Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς

Ἰσίδωρος ὁ Πηλουσιώτης

Βιβλίο Γ΄, Επιστολές 151-200

Απάντηση σε ερωτήματα περί της θείας πρόνοιας, της ειμαρμένης, της ευθύνης των ιερέων και της πνευματικής θεραπείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰσίδωρος ὁ Πηλουσιώτης

—

Κεφάλαιο 20 από 24

ΡΝΑʹ. Τῼ ΑΥΤῼ. Ἐλευθερίου ψυχῆς χαρακτῆρες, τὸ ἄδολον, τὸ ἥμερον, τὸ φιλάνθρωπον, τὸ ἀνδρεῖον, τὸ δίκαιον, τὸ σῶφρον, τὸ συγκαταβατικόν, τὸ ἥπιον, τὸ μεταδοτικόν, τὸ μὴ χάριτι, ἀλλὰ κρίσει κρατεῖν καὶ ψηφίζεσθαι, καὶ τὰ ἄλλα τὰ τούτων ἀδελφά. Ἀνελευθέρου δί, τὸ τοῖς ἐναντίοις πάθεσι κεχειρῶσθαι, καὶ πᾶσαν ἀγαθὴν ἔννοιαν ἐξ ἑαυτῆς ἐξωστρακίσθαι.

ΡΝΒʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Τῶν Ἀριθμῶν. Διὰ τί Ἀαρὼν καὶ Μαρίας κατηγορησάντων Μωσέως, ἡ Μαρία μόνη ἐπετιμήθη. Ἐπειδὴ γέγραφας, δι’ ἢν αἰτίαν Ἀαρὼν καὶ Μαριὰμ κατηγορησάντων Μωσέα, ἡ Μαρία μόνη ἐπετιμήθη, λέπρας αὐτῆς τῷ προσώπῳ, ἔνθα ἡ γλῶσσα λοχᾷ, ἐπανθησάσης· γράφω μὲν καὶ ὃ ἤκουσα παρά τινος σοφοῦ, ὑποτάξω δὲ καὶ τὸ ἐμαυτῷ νενοημένον, ἵν’ αὐτὸς δοκιμάσειας τὸ ἀληθέστερον. Ἔφη μὲν οὖν ἐκεῖνος, ὅτι ἐπειδὴ ἀρχὴ ἱερωσύνης ἦν, οὐκ ἠθέλησεν ὁ Θεὸς ὑβρίσαι τὸ προοίμιον, ἵνα μὴ καὶ τὸ τέλος γένηται ἐπονείδιστον. Ἐγὼ δὲ οὔτ’ ἀνατρέπειν τοῦτο, οὔτ’ ἐγκρίνειν ἔχω. Οὐκ ἀνατρέπω μέν, ἐπειδὴ οὐδὲν οὔτε τὴν ἀρετὴν οὔτε τὴν εὐσέβειαν παραβλάπτει· οὐκ ἐγκρίνω δέ, ἐπειδὴ πρὸ τοῦ Ἀαρὼν ἱερωσύνη ἦν θειοτέρα καὶ ἀναίμακτος, ἡ τοῦ Μελχισεδέχ· καὶ ὅτι οὐ κατὰ ἀδέκαστον κριτήν, διὰ τὸ ἀξίωμα τοῦ πταίσαντος, τὸ δίκαιον παριδεῖν. Ἀλλ’ ἐκεῖνο μᾶλλον φημί· ὅτι, ἐπειδὴ ἡ Γραφὴ ἐν τῇ κατηγορίᾳ τὴν Μαριὰμ προέταξε τἀνδρὸς καὶ ἀρχιερέως, οἶμαι, τὸ σπέρμα αὐτὴν δεδωκέναι, κἀκεῖνον ἐπηκολουθηκέναι.

Ὁ δὲ τὸ σπέρμα παρασχών, τῶν φύντων δηλονότι αἴτιος. Διὸ καὶ πάντων σχεδὸν μοσχοποιησάντων ἐν τῇ ἐρήμῳ, τινὲς μὲν ἔδοσαν δίκην, οἱ κατάρξαντες ἵσως τοῦ πταίσματος· τινὲς δὲ συνεγνώσθησαν, οἱ κατὰ παραλογισμὸν καὶ ἀπάτην ἀκολουθήσαντες ἐκείνοις. Οὐ γὰρ τὸ γεγενημένον τοσοῦτον, ὅσον ἡ γνώμη, μεθ’ ἧς γένηται, βασανίζεται. Χωρεῖ γὰρ ὁ κριτὴς καὶ μέχρις ἐννοιῶν. Οἶμαι οὖν ὅτι τὸ προτετάχθαι μὲν τὴν Μαρίαν, ὑποτετάχθαι δὲ τὸν ἀρχιερέα, ἐν τοῖς ἄλλοις προταγέντος μὲν τἀνδρός, ὑποτεταγμένης δὲ τῆς γυναικός, οὐ κατὰ παραύξησιν γέγονεν, ἀλλὰ κατ’ αἰτιολογίαν· λάλον γάρ, ὡς τὰ πολλά, τὸ γυναικεῖον γένος καὶ περίεργον. Διὸ καὶ δίκας ἀπῃτήθη· ἐπεὶ οὐκ ἂν ἐν τοῖς ἄλλοις ἄπασι προτάξας τὸν Ἀαρών, ἐνταῦθα αὐτὸν ὑπέταξεν, εἰ μὴ αἰτιολογῆσαι ἠθέλησεν.

ΡΝΓʹ. ΑΛΦΙῼ. Εἰ καί, ὡς γέγραφας, Ζώσιμος τοῦ λῃστρικοῦ στίφους ἐστὶ κορυφαῖος, καὶ τῶν δημοβόρων ἔξαρχος, καὶ τῶν ῥᾳθύμως βιούντων συνήγορος, καὶ τῶν ὀρθῶς πολιτευομένων κατήγορος· ἀλλ’ ἐγὼ οὐκ αὐτὸν μόνον αἰτιῶμαι. ἀλλὰ καὶ Παλλάδιον καὶ Μάρωνα, τούς, ὥς φασι, συνασπίζοντας αὐτῷ, καὶ τὴν σφῶν δύναμιν κατὰ τῆς τῶν ἐπιεικῶν πραότητος ὁπλίζοντας.

Ἐκεῖνοι γάρ εἰσιν οἱ τούτου ῥωννύντες τὴν κακίαν, καὶ σβεσθῆναι μὴ συγχωροῦντες, ἀλλὰ τὴν ἐπάρατον ταύτην ἀντίδοσιν παρέχοντές τε καὶ λαμβάνοντες. Τῷ γὰρ συγκροτεῖν τοὺς φαύλους, συγκροτεῖσθαι νομίζουσι· καὶ τῷ ἐκπεπολεμῶσθαι τοῖς φιλαρέτοις, περιέσεσθαι προσδοκῶσιν. Ἀλλ’ οὐκ οἴσει ταῦτα ὁ Θεὸς ὁ μισοπόνηρος καὶ φιλάγαθος.

ΡΝΔʹ. ΑΡΠΟΚΡᾼ ΣΟΦΙΣΤῌ. Κατὰ λεγόντων εἶναι γένεσιν, ἤτοι εἱμαρμένην, ἢ τὴν λεγομένην τύχην. Εὖ γε πεποίηκας, καίτοι τῶν τῆς ἀῤῥωστίας λειψάνων ἔτι ἡμᾶς κατασφενδονώντων, τὴν λύραν ἀραχνιῶσαν μεταχειρίσασθαι ἀναγκάσας, καὶ μέλος ᾆσαι, εἰ καὶ μὴ γεγωνὸς καὶ ἐξάκουστον, ἀλλ’ ἀμυδρὸν καὶ ἡσύχιον. Οὐκοῦν ἀκόνα σαυτοῦ τὰς ἀκοάς, καὶ θῆγε τὸν νοῦν πρὸς εὐαισθησίαν. Ἠρέμα γὰρ ᾄδοντος, οὐ ῥᾴδιον ἀκοῦσαι. Πόθεν οὖν ἄρα, πόθεν ἄρξομαι τοῦ μέλους; Ἐντεῦθεν, ὅθεν καὶ χρή. Φημὶ τοίνυν, ὅτι ἀνθρώπων ἐστίν, ὡς οἶμαι, μηδὲν καλὸν μήτε νυνὶ πραττόντων, μήτε μετὰ ταῦτα προσδοκώντων, ἡ περὶ τῆς εἰμαρμένης ψῆφος. Καὶ ἵνα μὴ ἀπόφασις εἶναι δόξῃ τὸ εἰρημένον, δι’ ἀποδείξεων ἐναργῶν καὶ ἀναγκαστικῶν καὶ ἀβιάστων ὁ λόγος βαδιζέτω, βασανίζων τὰ πράγματα, καί τ’ ἀληθὲς εἰς τοὐμφανὲς ἄγων. Θέα γὰρ πόσοις ἀντίκεινται, καὶ ὅσα καλὰ ἐκ τῆς ἑαυτῶν ἐξοστρακίσαι φιλονεικοῦσι προαιρέσεως, καὶ φρίξον τὴν ἐμβροτησίαν.

Θεὸν ἢ μὴ εἶναι ὁρίζονται, ἢ εἶναι μέν, μὴ πεποιηκέναι δὲ τὸν κόσμον· ἢ πεποιηκέναι μέν, μὴ προνοεῖν δέ· ἢ προνοεῖν μέν, τέρπεσθαι δὲ τοῖς κακίαν ἀσπαζομένοις· ἢ μὴ τέρπεσθαι μέν, παρακεχωρηκέναι δ’ ἄλλοις τὸ κράτος· ἢ μὴ παρακεχωρηκέναι μέν, ἄκοντα δ’ ἀφῃρῆσθαι· ἢ μὴ ἀφῃρῆσθαι μέν, μὴ βούλεσθαι δὲ ἐπεξιέναι· ἢ βούλεσθαι μέν, μὴ δύνασθαι δέ· ἢ δύνασθαι μέν, ῥᾳστώνην δὲ προτετιμηκέναι· ἢ ῥᾳστώνην μὲν μὴ προτετιμηκέναι, νικᾶσθαι δὲ ὑπὸ τῆς τῶν ἄστρων κινήσεως· ἢ μὴ νικᾶσθαι μέν, ἄπρακτον δὲ καὶ ἀνενέργητον ἐθέλειν εἶναι· καὶ ἄλλα πολλά, ἵνα μὴ τὸ καθὲν λέγοντες, εἰς μῆκος ἐκτείνωμεν τὸ λογίδιον, ὧν ἕκαστον καὶ ἀλογίας καὶ ἀσεβείας πνεῖ τῆς ἐσχάτης. Καὶ διὰ τούτων μὲν τὴν γλῶτταν ὁπλίζουσι κατὰ τῆς θείας προνοίας, καὶ εἰς οὐρανὸν τὰ βέλη πέμπουσι· διὰ δὲ τῶν αὐτῶν καὶ τὰ ἐπὶ γῆς ἐξορίζουσι καλά, φιλοσοφίαν, ἰατρικήν, πάσας τε τὰς ἐπιστήμας, καὶ τὰς τέχνας, καὶ τὰς μελέτας, τῆς ἀρετῆς τὰ γέρα, τῆς κακίας τἀπίχειρα.

Εἰ γὰρ γένεσις κρατεῖ ἡ ὑπὸ τῶν οὐ δεόντως προσκυνουμένων παρ’ αὐτῶν θεῶν (τὰ γὰρ ἄστρα οὐκ οἶδ’ ὅπως θεοὺς ἡγοῦνται) ἀδίκως κατασκευαζομένη, οὔτε φιλοσοφητέον, οὔτε νομοθετητέον, οὔτε δικαστέον, οὔτε ἰατρευτέον, οὔτε ἐπιστήμην ἢ τέχνην μετελευστέον, οὔτε μελετητέον, οὔτε ἀρετῆς ἀνθεκτέον, οὔτε κακίας ἀφεκτέον. Ταῦτ’ οὖν ἄπαντα, ὦ μακάριε, ὁ θρυλλούμενος τῆς τύχης λόγος ἀνατρέψει, καὶ πάντα ἐκ βάθρων ἀνασπάσει τὰ καλά, καὶ τί, ἀνέξεται τῶν νοῦ καὶ φρονήσεως οὐκ ἀμοιρούντων;

Τίς δὲ τούτων ἁπάντων ἑαυτὸν ὑπεξαγαγὼν ἐπιτρέψει τὰ καθ’ ἑαυτὸν τῇ λεγομένῃ τύχῃ, ἧς τὴν μοχθηρίαν δηλῶσαι ἐθελήσαντες, οἱ γράφοντές τε καὶ πλάττοντες, οὐ μόνον εἴδει γυναικὸς ἠρκέσθησαν (καίτοι καὶ τοῦθ’ ἱκανὸν ἦν ἀλογιστίας καὶ ἀνοίας τεκμήριον), ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν ἔχειν αὑτῇ, καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικήν, ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν; διὰ τούτων ἁπάντων ἐνδεικνύμενοι τὸ ἀνόητον, καὶ ἔμπληκτον, καὶ τυφλόν, καὶ ἄστατον αὐτῆς. Τίς οὖν τῆς τὰ πάντα κυβερνώσης δεξιᾶς καταφρονήσας, ἐμπιστεύσει ἑαυτὸν τυφλῇ, καὶ ἀστάτῳ, καὶ μοχθηρᾷ φαντασίᾳ; Ἐπειδὴ δὲ λέγουσι· Πῶς οὖν τινες παραλόγως πλουτοῦσιν; εἰπάτωσαν καί. Πῶς τινες καὶ κατὰ λόγον; Εἰ δὲ φαῖεν· Πῶς τινες ἀδίκως κολάζονται; φρασάτωσαν, Πῶς τινες καὶ δικαίως; Ἢ γὰρ ἡ ἀδικία ἐν πᾶσι κρατείτω, καὶ πιστευέσθω ὁ ἄλογος αὐτῶν λόγος· ἢ τὰ κατὰ λόγον γινόμενα καὶ ὑπὲρ τῶν παραλόγως γινομένων ἀπολογείσθω. Ἄμεινον γὰρ καὶ πολλῷ πρεπωδέστερον καὶ δικαιότερον εἰπεῖν, ὅτι οἱ κάκιστοι, εἰ καὶ τὰ ἐνταῦθα διέφυγον, ἐκεῖ πάντως δώσουσι δίκην· ἢ τὸ φράσαι ὅτι οἱ φιλάρετοι ἠδικήθησαν ἐνταῦθα κολασθέντες, καὶ οὐδεμία ἔσται μετὰ ταῦτα ἐπεξέλευσις. Ἐκεῖνο μὲν γὰρ καὶ ἀληθές ἐστι καὶ εὔλογον, καὶ πάσας τὰς ψυχὰς εἰς ἀρετὴν καὶ εὐσέβειαν διεγείρει· τοῦτο δὲ καὶ ἄλογον καὶ ἀσεβές, καὶ πάντα τὸν ὀρθὸν ἀνατρέπει βίον.

Οἱ μὲν οὖν ταῦτα λέγοντες, μήτε ἐναρμόνιον, μήτε μουσικὴν καλείτωσαν τὴν τῶν ἄστρων κίνησιν, ἄμουσον, ὤς φασι, καὶ ἀνάρμοστον, καὶ ἀνώμαλον βίον, καὶ τί γὰρ οὐχὶ τῶν ἀτόπων κατασκευάζουσαν· καὶ μήτε γεωργείτωσαν, μήτε δικαστηρίοις προσίτωσαν βοήθειαν αἰτοῦντες, μήτε ἰατρικῆς ἀπολαυέτωσαν, μήτε φιλοσοφίαν ἐπαινείτωσαν, μήτε κακίαν ψεγέτωσαν, μήτε μελέτῃ βελτιούσθωσαν, μήτ’ ἄλλῃ ἀρετῇ κοσμεῖν ἑαυτοὺς φιλονεικείτωσαν· ἀλλ’ ἐμπιστευέτωσαν ἑαυτοὺς τῇ θρυλλουμένῃ παρ’ αὐτῶν τύχῃ, ἵνα διὰ τῶν πραγμάτων γνοῖεν αὐτῆς τὴν ἀσθένειαν, ὅτι οὐ μόνον πλοῦτον οὐκ ὀρέξει, ἀλλὰ καὶ ὡς ἀλάστορας καὶ τῆς κοινῆς φύσεως ἐχθροὺς ἐξοστρακισθῆναι παρὰ πάντων παρασκευάζει. Εἰ δὲ ταῦτα πάντα ποιοῦντες (αἰσχύνονται γὰρ τοῖς πρόδηλον ἔχουσι τὴν ὠφέλειαν ἀντιστρατεῦσαι τὴν γλῶτταν), ἐν ταῖς ἀποτυχίαις τῶν πραγμάτων δυσχεραίνουσι· μανθανέτωσαν, ὅτι πολλοῖς πολλάκις πρὸς κακοῦ γέγονε τὸ ἐν πολλοῖς ἐπιτυχεῖν.

Πλοῦτος μὲν γὰρ πολλοὺς ἔβλαψε, καὶ ξίφος κατ’ αὐτῶν ἀκονήσας, εἰς τὰς τῶν ἐχθρῶν μετεπήδησε χεῖρας. Ἀρχὴ δὲ καὶ βασιλεία, ἡ πᾶσι περιμάχητος, οὐ μόνον τὸ εὖ ζῇν, ἀλλὰ καὶ αὐτὸ τὸ ζῇν πολλάκις προσαφείλετο. Μὴ τοίνυν τοῦτο μόνον σκοπείτωσαν, εἰ ἀποτυχία πρόσεστι τοῖς πράγμασιν, ἀλλ’ εἰ μὴ πολλάκις πενία πλούτου χρησιμωτέρα τοῖς ἔχουσι γέγονε, τῆς Προνοίας καταβοάτωσαν, μηδὲ ἑαυτοῖς παρεχέτωσαν τῆς κρίσεως τὴν ἐξουσίαν, ἀλλὰ τοῖς σοφοῖς τοῖς παρ’ αὐτοῖς ᾀδομένοις. Δι’ ἢν γὰρ αἰτίαν Σωκράτης μὲν κωνείῳ κατακριθείς, οὐκ ἐνόμισεν ἀδικεῖσθαι; Πλάτων δ’ ἀπεμποληθεὶς οὐχ ἡγεῖτο ἐκπεπτωκέναι τῆς ἐλευθερίας; Διογένης δὲ ἐν ῥακίοις ζῶν, τοῦ Περσῶν βασιλέως ἡγεῖτο ἑαυτὸν πλουσιώτερον; Ἀντισθένης δὲ ῥυπῶν καὶ αὐχμῶν ἔχαιρε, καὶ κατὰ τῶν τρυφώντων ὥπλιζε τὴν γλῶτταν Φωκίων δὲ ἀπαγόμενος μετὰ φίλων τινῶν, καί τινος ἐξ αὐτῶν δακρύσαντος, καὶ ὀλοφυρμῶν τὴν ὁδὸν ἐμπλήσαντος, ἔλεγεν, Οὐκ ἀγαπᾷς μετὰ Φωκίωνος ἀποθανούμενος;

Εἰ τοίνυν τοὺς σοφοὺς οὔτε θάνατος, οὔτε δουλεία, οὔτε πενία ἐθορύβησεν, ἀλλὰ καὶ ἐνεκαλλωπίζοντο τούτοις (ᾔδεσαν γὰρ στάδιον μὲν εἶναι τὸν τῇδε βίον, τὸν δὲ μέλλοντα τῶν ἐπάθλων τίκτοντα τὸ γέρας)· δι’ ἢν αἰτίαν οὗτοι τρυφῇ καὶ πλούτῳ καὶ ἀρχῇ τὴν μακαριότητα ὁριζόμενοι, ἀπὸ τῶν τἀναντία ὑπομενόντων, ὁπλίζουσι κατὰ τῆς Προνοίας τὴν γλῶτταν, τῆς τὸ συμφέρον ἐπισταμένης, καὶ ἑκάστῳ ἢ συγχωρούσης, ἢ ἀπονεμούσης, ἵνα καὶ ὁ πλούσιος δοκίμια τῆς οἰκείας προαιρέσεως δοίη, καὶ ὁ πένης, ὥσπερ ἐν πυρὶ χρυσός, τῇ πενίᾳ βασανιζόμενος στεφθείη; Εἰ δὲ λέγοιεν· Ἐχρῆν καὶ διὰ πλούτου καὶ διὰ πενίας πάντας δοκιμασθῆναι· φήσομεν, ὅτι μάλιστα μὲν πολλοὶ καὶ οὕτως ἐδοκιμάσθησαν· καὶ ἒν μὲν πλούτῳ ὑπερήφανοι, ἐν δὲ πενίᾳ ἄνανδροι ὤφθησαν. Εἰ δὲ μὴ πάντες, μάλιστα μὲν διὰ τούτων καὶ περὶ τῶν λοιπῶν ἀπολογήσασθαι οἷόν τε. Πλὴν οὐδὲν τοιοῦτον φήσαιμι, ἀλλ’ ἐκεῖνο μᾶλλον εἴποιμι, ὅτι οὐδὲν παραβλάπτονται οἱ τῇδε βασανιζόμενοι φιλάρετοι, ἐκεῖσε τῶν στεφάνων αὐτοῖς ἀποκειμένων, ἀλλὰ μᾶλλον τότε ἐλαττοῦται αὐτῶν ὁ στέφανος, ὅτε ἐνταῦθα ἀμοιβῆς τινος καὶ εὐημερίας τύχοιεν.

Μὴ τοίνυν πάντα ἐνταῦθα ζητείτωσαν, ἀλλ’ ἐννοείτωσαν, ὅτι κρίσις ἀδέκαστος ἔσται, ἣ καὶ λογογράφοι, καὶ ποιηταί, καὶ ῥήτορες, καὶ συγγραφεῖς ἀνυμνοῦσιν. Εἰ γὰρ τῆς ἀκριβείας οὐκ ἐφίκοντο, ἀλλά γε ὅτι πάντως ἔσται ἐδογμάτισαν.

ΡΝΕʹ. ΗΣΑΙᾼ ΣΤΡΑΤΙΩΤῌ. Μὴ δίδασκε τρυφᾷν τὸν μετρίᾳ τροφῇ χρῆσθαι πεπαιδευμένον, ἵνα μὴ λάγνον καὶ ἀκόλαστον ἀντὶ σώφρονος δημιουργήσας εἰς τὸν πυθμέναν τῶν κακῶν καταγάγοις, ἔνθα διατρίβων σαυτὸν ἴσως λανθάνεις.

ΡΝϛʹ. ΑΡΧΟΝΤΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅτι οὐκ ἔχει πρόγνωσιν ὁ διάβολος, ἀλλ’ ἐκ τῶν ἐν ἡμῖν κινημάτων στοχάζεται τὰ καθέκαστον. Οὐ τὰ κατὰ διάνοιαν οἶδεν, ὦ πραότατε, ὁ διάβολος· τῆς γὰρ θείας μόνης ἐστὶ τοῦτο ἐξαίρετον δυνάμεως, τῆς καὶ πλασάσης κατὰ μόνας τὰς καρδίας ἡμῶν· ἀλλ’ ἀπὸ [τῶν] τοῦ σώματος κινημάτων τὰ τῆς ψυχῆς θηρεύει βουλεύματα. Οἷον εἶδέ τινα περιέργως ὁρῶντα, καὶ ἑστιῶντα τοὺς ὀφθαλμοὺς τοῖς ἀλλοτρίοις κάλλεσι; λαβὼν ἐκείνου τὴν ὁρμήν, εὐθὺς ἢ εἰς μοιχείαν, ἢ εἰς πορνείαν τὸν τοιοῦτον ἐρεθίζει.

Εἶδεν ὀργίλον καὶ θυμώδη; εὐθὺς τὸ ξίφος ἀκονᾷ, καὶ εἰς φόνον παρορμᾷ. Εἶδεν αἰσχροκερδῆ; εἰς λῃστείας προτρέπει καὶ ἀδικίας. Εἶδε γαστρὸς ἥττονα; εὐθὺς καὶ τὰ μετὰ γαστέρων αὐτῷ πάθη ὑπογράφει, καὶ ὕλας παρέχει πρὸς τὸ εἰς ἔργον χωρῆσαι τὸν οἰκεῖον σκοπόν. Διὰ τί γὰρ μὴ πάντος εἰς τὰ αὐτὰ πάθη ὠθεῖ; Ἐπειδὴ ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο μᾶλλον προῄρηται· καὶ τῷ μὲν τοῦτο, τῷ δὲ ἐκεῖνο ἀρέσκει. Ἀπὸ τῶν κινημάτων οὖν τοῦ σώματος, καὶ τὰ τῶν ψυχῶν σαθρὰ τεκμαίρεται· καὶ οὔτω πλέκει τοὺς δόλους.

ΡΝΖʹ. ΚΑΣΙῼ ΠΟΛΙΤΕΥΟΜΕΝῼ. Ἄμεινον μὲν ἔχειν τὸ τῆς ψυχῆς κάλλος ἀκέραιον καὶ ἀπαθές· εἰ δὲ τοῦτο φυλαχθῆναι δύσκολον, κἂν ἐν μικροῖς τισι καὶ εὐϊάτοις, καὶ μὴ ἐν τοῖς καιρίοις δέχεσθαι τὴν βλάβην. Μὴ γὰρ δὴ ἐπειδὴ ἀκούεις μετάνοιαν δεδόσθαι, ἀδεῶς ἐπὶ τὸ ἁμαρτάνειν χώρει, ὡς πάντως ἰαθησόμενος, ἀλλ’ ἴσθι, ὅτι πρῶτον μὲν πολλοὶ οὐδὲ μετανοίας ἔσχον καιρόν, ἐν αὐτοῖς τοῖς πλημμελήμασι δίκην ἀπαιτηθέντες, ἔπειτα δὲ ὅτι ἡ μετάνοια πολλῷ τῷ χρόνῳ θεραπεύειν εἴωθε τὰ πάθη.

Καὶ γὰρ πόνων χρεία, καὶ νηστείας καὶ ἀγρυπνίας, καὶ ἐλεημοσύνης, καὶ εὐχῶν, καὶ πάντων τῶν τοιούτων, ἵνα θεραπευθῇ τὰ προλαβόντα τραύματα. Τρίτον ἐννοεῖν χρή, ὅτι κἂν θεραπευθῇ, ἡ οὐλὴ ἐλέγχει τὸ πάθος. Οὐ γὰρ ταυτὸν σῶμα ἀκέραιον καὶ τεθεραπευμένον· οὐδὲ ταυτὸν ἱμάτιον ἀῤῥαγὲς καὶ διεῤῥηγμένον, κἂν δοκῇ τέχνῃ τινὶ εἰς τὸ μὴ ῥᾳδίως ἐλέγχεσθαι ἦχθαι. Εἰ δὲ καὶ εἰς τὸ ἀρχαῖον ἀποκατασταίη κάλλος, οὐχ ἁπλῶς, ὡς ἔφην, ἀποκαθίσταται, ἀλλὰ μετὰ μυρίων πόνων καὶ θρήνων, καὶ τιμωριῶν, ὧν ἑαυτῇ ἐπιφέρει ἡ ἁμαρτήσασα ψυχή.

ΡΝΗʹ. Τῼ ΑΥΤῼ. Ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων οὐ σώζει τὸν ἄνθρωπον. Τὴν πίστιν, ὦ θαυμάσιε, τὰ ἔργα μᾶλλον, ἢ οἱ λόγοι κηρύττειν ὀφείλουσι. Καὶ ὅτι τοῦτ’ ἔστιν ἀληθές, οἱ μὲν ἔξωθέν φασι· Τὰ ἔργα δείξει τῶν λόγων σαφέστερον· ὁ δ’ Ἀπόστολος δραστικώτερον· «Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δ’ ἔργοις ἀρνοῦνται.» Θεῖος δὲ χρησμὸς βοᾷ· «Ὁ λαὸς οὖτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με.» Ἐκ γὰρ τῶν ἔργων, ἀλλ’ οὐ τῶν λόγων τὰ λανθάνοντα ἐλέγχεσθαι ὀφείλει.

ΡΝΘʹ. ΑΕΤΙῼ. «Καὶ ἕστη Φινεές, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις». Ὁπηνίκα οἱ Μαδιηναῖοι ὑπαντιάσαι τοῖς Ἑβραίοις ὑπὸ θείας συμμαχίας στρατηγουμένοις διέγνωσαν, τότε δὴ ὑπὸ δεινοῦ ἀνδρὸς συμβουλευθέντες, ὅπλοις τε καὶ μηχανήμασιν, ἀλκῇ τε καὶ ῥώμῃ χαίρειν φράσαντες (ἐπυνθάνοντο γὰρ μηδ’ Αἰγυπτίοις ταῦτα συντετελεκέναι), κόρας εὐμόρφους οὐχ ὁπλίσαντες, ἀλλὰ καλλωπίσαντες ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον. ᾜδεσαν γὰρ ἄλλως τὴν ἄνωθεν ῥοπὴν αὐτῶν οὐκ ἀποστησομένην, εἰ μὴ εἰς πορνείαν, εἶτ’ ἐκεῖθεν εἰς εἰδωλολατρίαν ὀλισθήσοιεν. Πέφυκε γὰρ τὰ μέγιστα τῶν πλημμελημάτων ἐκ βραχυτέρων τίκτεσθαι. Αἱ δ’ ἐξελθοῦσαι ἐπὶ τὴν μάχην, ἠκροβολίζοντο πρὸς αὐτούς, ξίφος μὲν μὴ ἐπαγόμεναι, μήτε βέλος, τὴν δὲ μορφὴν καὶ τὸν κόσμον ἀντὶ παντὸς πολεμικοῦ μηχανήματος προβαλλόμεναι, καὶ τοσοῦτον αὐτῶν περιῆσαν, ὡς ῥίψαντας τὰ ὅπλα παραχωρῆσαι ἐκείναις τὸ τρόπαιον.

Ὡς δὲ εἶδεν ὁ τοῦ ἀρχιερέως υἱὸς μὴ μόνον τοὺς ἀγελαίους, ἀλλὰ καὶ τοὺς ἐν τέλει ῥιψάσπιδας γεγενημένους, καὶ εἰς πορνείαν ὁρμήσαντας, καὶ τὴν θείαν ῥοπὴν διὰ τοῦτο ἀποπτῆναι μέλλουσαν, περιπαθήσας, καὶ δικαίας ὀργῆς ἐμπλησθείς, ξίφος μεταχειρισάμενος, ἕνα τῶν ἐν τέλει μετὰ τῆς πεπορνευμένης γυναικὸς ἀνεῖλε· καὶ οὔτως ἔστησεν οὐ μόνον τοῦ νοσήματος τὴν νομὴν ἐπὶ τὰ καίρια σπεύδουσαν, ἀλλὰ τὴν θείαν ὀργὴν τοὺς ἁμαρτήσαντας ἐπινεμομένην.

Ἱερωσύνῃ γοῦν τετίμηται ὁ τὴν ἀκοσμίαν ἐκτεμών, ὡς στρατηγικῆς εὐκοσμίας πεῖραν δούς. Καὶ τοῦτ’ ἔστιν ὃ ζητεῖς μαθεῖν· «Ἔστη Φινεές, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.» Ἐτίμησε γὰρ ἡ θεία φύσις τὸν πρὸ αὐτῆς δικαίως ἀγανακτήσαντα, καὶ δύο σφαγαῖς τὴν παρανομίαν στήσαντα.

ΡΞʹ. ΑΓΑΘῼ ΠΡΕΣΒΥΤΕΡῼ. Περὶ ὑπομονῆς διὰ τὴν Σάῤῥαν Ὅτε ὁ θεοφιλὴς Ἀβραὰμ διὰ μὲν χρησμὸν ἀπὸ τῆς Περσίδος εἰς τὴν Παλαιστίνην, διὰ δὲ λιμὸν εἰς τὴν Αἴγυπτον ἧκε, θεασάμενοι οἱ ἐν τέλει τὴν σύνευνον αὐτοῦ κάλλει τε καὶ ἀρετῇ γυναικείᾳ ἀστράπτουσαν, ὥς τι φέροντες τῷ βασιλεῖ κειμήλιον τιμαλφέστατον, καταμηνύουσιν αὐτήν. Καὶ ὃς ἀφαιρεῖται τὴν γυναῖκα, σωφροσύνῃ πλέον ἢ κάλλει λάμπουσαν. Ὡς δ’ ὁ ἀνὴρ θάνατον δεδιὼς ἀδελφὸς εἶναι αὐτῆς σκηψάμενος, προὔδωκε μὲν τὴν γυναῖκα, τῆς δὲ θείας μακροθυμίας οὐ κατεβόησε· τότε δή, τότε ἡ θεία ἐπικουρία, τὰ οἰκεῖα ὅπλα κινήσασα, τῷ θεοφιλεῖ τὴν σύνευνον ἀνέπαφον καὶ ἀκέραιον ἀποδέδωκε. Νύκτωρ γὰρ ἐκεῖνον πικροτάταις βασάνοις μαστίξασα, καὶ τὰς ἡδονὰς τοῖς πόνοις δαμάσασα, μᾶλλον δὲ φρούδας οἴχεσθαι παρασκευάσασα, οὔτως τῷ δικαίῳ τὸν στέφανον ἤνεγκε. Τοιγαροῦν καὶ ἡμεῖς, εἰ πειρασμοῖς περιπέσοιμεν, μὴ τῆς θείας μακροθυμίας καταβοῶμεν, ἀλλ’ ἀντεχώμεθα μᾶλλον αὐτῆς, τῆς καὶ πόρους ἐν ἀπόροις, καὶ μηχανὰς ἐν ἀμηχάνοις εὑρισκούσης.

ΡΞΑʹ. ΑΡΧΟΝΤΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τό, «Ἀστράγαλος χειρός.» Ἐπειδή, Τί ἐστιν, ἔφης, τό, «Ἀστράγαλος χειρός;» ἄκουε. Ἐπειδὴ ὁ βάρβαρος μεθύων τῇ τυραννίδι, καὶ ὠφρυωμένος τῇ ἀλαζονείᾳ, καὶ τῷ οἴνῳ καρηβαρῶν, τὰ ἱερὰ σκεύη οὐ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶ ταῖς τὰς ἡδονὰς αὐτοῦ θεραπευούσαις προὔθηκεν εἰς χρῆσιν, ὤφθη τὸ μετὰ τὸν πῆχυν μέρος τῆς χειρός, τὴν κατ’ αὐτοῦ ἀπόφασιν ὑπογράφον.

Ὥσπερ γὰρ οἱ ζωγράφοι (ἵνα καὶ ἀπὸ τῆς ἐκείνων τόλμης τὴν ἀπόδειξιν ποιήσωμαι), σώματα ποιοῦντες τὰ ἀσώματα, χεῖρα γράφειν ἐπιχειροῦσι μόνην στέφουσαν τῶν τῆς γῆς βασιλευόντων τὰς κορυφάς, ἵνα δείξωσιν οὐρανόθεν αὐτοῖς τὴν ἀρχὴν δεδόσθαι· οὕτω κἀκεῖ συγκαταβατικῶς ὤφθη, ἵνα δειχθῇ, ὅτι ὁ τῶν ἁπάντων βασιλεὺς τὴν κατὰ τοῦ τυράννου ἐκφέρει ψῆφον, καὶ τὴν ἀπόφασιν ὑπογράφει.

ΡΞΒʹ. ΜΑΡΤΥΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Κανών ἐστι καὶ εὐσεβείας καὶ δικαιοσύνης, τὸ κρύπτειν μὲν τὰ κατορθώματα, διὰ τὸ τοῦ τέλους ἄδηλον, καὶ διὰ τὸ ἐνοχλεῖν τοῖς ἀκούουσιν· ἐναγώνιον δ’ εἶναι, διά τε τὸ τῆς φύσεως ἐπιῤῥεπὲς πρὸς ἁμαρτίαν, καὶ τῶν ἀκουόντων τὴν περὶ τὰ κακὰ ἑτοιμοτέραν πίστιν τε καὶ συγκατάθεσιν. Ὀλίγοι γὰρ τοῖς καλοῖς, πολλοὶ δὲ τοῖς κακοῖς πιστεύουσιν, οὐ μόνον ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ τὴν περὶ τῶν ἄλλων φέροντες ψῆφον, ἀλλὰ καὶ τὰς σφῶν ἁμαρτίας διὰ τῆς τῶν ἅλλων κατηγορίας περιστέλλειν οἰόμενοι.

ΡΞΓʹ. Τῼ ΑΥΤῼ. Εὐσεβείας, ὦ ἐλλογιμώτατε, διττὸς ὁ τρόπος. Ὁ μὲν ἁγιώτατος καὶ θειότατος ἐν ψυχῇ. Ἱερεῖον γὰρ τοῦτο κάλλιστον, καὶ Θεῷ προσφιλέστατον, τὸ τὴν γνώμην ἔχειν εὐαγῆ, καὶ τὴν θείαν παρουσίαν φαντάζεσθαι, ἱδρυμένην τε καὶ βεβαίαν ἔχειν ἐν τοῖς τῆς ψυχῆς τεμένεσιν. Ὁ δὲ δεύτερος ἐν τῇ ἁγνείᾳ τοῦ σώματος. Ὁ γὰρ τούτων τῶν δύο τρόπων χηρεύων, οὐδὲ εἰ τὰ γῆς τε καὶ θαλάττης τημαλφέστατα προσάγοι κειμήλια, οὔτε εἰ πάντα τὰ ἱερουργεῖσθαι πρώην νενομοθετημένα ζῶα καταβάλλοι, χαριεῖται Θεῷ.

ΡΞΔʹ. ΘΕΟΔΩΡῼ ΣΧΟΛΑΣΤΙΚῼ. Θεσμός ἐστιν ἄνωθεν καλῶς κεκυρωμένος, καὶ νόμος ἄγραφος πρὸς φιλανθρωπίαν βλέπων, τοὺς κρατοῦντας τοῖς ὅπλοις τῶν ἱκετευόντων ἡττᾶσθαι, καὶ τοὺς πολέμῳ νικῶντας παραχωρεῖν τῷ οἴκτῳ.

Σὺ δ’, ὥς φασιν, οὔτε τοὺς ἐμφύτους θεσμούς, οὔτε τοὺς ἀγράφους νόμους αἰδεσθείς, τοὺς περὶ τῶν οἰκετῶν τὴν συνηγορίαν ἀναδεξαμένους ἠτίμασας. Ἴσθι τοίνυν ὅτι εἰκός σε εἰς τοῦτο περιστῆναι τὸ σχῆμα, ὃ ἄλλους θεασάμενος ἔχοντας, οὐκ ἔπαθές τι ἀνθρώπινον, ἀλλ’ ἀμείλικτος ὀφθείς, καὶ τὴν φύσιν αὐτὴν καὶ τὸν ἔλεον ὕβρισας.

ΡΞΕʹ. ΠΑΥΛῼ ΥΠΟΔΙΑΚΟΝῼ. Εἰς τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· «Κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν.» Ὁ διάπυρος τοῦ λόγου ἐραστής, Παῦλος, φημί, ὁ ἀπόστολος, οὐ μόνον καθ’ ἑαυτοῦ καὶ τῶν ἄλλων ἀποστόλων φέρει τὴν ψῆφον, εἰ τολμήσειαν καινοτομίαν τινὰ τῷ κηρύγματι ἐπινοῆσαι, ἀλλὰ καὶ κατ’ ἀγγέλων· καὶ οὐχ ἀπλῶς ἀγγέλων, ἀλλὰ τῶν ἐξ οὐρανοῦ· οὐκ ἐκείνους, ὡς ἐνόμισας, ὑβρίσαι προῃρημένος, τοὺς μήτε τετολμηκότας πώποτε, μήτε τολμῶντας, μήτε τολμήσοντας τοῦτο δρᾶσαι, ἀλλὰ τοῖς ἀλιτηρίοις δαίμοσιν ἀποκλείων τὴν ὁδὸν τῆς ἀξιοπιστίας, μήποτε πρόφασιν λαβόντες ὡς ἄγγελοι ἀνατρέψωσι τὸ κήρυγμα. Τί γάρ φησι; «Κἂν ἡμεῖς ἢ ἅγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.» Οὕτω γοῦν καὶ οἱ ἄγγελοι ἔχαιρον τῇ ἀσφαλείᾳ τοῦ κηρύγματος, ὅτι καὶ ὁ ἀποσταλεὶς πρὸς Κορνήλιον, ἐμήνυσε τὸν διδάσκαλον, οὐχ ἑαυτῷ τὸ πρᾶγμα ἐπέτρεψεν.

ΡΞϛʹ. ΑΡΧΟΝΤΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τὸ γεγραμμένον, «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ». Ἥξειν, ὦ βέλτιστε, ὁ Χριστὸς ἐν τῇ πατρῴᾳ δόξῃ ἐπηγγείλατο, τὰ τῶν αἱρετικῶν ἐμφράττων στόματα, καὶ τὴν λύτταν αὐτῶν σβεννύς. Οὐδὲ γὰρ εἶπεν, Ἐν δόξῃ τοιαύτῃ. οἵᾳ καὶ ὁ Πατὴρ (ἵνα μὴ πάλιν παραλλαγήν τινά τις ὑποπτεύσῃ), ἀλλὰ τὸ ἀπηκριβωμένον περιστάς, ἐν αὐτῇ φησιν ἐκείνῃ ἥξειν, ὡς ἀναγκαίως μίαν εἶναι αὐτὴν νομίζεσθαι καὶ τὴν αὐτήν. Ὧν δὲ μία δόξα, πολλῷ μᾶλλον καὶ ἡ οὐσία.

Εἰ δέ τις ἀπιστεῖ, βασανιζέτω τὸ λεχθησόμενον. Εἰ γὰρ ἔνθα οὐκ οὐσία μία, διαφορὰ δόξης εὑρίσκεται (ἄλλη γὰρ δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ)· πῶς ἂν ὧν ἡ δόξα μία, διενεχθεῖεν ἐν τῇ οὐσίᾳ;

ΡΞΖʹ. ΜΑΡΩΝΙ. Ἕκαστον μὲν σχεδὸν τῶν ἄλλων παθῶν καὶ ἀκμὴν ἔχει, καὶ παρακμὴν οἶδε, καὶ κόρον ἐπίσταται, καὶ εἰς τελευτὴν ἐπείγεται. Ὁ δὲ δεινὸς τῆς φιλοχρηματίας ἔρως, μήτ’ ἔμφυτος ὤν, ἀλλ’ ἔξωθέν ποθεν ἐπικωμάσας, παρακμὴν οὐκ οἶδε, κόρον ὑβρίζει, εὐφροσύνην οὐκ ἐπίσταται, τελευτῆς οὐκ ἀνέχεται· ἀεὶ δ’ ἀκμάζων, μᾶλλον δὲ τὴν ἀκμὴν ἐπιτείνων, νεανικώτερος ἑαυτοῦ καὶ τυραννικώτερος εἶναι βιάζεται. Οὐ γὰρ πρὸς τὰ ἄλλα πάθη τὴν ἄμιλλαν ποιεῖται μόνον, ἀλλὰ καὶ πρὸς ἑαυτόν, καὶ ἑαυτὸν νικῆσαι φιλονεικῶν. Θᾶττον γὰρ ἄν τις τὰ ἀνέφικτα καταλήψεται, ἢ ἐκεῖνος κόρον λήψεται. Τὴν γὰρ προσθήκην μείωσιν, οὐκ οἷδ’ ὅπως, καὶ ἐλάττωσιν εἶναι ἡγούμενος, πλέον ἀνακαίει τὸ πῦρ, ὅπερ καὶ τῆς σῆς τινές φασι γεγεῦσθαι ψυχῆς. Σβέσον τοίνυν ᾗ τάχος τοῦτο. Εἰ δὲ μή, κἀνταῦθα ἀβίωτον βιώσεις βίον, κἀκεῖσε πικρὰς ὑφέξεις εὐθύνας.

ΡΞΗʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Ὁ τὸ πρέπον, ὦ σοφώτατε, μὴ προδιδούς, οὐδεπώποτε ὑπὸ τῆς θείας συμμαχίας προδοθήσεται.

ΡΞΘʹ, —ΑΘΑΝΑΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰ καὶ πατρίδος τις εἴη τῆς βασιλικωτάτης, καὶ γένους τοῦ περιφανεστάτου, καὶ πλούτῳ παντοίῳ κομῴη, εὐγλωττίας τ’ εἰς ἄκρον ἀφίκοιτο, καὶ πάντα τὰ τῶν ἀρχαίων ἐπὶ στόματος φέροι, ῥώμῃ τε καὶ κάλλει, δόξῃ τε καὶ ἀρχῇ ἐναβρύνοιτο, βασιλείας τε αὐτῆς ἀξιωθείη, καὶ τὸν στέφανον καὶ τὴν ἀλουργίδα περικέηται, ἀρετὴν δὲ μὴ ἔχοι, τοῦτον ἔγωγε ἐν τοῖς ἀνδραποδωδεστάτοις κατατάξαιμι.

Εἰ δέ τις δικαιοσύνῃ, καὶ σωφροσύνῃ, ἀνδρείᾳ τε καὶ φρονήσει σοφὸς εἴη, τοῦτον ἐν τοῖς βασιλικωτάτοις καταριθμήσαιμι. Εἰ δὲ τοῦ πάνθ’ ὁμοῦ ἐκεῖνα ἔχοντος ἀμείνων ὁ φιλάρετος, τοῦ μὴ πάντ’ ἔχοντος ὁμοῦ (οὐδὲ γὰρ πάνθ’ οἷόν τε συνελθεῖν), πολλῷ μακαριστότερος ἔσται καὶ εὐκλεέστερος, τῷ ἐκεῖνα μὲν θᾶττον ἀποσβέννυσθαι, τὴν δ’ ἀρετὴν ἀθάνατον εἶναι.

ΡΟʹ. ΠΕΤΡῼ. Εἰς τὸ εἰρημένον, «Τίς ἐστιν ὁ πιστὸς δοῦλος. καὶ φρόνιμος;» Ὅτι μὲν ὁ τὴν εὐκαιρίαν τῶν πραγμάτων προδιδούς, τῆς τῶν καλῶν διαμάρτοι θήρας, δῆλον. Ὅτι δὲ καὶ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, ὁ Ἐκκλησιαστὴς ἐδίδαξεν. Εἰ τοίνυν ταῦθ’ οὔτως ἔχει, τί ξενίζῃ, εἰ ὁ Σωτὴρ ἔφη περὶ τοῦ φρονίμου καὶ πιστοῦ οἰκονόμου, ὅτι δώσει τὴν τροφὴν ἐν καιρῷ; Τὸ γὰρ ἄκαιρον πανταχοῦ λυπηρόν, καὶ ἡ εὐεργεσία καιροῦ ἀμοιρήσασα, καὶ τὸ ὄνομα ἀπόλλυσιν. Οἷον, ὁ αὐτὸς ἄρτος πεινῶντι μὲν ἠδὺς καὶ ἐράσμιος, κορεσθέντι δὲ οὐ πάνυ· καὶ τὸ αὐτὸ ποτήριον, διψῶντι μὲν προσηνέστατον, μεθύοντι δὲ ἀηδέστατον.

Τίς οὖν ἡ αἰτία, ἡ τὰ αὐτὰ μὴ τῶν αὐτῶν τυγχάνειν παρασκευάζουσα; Ἡ εὐκαιρία δηλονότι, ἡ καὶ τὸ διδόμενον μεῖζον καὶ ἐρασμιώτερον δημιουργοῦσα. Χρὴ οὖν μὴ μόνον διδόναι (μικρὸν γὰρ ἵσως τοῦτο), ἀλλὰ καὶ καιρίως. Τοῦτο γάρ, κἂν μικρὸν ᾖ τὸ δοθέν, μεῖζον ποιήσει· κἂν μέγα, μέγιστον παρασκευάσει. Διὰ τοῦτο καὶ ὁ Μελῳδὸς τὰς θείας εὐεργεσίας ἀνακηρύττων, καὶ τοῦτο προσέθηκε, «Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον.» Οὐ γὰρ τρέφει μόνον, ἀλλὰ καὶ εὐκαίρως. Τοῦτο γὰρ μάλιστά ἐστι τὸ πάντα τρέφον, τὸ καιρίως δίδοσθαι. Καὶ εἰ βούλει γε καὶ ἐπὶ τῶν καρπῶν, τῶν ἀπὸ γῆς τικτομένων, τοῦτο γινόμενον ἰδεῖν· θέα ὅτι οὐκ ἐν ἑνὶ καιρῷ σῖτος, καὶ οἶνος, καὶ ἔλαιον, καὶ ἀκροδρύων γένη, καὶ ἀνθῶν ποικιλίαι· ἀλλὰ προηγοῦνται μὲν οἱ λειμῶνες, ἔπεται δὲ τὰ λήϊα, διαδέχεται δὲ ἄμπελος, παραπέμπει δὲ ἐπὶ τὴν ἐλαίαν τὸν γηπόνον ὁ βότρυς· ὥσπερ χορείαν τινὰ ἀρίστην τῶν ὡρῶν χορευουσῶν, καὶ τῷ μήκει τοῦ χρόνου τὸν γεωργὸν ἀναπαυουσῶν. Εἰ γὰρ πάνθ’ ὀμοῦ εἰς τὴν οἰκείαν ἤρχετο ἀκμήν, ἐστενοχωρήθη ἂν ἡ τοῦ γεωργοῦ τέχνη ὑπὸ τῆς τοῦ χρόνου βραχύτητος, καὶ πάντα ἂν ἀπολώλει καὶ διεφθάρη, οὐκ ἀρκοῦντος αὐτοῦ ὑφ’ ἓν ἄπαντα συγκομίσαι.

ΡΟΑʹ. ΑΡΣΕΝΟΥΦΙῼ ΑΝΑΓΝΩΣΤῌ. Χρὴ μὲν καὶ ψάλλειν μετὰ συνέσεως, καὶ εὔχεσθαι μετὰ νήψεως· μὴ ἐκεῖνα δὲ αἰτεῖν ἃ ἡμῖν καλὰ δοκεῖ εἶναι, ἀλλ’ ἅπερ ἂν αὐτὸς ὁ διδοὺς εἰδείη χρήσιμα εἶναι καὶ συμφέροντα. Πολλοὶ γὰρ πλούτου μὲν ἕνεκα βιωτὸν ἐσχήκασι τὸν βίον, καὶ τέλος ἐπιβουλευθέντες, καὶ τῆς παρούσης, καὶ τῆς μελλούσης ζωῆς ἐξέπεσον· ἀρχὴν δὲ μνηστευσάμενοι τὴν ὠδίνουσαν κλοπῶν (οὐ γὰρ ἂν φαίην κερδῶν) ἀφορμάς, καὶ ὧν εἶχον ἀπεστερήθησαν· εὐπρόσωπον δὲ γυναῖκα σπουδάσαντες ἀγαγέσθαι, ὡς διὰ τοῦτ’ εὐφρανθησόμενοι, διὰ τοῦτο μάλιστα καὶ κινδύνοις καὶ πολέμοις περιέπεσον· ῥώμης δὲ καὶ εὐεξίας εἰς ἄκρον ἐλθεῖν σπουδάσαντες, μετὰ [τοῦ] θηριώδη βίον βιῶσαι, καὶ τὴν τῆς ψυχῆς ἀγνοῆσαι εὐγένειαν (τῷ ἐπισκοτῶσαι αὐτοῖς τὰς ἀρίστας ἐνεργείας), τέλος καὶ θηρῶν βρῶμα γεγόνασιν, ἀκλεὲς καὶ ἐπάρατον ὑπομείναντες πέρας. Πάντ’ οὖν ταῦτα ἀφέντες, ἐκεῖνα αἰτῶμεν παρὰ τοῦ Θεοῦ, ἅπερ ἂν αὐτὸς εἰδείη χρήσιμα εἶναι.

ΡΟΒʹ. Τῼ ΑΥΤῼ. Καλὸς ὁ πλοῦτος τῷ εὖ χρῆσθαι καὶ διοικεῖν δυναμένῳ. Καλὴ ἡ πενία τῷ γενναίως φέρειν ἐπισταμένῳ. Καλὴ καὶ ἡ δόξα τῷ εἰς προστασίαν τῶν καταπονουμένων αὐτῇ χρωμένῳ. Καλὴ καὶ ἡ ἀδοξία τῷ φιλοσοφεῖν ᾐρημένῳ. Καλὴ καὶ ἡ ἀρχὴ τῷ κατὰ τὸ δίκαιον ἄρχοντι, καὶ μηδὲν ἐκ τῆς ἀρχῆς εἰς τὸ τοὺς ὑποδεεστέρους ἀδικεῖν προσλαμβάνοντι. Καλὴ καὶ ἡ ῥώμη τῷ εἰς ἀντίληψιν τῶν ἀσθενεστέρων αὐτὴν δαπανῶντι. Μὴ τὰ πράγματα τοιγαροῦν αἰτιώμεθα, ὄργανα ἀρετῆς καὶ κακίας δυνάμενα εἶναι, ἀλλὰ τὴν ἑαυτῶν προαίρεσιν, τὴν δι’ ὑπερβάλλουσαν ῥᾳθυμίαν, καὶ τῶν ὅπλων τὸ κάλλος ἐξυβρίζουσαν.

ΡΟΓʹ. Τῼ ΑΥΤῼ. Τοῦ χρόνου τὸ μὲν ἀπέπτη, τὸ δὲ παρεῖναι δοκοῦν λανθάνει, τὸ δὲ μέλλον ἔτι προσδοκώμενον παρέρχεται. Καθάπερ γὰρ ὕδατος σφοδρὰ ῥύμη τὴν ἀκριβῆ αἴσθησιν ἑαυτῆς οὐ συγχωρεῖ διαγνωσθῆναι (προαιρεῖται γὰρ τῇ ὀξύτητι τὴν κατανόησιν), οὔτω, τάχα δὲ πλέον, ἡ τοῦ χρόνου ὁρμὴ εἰς τέλος ἐπειγομένη, ῥᾳδίως μὲν διεξέρχεται, τοῖς δ’ ἀνθρώποις τρανὸν οὐδὲν οὐδὲ πάγιον δείξασα, ὥσπερ ὀνείρων σκιὰς καταλιμπάνει.

ΡΟΔʹ. ΕΥΤΟΝΙῼ. ΔΙΑΚΟΝῼ. Ἔχε, ὦ σοφέ, τὴν γνώμην εὐγνώμονα, καὶ τὴν ψυχὴν ἐῤῥωμένην· καὶ πάντα τὰ συμπίπτοντα, εἰς τὴν σὴν εὐδοκίμησιν, καὶ τὴν τῶν ἐχθρῶν αἰσχύνην περιτραπήσεται. Εἰ δ’ ὀλιγωρήσειας, διαφθερεῖς μὲν τὸ σαυτοῦ κλέος, πανήγυριν δὲ τοῖς ἐναντίοις, καὶ λύπην τοῖς ἐπιτηδείοις προξενήσεις.

ΡΟΕʹ. ΔΩΡΟΘΕῼ ΛΑΜΠΡΟΤΑΤῼ. Τῶν ἀνθρώπων οἱ μὲν διὰ βραδυτῆτα νοῦ οὐκ ἐφικνοῦνται τοῦ δικαίου· οἱ δὲ δι’ ὀξύτητα μὲν ἐφικνοῦνται, διὰ δὲ φιλοχρηματίαν καπηλεύουσι, χρυσῷ προπίνοντες τὴν ψῆφον, καὶ τὸν τῆς δικαιοσύνης ζυγὸν λήμματι παρασαλεύοντες. Εἰσὶ δὲ οἱ καὶ αἰδοῖ καὶ κολακείᾳ καὶ φόβῳ διαφθείροντες τοῦτον. Χρὴ τοιγαροῦν τὸν κριτὴν καὶ συνετὸν εἶναι καὶ ἀδέκαστον, καὶ χρημάτων καὶ αἰδοῦς καὶ κολακείας καὶ φόβου κρείττονα. Εἰ γὰρ ὁποτέρῳ τῶν παθῶν τούτων χειρωθείη, τὸ πᾶν διαφθερεῖ. Εἰ τοίνυν τὸ μὲν εὐρεῖν τὸ δίκαιον, ἔργον, τὸ δὲ μὴ διαφθεῖραι εὑρόντα, ἐργωδέστερον, οὐ χρὴ ἐπιῤῥίπτειν τινὰ ἑαυτὸν τῷ κρίνειν. Εἰ δὲ Ζώσιμος, ὡς γέγραφας, καὶ βραδὺς ὤν, καὶ χρημάτων, εἰ καί τις ἕτερος, ἐραστής, ἑαυτὸν ἐπιῤῥίπτει εἰς τὸ τοῖς ἀμφισβητοῦσι δικάζειν (καίτοι ἐπὶ τῷ πεπρακέναι τὸ δίκαιον φωραθείς, καὶ παρ’ αὐτῶν τῶν ἀμφισβητούντων καταγνωσθείς, καὶ παρὰ πάντων πολλάκις καταβοηθείς), μὴ θαυμάσῃς.

Εἰ μὲν γὰρ τῶν ἄλλων παθῶν κεκρατηκώς, τούτῳ ἥττητο, τάχα ἄν τις εἰκότως ἐθαύμασεν. Εἰ δέ, ὡς φής, πᾶσιν τοῖς αἰσχίστοις πάθεσι κατακράτος ἠττηθείς, καὶ τούτῳ ἑάλω, οὐ χρὴ θαυμάζειν.

ΡΟϛʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Εἰς τὸ γεγραμμένον, «Μὴ οὐκ ἔχομεν ἐξουσίαν, ἀδελφὴν γυναῖκα περιάγειν;» Ἕκαστος μὲν τῶν ἀποστόλων, ὡς ἔπος εἰπεῖν, μίαν ἀπολαβὼν χώραν, ταύτην ἐῤῥύθμισεν. Ὁ δὲ Παῦλος ὥσπερ ὑπόπτερος γεωργός, πᾶσαν σχεδὸν ἐπέδραμε τὴν οἰκουμένην, καὶ εἰς αὐτὰς ἐφοίτησε τῆς γῆς τὰς ἐσχατιάς, καὶ τοὺς ἀκηκοότας ῥυθμίζων, καὶ τοῖς ἀνηκόοις ἐνσπείρων τὸ θεῖον κήρυγμα.

Διὸ ἐκείνοις μὲν καὶ γυναῖκες ἠκολούθουν, οὐ παιδοποιίας, οὐδὲ συμβιώσεως ἕνεκεν, ἀλλ’ ἐκ τῶν οἰκείων χορηγοῦσαι καὶ τρέφουσαι τοὺς τῆς ἀκτημοσύνης κήρυκας. Τούτῳ δὲ ἀκολουθῆσαι, οὔτ’ ἐπετράπησαν, οὔτε ἠδυνήθησαν, εἰς αὐτά, ὡς ἔφην, τρέχοντι τῆς γῆς τὰ πέρατα. Καὶ τί θαυμαστόν, εἰ τὸ γυναικεῖον ἀπελείφθη γένος, ὁπότε καὶ Βαρνάβας, ὁ τῆς ξυνωρίδος κοινωνός, ὀκλάσας πρὸς τὸν ἀπέραντον ἐκεῖνον δρόμον τε καὶ πόνον, παρεχώρησε τῷ Παύλῳ τὰ πρωτεῖα; Ὅτε γοῦν αὐτῷ συνετέτακτο, ταῦτ’ ἔγραφεν ὁ Παῦλος, «Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; Ἣ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν μὴ ἐργάζεσθαι;» Οὐχ ὅτι γυναιξὶ συνῴκουν οἱ τῆς παρθενίας σύμβουλοι, καὶ τῆς σωφροσύνης κήρυκες, καὶ τῶν παρθένων ῥυθμίζοντες τοὺς χορούς. Τίς γὰρ ἂν αὐτῶν ἠνέσχετο περὶ παρθενίας συμβουλευόντων, εἴγε αὐτοὶ ἡδοναῖς ἐγκαλινδούμενοι ἡλίσκοντο;

Οὐ τοίνυν τοῦτό φησιν (ἧ γὰρ ἂν εἶπε γαμετὴν γυναῖκα, ὡς οἱ συμβολαιογράφοι ἐν τοῖς προικῴοις γράφουσι, τρέφειν τε καὶ ἀμφιάζειν, ὡς προσήκει γυναικὶ γαμετῇ κατὰ δύναμιν· τὴν μὲν γυναῖκα τάττοντες διὰ τὴν φύσιν, τὴν δὲ γαμετὴν διὰ τὴν συμβίωσιν)· ἀλλ’ ἐπειδὴ ἠκολούθουν αὐτοῖς, ἐκ τῶν ὑπαρχόντων αὐταῖς τρέφουσαι τοὺς τῆς ἀκτημοσύνης ὑφηγητάς, ἀδελφὴν μὲν εἶπεν, ἵνα τὴν ἁγνείαν ἐμφανίσῃ, γυναῖκα δέ, ἵνα τὴν φύσιν δηλώσῃ. Γονὴ γὰρ καὶ ἡ παρθένος καλεῖται, κἂν ἀνέπαφος ᾖ· γυνὴ διὰ τὸ εἶδος, κἂν ἀκέραιος ᾖ· γυνὴ διὰ τὴν φύσιν, κἂν ἀῤῥενικῆς ὁμιλίας ἀμύητος τυγχάνῃ. Ὅτι δὲ τοῦτο οὐκ ἀπὸ σκοποῦ τυγχάνει, περὶ τοῦ κατὰ σάρκα τετέχθαι τὸν Σωτῆρα ὑπὸ τῆς ἁγίας Παρθένου Μαρίας λέγων αὐτὸς οὗτος ὁ Παῦλος, οὖ τὴν λέξιν παρερμηνεύειν τινὲς κακούργως τολμῶσιν, ἔφη, «Γενόμενον ἐκ γυναικός.» Τί ποιεῖς, ὦ Παῦλε; τὴν Παρθένον γυναῖκα καλεῖς; Ναί, φησί, γυναῖκα καλῶ διὰ τὴν φύσιν, παρθένον δὲ ἔχω τῇ γνώμῃ.

Γυνὴ γὰρ ἡ παρθένος, κἂν ἀνέπαφος ᾖ. Γυνὴ διὰ τὸ σχῆμα καὶ τὴν πλάσιν· παρθένος διὰ τὸ ἀκέραιον καὶ τὸ καθαρόν.

ΡΟΖʹ. ΠΕΤΡῼ ΑΝΑΓΝΩΣΤῌ. Εἰ καὶ τὸ ἰατρεῖον, ὦ βέλτιστε, κοινόν, καὶ τὰ βοηθήματα πᾶσι πρόκειται, διὰ τοῦθ’ ἡ θεραπεία οὐκ ἔστι κοινή, ἐπειδὴ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται. Ὁ μὲν γὰρ μεταχειρισάμενος τὸ βοήθημα, καὶ ἐπιθεὶς τῷ τραύματι, ἀπώνατο τῆς ἰατρείας. Ὁ δ’ ἀμελήσας, μεῖζον καὶ ἀργαλεώτερον εἰργάσατο τὸ νόσημα, καὶ εἰς τὴν ἐλεεινοτάτην κατέστρεψε τελευτήν. Μὴ τοίνυν ἀλγῶμεν θεραπευόμενοι, ἀλλὰ φέρωμεν τὰς πικρὰς τῆς τοιαύτης ἰατρείας μεθόδους. Ἥδιστον μὲν γὰρ ὕστερον ἀποτίκτει τὸν καρπόν. Ἀνάγκη γὰρ τὰ διὰ ῥᾳθυμίαν πταισθέντα πόνοις ἀφανίσαι, καὶ τὰς ἥττας κινδύνοις πολλοῖς ἀναμαχέσασθαι.

ΡΟΗʹ. ΘΩΜᾼ ΜΟΝΑΖΟΝΤΙ. Ἐχρῆν μὲν τὴν σὴν ὁσιότητα, ὦ μισοπονηρίας ἱερὸν τέμενος, σιωπῇ παραδοῦναι τὰ λήθης ἄξια καὶ βαθείας σιγῆς. Ἐπειδὴ δὲ τὴν τοῦ κατὰ ἀντίφρασιν Εὐσεβίου καλουμένου ἀσέβειαν δεινῶς ἐξετραγῴδησας, ὅτι δὴ Χαιρήμονα, τὸν παρὰ τοῦ ἀοιδίμου Ἀμμωνίου τοῦ ὄντως ἐπισκόπου ἐπὶ τέτρασι μεγίστοις ἐγκλήμασι καθαιρεθέντα, καὶ ὡς ἀναγνώστην ἐδέξατο, καὶ διάκονον, οὐκ οἶδ’ ὅπως, ἐχειροτόνησε, τὸν καὶ κατὰ τοὺς ἔξωθεν νόμους δοῦναι δίκην δίκαιον ὄντα, τοῦτον εἰς τὴν τῶν ἱερῶν μυστηρίων ὑπηρεσίαν ἀδεῶς χωρῆσαι παρασκευάσας· διὰ τοῦτο οὐδὲ μέμψασθαι, καίτοι βουλόμενος, δίκαιον ᾠήθην. Εἰ γὰρ καί, ὡς ἔφης, ἕκαστον τῶν ἐγκλημάτων οὕτω μέγιστον ἦν, ὡς μὴ μόνον καθαιρέσεως ἄξιον εἶναι τὸν δράσαντα, ἀλλὰ καὶ τὴν διὰ ξίφους ὑπομεῖναι τιμωρίαν· ἀλλ’ οὖν γε ἄῤῥητον ὂν ἄμεινον ἂν ἦν. Ῥηθῆναι γὰρ ὀφείλει, ὅσα ἀξιάκουστα, καὶ εἰς δικαιοσύνην καὶ σωφροσύνην τοὺς ἀκροωμένους ἀλείφει.

ΡΟΘʹ. ΠΟΙΜΕΝΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Εἰς τὴν τῆς ταπεινοφροσύνης κορυφὴν ἀναβησόμεθα (οὐ γὰρ ἂν κατάβασιν, ἀλλ’ ἀνάβασιν ταύτην ἔγωγε ὁρισαίμην), εἰ τὸν ὀλέθριον τῆς ὑπερηφανίας ὄγκον, καὶ τὴν εἰς ᾄδου καταβιβάζουσαν τῆς ἀλαζονείας φλεγμονὴν σβέσοιμεν, καὶ διὰ πάντων ἀσκοῖμεν τὸ μέτριον, καὶ μηδὲν παρίδωμεν, ὡς οὐ παρὰ τοῦτο βλαβησόμενοι. Τοῖς γὰρ πραττομένοις ἀκολουθεῖν εἴωθεν ἡ ψυχή, καὶ πρὸς ἂ ἐπιτηδεύει, τυποῦσθαί τε καὶ σχηματίζεσθαι πέφυκεν. Οὐκοῦν ἔστω ἡμῖν καὶ σχῆμα σεμνόν, καὶ βλέμμα ἥμερον, καὶ ὀφρὺς κατεσταλμένη, καὶ βάδισμα μὴ σεσοβημένον, καὶ ἱμάτιον χρειῶδες, καὶ καθέδρα ταπεινή, καὶ τροφὴ λιτή, καὶ στρωμνὴ μὴ τῆς χρείας κρείττων, καὶ ἔπιπλα πρὸς εὐτέλειαν ἠσκημένα, καὶ οἶκος πρέπων Χριστιανοῖς, καὶ μὴν καὶ λόγος καὶ φωνή, καὶ ἡ πρὸς τοὺς πέλας ἔντευξις πρὸς μετριότητα μᾶλλον, ἢ πρὸς φλεγμονὴν βλεπέτω. Οὕτω γὰρ διὰ πάντων ἀσκοῦντες τὸ μέτριον εἰς τὴν οὐράνιον κορυφὴν ἀναβησόμεθα.

ΡΠʹ. ΑΛΥΠΙῼ. Εἰς τὸ εἰρημένον, «Τοῦ ἀναγγεῖλαι τῷ Ἀβραάμ, ὅτι ἡ Σάῤῥα θηλάζει». Ἐπειδὴ ἔφης, Δι’ ἢν αἰτίαν ἡ Σάῤῥα ὀψίγονος γεγενημένη, καὶ παρόντος τοῦ Ἀβραὰμ τεκοῦσα, ἔφη· «Τίς ἀγγελεῖ Ἀβραάμ, ὅτι Σάῤῥα θηλάζει παιδίον;» ἐχρῆν γὰρ εἰπεῖν, ὅτι τέτοκε; φημί, ὅτι τὸ μέν, «Τίς ἀναγγελεῖ Ἀβραὰμ,» τοιοῦτόν ἐστιν· Ὦ Ἀβραάμ, τίς ἀναγγελεῖ εἰς τὴν Περσίδα ὅτι Σάῤῥα ἡ στεῖρα καὶ γραῦς θηλάζει; Οὐ γὰρ κεῖται, Τίς ἀναγγελεῖ τῷ Ἀβραάμ, ἀλλά, Ἀβραάμ. Εἰ δὲ βίαιόν τις ἡγεῖται, ἴσως ὁμωνύμῳ τινὶ τοῦ Ἀβραάμ. Διὸ οὐδὲ τὸ ἄρθρον προσέθηκεν. Εἰ δὲ καὶ τότε ἀπὼν ἦν ὁ πατριάρχης, οὐκ ἔχω λέγειν. Ἐκεῖνο δὲ μᾶλλον εἴποιμι, ὅτι εἰ περὶ αὐτοῦ νομίζουσί τινες εἰρῆσθαι, καὶ περὶ παρόντων λέγεται, ὡς καὶ τό· Τίς ἀναγγελεῖ τῷ Κυρίῳ μου; Αὐτὸς Κύριος, αὐτὸς εἰσακούσει.

Τὸ γὰρ φάναι· Τίς ἑρμηνεύσει τῷ τελείῳ τὴν τοῦ ἀτελοῦς γαλακτοτροφίαν; πλέον τοῦ πιθανοῦ τὸ περίεργον ἔχει. Καὶ περὶ μὲν τούτων ἅλις. Διὰ τοῦτο δ’ οὐκ εἶπε, τέτοκεν, ἵνα μὴ ὑποβολιμαῖον εἶναι νομισθῇ, ἀλλά, θηλάζει, Αἱ γὰρ γάλακτος πηγαὶ τὸν τόκον ἐγγυῶνται. Τοῦ γὰρ γνησίου τόκου ἡ τοῦ γάλακτος ἐπιῤῥοὴ ἀπόδειξις ἐναργεστάτη.

ΡΠΑʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Τοὺς φιλοσοφεῖν ἐπὶ τῷ ὑβρίζεσθαι μὴ βουλομένους, δύο ταῦτα προτρέψαι ὀφείλει εἰς τὸ φιλοσοφεῖν· τό τε μηδὲν οὕτω λυπεῖν τοὺς ὑβριστάς, ὡς τὴν τῶν ὑβριζομένων ἀνεξικακίαν· τό τε οὕτως ἀμύνασθαι αὐτοὺς μὴ δύνασθαι, ὡς ἀρετὴν ἀσκοῦντας. Εἰ δὲ ἐμοὶ ἀπιστεῖς, ἄκουσον τί τῶν παλαιῶν τις περὶ τούτου ἀπεφήνατο. Ἐρωτηθεὶς γάρ, Πῶς ἂν ἀμυναίμην τὸν ἐχθρόν; ἔφη· «Αὐτὸς καλὸς κἀγαθὸς γινόμενος.» Εἰ τοίνυν ὁ ἀρετὴν καὶ ἀνεξικακίαν ἀσκῶν καιρίας τοῖς ἐχθροῖς δίδωσι πληγάς, δι’ ἣν αἰτίαν μὴ ταῦτα τὰ ἀμυντήρια περὶ πολλοῦ ποιούμεθα; Εἰ δέ τις καὶ συγγνώμην τοῖς ὑπὸ φθόνου βαλλομένοις νέμοι, καὶ εὔξοιτο αὐτοὺς ἀνενεγκεῖν ἐκ τῆς τοιαύτης μανίας, καὶ μὴ μόνον ἀμύνασθαι μὴ ἐθέλοι, ἀλλὰ καὶ συμπάσχοι τοῖς ὑπὸ τῆς κακίας χειρωθεῖσιν, οὖτος τῷ ὄντι ἐστὶν ὁ εἰλικρινῶς φιλοσοφῆσαι ἐπιστάμενος.

ΡΠΒʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Πῶς ἡ θεία δύναμις ἐν ἀσθενείᾳ τελειοῦται. Ὅπως ἡ δύναμις ἐν ἀσθενείᾳ ἐτελειοῦτο, συντόμως φράσω· ἐπειδὴ γὰρ μαστιζόμενοι οἱ ἀπόστολοι τῶν μαστιζόντων περιεγίνοντο, καὶ ἐλαυνόμενοι τῶν διωκόντων ἐκράτουν, καὶ ἀποθνήσκοντες τοὺς ζῶντας ἐτρέποντο, διὰ τοῦτο τοῦτ’ ἔφη. Καινὸς γὰρ ἦν τῆς νίκης ὁ τρόπος, τὸ διὰ τῶν ἐναντίων κεκρατηκέναι, καὶ ἡττᾶσθαι μὲν μηδεπώποτε· ὡς δ’ αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως ἐπὶ τοὺς ἀγῶνας ὡρμηκέναι [τούτους]. Καὶ ἵνα τοῦτο μάθῃς σαφέστερον, θέα τοὺς ἀλιτηρίους Ἰουδαίους, ὥσπερ ἐν δικτύοις αὐτοὺς ἔχοντας, καὶ διαποροῦντας, καὶ φράζοντας. «Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις;» Τὸ γὰρ δὴ θαυμαστὸν καὶ παράδοξον, καὶ πᾶσαν ἔκπληξιν ὑπερβαῖνον, τοῦτο ἦν, ὅτι ἔχοντες αὐτούς, καὶ δεσμοῦντες, καὶ τύπτοντες ἐν ἀμηχανίᾳ ἦσαν, καὶ ἡττημένων ἀφίεσαν φωνάς, διὰ τούτων ἡττώμενοι, δι’ ὧν ἐδόκουν κρατεῖν. Ἅπερ γὰρ εἰς ἀδοξίαν αὐτῶν ἐμηχανῶντο, ταῦτα ὑπὲρ τῆς εὐκλείας αὐτῶν ἐθεῶντο γινόμενα. Ὄντως οὖν ἡ δύναμις τοῦ Θεοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀποστόλων πλέον διέλαμπεν. Οὐ γὰρ πράγματα ὑπομένοντες, καὶ ἀντιστρατευόμενοι, οὐδ’ ὅπλα χαλκεύοντες, καὶ στρατιώτας συλλέγοντες, ἀλλὰ τὴν γνώμην παρασκευάζοντες εἰς τὸ κακῶς παθεῖν μόνον, οὔτω τὰ τρόπαια πανταχοῦ ἤγειρον.

ΡΠΓʹ. ΠΑΥΛῼ. Ὅτι τοῦ ἀργεῖν καὶ ῥᾳθυμεῖν ἄμεινον τὸ κἂν τὰ ἑτέροις πονηθέντα ἐπὶ στόματος φέρειν. Ἔοικας, ὤς φασί τινες, ἀλλοτρίοις ἐναγλαΐζεσθαι πόνοις, τοὺς ἑτέρων ἱδρῶτας καρπούμενος. Πλὴν ἀλλ’ ἐκεῖνοι μὲν αἰτιῶνται, ἐγὼ δὲ ἠρέμα ἀποδέχομαι· τοῦ γὰρ ἀργεῖν, καὶ ῥᾳθυμεῖν, καὶ φλυαρεῖν, πολλῷ ἄμεινον τὸ κἂν τὰ τῶν ἄλλων συγγράμματα ἐπὶ στόματος ἔχειν.

ΡΠΔʹ. ΕΥΛΟΓΙῼ. Εἰς τὸ γεγραμμένον, «Τίς ἐστιν υἱός, ὂν οὐ παιδεύει πατήρ;» καὶ ὅτι δραστικώτερα τῶν ἀποφαντικῶν τὰ κατ’ ἐρώτησιν προσαγόμενα. Ὁ θεσπέσιος Παῦλος τὸ ἀποφαίνεσθαι πολλάκις παρείς, κατ’ ἐρώτησιν προάγει, τὴν ἀπόδειξιν ἡμερωτέραν καὶ δραστικωτέραν ταύτῃ γίνεσθαι οἰόμενος.

Ἔφασκε γὰρ τοῖς ἐν πειρασμοῖς οὖσι καὶ δυσχεραίνουσι· «Τίς γὰρ υἱός, ὂν οὐ παιδεύει πατήρ;» ἵνα ἐμφαντικωτέραν τῇ ἐρωτήσει τὴν ἀπόδειξιν ἀποφαίνῃ. Οὔτω καὶ ἀλλαχοῦ· «Πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι;» τῇ ἐρωτήσει τὴν ἀτοπίαν σαφεστέραν δεῖξαι πειρώμενος.

Ταῖς μὲν γὰρ ἀποφάσεσι πολλοὶ καὶ ἀντιλέγειν τολμῶσι· τὰ δὲ κατὰ ἐπερώτησιν προσαγόμενα, καὶ πείθει καὶ ἐπιστομίζει, καὶ πραότητος δόξαν τῷ λέγοντι περιτίθησι.

ΡΠΕʹ. ΘΕΟΔΟΣΙῼ ΣΧΟΛΑΣΤΙΚῼ. Ἐγὼ τὰ ἐπιτηδεύματα, ὧν οὐκ ἔστι τὸ τέλος βιωφελές, οὐδὲ τέχνας εἶναι ὁρίζομαι, ἀλλὰ ματαιοτεχνίας ἢ κακοτεχνίας. Τεχνικὸν γάρ ἐστι τὸ πρὸς τὸ χρήσιμον καὶ κοινωφελὲς βλέπειν.

ΡΠϛʹ. ΘΕΩΝΙ ΕΠΙΣΚΟΠῼ. Εἰς τὸ εἰρημένον, «Οἱ τὰ ἐπίγεια φρονοῦντες.» Ὁ Ἀπόστολος, ὦ σοφώτατε, τοὺς μὲν τὰ ἐπίγεια φρονοῦντας αἰτιασάμενος, ἔφη· «Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει·» τοῦς μικρὰ καὶ φαῦλα πράσσοντας τοῖς μεγάλα καὶ νεανικὰ ἀντιτάττων. Οἱ μὲν γὰρ εὐτελεῖς εἰσι καὶ ταπεινοί· οἱ δὲ μεγαλοφυεῖς καὶ οὐρανομήκεις. Τοὺς δὲ κατὰ τῶν ἀδελφῶν φρονοῦντας καταστέλλων ἔλεγε· «Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι·» οὐ τὰ ὑπερκόσμια αὐτοὺς φαντάζεσθαι κωλύων, ἀλλὰ τὴν ὑπεροψίαν καὶ τὴν μεγαλαυχίαν ἐκκόπτων. Ἄλλο γὰρ μεγαλοφροσύνη, τουτέστι μεγαλοψυχία, καὶ ἄλλο ὑπερηφανία, τουτέστιν, ἀλαζονεία. Ἡ μὲν γὰρ πάντα δεύτερα ἡγεῖται τὰ συμβαίνοντα τῆς οἰκείας ἀνδρείας· ἡ δὲ πάντας ἀνθρώπους δευτέρους τῆς οἰκείας εὐτελείας. Ἡ μὲν τὰ ὑπερκόσμια φαντάζεται, ἡ δὲ τὰ ἐπίγεια ὀνειροπολεῖ. Ἡ μὲν τὸ θεῖον καὶ ἀοίδιμον κλέος ποθεῖ, ἡ δὲ τῆς σβεννυμένης δόξης ἐρᾷ.

ΡΠΖʹ. Τῼ ΑΥΤῼ. Οὐ ταυτὸν φρόνημα καὶ φρόνησις. Τὸ μὲν γὰρ ἔπαρμα δηλοῖ, ἡ δὲ σύνεσιν· τὸ μὲν ὑπερηφανίαν, ἡ δὲ σωφροσύνην· τὸ μὲν τὸ κατὰ τῶν πέλας ἐπιφύεσθαι, ἡ δὲ τὸ μηδὲν τῶν πρεπόντων παρορᾷν· καὶ τὸ μὲν τοὺς ὑπὸ ἀρετῆς κεκοσμημένους ἀποκοσμεῖ, ἡ δὲ καὶ τοὺς ἥττονας κοσμεῖ. Διὸ καὶ τὸ μὲν μισεῖται, ἡ δὲ θαυμάζεται· τὸ μὲν ἀποκηρύττεται, ἡ δὲ ἀνακηρύττεται. Τὴν φρόνησιν τοίνυν, τουτέστι τὴν σύνεσιν γεωργῶν, τὸ φρόνημα, τουτέστι τὸ κατὰ τῶν πλησίον ἐπιφύεσθαι, αὐτόπρεμνον ἀνασπᾶσαι πειρῶ.

ΡΠΗʹ. Τῼ ΑΥΤῼ. Ἐγὼ μὲν ἀπὸ μεγαλοφυοῦς καὶ οὐρανομήκους ψυχῆς τίκτεσθαι ἡγοῦμαι τὴν ταπεινοφροσύνην, ἀπὸ δὲ εὐτελοῦς καὶ φαυλοτάτης τὴν ὑπερηφανίαν. Καὶ τοῦτ’ ἐγγυῶνται ὅ τε θεοφιλὴς Ἀβραὰμ καὶ ὁ Φαρισαῖος.

Ὁ μὲν γὰρ θείας ἀπολαύων ὁμιλίας, γῆν καὶ σποδὸν ἑαυτὸν ἐκάλει· ὁ δὲ μηδενὸς παρακινοῦντος, ἐπῄρετο καὶ μέγα ἐφρόνει, καὶ τῆς οἰκουμένης ἀπάσης ἑαυτὸν προθεῖναι ἐπεχείρει.

ΡΠΘʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Τὸν μὲν διδάσκειν ἐπιχειροῦντα, πράττειν χρή, καὶ οὕτω φράζειν· τὸν δὲ μὴ πράττοντα, οὐδὲ φράζειν δίκαιον. Ὁ μὲν γὰρ πρότερος εἰς τοὺς κορυφαιοτάτους τετάξεται· ὁ δὲ δεύτερος οὐ μόνον δίκας ἐκεῖ δώσει, ἀλλὰ κἀνταῦθα γέλωτα ὀφλήσει. Κωμῳδίας γὰρ ὑπόθεσις τοῖς ἀκροαταῖς γενήσεται. Χρὴ τοιγαροῦν ἢ πράττοντα λέγειν, ἢ μὴ πράττοντα ἡσυχίαν ἄγειν, καὶ τὴν γλῶτταν ταῖς τῆς εὐγνωμοσύνης ἡνίαις ἄγχειν, ταῖς καὶ μετάγνωσιν ὠδινούσαις.

Ρϟʹ. ΖΗΝΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Τὸ μετὰ φρονήσεως ἠρεμαῖόν τε καὶ γαληνὸν τοῦ τρόπου, βεβηκυίας καὶ σταθερᾶς γνώμης μέγιστόν ἐστι παρ’ ἐμοὶ κριτῇ τεκμήριον.

ΡϟΑʹ. ΠΑΥΛῼ. Κατὰ τῶν λεγόντων, εἶναι γένεσιν, ἤτοι εἰμαρμένην, ἢ τὴν λεγομένην τύχην. Οἱ πάντα ὁμοῦ χρήματα μιγνύντες, καὶ πανοσπρίαν, τὸ τοῦ λόγου, ποιοῦντες, οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὸν νοῦν. Εἰ γὰρ Θεός, οὐ γένεσις. Εἰ δὲ γένεσις, οὔ φημι τὸ ἐναντίον. Τραπείη γὰρ τὸ βλάσφημον εἰς τὰς τῶν τοῦτο παρασκευαζόντων λέγεσθαι κορυφάς. Εἰ δὲ οὐδεὶς τοῦτο φαίη, ἀναμφισβήτητός ἐστι τῆς Ἐκκλησίας ὁ στέφανος· ἤρκει μὲν οὖν αὐτὴ ἡ νίκη, ὡς οἶμαι, εἰ καὶ μόνη ἐτύγχανε. Νυνὶ δὲ καὶ ἄλλαις πολλαῖς ἐπερειδόμεθα. Εἰ γένεσις, οὐ νόμος· εἰ δὲ νόμος, οὐ γένεσις. Εἰ γένεσις, οὐ παραίνεσις· εἰ δὲ παραίνεσις, οὐ γένεσις. Εἰ γένεσις, οὐ κρίσις· εἰ δὲ κρίσις, οὐ γένεσις. Εἰ γένεσις, οὐκ εὐχή· εἰ δὲ εὐχή, οὐ γένεσις. Εἰ γένεσις, οὐ μελέται· εἰ δὲ μελέται, οὐ γένεσις. Εἰ γένεσις, οὐ φιλοσοφία· εἰ δὲ φιλοσοφία, οὐ γένεσις. Εἰ γένεσις, οὐκ ἱατρική· εἰ δὲ ἰατρική, οὐ γένεσις. Εἰ γένεσις, οὐ γεωργία· εἰ δὲ γεωργία, οὐ γένεσις. Καὶ πολλὰ ἔχων εἰπεῖν, νυνὶ παραλείψω· αὗθις δὲ συλλογίσομαι. Εἰ μὲν οὖν ἐνὸς ἦν τοῦ πράγματος πρὸς ἒν ὁ ἀγών, ἴσως ἀμφισβητήσιμος ἂν ἦν ὁ στέφανος. Εἰ δ’ ἑνὸς πρὸς πολλὰ καὶ ποικίλα ἡ μάχη, ἀναμφισβήτητος, ὡς οἶμαι, ἡ νίκη. Κἂν γὰρ ἒν δόξῃ νενικηκέναι, ὑπὸ τῶν ἄλλων ἡττηθήσεται.

Δόξῃ δὲ εἶπον, ἐπειδήπερ οὐ πᾶσι τὸ κρίνειν τὰ πράγματα εἰλικρινῶς πρόσεστιν, ἦ διὰ βραχύτητα γνώμης, ἢ διὰ ῥᾳθυμίαν, ἢ διὰ σκαιότητα τρόπων, ἢ διὰ πρόληψιν, θανάτου γείτονα.

Ἐπεὶ τοῖς γε νοῦν ἔχουσι, καὶ ἀπρόληπτον κεκτημένοις τῶν πραγμάτων τὸ κριτήριον, σαφές ἐστι τὸ ἀληθές.

ΡϟΒʹ. Τῼ ΑΥΤῼ. Ἦ τρυφή, ὦ βέλτιστε, οὐ μόνον ἐξοστρακίζει τὴν πολυήρατον, καὶ ἀρχῆς καὶ πλούτου προτιμοτέραν ὑγείαν (ταύτης γὰρ ἀπούσης, ἐκεῖνα οὐδὲν), ἀλλὰ καὶ ποικίλα καὶ ἀνήκεστα καινουργεῖ νοσήματα. Εἰ τοίνυν μέλει σοι τῆς ὑγείας, μελέτω καὶ τῆς αὐταρκείας.

Τὴν μὲν γὰρ ἔνδειαν μητέρα ὑγείας εἶναι, εἰκότως ἰατρῶν παῖδες ὁρίζονται· ἐγὼ δέ, ἐπειδὴ πρός σέ μοι ὁ λόγος, τὸν καὶ τὸν κόρον τῇ πλησμονῇ ὑβρίζοντα, τὴν αὐτάρκειαν μητέρα σοι γενήσεσθαι τῆς πολυποθήτου ὑγείας εὐαγγελίζομαι.

ΡϟΓʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰ μὲν δυνατὸν σωφρονισθέντας Ζώσιμον, καὶ Μάρωνα, καὶ Εὐστάθιον τοὺς ἐπὶ τοσούτοις καὶ τηλικούτοις κακοῖς ἁλόντας, ἐπανελθεῖν ὅθεν ἐξέπεσον, ἄμεινον. Εἰ δὲ μή, ἔκκοψον, ὥσπερ μέλη ἀνίατα σπεύδοντα βαδίσαι ἐπὶ τὰ καίρια.

ΡϟΔʹ. ΤΑΥΡῼ ΥΠΑΡΧῼ. Κακία μὲν ἡ δυσώνυμος, καὶ δυσκλεής, κρατεῖ, ὅταν τυραννὶς κατέχῃ· ἀρετὴ δὲ νικᾷ, ὅταν βασιλεία διακοσμῇ τὰ πράγματα. Ἦ μὲν γὰρ τυραννὶς πρὸς τὸ οἰκεῖον, ἡ δὲ βασιλεία πρὸς τὸ τῶν ἀρχομένων συμφέρον βλέπει.

ΡϟΕʹ. ΕΡΜΙΝῼ ΚΟΜΗΤΙ. Περὶ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος. Ἐπειδὴ γέγραφέ σου ἡ μεγαλόνοια βουλομένη μαθεῖν δι’ ἢν αἰτίαν τὰ βρέφη ἀναμάρτητα ὄντα βαπτίζεται, ἀναγκαῖον ᾠήθην ἀντεπιστεῖλαι. Τινὲς μὲν οὖν σμικρολογοῦντές φασιν, ὅτι τὸν διὰ τὴν παράβασιν τοῦ Ἀδὰμ διαδοθέντα τῇ φύσει ῥύπον ἀποπλύνονται. Ἐγὼ δὲ καὶ τοῦτο μὲν γίνεσθαι πιστεύω, οὐ μὴν μόνον (οὐδὲν γὰρ ἂν τοσοῦτον ἦν), ἀλλὰ καὶ ἄλλα πολλὰ μακρῷ τὴν ἡμετέραν ὑπερβαίνοντα φύσιν δεδόσθαι χαρίσματα. Οὐ γὰρ ὅσον ἔχρῃζεν ἡ φύσις εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν ἔλαβε μόνον, ἀλλὰ καὶ θείοις ἐκοσμήθη δώροις. Καὶ γὰρ οὐ μόνον κολάσεως ἀπηλλάγη, καὶ πονηρίαν ἀπημφιάσατο πᾶσαν, ἀλλὰ καὶ ἀνεγεννήθη ἄνωθεν (παλιγγενεσίας θείας, καὶ λόγον ὑπερβαινούσης, ὥσπερ ἐκ μηχανῆς τινος ἐπινοηθείσης), καὶ ἀπελυτρώθη, καὶ ἡγιάσθη, καὶ εἰς υἱοθεσίαν ἠνέχθη, καὶ ἐδικαιώθη, καὶ ἐγένετο συγκληρονόμος τοῦ Μονογενοῦς, καὶ σύσσωμος αὐτῷ διὰ τῆς μετοχῆς τῶν ἱερῶν μυστηρίων κατέστη, καὶ εἰς τὴν σάρκα αὐτοῦ τελεῖ· καὶ ὥσπερ τὸ σῶμα τῇ κεφαλῇ, οὔτως αὐτῷ ἥνωται.

Ἅπερ ὁ θεσπέσιος ἐννοήσας Παῦλος, ὁ τῶν τοῦ Χριστοῦ νοημάτων ταμίας, ποτὲ μὲν ἔλεγε· «Καὶ αὐτὸν ἔδωκεν ὑπὲρ πάντα, κεφαλὴν τῆς Ἐκκλησίας»· τουτέστιν, ὑπὲρ τὰ ἄλλα πάντα χαρίσματα, τοῦτο αὐτῇ ἐδωρήσατο, τὸ τὸν Χριστὸν κεφαλὴν αὐτῆς εἶναι.

Ποτὲ δέ, «Πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος, καὶ τῆς δωρεᾶς, καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύ[σ]ουσιν.» Οὐκ εἶπε χάριν, ἀλλὰ περισσείαν χάριτος· δεικνύς, ὅτι οὐ φάρμακον ἐλάβομεν ἀντίῤῥοπον τοῦ τραύματος μόνον, ὡς οἴονται σμικρολόγοι τινές, καὶ τῆς θείας μεγαλοδωρεᾶς ἀναίσθητοι· ἀλλὰ καὶ εὐμορφίαν καὶ τιμήν, καὶ δόξαν, καὶ ἀξιώματα, πολλῷ τὴν ἡμετέραν ὑπερβαίνοντα ἀξίαν. Μὴ τοίνυν, ὦ φίλος, νόμιζε ἁμαρτιῶν μόνον ἀναιρετικὸν εἶναι τὸ βάπτισμα, ἀλλὰ καὶ υἱοθεσίας καὶ θείας συγγενείας καὶ ἄλλων μυρίων τῶν τε λεχθέντων, τῶν τε παραλειφθέντων ἀγαθῶν ποιητικόν.

Ὁ γὰρ τῶν ἁπάντων βασιλεύς, οὐ μόνον ἐλυτρώσατο τὴν αἰχμαλωτευθεῖσαν φύσιν, ἀλλὰ καὶ εἰς τὴν ἀνωτάτω τιμὴν ἀνήγαγεν.

Ρϟϛʹ. ΗΣΑΙᾼ. Οὐ χρὴ τὴν ἀνυπέρβλητον τοῦ Θεοῦ μακροθυμίαν, ὑπόθεσιν ῥᾳθυμίας ποιεῖσθαι, ἵνα μὴ μείζονα συγγνώμης κατ’ ἄμφω ἁμαρτάνοντες ἁλῶμεν, τῷ τε παραλόγως ἐῤῥᾳθυμηκέναι, τῷ τε παραλογώτερον τῆς χρηστότητος καταπεφρονηκέναι.

ΡϟΖʹ. ΘΕΟΓΝΩΣΤῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅτι μέν, εἰ μὴ τὰς πρὸς τὸ ἀγαθὸν ὁρμὰς τοῦ ἀοιδίμου Τιμοθέου ὁ ἀλιτήριος Εὐσέβιος ἐξέκοπτεν, οἰκουμενικὸν ἂν καὶ διαβόητον ἄνθρωπον ἐποίησεν, οἶμαι μὴ ἀμφιβάλλειν τὴν σὴν σύνεσιν. Ὅτι δὲ οὐδὲ οὔτως ἀκλεῶς τὸν βίον κατέστρεψεν, ἀλλ’ ὑπὸ πάντων ἐπὶ τοῖς καλλίστοις ᾀδόμενος, τοῦτο παρ’ ἡμῶν μάνθανε. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τάχα οὐχ οὕτως εἰσὶν εὐδόκιμοι, οἱ πρὸς ἀρετὴν ἀλειφόμενοι, καὶ στεφανῖται γενόμενοι, ὡς οἱ κωλυόμενοι μέν, καὶ μηδέ τί ἐστιν ἀρετὴ ἐννοῆσαι συγχωρούμενοι, μήτε γε πρᾶξαι, ἐρασταὶ δὲ γνήσιοι ταύτης ἀναφαινόμενοι. Γυμνὴ γάρ ἐστιν αὔτη τῆς διανοίας αὐτῶν ἡ βάσανος.

ΡϟΗʹ. ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡῼ. Ταπεινοφροσύνην ὑπερβάλλουσαν κατηγορεῖ σου τὸ γραφέν σοι πρὸς ἐμὲ γράμμα. Εἰ δὲ ἀρνήσαιο, ἐλέγξει σε καὶ αὐτὴ ἡ ῥῆσις, ἢν μαθεῖν τι παρ’ ἐμοῦ βουληθείς, συνέπλεξας. Ἔφης γάρ, ὅτι Ἔσχατον πάντων ὄντα, καὶ ὥσπερ ἔκτρωμα, δίδαξον κἀμέ, τί δήποτε ὁ Θεὸς διὰ Ἡσαΐου, τὰ μὲν ὡς κόκκινον ἁμαρτήματα τῶν μετανοούντων ὡς ἔριον λευκαίνειν ἔφη· τὰ δὲ ὡς φοινικοῦν, ὡς χιόνα. Ἐγὼ δὲ θαυμάσας σου τὴν ταπεινοφροσύνην, καὶ ὅτι τὸ μέγιστον τοῦ Παύλου πλεονέκτημα, ὥσπερ διάδημα, ἀνεδήσω (κἀκεῖνος γὰρ ἔκτρωμα εἶναι ἑαυτὸν ἔλεγε· καίτοι τὰ ἐξαμβλωθέντα ἀναμορφῶν, καὶ δεύτερον ὠδίνων τὰ τοὺς θείους χαρακτῆρας μὴ ἀποσώσαντα)· ἐπὶ τὴν ἐρμηνείαν συντόμως βαδιοῦμαι. Φημὶ τοίνυν, ὅτι ἐπηγγείλατο, τὰ μὲν ἄκρα μέσως, τὰ δὲ μέσα ἄκρως θεραπεύειν.

ΡϟΘʹ. ΠΕΤΡῼ ΜΟΝΑΖΟΝΤΙ. Οὐ χρή, μακάριε, πάντα ἐπιέναι ἀναισχύντοις καὶ ἀκρατέσι τοῖς ὀφθαλμοῖς, ἀλλὰ χαλινὸν αὐτοῖς ἐμβάλλειν τὴν αἰδῶ, ἵνα μὴ δίκην ὕστερον δοίημεν τῆς πονηρᾶς ἐπιθυμίας, κἀνταῦθα δημίων χαλεπώτερον καταξαινούσης, καὶ μαστιζούσης τὴν διάνοιαν, καὶ τὸν τῆς φύσεως λιμένα (φημὶ δὲ τὸν ὕπνον) προσχωννυούσης, καὶ πελαγίζειν ἀεὶ καὶ κάμνειν παρασκευαζούσης. Διὸ καὶ ὁ Σωτὴρ πραγμάτων ἡμᾶς ἀπαλλάττων, καὶ πόνων περιττῶν, ὧν ἄνευ τὸ τῆς σωφροσύνης στάδιον διαθέειν ἡμᾶς βουλόμενος, τῶν περιέργως ὁρᾷν σπουδαζόντων, ἀμήχανον κόλασιν ἠπείλησε· μάλιστα μὲν τὴν ῥίζαν ἀναστέλλων τοῦ πάθους, ἔπειτα δὲ ἵνα μὴ τρωθέντες τῷ ἐκ τῆς θέας βέλει, νόσον δυσίατον ἢ καὶ ἀνίατον ἑαυτοῖς κατασκευάσωμεν. Οὐ μόνον γὰρ καθαρώτερον, ἀλλὰ καὶ εὐκολώτερον ὁ μὴ ὁρῶν περιέσται τῆς ἐπιθυμίας.

Σʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Διὰ τὰ περὶ Ζωσίμου. Ἀλγῶ μὲν καὶ αὐτὸς κομιδῇ ἐπὶ τοῖς ἀτόπως γινομένοις, οὐ μὴν παρατρέπομαι τὸν λογισμόν.