινὸν ὄν, οὐ δεινὸν εἶναι δοκεῖ τῷ παρανόμως αὐτὸν χειροτονήσαντι, φήσαιμι, ὅτι αὐτὸς μὲν ἀπὸ μισοπονήρου. καὶ φιλαγάθου τρόπου δικαίως ἀγανακτεῖς.
Οὐδεὶς γὰρ πρὸς τοῦτ’ ἀντερεῖ. Ἐγὼ δέ σοι κἀκεῖνο παραινέσαι δίκαιον ᾠήθην. καθαρὰν κακηγορίας τὴν γλῶτταν διατηρῆσαι. Εἰ γὰρ κἀκεῖνος μυρίων, ὡς γέγραφας, ἔστιν ἄξιος θανάτων, μηδὲ τῇ τιμῇ βελτιωθείς, ἀλλ’ ὅπλῳ κακίας τῇ ἱερωσύνῃ χρησάμενος, καὶ τολμῶν τὰ ἀτόλμητα· διὸ καὶ παρὰ τοῦ ἀδεκάστου κριτοῦ, εἰ μὴ γνωσιμαχήσειε, σφοδροτάτας ἀπαιτηθήσεται δίκας· οὐ γὰρ ἄδικος ὁ Θεός· ἀλλ’ οὖν τὸ σαυτοῦ στόμα μιαίνειν οὐκ εἴης δίκαιος, τὰς μιαρὰς ἐκείνου πράξεις ἐκκωμῳδῶν
ΡΕΓʹ. ΙΩΑΝΝῌ ΣΧΟΛΑΣΤΙΚῼ. Περὶ φιλοσοφίας. Εἰ ἐρεθίζει σε πρὸς μάχην ὁ σὸς διάδικος, ἄμεινον μὲν μὴ ἀποκρίνασθαι. Εἰ δὲ τοῦθ’, ὡς φής, ἀδύνατόν σοι καθέστηκεν, ἄκρως φιλοσοφῆσαι μὴ προῃρημένῳ, κέρασον τῇ φιλοσοφίᾳ τὸν ἔλεγχον, λέγων τὰ τοῦ ῥήτορος πρὸς αὐτόν, φοβοῦμαι μὴ τὰ προσήκοντα περὶ σοῦ λέγων, εἰς οὐ προσήκοντας ἐμαυτῷ ἐμπέσω λόγους, Οὕτω γὰρ καὶ φιλοσοφήσεις μετρίως, κἀκεῖνον [εἰς] δίκας εἰσπράξῃ.
ΡΞΔʹ. ΗΡΑΚΛΕΙΔῌ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅτι ἐκ τῆς ἡμετέρας ῥᾳθυμίας ὁ διάβολος ἔχει τὰς ἀφορμὰς τῆς ἰσχύος. Αὐτὸς μὲν ἔφης θαυμάζειν λίαν, ὅπως ὁ διάβολος τοὺς πλείστους τῶν ἀνθρώπων, καὶ μετὰ τὸ ἐκνευρισθῆναι, χειροῦται. Ἐγὼ δὲ τοῦτ’ οὐ θαυμάζω, εἰ ἀγρυπνῶν ὁ μιαρὸς ἐκεῖνος, καὶ μηδένα καιρόν, μηδὲ ὥραν παραλείπων, ἡμῶν ῥᾳθυμούντων καὶ κοιμωμένων περιγίνεται. Συναπολέσαι μὲν γὰρ ἑαυτῷ τοὺς ἡττηθέντας δυνήσεται, βασιλεῦσαι δὲ τὴν πρώτην βασιλείαν τὴν ὑπὸ τῆς θείας δυνάμεως ἀνατραπεῖσαν, οὐκ ἂν δυνηθείη. Τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς, ὧν τοῖς τροπαιούχοις προσήκει, τοῦ πάντα καθ’ ἡμῶν κινοῦντος περιῆμεν. Τὸ γὰρ τοὺς πολλοὺς τῶν ἀνθρώπων συστρατεύεσθαι τῷ ἐχθρῷ κατὰ τῶν ἀδελφῶν, καὶ διὰ τοῦτο περιφανῶς τὴν ἧτταν συμβαίνειν, καίτοι ἀληθὲς ὄν, παρήσω, μὴ λίαν πικρὸν ὀφθείη τοῖς τοῦτο δρῶσιν. Ὅταν οὖν καὶ ἐξ οἰκείας ῥᾳθυμίας πίπτωμεν, καὶ ἐκ τοῦ ἐκεῖνον πάντα τὰ ὑπὲρ ἡμῶν ὀφείλοντα εἶναι καθ’ ἡμῶν μηχανᾶσθαι, ὑποσκελιζώμεθα, καὶ ἐκ τοῦ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους ἐκείνῳ μὲν συστρατεύεσθαι, καθ’ ἡμῶν δὲ ὁπλίζεσθαι, σκανδαλιζώμεθα, δι’ ἣν αἰτίαν θαυμάζεις εἰ ἡττώμεθα; Εἰ δὲ φαίης, Τί οὖν ποιητέον;
ἀποκρινοῦμαι, ὅτι Ἐπειδή, εἰ καὶ πέπτωκεν ὁ διάβολος, ἀλλ’ ὅμως ἀπερισκέπτως θρασύνεται, ἀγρυπνητέον, καὶ πονητέον, καὶ κινδυνευτέον, καὶ τὴν θείαν συμμαχίαν κλητέον, καὶ πάντα πρακτέον, ὅπως καὶ τὸν στρατηγὸν αὐτόν, καὶ τοὺς συστρατευομένους νικήσωμεν. Εἰ δὲ μηδὲν τούτων βουλόμενοι πρᾶξαι, καὶ τὰ ὑπὸ τοῦ Χριστοῦ κατορθωθέντα προδιδῶμεν, ἑαυτοὺς αἰτιᾶσθαι ὀφείλομεν, καὶ οὐ τὴν ἐκείνου ῥώμην, ἢν ὁ Σωτὴρ μὲν ἔσβεσεν, ἡ δ’ ἡμετέρα ῥᾳθυμία ηὔξησεν.
ΡΞΕʹ. ΕΥΔΑΙΜΩΝΙ ΑΝΑΓΝΩΣΤῌ. Σκιά, καὶ ὄναρ, καὶ καπνός, ὦ βέλτιστε, καὶ τί γὰρ οὐχὶ τῶν θᾶττον ἀφιπταμένων, ὁ τῶν ἀνθρώπων εἰκότως κέκληται βίος. Διὸ οὐδὲ χρὴ αὐτῷ προστετηκέναι, οὐδὲ τρυφὴν ἡγεῖσθαι τὴν τρυφήν.
Τὸ γὰρ πλέον ἐν ἀναισθησίᾳ ἔχει. Ἡ μὲν γὰρ πρώτη ἡλικία πολλῆς γέμει τῆς ἀνοίας, ἡ δὲ πρὸς τὸ γῆρας ὁδεύουσα πᾶσαν τὴν ἐν ἡμῖν αἴσθησιν καταμαραίνει. Καὶ ὀλίγον ἐστὶ τὸ μέσον τὸ δυνάμενον μετ’ αἰσθήσεως τρυφῆς ἀπολαῦσαι. Μᾶλλον δὲ οὐδ’ ἐκεῖνο εἰλικρινῶς αὐτῆς μετέχει· μυρίων φροντίδων, καὶ πόνων, καὶ λυπῶν λυμαινομένων αὐτῷ. Εἰ δὲ καὶ εἰλικρινῶς ἀπέλαυεν, ὅπερ ἀδύνατον, οὐ τὸ μέσον· κύριον ὤφειλεν εἶναι τῶν ἄκρων, ἀλλὰ τὸ συναμφότερον κρατεῖν τοῦ μέσου. Ὅταν δὲ [καὶ] τὸ μέσον μυρίοις χειμῶσι, καὶ φροντίσι, καὶ κινδύνοις, καὶ ἐπιβουλαῖς, καὶ πόνοις, καὶ τοῖς ἄλλοις ἃ νυνὶ παραλείψω, ἐκταράττηται, ποῖ τὴν τρυφήν μοι δείξεις; εἰπέ μοι.
ΡΞϛʹ. ΑΜΜΩΝΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Διὰ τί ἐπὶ τὸν σταυρὸν ἐρχόμενος ὁ Χριστὸς ταῖς κοπτομέναις γυναιξὶν ἐπετίμησεν. Κινδυνεύεις (ὦ τί σε καλέσας ἀξίως προσείπω!) ταῖς κοιναῖς μὴ ἕπεσθαι ἐννοίαις. Τὸ γὰρ γεγραφέναι δι’ ἣν αἰτίαν τὰς συμπασχούσας γυναῖκας οὐκ ἀπεδέξατο ὁ Χριστός, ἀλλὰ καὶ ἐπέσκηψε, τεκμήριόν ἐστι μέγιστον τοῦ μὴ τὰς κοινὰς ἐννοίας σώζεσθαι παρὰ σοί. Ὕβρις γὰρ ἐκείνῳ τὸ συμπαθές, ᾦ μὴ τὸ πάθος ἀβούλητον τυγχάνει· οἱ μὲν γὰρ ἄκοντες πάσχοντες εἰκότως καταθρηνοῦνται· οἱ δ’ ἑκουσίως ἀθλοῦντες μακαρίζονται. Οὐ γὰρ τὰ γινόμενα, ἀλλ’ αἱ τῶν πασχόντων γνῶμαι βασανιζόμεναι, ἣ τοῦτο, ἣ ἐκεῖνο ἐφέλκονται. Τὸ γὰρ καὶ λῃστάς, καὶ μάρτυρας τὰ αὐτὰ πάσχειν, οὔτ’ ἀπὸ μιᾶς ὁρμᾶται ἀρχῆς, οὔτε εἰς ἒν βλέπει τέλος.
ΡΞΖʹ. ΘΕΟΦΙΛῼ. Ὅτι μεγίστην ὠφέλειαν ἐμποιοῦσι τὰ περὶ ἀρετῆς διηγήματα καὶ τὸ συνεχῶς μεμνῆσθαι τῶν ἐν ταύτῃ λαμψάντων. Ὅτι τὰ ἄριστα διηγήματα τὰς ἐν ἡμῖν ἐμφύτους ἀφορμὰς τὰς εἰς ἀρετήν φημι βλεπούσας, διεγείρειν εἴωθεν, οἶσθα. Εἰ τοίνυν ταῦθ’ οὔτως ἔχει, [μηδὲν] ἀπηχὲς μήτε λέγωμεν, μήτε πράττωμεν.
ΡΞΗʹ. ΙΕΡΑΚΙ ΙΑΤΡῼ. Περὶ πενίας. Ἐπειδὴ ὁ τῷ δήμῳ διὰ τῆς κωμῳδίας ὀφρὺν ἐμβαλὼν τραγικήν, καὶ ἐπιστύψας αὐτῆς τὸ φορτικόν, ἄριστος εἶναί σοι παραινέτης ἔδοξεν, ἅτε γράψας ἃ μετὰ σεμνότητος πολλῆς ἐπιστύφειν τοὺς ἀκούοντας πέφυκεν, ἄκουε αὐτοῦ λέγοντος· Οὐ τὸ πένεσθαι ἐπονείδιστον πρᾶγμα ἡγούμενος, τὴν τῆς φιλοσοφίας καὶ πάσης ἐπιστήμης τε καὶ τέχνης μητέρα.
ΡΞΘʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Τὸ νικᾷν ἀπὸ τοῦ κακῶς ποιεῖν, σατανικῶν ἐστι θεσμῶν. Διά τοι τοῦτο ἐν τοῖς ἐκείνῳ τελουμένοις Ὀλυμπικοῖς ἀγῶσιν, οὔτω στεφανοῦνται οἱ ἀγωνιζόμενοι. Ἀλλ’ ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ ἐναντίος ἐστὶν ὁ τῶν στεφάνων νόμος. Τὸν πληττόμενον γάρ, οὐ τὸν πλήττοντα στεφανοῦσθαι νενομοθέτηται· ὡς μὴ τῇ νίκῃ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς νίκης τὸ θαῦμα γίνεσθαι μεῖζον. Ὅταν γὰρ τὰ παρὰ ἀνθρώποις ὄντα νίκης, ταῦτα ἥττης ποιητικὰ ἀποφανθῇ, τότε θεία δύναμις, τότε οὐράνιον στάδιον, τότε ἀγγελικὸν θέατρον εἰκότως εἶναι πιστεύεται.
ΡΟʹ. ΕΥΣΤΑΘΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Λαμπρᾶς εὐφημίας παρὰ πάντων [σοι δικαίως] ἐγειρομένης, ἀγρυπνεῖν ἂν εἴης δίκαιος, ὅπως ταύτην τοῖς μετέπειτα πραττομένοις ἱδρύσειας.
ΡΟΑʹ. ΜΑΡΤΙΝΙΑΝῼ, ΖΩΣΙΜῼ, ΜΑΡΩΝΙ, ΕΥΣΤΑΘΙῼ. Εἰ μὲν ἦν τις (ὢ τί καλέσας ὑμᾶς τῆς ὑμετέρας ἀναλγησίας καθάψομαι !) ὁ τὸ μέλλον ἐγγυησόμενος, καὶ καταστήσων δῆλον, ὡς οὐδεὶς ὑμῶν ἔσται ὁ τοιαῦτα ἔτι τολμήσων δρᾶσαι, οἷα ἐδράσατε, ἀσμένως ἂν τὴν ἡσυχίαν ἤγαγον, καὶ τοῖς παρελθοῦσιν ἐχαρισάμην τὸ λαθεῖν. Ἐπειδὴ δὲ οὐδείς ἐστιν ἀξιόχρεως ἐγγυητής, ἀναγκαία μοι ἔδοξεν εἶναι ἡ διὰ τῶνδε τῶν γραμμάτων παραίνεσις. Ἂν μὲν γὰρ εὕρῃ ὑμᾶς τὴν αὐτὴν νοσοῦντας νόσον, ἴσως ἐργάσεται τὸ αὐτῆς· ἂν δὲ ἀνενεγκόντας ἀπὸ τῆς μανίας, ὅπερ εὔχομαι γέγονεν. Ἐπεὶ καὶ τοῖς ἀρίστοις ἰατροῖς, τοῖς ἐπ’ ἀλλοτρίαις συμφοραῖς ἰδίας καρπουμένοις λύπας (πολλοὶ γὰρ αὐτῶν κέρδους ἔνεκεν μόνον τὴν τέχνην μεταχειρίζονται) εὐχῆς ἔργον ἐστὶ μετὰ τὸ κατασκευάσαι τὰ βοηθήματα, μηδὲ εἰς χρείαν αὐτῶν τὸν κάμνοντα [ἐλθεῖν]· καὶ αὐτὸς εὔχομαι μὲν μηδενὶ ὑμῶν ταύτης χρείαν γενέσθαι τῆς παραινέσεως.
Εἰ δ’ ἄρα γένοιτο [ὃ μὴ γένοιτο!] ὁ δεύτερος ὑμᾶς οὐ διϊππεύσει πλοῦς. Τί τοίνυν ἀναγκαῖον ᾠήθην παραινέσαι, φράσω. Ἀναγκάζομαι γὰρ εἰπεῖν, ὅπερ σαφῶς εἰπεῖν οὐ βούλομαι, ὅτι εἰς τὸν τῆς κακίας λαβύρινθον οὐκ οἶδ’ ὅπως ἐμπεπτωκότες, οὐ μόνον τοὺς θείους, ἀλλὰ καὶ αὐτοὺς τοὺς τῆς φύσεως, ὤς φασιν, ἐνετρέψατε νόμους· οἱ γὰρ παροινοῦντες κατὰ τῆς ἐννόμου φύσεως, δικαίως καὶ κατ’ ἀλλήλων λυττῶσιν. Οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία, τὸν τοῦ θείου φόβου χαλινὸν οὐκ ἔχουσα, ἀλλ’ ὥσπερ χαλινῷ μὴ πειθόμενος ἵππος, ἢ καθάπερ, κυριώτερον εἰπεῖν, λοιμός, πᾶσαν ἡλικίαν ἐπινέμεται, καὶ πᾶν γένος, καὶ πᾶσαν ἀξίαν λυμαίνεται. Σεμνοπρεπῶν μὲν οὖν ἀνδρῶν ἀκοὴν ἐνοχλεῖν οὐ καλόν· τοῖς δὲ ἀδεῶς δρῶσιν, ἃ δρᾷν οὐ θέμις, ἐπιτιμᾷν χρησιμώτατον· ἀνανδρίας γὰρ ἂν εἵη πολλῆς μέλλοντά τι κακὸν ἐκριζοῦν, μηδὲ φωνὴν ῥῆξαι ἐπιχειρεῖν, ὡς τῆς σιγῆς αὐτομάτου ἰασομένης τὴν κακίαν. Πλὴν ἀλλὰ καὶ οὕτως οἷός τ’ ἦν, συνεσκιασμένως ἐπέστειλα, ὅπως σωφρονισθέντες παύσησθε καὶ τῶν κατὰ φύσιν εἶναι δοκούντων, καὶ τῶν ὑπερορίων πταισμάτων, ἵνα μὴ ὑπερορίους ἀπαιτηθῆτε τὰς δίκας. Πάντη γὰρ καὶ πάντως φιλονεικεῖ τῷ μεγέθει τῶν πλημμελημάτων ὁ τῆς κολάσεως τρόπος, τῇ παραβολῇ τὰ Σοδόμων πάθη παίγνια εἶναι ἀποφαίνων.
ΡΟΒʹ. ΤΟΙΣ ΑΥΤΟΙΣ. Ἄκρατος μέν ἐστιν, ὡς οἶμαι, ἡ κρίσις· κιρνᾶται δὲ πρὸς τὴν ποιότητα καὶ ποσότητα καὶ πηλικότητα τῶν ἁμαρτημάτων. Εἰς τοῦτον γὰρ μάλιστα βλέπει τὸν σκοπὸν τὸ εἰρημένον τῷ Μελῳδῷ· ὅτι «Ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, πίονται ἐξ αὐτοῦ πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Ὅτι δὲ ἐπὶ τιμωρίας τὸ ποτήριον ἐνταῦθα, καὶ τῷ Ἱερεμίᾳ εἴρηται· «Λάβε τὸ ποτήριον τοῦ θυμοῦ, καὶ ποτιεῖς πάντα τὰ ἔθνη, καὶ πρώτην τὴν Ἱερουσαλήμ.» Τοὺς γὰρ λέγοντας περὶ τοῦ μυστικοῦ ποτηρίου τὸν Μελῳδὸν πεπροφητευκέναι, ἐλέγχουσι μὲν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ ὅσοι τούτου ἄμοιροι τυγχάνουσιν. Ἐλέγχει δὲ οὐχ ἥκιστα καὶ αὐτὸς ὁ Ἱεροψάλτης, πρὸ τούτων τῶν ῥήσεων φράσας· ὅτι «Ὁ Θεὸς κριτής ἐστι, τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ.»
ΡΟΓʹ. ΘΕΟΔΟΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Διὰ τί ἐπὶ Λαζάρῳ ἐδάκρυσεν ὁ Κύριος Ἐδάκρυσεν, ὢ φιλοσοφίας ἄγαλμα ! ὁ Χριστὸς ἐπὶ Λαζάρῳ, μάλιστα μὲν κἀν τούτῳ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων κανόνας ἡμῖν καὶ ὅρους πηγνύς, ἵνα μὴ ἐκβακχευώμεθα ὑπὸ τὴς λύπης. Οἱ γοῦν θεασάμενοι εἶπον· «Ἴδε πῶς ἐφίλει αὐτόν.» Ἐπειδὴ δ’ ἔφης·
Οὐκ ἔπρεπε τῷ προειδότι ἀναστήσεται, τὸ δακρύσαι (δακρύομεν γὰρ ἅπαντες τοὺς τεθνεῶτας, οὐ τοὺς αὐτίκα μάλα ἀναστήσεσθαι προσδοκωμένους), θέα εἰ δυνήσεται ὁ λόγος ἅψασθαι τῆς ἀκριβείας. Φίλος ἦν τοῦ Σωτῆρος· φίλος δ’ οὖν αὐτοῦ, πάντως δίκαιος ἦν, οὐ γὰρ ἂν ἐφιλεῖτο παρὰ τῆς ἀχράντου δικαιοσύνης μὴ δίκαιος ὤν· οὐ γὰρ χάριτι οἶδε φιλεῖν, ἀλλὰ κρίσει· δίκαιος δ’ ὤν, καὶ ἐξελθὼν εὐκλεῶς τὸ στάδιον τοῦδε τοῦ βίου, πάντως ἐν ἀναπαύσει ἦν καὶ τιμῇ. Τοῦτον οὖν ἔμελλε διὰ τὴν οἰκείαν δόξαν ἀναστήσειν, τοῦτον ἐδάκρυσε, μονονουχὶ λέγων· Τὸν εἴσω τοῦ λιμένος εἰσελάσαντα πάλιν ἐπὶ τὰς τρικυμίας καλῶ, τὸν ἤδη στεφθέντα πάλιν ἐπὶ τοὺς ἀγῶνας ἄγω.
ΡΟΔʹ. Τῼ ΑΥΤῼ. Πολλῶν λόγων γιγνομένων μικροῦ δεῖν καθ’ ἑκάστην συνουσίαν περὶ ἀρετῆς, ὀλίγος μὲν αὐτῆς τοῖς πολλοῖς τυγχάνει λόγος, πολὺς δὲ τοῖς ὀλίγοις. Πλὴν πάντες οὐ μόνον οἱ ἐρασταὶ αὐτῆς, ἀλλὰ καὶ οἱ ἐχθροὶ αὐτὴν ἀνακηρύττουσι. Τοσοῦτόν ἐστιν αὐτῆς τὸ κάλλος. Τὴν δὲ κακίαν καὶ οἱ ἐχθροὶ καὶ οἱ ἐρασταὶ κακίζουσι. Τοσοῦτόν ἐστιν αὐτῆς τὸ εἰδεχθές.
Ἀλλὰ τῇ παραυτίκα ἡδονῇ ὁπλιζομένη, εὐδοκιμεῖ παρὰ πολλοῖς, καίτοι θηριόμορφος οὖσα, τὴν θείῳ κάλλει ἀστράπτουσαν. Χρὴ οὖν εἰδέναι, ὅτι εἰ καὶ ἡ παραυτίκα ἡδονὴ μεῖζον δοκεῖ ἰσχύειν τοῦ ὕστερον συνοίσοντος, ἀλλ’ εἰς ὀλέθριον καταστρέφει τέλος.
Ἄμεινον οὖν ἀπὸ πόνων εἰς ἀνάπαυσιν ἰέναι, ἢ ἀπὸ ἡδονῆς εἰς τιμωρίαν.
ΡΟΕʹ. ΜΑΡΤΙΝΙΑΝῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τὸ γεγραμμένον· «Φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Ἡ φρόνησις τῇ ἁπλότητι κιρνωμένη, θεῖόν τι χρῆμα, φημὶ δὲ ἐντελεστάτην ἀρετήν, ἀποτελεῖ. Εἰ δὲ θατέρα θατέρας χωρισθείη, ἡ μὲν εἰς πονηρίαν ἐμπίπτει, ἡ δὲ εἰς μωρίαν τελευτᾷ· ἡ μὲν γὰρ εἰς τὸ κακουργεῖν, ἡ δὲ εἰς τὸ ἀπατᾶσθαί ἐστιν ἐπιτηδεία.
Καὶ διὰ τοῦτο ὁ θεῖος χρησμὸς διὰ μιᾶς εἰκόνος τοῦτο οὐ παρέστησεν· οὐ γάρ ἐστιν ἐν τοῖς ἀλόγοις ζώοις φρόνησις μετὰ ἁπλότητος, ἀλλὰ τὰ μὲν τὴν πονηρίαν, τὰ δὲ τὴν ἁπλότητα μεταδιώκει· ἀλλ’ ἔφη· «Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.» Οὐχ ἵνα τὸ ἰοβόλον καὶ πληκτικὸν τοῦ ὄφεως μιμησώμεθα· κακίζονται γὰρ οἱ Ἰουδαῖοι, ὡς ὄφεις καὶ γεννήματα ἐχιδνῶν· οὐδ’ ἵνα τὸ ὕπουλον καὶ δολερόν· οὐ γὰρ κατὰ πάντα τὸ παράδειγμα λαμβάνεται, ἀλλ’ ἐκ μέρους, ἐπεὶ οὐκ ἂν εἴη ὑπόδειγμα, ἀλλὰ ταυτότης· ἀλλ’ ἵνα τὸν παλαιὸν ἄνθρωπον, τουτέστι τὴν κακίαν, ὥσπερ λεβηρίδα ἀποδυσώμεθα, καὶ τὴν μὲν πίστιν, ὥσπερ ἐκεῖνος τὴν κεφαλήν, φυλάττωμεν, τοῦ δὲ σώματος ὀλίγον φροντίζωμεν· τὰ δὲ ἄλλα ἐῶμεν, καὶ κιρνῶμεν τούτοις τὴν τῆς περιστερᾶς ἁπλότητα, οὐχ ἵνα τὸ ἀνόητον αὐτῆς ἀποματτώμεθα· διαβάλλεται γὰρ Ἐφραῒμ ὡς περιστερὰ ἄνους οὐκ ἔχουσα καρδίαν· ἀλλὰ τὸ ἀφελὲς καὶ ἀπόνηρον. Εἰ δὲ βούλει, καὶ δι’ ἑτέρου παραδείγματος βαδιεῖται ὁ λόγος. Λέων κέκληται οὐ μόνον ὁ Χριστός, ἀλλὰ καὶ ὁ δίκαιος καὶ ὁ διάβολος, ἀλλ’ οὐ κατὰ ταὐτόν· ὡς γὰρ ἔφθην εἰπών, οὐ κατὰ πάντα λαμβάνεται τὸ ὑπόδειγμα, ἀλλὰ κατ’ ἐκεῖνο μόνον τὸ μέρος τὸ χρησιμεῦον τοῖς λεγομένοις, καὶ τὸ λοιπὸν χαίρειν ἐᾶται.
Ὁ μὲν Χριστός, κατὰ τὸ βασιλικὸν καὶ ἄμαχον· «Ἀναπεσὼν γὰρ ἐκοιμήθη ὡς λέων·» ὁ δὲ δίκαιος, κατὰ τὸ ἀδεὲς καὶ ἄφοβον· δίκαιος γὰρ ὡς λέων πέποιθεν. Ὁ δὲ διάβολος, κατὰ τὸ θηριῶδες καὶ αἱμοβόρον· «Ὡς λέων γὰρ περιπατεῖ ζητῶν τίνα καταπίῃ.» Εἰ τοίνυν ἐξ ἑνὸς ζώου διαφόρους εἰκόνας ἡ Γραφὴ παρέστησε, καὶ οὐ συγχέομεν τὰ θεωρήματα, ἀλλ’ ἑκάστῳ τὸ πρέπον ἀπονέμομεν, τί θαυμάζεις εἰ τὴν τοῦ πηλοῦ εἰκόνα ἔλαβεν ὁ Παῦλος, οὐχ ἵνα τὸ αὐτεξούσιον λυμήνηται, ὃ πανταχοῦ στεφανοῖ, ἀλλ’ ἵνα μὴ μόνον τὴν σφοδρὰν πειθὼ καὶ ὑπακοὴν δείξῃ, ἣν δίκαιος ἂν εἴη ἔχειν ὁ ἄνθρωπος πρὸς τὸ Θεῖον, ἀλλὰ καὶ τὴν λύτταν ἰάσηται τῶν ἐπισκῆψαι τολμώντων τῇ ἀκηράτῳ καὶ παντὸς ἐπέκεινα καὶ λόγου καὶ νοῦ ἐπιστήμῃ;
ΡΟϛʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Εἰ θυσιῶν καὶ αἱμάτων ἠνέσχετο τὸ Θεῖον διὰ τὴν τῶν ἀνθρώπων τὸ τηνικάδε νηπιότητα, τί θαυμάζεις εἰ καὶ μουσικῆς διὰ κιθάρας καὶ ψαλτηρίου τελουμένης, τῆς, ὥς φασί τινες, τὰ πάθη τὰ ψυχικὰ θεραπευούσης, καὶ λύπην μὲν καταπραϋνούσης, θυμὸν δ’ ἐξημερούσης, καὶ τὰ πένθη διὰ τῶν δακρύων κουφιζούσης;
Πολλοὶ γάρ, ὥς φασι, δακρύσαι καρτερήσαντες, εἰς διάφορα πάθη ἐνέπεσον.
ΡΟΖʹ. ΘΕΟΔΟΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τί ἐστι τό, Εἴρ, παρὰ Δανιήλ. Ἐπειδὴ ἔφης τί ἐστι διὰ συγκρίματος Εἲρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα (τοῦτο γὰρ παραλελεῖφθαι τῷ Δανιὴλ εἰς τὴν ἑρμηνείαν), ἴσθι· ὅτι Ἐπειδὴ ὑπὸ τῆς ἅγαν ἐξουσίας, καὶ τοῦ ἄμαχον οἴεσθαι ἔχειν τὴν βασιλείαν ὁ βάρβαρος εἰς ὑπερηφανίαν ἐξέπεσεν, ὡς ἕξω μὲν τῶν ἀνθρωπίνων ὁρῴη ἑαυτὸν εἶναι νομίσαι, εἰς δὲ θείαν λῆξιν ἐγκρίνειν, ἔμελλε δὲ κόπτεσθαι· τοῦτο γὰρ ἡ τοῦ ὀφθέντος δένδρου ἐκτομὴ διεμαρτύρετο· οὐ μόνον τῷ φόβῳ τῶν ὀφθέντων, ἀλλὰ καὶ τῷ σχηματισμῷ σωφρονέστερον αὐτὸν ἐργάσασθαι ἐθελήσας, ὥσπερ καὶ ἐπὶ βασιλικοῦ δικαστηρίου σχηματίζει τὴν διήγησιν, τοῦ μὲν βασιλέως ἀποφαινομένου, τοῦ δὲ στρατηγοῦ ἑρμηνεύοντος, τουτέστι διαγγέλλοντος τὴν ψῆφον (τὸ γὰρ σύγκριμα ἑρμηνείαν λέγει), τῶν δὲ στρατιωτῶν εἰς ἔργον ταύτην ἀγόντων. Εἲρ μὲν γὰρ τὸν τὸ κήρυγμα τῆς ἀποφάσεως ποιησάμενον ἔφησεν οἱονεὶ ἀρχάγγελον· Εἲρ γὰρ ἑρμηνεύεται ἄγρυπνος· ἀγίους δὲ τοὺς τὸ δένδρον ἐκτέμνειν προσταχθέντας ἀγγέλους. Ἐπειδὴ γὰρ μὴ τὴν ἀπόφασιν κωλύειν οἶοί τ’ ἦσαν· μετὰ σπουδῆς γὰρ καὶ κραυγῆς ἐξενήνεκτο· ἐλπὶς δέ τις ὑπεφαίνετο σωτηρίας, τῶν ῥιζῶν μενουσῶν, ἐπερωτῶσι, τουτέστιν ἀξιοῦσιν, ὥστε τὸν ὡρισμένον χρόνον μαθεῖν. Ὁ δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν αὐτοὺς ἐκδιδάσκει.
Ἵνα γάρ, φησί, γνῶσιν οἱ ζῶντες, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν οὐρανῶν.
ΡΟΗʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Οἴδα μὲν ὅτι οὐ δεινότητα λόγων ἐπιδεικνύμενος, οὐδὲ τὴν ἀπ’ αὐτῆς θηρώμενος δόξαν, ἐπὶ τὸ παραινέσαι τοῖς περὶ Ζώσιμον καὶ Παλλάδιον καὶ Μάρωνα, ἀλλ’ ἀπὸ εὐνοίας καὶ φιλοστοργίας ὥρμησας. Εἰ δ’ αὐτοὶ παρὰ πάντων ἐκκωμῳδούμενοι, ὡς παρὰ μόνου σοῦ νομίζοντες κεκωμῳδῆσθαι, δυσκόλως ἔχουσι πρὸς σέ, μὴ δείσῃς· ἔχεις γὰρ τὴν θείαν συμμαχίαν, σοῦ μὲν ὑπερασπίζουσαν, ἐκείνους καὶ ἀμυνομένην.
ΡΟΘʹ. ΣΤΡΑΤΗΓΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ἡ τῶν δικαίων παῤῥησία ἡ ὑπὲρ τῆς ἰδίας δικαιοσύνης, οὐκ ἀπὸ μεγαληγορίας, ὦ θαυμάσιε, ἐτέχθη, ἀλλ’ ὑπ’ ἀνάγκης· αὕτη γὰρ ὑπὲρ τοῦ μὴ δοκεῖν αὐτοὺς δικαίως πάσχειν, εἰς ταύτην αὐτοὺς ἐλθεῖν ἐξεβιάσατο. Οὐδεὶς γοῦν αὐτῶν ἐν ἀνέσει ὤν, τοιαύτας ἔῤῥηξε φωνάς· ἀλλ’ ὁ μὲν γῆν, ὁ δὲ σποδόν, ὁ δὲ σκώληκα ἑαυτὸν ἀπεκάλεσεν. Ἐν δ’ ἀμηχάνοις ἀπολειφθεὶς πειρασμοῖς, τὸν οἰκεῖον ἠναγκάσθη ἐκφράσαι βίον, ἵνα μὴ δόξειεν πονηρῶν ἕνεκεν πραγμάτων πάσχειν. Δεδοικότες γὰρ τὸ πονηρὰν παρὰ πολλοῖς ἀνοήτοις, ἀφ’ ὧν ἔπασχον, κτήσασθαι δόξαν, μᾶλλον δὲ καὶ ὀνειδισθέντες, ὡς δι’ ἁμαρτίαν πάσχοντες, εἰς ταῦτα ἐξεβιάσθησαν, ὡς ἔφην, ἐλθεῖν τὰ ῥήματα. Οἱ γὰρ νοῦ καὶ φρονήσεως ἀμοιροῦντες, ἀπὸ τῶν συμφορῶν κατὰ τόνδε τὸν βίον συμπιπτουσῶν, καὶ βίον διαβάλλειν εἰώθασιν· ὅπερ καὶ οἱ φίλοι τῷ γενναίῳ ἔφραζον Ἰώβ· «Οὐκ ἄξια ὧν ἡμάρτηκας μεμαστίγωσαι.» Καὶ τὸν ἅγιον δὲ Παῦλον, ἀνδροφόνον τινὰ καὶ κακοῦργον ᾤοντο εἶναι, οἱ τὴν ἔχιν ἐκκρεμαμένην αὐτοῦ τῆς χειρὸς θεασάμενοι βάρβαροι. Διὸ καὶ ἔλεγον· «Πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὂν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ δίκη ζῇν οὐκ εἴασε.» Καὶ ὁ Σεμεεὶ δὲ ὁ ἀθυρόγλωττος ἐκεῖνος ἀνδροκτόνον τὸν Μελῳδὸν ἀπεκάλει, διωκόμενον ὑπὸ τοῦ υἱοῦ, ἀπὸ τῆς συμφορᾶς, τὴν πονηρὰν ταύτην περὶ αὐτοῦ φέρων ψῆφον.
Μὴ τοίνυν μηδ’ αὐτὸς πάντων καταψηφίζου τῶν ἐν συμφοραῖς· ἀλλά τινας νόμιζε καὶ διὰ στεφάνους ὑπομένειν. Εἰ δὲ θαυμάζεις καὶ διαπορεῖς, τὴν ψῆφόν σοι ταύτην ἐκ τοῦ οὐρανοῦ οἴσομεν. Τί οὖν ἔφη ὁ πάντων τὸ κράτος ἀνημμένος τοῖς οἰκείοις φοιτηταῖς; «Ἐν τῷ κόσμῳ [τὴν] θλῖψιν ἕξετε.» Καὶ τῷ Ἰὼβ δὲ ἐῤῥέθη· «Οἴει με ἄλλως κεχρηματικέναι, ἢ ἵνα [μὴ] ἀναφανῇς δίκαιος;» Ὄντως γὰρ ὃν ἀγαπᾷ Κύριος παιδεύει· «μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» Καὶ οὐδὲν ἀπεικός. Οἱ γὰρ τῶν βασιλέων φίλοι, οὗτοι μάλιστα παρακινδυνεύουσιν ἐν τοῖς πολέμοις, καὶ τραύματα ἔχουσι, καὶ ἀποδημίας στέλλονται.
Καὶ ταῦτά ἐστι μάλιστα τὰ ποιοῦντα αὐτοὺς παῤῥησίαν ἔχειν πρὸς τὸν βασιλέα, καὶ ὡς ὁμοτίμῳ λοιπὸν τῷ ὑπεραναβεβηκότι κεχρῆσθαι· ἔχουσι γὰρ τὰ ἐν τοῖς σώμασι τραύματα, τῆς φιλίας ἐνέχυρα. Εἰ δὲ φαίης· Τί οὖν πρὸς τοὺς ὑποσκελιζομένους διὰ ταῦτα; φαίην, ὅτι τοῦτο παρὰ τὴν ἄνοιαν αὐτῶν γίγνεται, καὶ οὐ παρὰ τὴν τοῦ πράγματος φύσιν. Οὐ γὰρ ἐνταῦθα ἡ ἀντίδοσις τῶν πόνων, ἀλλὰ τὰ μὲν ἐνταῦθα ἆθλα, τὰ δὲ μετὰ ταῦτα ἔπαθλα. Μὴ ζητείτωσαν τοιγαροῦν ἐν τῷ καιρῷ τῶν ἀγώνων τὴν ἄνεσιν, μηδὲ συγχείτωσαν τοὺς καιρούς.
Ἀλλ’ ἀσθενέστερος, φαίης ἂν ἴσως, εἰμί. Ἀλλὰ καὶ σοῦ προενόησεν ὁ Θεός, καὶ ἀπῄτησε πολλοὺς καὶ τῶν πονηρῶν δίκας ἐνταῦθα, καὶ τῶν δικαίων ἠμείψατό τινας. Ὥστε εἰ σκανδαλίζουσί σε οἱ ἐν θλίψει τῶν δικαίων, οἰκοδομείτωσάν σε οἱ ἐν ἀνέσει καὶ τιμῇ· καὶ εἰ ὑποσκελίζουσί σε οἱ ἐν εὐπραγίᾳ τῶν πονηρῶν, ὀρθούτωσάν σε οἱ ἐν κολάσει καὶ τιμωρίᾳ.
ΡΠʹ. ΠΑΛΛΑΔΙῼ. Ὅτι μὲν οὐδεπώποτε ὅπου περὶ τῆς θείας θρησκείας εἰπεῖν ἐδέησεν, ἡττήθημεν, οὐδ’ ἀναισχυντεῖν ἐδόξαμεν, ἀλλ’ ἁπάντων κρατοῦμεν καὶ περίεσμεν τῷ λόγῳ, παντί που δῆλον. Ὅτι δὲ πάντες, οὐχ οἷς λέγομεν, ἀλλ’ οἷς πράττομεν προσέχουσι, καὶ ἀπὸ τούτων φέρουσι τὴν ψῆφον, καὶ εἰ μὴ φανερῶς, ἀλλὰ κατὰ γνώμην μετ’ ἐξουσίας ἀποφαίνονται, καὶ τοῦτο εἰδέναι χρή. Οὐκοῦν χρὴ σύνδρομον τῷ λόγῳ ἔχειν τὸν βίον, καὶ συμβαίνουσαν τῷ δόγματι τὴν πολιτείαν, ἵνα μή, λόγοις νικῶντες, τοῖς πράγμασιν ἡττώμεθα.
ΡΠΑʹ. ΔΙΔΥΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἔοικας ἐπιλελῆσθαί μου τῶν ἐντολῶν· ἐγὼ δὲ οὐκ ἐπελαθόμην τῆς πρὸς σὲ διαθέσεως. Ἐπιλήσομαι δέ, εἰ ἀκριβῶς μάθοιμι ἐκ προνοίας καὶ σπουδῆς, ἀλλὰ μὴ ἐξ ἀπάτης καὶ περιστάσεως, εἰς τοὺς φίλους πεπαρῳνηκέναι.
ΡΠΒʹ. Τῼ ΑΥΤῼ. Εἰ μὲν ἀληθῆ ἐστι τὰ ἀπαγγελθέντα, οἶμαί σοι ἀπολογίαν δικαίαν μὴ ὑπολελεῖφθαι. Ζητήσεις μὲν γὰρ ἵσως, οὐχ εὐρήσεις δέ. Εἰ δὲ ψευδῆ, μήνυε, ἵν’ εἰς ἀπολογίας ἀνάγκην τοὺς καταμηνύσαντας περιστήσωμεν, καὶ ἀπολογουμένους μὲν δεξώμεθα· τοῦτο δὲ μὴ ποιοῦντας τῆς ἑαυτῶν συνουσίας ἐξοστρακίσωμεν.
ΡΠΓʹ. ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τὸ μὲν διὰ λόγων φιλοσοφεῖν, εὔκολον· τὸ δὲ διὰ πραγμάτων, δυσχερές. Διὸ καὶ τὸ μὲν τῶν ἀκουόντων οὐ καθικνεῖται, τὸ δὲ καθάπτεται. Τὸ μὲν γὰρ γέλωτα κινεῖ, τὸ δὲ ῥᾳθυμίαν ἀναστέλλει· καὶ τὸ μὲν εἰς ὀνείδη, τὸ δὲ εἰς ἐπαίνους τελευτᾷ. Καὶ τὸ μὲν ἐνοχλεῖ, τὸ δὲ δυσωπεῖ τοὺς ἀκούοντας· οὐκοῦν οὐ λεκτέον τὰ πρακτέα μόνον, ἀλλὰ καὶ πρακτέον, εἴ γε μὴ μέλλοιμεν ὀνείδη τε ἕξειν, καὶ εὐθύνας ὑφέξειν.
ΡΠΔʹ. ΘΕΟΝΙ ΕΠΙΣΚΟΠῼ. Ἔχει μὲν ἡ ἀρετὴ οὐ μόνον μισθόν, ὡς φής, ἀλλὰ καὶ στέφανον καὶ κλέος ἀοίδιμον. Σὺ δ’ οὐκ ἂν εἴη δίκαιος ἐφ’ ἑκάστῳ εἴδει αὐτῆς πολυπραγμονεῖν, εἰ ἔχει μισθόν. Μείζων γὰρ ἔσται ὁ μισθὸς τῷ μὴ διὰ μισθὸν ποιοῦντι. Εἰ γὰρ ὄντως ἦσθα φιλάρετος, ᾔδεις ἂν ὅτι καὶ χωρὶς ἀμοιβῆς αὐτὴ ἡ ἀρετὴ μισθός ἐστι, καὶ στέφανος, καὶ ἐγκαλλώπισμα, ἐν αὑτῇ τὴν ἀμοιβὴν ἔχουσα. Ἀλλ’ ἐπειδὴ (ὡς) ὄντως μισθωτὸς ἀκριβολογῇ περὶ μισθοῦ, ὑπόνοιαν παρέχεις τοῖς ἀκούουσιν, ὅτι εἰ, ὑποθέσεως χάριν, μὴ ἦν μισθός, οὐκ ἂν ἀρετὴν ἤσκησας. Πλὴν ὅπως ἂν δικαιοῖς, ἄσκει ταύτην, τὴν κἀνταῦθα λαμπρούς, κἀκεῖσε λαμπροτέρους τοὺς οἰκείους ἐραστὰς ἀποφαίνουσαν.
ΡΠΕʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἔοικας παίζειν μᾶλλον, ἣ σπουδάζειν. Πλὴν ὅπως ἂν δικαιοῖς (εἰρήσεται παρ’ ἐμοῦ τἀληθές, καὶ οὐ κεκρύψεται), ἐπειδὴ ἑκάστοτε ἐρωτᾷς· Τί οὖν χρὴ ποιεῖν; ἐγώ σε ἐρήσομαι· Τί οὖν χρὴ λέγειν; Εἰ γὰρ μήτε τῆς ῥᾳθυμίας, μήτε τῆς τρυφῆς ἀπόσχοιο, μήτε τῶν κοινῶν ἀφέξοιο, μήτε τοῦ χρηματίζεσθαι ἀποσταίης, μήτε τοῦ τὰς ἀλλοτρίας γεωργεῖν συμφοράς, καὶ τὰ τῶν πενήτων σφετερίζεσθαι, οὐκ ἔχω τί λέγειν.
Εἰ δ’ ἀληθῶς ἐρωτᾷς μαθεῖν βουλόμενος, ταῦτα μὴ ποίει ἃ νῦν ποιεῖς, καὶ ῥᾷον καὶ θᾶττον τὴν κακίαν ἀπαμφιάσοιο.
ΡΠϛʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Περὶ ἀκαταλήπτου. Τὸ Θεῖον καίτοι φανότατον ὄν, καὶ ἡλίου πολλῷ λαμπρότερον, ἰδεῖν μὲν ἀδύνατον· οὐδὲ γὰρ θνητοῖς ὄμμασίν ἐστι χωρητόν, νοεῖν δ’ οὐκ ἀδύνατον· νῷ γὰρ μάλιστα καθαρῷ τὰς ἑαυτοῦ ἀκτῖνας διὰ τῆς προνοίας ἐπιπέμπει· καταλαβεῖν δὲ δυσχερέστατον· παντὸς γὰρ τοῦ νοουμένου μεῖζόν ἐστι καὶ ὑψηλότερον· εὐμενὲς δ’ ἔχειν, ῥᾴδιον· ἀρετὴν γὰρ ἀσπάζεται καὶ φιλεῖ. Εἰ τοίνυν ἐθέλομεν τὸ πᾶσιν ἀχώρητον χωρῆσαι, καὶ ἀξιωθῆναι χρήματος πᾶσαν ὑπερβαίνοντος ἀξίαν· σωφροσύνῃ, καὶ δικαιοσύνῃ, καὶ φρονήσει, καὶ ἀνδρίᾳ, καὶ ταῖς ἄλλαις ἀρεταῖς ἑαυτοὺς κοσμήσωμεν.
Ψυχῆς γὰρ ἁγνῆς τόπον οἰκειότερον καὶ πρεπωδέστερον οὐχ ὁρίζεται· διὸ καὶ ἔφη· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω.»
ΡΠΖʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Εἰ καὶ χαλεπὸν τὸ τραῦμα, καὶ θάνατον ὠδίνει τὸν ἀθάνατον, ἀλλ’ εἰ καλέσειας τὴν θείαν συμμαχίαν τὴν καὶ παθῶν καὶ πάσης περιγιγνομένην κακίας, οὐδ’ ἴχνος λελείψεται τοῦ τραύματος.
ΡΠΗʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Καὶ ἐκ τῶν λεχθησομένων, ὢ φρονήσεως τέμενος! γνοίης ἂν ἀκριβῶς τῶν τε θείων καὶ τῶν ἀνθρωπίνων νόμων τὸ διάφορον. Οἱ μὲν γὰρ ἱεροὶ χρησμοὶ τὰ δέοντα καὶ πρέποντα νομοθετήσαντες, ἐν ἀρχῇ καὶ ἐν τῇ πρώτῃ ἡλικίᾳ τοὺς διδασκάλους ἐφιστᾶσι τῆς ἀρετῆς, κωλύοντες εἰσκωμάσαι τὴν πονηρίαν.
Οὗτος γὰρ ἄριστος διδασκαλίας τρόπος, οὐκ ἐπιτρέψαντας πρότερον κρατῆσαι τὴν κακίαν, ὕστερον μηχανᾶσθαι ὅπως ἐξελαθείη· ἀλλ’ ἐν προοιμίοις πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ὥστε ἄβατον αὐτῇ εἶναι τὴν ἀνθρωπείαν φύσιν. Οἱ δ’ ἔξωθεν νομοθέται τότε ῥυθμίζουσιν αὐτήν, ὅταν διαστραφεῖσα τύχῃ. Οὐ γὰρ ἀνδράσι γενομένοις κολάσεις ἀπειλεῖν ἐχρῆν, ἀλλὰ παῖδας ὄντας ῥυθμίζειν καὶ ἀναπλάττειν, καὶ οὐκ ἂν ἴσως τῶν μετὰ ταῦτα ἐδέησεν ἀπειλῶν. Νυνὶ δὲ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις τῷ μέλλοντι ὑπὸ λῃστῶν ἀναιρεῖσθαι, μὴ βοηθοίη μέν, μηδὲ λέγοι, ὅπως αὐτῶν ἀπαλλαγείη, ἡμιθνῆτα δὲ γενόμενον τιμωροῖτο· ἢ ὡς ἄν τις ἰατρὸς μήτε ὑγιαίνοντι προφυλακτικὸν ὀρέξειε βοήθημα, μήτε ἀρχομένῳ τῆς ἀῤῥωστίας τῷ νοσοῦντι φράζοι, μηδὲ πράττοι δι’ ὧν ἀπαλλαγήσεται τῆς νόσου· διαφθαρέντι δὲ καὶ ἀνηκέστως ἔχοντι μυρία νομοθετοίη. Εἰ δὲ πολλοὶ μᾶλλον τούτους ἢ ἐκείνους δεδοίκασι, θαυμαστὸν οὐδέν.
Οἱ μὲν γὰρ τῷ αὐτίκα μάλα τὴν κόλασιν ἐπιφέρειν τοὺς παχυτέρους φοβοῦσιν· οἱ δὲ τῷ ὀλιγάκις μὲν ἐνταῦθα, πάντως δ’ ἐκεῖσε κολάζειν καταφρονοῦνται. Τὸ γὰρ μέλλον ὀλίγοις δή τισι τοῖς διορατικώτερον ἔχουσι τὸν νοῦν, καὶ τὴν τῶν πραγμάτων ἀκριβῶς καθορῶσι φύσιν, ἔστιν εὐσύνοπτον.
Οἱ γὰρ πλεῖστοι, εἰ καὶ λόγοις ὁμολογοῦσι, τοῖς ἔργοις ἀρνοῦνται. Δι’ ὧν γὰρ πράττουσιν, ἃ νοοῦσι κηρύττουσιν· οἵγε οὐ μόνον τοῦ σώματος μὲν κομιδῇ ἐπιμέλονται, τῆς δὲ ψυχῆς ἀμελοῦσιν, ἀλλὰ καὶ ἀνθρώπων μὲν ὁρώντων, αἰσχύνονται πλημμελεῖν· τοῦ δὲ Θεοῦ οὐ μόνον ἐφορῶντος, ἀλλὰ καὶ πάντα περιέχοντος, οὐ μόνον οὐκ ἐρυθριῶσιν, ἀλλὰ καὶ ἀδεῶς ἁμαρτάνουσιν. Οὐ μόνον δὲ τοῦτο τῶν πολλῶν δείκνυσι τὴν λύτταν, ἀλλὰ καὶ τὸ ῥηθησόμενον.
Πολλοὶ γὰρ κατὰ μὲν τοῦ Θεοῦ ὀμνύντες, ἐπιορκοῦσι, κατὰ δὲ τῆς τῶν παίδων κεφαλῆς οὐδ’ ὀμόσαι τολμῶσι. Τίς οὖν τούτοις τιμωρία ἐφάμιλλος ἐν τῷ βίῳ τούτῳ ἐπινοηθείη; Οὐκ ἔστιν οὐδὲ μία. Διὸ εἰκότως ἐκεῖσε ἡ κρίσις ἠπείληται καὶ ἤρτηται.
ΡΠΘʹ. ΑΜΜΩΝΙῼ. Εἰς τό, «Ὁ ἤλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν.» Ἐπειδὴ ὅταν ὁ θυμὸς τὰς ἡνίας τοῦ ἡνιοχοῦντος λογισμοῦ ἀποῤῥήξῃ, ἔξω τῶν τῆς φύσεως ὅρων ἀπάγει πολλάκις τοῦ ἀνθρώπου τὸ φρόνημα, ἴασιν τῷ τηλικούτῳ πταίσματι οὐ μόνον ἀρίστην, ἀλλὰ καὶ ταχίστην ἐπινοήσας ὁ Παῦλος ἔφη· «Ὁ ἤλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν,» τουτέστι, πρὸ τοῦ τὸν ἥλιον εἰς δυσμὰς χωρῆσαι, ἐπίγνωτε τὴν φύσιν, σβέσατε τὸν θυμόν, καταστείλατε τὸ φρόνημα, ἀσπάσασθε τὴν συγγένειαν τὴν καὶ θηρίων κρατοῦσαν, ἵνα μὴ μεσολαβήσασα ἡ νὺξ ἀνήκεστον ἐργάσηται τὸ πάθος. Τότε γὰρ εὑρὼν καιρὸν ἐπιτήδειον ὁ διάβολος, ἐξάπτει μὲν πλέον τὰ γεγενημένα, παροξύνει δὲ εἰς ἄμυναν, ἐρεθίζει δὲ εἰς ἔχθραν, διεγείρει δ’ εἰς κατηγορίας, κατασκευάζει δὲ μνησικακίαν, καὶ μυρία τίκτει ἐντεῦθεν κακά.
Ὅτι δὲ ταῦτα ἐκκόπτων ὁ θεσπέσιος Παῦλος, ἐκέλευσε ταχίστην γενέσθαι τὴν καταλλαγήν, ἐπήγαγε· Μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ, τῷ τὰ μικρὰ πάθη μεγάλα λεληθότως κατασκευάζοντι, καὶ τὰ εὐίατα δυσίατα ἢ καὶ ἀνίατα παρασκευάζοντι.
Ρϟʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Μὴ [ἡ] εὐημερία, ὦ βέλτιστε, ἡ ἐκ τῆς θείας μακροθυμίας σοι συγχωρηθεῖσα, ἐκφοιτᾷν σε τοῦ πρέποντος παρασκευαζέτω, μήτε μὴν τῶν τῆς φύσεως ἐξακοντιζέτω ὄρων, ἀλλὰ μᾶλλον εἰς ἔννοιαν αὐτῶν ἀγέτω, καὶ εἴσω αὐτῶν περικλειέτω, ἵνα μὴ ὑπερόρια πταίσας, ὑπερορίους ἀπαιτηθείης καὶ τὰς δίκας.
ΡϟΛʹ. Τῼ ΑΥΤῼ. Μὴ μέγα φρόνει, μηδ’ ὑπερφυῆ φαντάζου, ἵνα μὴ μεγαλοφυέστερον ἐκτραγῳδηθῇς, ἐκπεσὼν καὶ τῶν μετρίων.
ΡϟΒʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰς τὸ εἰρημένον, «Μέγα ἐστὶ τὸ μυστήριον τῆς εὐσεβείας.» Μέγα ἐστὶν ὄντως τὸ τῆς εὐσεβείας μυστήριον, ὡς καὶ ὁ μυσταγωγὸς ἔγραψε Παῦλος, οὐχ ὡς ἀγνοούμενον παντάπασιν, ἀλλ’ ὡς οὐδενὶ ἐφικτόν. Παντὸς γὰρ ἐπέκεινα καὶ λόγου καὶ νοῦ καθέστηκεν. Εἰ γὰρ γάμου καρπὸς τὸ παιδίον, πῶς ἡ παρθένος καρπὸν γάμου ἔδειξε; Πῶς ἡνώθη τὸ φθαρτὸν τῷ ἀφθάρτῳ; Πῶς ἐν τῷ περιγράπτῳ νοεῖται τὸ ἀπερίγραπτον, οὔτε τῆς θείας καὶ ἀκηράτου ἐλαττουμένης φύσεως, καὶ τοῦ θνητοῦ ἀφράστῳ τινὶ λόγῳ καὶ ἑρμηνείας κρείττονι, τὴν τιμὴν δεχομένου; Πῶς ὁ παθὼν ἔσωσε, καὶ ὁ ἀποθανὼν ἤγειρε, καὶ ὁ ὑβρισθεὶς τετίμηκε τῇ ἀνωτάτῳ τιμῇ, καὶ ὁ σταυρωθεὶς κατάρας ἐξήρπασε, μᾶλλον δὲ τὴν ἁμαρτίαν καὶ τὸν θάνατον ἐσταύρωσε;
ΡϟΓʹ. ΘΕΟΔΩΡῼ. Ὅτι τοὺς ἐν ἀρετῇ (f. ἐναρέτους) καὶ ὑπονοηθῆναι εἴς τι φαῦλον, λίαν ἀφόρητον. Ὑπονοηθῆναι ἐφ’ οἷς οὐ προσῆκον, τοῖς μὲν εἰς ἄκρον ἀρετῆς ἐληλακόσι, μεγίστην ἔχει συμφοράν· τὸ δὲ καὶ κριθῆναι, τοῖς σεμνοτέροις· τὸ δ’ ἁλῶναι, καὶ τοῖς ἀναλγήτως διακειμένοις.
ΡϟΔʹ. ΑΛΕΞΑΝΔΡῼ. Περὶ ἀγνωμοσύνης. Οἱ ὑπὲρ ὧν χάριτας εἰδέναι ὀφείλουσιν, ὑπὲρ τούτων ἐγκαλοῦντες πάντας τοὺς τῆς ἀγνωμοσύνης ὑπερβαίνουσιν ὅρους. Δέον γάρ, εἰ καὶ μὴ ἔργοις οἷοί τέ εἰσι, λόγοις εὐχαρίστοις ἀμείβεσθαι, ἐγκλήματα ῥάπτουσι.
ΡϟΕʹ. Τῼ ΑΥΤῼ. Οἱ πᾶσαν τὴν Παλαιὰν Διαθήκην εἰς τὸν Χριστὸν μεταφέρειν πειρώμενοι, οὐκ ἔξω αἰτιάσεώς εἰσιν. Ἐπείπερ καὶ Ἕλλησι, καὶ τοῖς μὴ ἐγκρίνουσιν αὐτὴν αἱρετικοῖς ἰσχύειν ἐν τῇ καθ’ ἡμῶν διδόασι μάχῃ.
Τὰ γὰρ μὴ εἰς αὐτὸν εἰρημένα ἐκβιαζόμενοι, καὶ τὰ ἀβιάστως εἰρημένα ὑποπτεύεσθαι παρασκευάζουσι. Δι’ ὧν γὰρ ἐκεῖνοι αὐτοὺς ἀνατρέπουσιν ὡς παραποιοῦντας, διὰ τούτων καὶ ἐν τοῖς διαῤῥήδην περὶ αὐτοῦ εἰρημένοις νικᾷν νομίζονται. Ἐγὼ δὲ ἀναγκαίως φημὶ ἀμφότερα γεγενῆσθαι, τό τε μὴ πάντα λελέχθαι περὶ αὐτοῦ, καὶ τὸ μὴ παντελῶς τὰ κατ’ αὐτὸν σεσιγῆσθαι. Τοῦτο γὰρ ἐλυσιτέλει, τὸ μήτε δι’ ὄλου περὶ τοῦ Χριστοῦ λέγεσθαι ἀνθρώποις, καὶ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἀμφιβάλλουσι καὶ λέγουσι· «Ποίησον ἡμῖν θεούς·» μήτε παντάπασιν ἀποσεσιωπῆσθαι, διὰ τὸν τῶν ἀπιστησάντων Ἰουδαίων ἔλεγχον, καὶ τὴν τῶν πιστευσόντων βεβαίαν ἐλπίδα.
Ρϟϛʹ. Τῼ ΑΥΤῼ. Τὴν συνθήκην, τουτέστι τὴν ἐπαγγελίαν, διαθήκην ἡ θεία καλεῖ Γραφή, διὰ τὸ βέβαιον καὶ ἀπαράβατον. Συνθῆκαι μὲν γὰρ πολλάκις ἀνατρέπονται, διαθῆκαι δὲ νόμιμοι οὐδαμῶς.
ΡϟΖʹ. ΗΣΑΙᾼ Περὶ ἀθυμίας (f. ῥᾳθυμίας). Ἐπειδὴ ἃ μὲν προσεῖναι ἑαυτοῖς βουλόμεθα, ταῦτα καὶ ἀληθῆ εἶναι ἡγούμεθα· τῶν δὲ δυσκόλων ῥᾳδίως ἀποκρουόμεθα τὴν μνήμην, τῷ μὴ βούλεσθαι γενέσθαι, τὸ πλέον νέμοντες· διὰ τοῦτο τῶν δοκούντων χρηστῶν ἀπολαύειν ἐλπίζοντες, τά, δυσχερῆ διαδιδράσκειν οἰόμεθα· καὶ μάλιστα ὅταν εὐπραγία παραμυθῆται τῶν σκυθρωπῶν τὴν ἀπειλήν.
Ἡ γὰρ ῥᾳθυμία τῇ ἀνέσει [νευρουμένη] ἀμνημονεῖν πως, καὶ τῆς φύσεως παρασκευάζει, καὶ ἕξω τῶν ὅρων αὐτῆς ἀκοντίζει. Εἰ δέ τις τὴν ῥᾳθυμίαν σβέσειεν, εὐθὺς βλαστάνοντας ὄψεται τοὺς ὀρθοὺς λογισμούς, τοὺς καὶ τὸ δίκαιον καὶ τὴν κρίσιν βεβαιοῦντας.
ΡϟΗ. ΑΠΟΛΛΩΝΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰς τὸ εἰρημένον, «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως.» Ὁ θειότατος, ὦ σοφέ, τοῦ Πατρὸς Λόγος καὶ τὸ θεῖον ἑαυτοῦ κήρυγμα βασιλείαν καλεῖ, ὡς ὠδῖνον τὴν τῶν οὐρανῶν βασιλείαν. «Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, μεῖζον τῶν λαχάνων γίνεται.» Ὁ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι, Ἀπὸ μικροῦ (εὐτελεῖς γὰρ αἱ λέξεις) τοσοῦτον αὐξηθήσεται, ὡς πᾶσαν Ἑλληνικὴν ἀποκρύψαι σοφίαν. Ὅπερ οὖν καὶ ἐγένετο.
Ἀττικίζουσα γὰρ ἡ πλάνη, καὶ δεινῶς συλλογιζομένῃ, ἀγροικιζομένῃ τῇ ἀληθείᾳ παρεχώρησεν.
ΡϟΘʹ. ΕΡΜΟΓΕΝΕΙ ΕΠΙΣΚΟΠῼ. Εἰκότως μὲν ἀγανακτεῖς, μισοπονηρίας τέμενος! ἐπειδήπερ ὁ κατὰ ἀντίφρασιν, ὡς φής, τῆς ἀσεβείας Εὐσέβειον ἑαυτὸν καλέσας (οὐδὲ γὰρ τοῦτο εἶχεν ἐξ ἀρχῆς τοὔνομα) φαῦλόν τι καὶ πεπατημένον πρᾶγμα τὴν ἱερωσύνην ἡγησάμενος, καὶ τοῖς τὰ αὐτὰ αὐτῷ δρῶσι, ταύτην νέμειν τολμᾷ, τοὺς μὲν πάσης τιμῆς ἀξίους ἐξοστρακίζων, τοὺς δὲ μηδ’ ἐν λαϊκοῦ τάξει τελεῖν δικαίους, εἰς τὸ σεπτὸν θυσιαστήριον ἀνάγων, διπλῆ τοῦτο, τόγε εἰς αὐτὸν ἧκον, καθυβρίζων, τῷ τε τοὺς ἀξίους ἀπείργειν, τῷ τε τοὺς ἀναξίους ἐγκρίνειν. Ἀλλ’ ἴσθι, ὅτι οὐκ οἴσει ταῦτα εἰς τέλος ὁ πανεπόπτης ὀφθαλμός, ὁ νῦν μὲν δι’ ἀγαθότητα μακροθυμῶν, ὕστερον δὲ σφόδρα ταύτας αὐτὸν ἀπαιτήσων δίκας.
Σʹ. Τῼ ΑΥΤῼ. Κυριώτερος μὲν ἐπίτροπος τῶν ἐπὶ γῆς, ὁ τὴν ἱερωσύνην ἐστεμμένος, τοῦ τὴν ἁλουργίδα περικειμένου. Ὁ μὲν γὰρ ψυχῶν, ὁ δὲ σωμάτων ἡγεῖται. Εἰ δ’ ἀγνοήσας ἑαυτοῦ τὴν ἀξίαν, μᾶλλον δὲ τὴν λειτουργίαν, ψυχῶν μὲν μηδένα λόγον ποιεῖται, τοίχων δὲ καὶ κιόνων ἐπιμελοῖτο, καὶ τρυφῇ προσέχοι, καὶ χρημάτων ἀντιποιοῖτο, ἑαυτόν, οὐ γὰρ τὴν ἱεροσύνην, ὑβρίζει. Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνοήτων, δέον τὴν μὲν ἐκθειάζειν, τὸν δ’ αἰτιᾶσθαι, ὅλον εἰς αὐτὴν τὸ ἔγκλημα περιτρέπουσιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.