Ἔργον
Ἰσίδωρος ὁ Πηλουσιώτης – Ἐπιστολαὶ περὶ τῆς ἑρμηνείας τῆς θείας γραφῆς
Βιβλίο Γ΄, Επιστολές 201-250
Επιστολές για την αξία της πραγματικής φιλίας, τον έλεγχο της κενοδοξίας, την εγρήγορση της ψυχής και την αποφυγή της κολακείας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Γ΄, Επιστολές 201-250
Επιστολές για την αξία της πραγματικής φιλίας, τον έλεγχο της κενοδοξίας, την εγρήγορση της ψυχής και την αποφυγή της κολακείας.
ΣΛʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Τὸ μὲν μὴ τὴν αὐτὴν δίκην ἐνταῦθα διδόναι τοὺς τὰ αὐτὰ δράσαντας, τὸν τῆς γενικῆς κρίσεως βεβαιοῖ λόγον. Τὸ δὲ μὴ πάντας ἐκεῖσε τηρηθῆναι, τοὺς παχυτέρους καὶ ῥᾳθυμοτέρους διανίστησιν, ὡς πάντως ἐκεῖσε δώσοντας δίκην, εἰ καὶ τὰ ἐνταῦθα διαφύγοιεν.
Εἰ γὰρ μηδεὶς ἐκεῖσε κολασθήσεται, δι’ ἣν αἰτίαν ἐνταῦθά τινες ἐτιμωρήθησαν; Τὸ δὲ τοὺς δικαίους, καὶ πάσῃ ἀρετῇ κομῶντας, πολλὰ ἐνταῦθα ὑπομεμενηκέναι δεινά, τοὺς εὐτρεπισθέντας αὐτοῖς ἐκεῖσε στεφάνους μηνύει. Τὸ δὲ καί τινας ἐξ αὐτῶν ἐνταῦθα τετιμῆσθαι, διὰ τοὺς φιλαμαρτήμονας γεγένηται· ἵνα μὴ τὴν ἀρετὴν αἰτίαν κακῶν εἶναι νομίζοντες, φύγωσιν αὐτὴν ἐκ πολλοῦ τοῦ περιόντος.
ΣΒʹ. ΑΓΑΘΩΝΙ ΠΡΕΣΒΥΤΕΡῼ. Τί ἐστι τό, «Ἱερεῖς, λαλήσατε εἰς καρδίαν Ἱερουσαλήμ.» Ἐπειδὴ ὁ λόγος, ὅταν πράξεως ἔρημος ᾖ, οὐ περαιτέρω τῆς ἀκοῆς ἀφικνεῖται, ὁ δὲ ὑπὸ τῆς πράξεως ἐψυχωμένος, ἄτε δὴ γοργὸς ὢν καὶ δραστήριος διὰ βάθους χωρεῖ, καὶ τῆς ψυχῆς ἅπτεται· τούτου χάριν παρεκελεύσατο ὁ Θεός, ὅπερ μαθεῖν ἠθέλησας, «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Οἱ μὲν γὰρ εἰς τὰς ἀκοὰς λαλοῦντες, πολλοὶ μέν, ἀνάξιοι δὲ ἱερωσύνης. Οἱ δὲ εἰς τὴν καρδίαν, ὀλίγοι μέν, δίκαιοι δὲ τὴν τῆς ἁγιστείας ἐστέφθαι ἀξίαν.
ΣΓʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Εἰ μὲν εἰς καὶ τὰ φορητὰ καὶ εὐΐατα ἁμαρτήσαντες, πάθοιμέν τι ἐνταῦθα χαλεπόν, ἀποτριβόμεθα τὰ ἁμαρτήματα. Εἰ δὲ ἀπάνθρωπα, καὶ συγγνώμης μείζονα, εἰ μὲν ἐνταῦθα δοίημεν δίκην, κἀκεῖ δώσομεν, κουφοτέραν δέ. Εἰ δὲ τἀνταῦθα διαφύγοιμεν, ἄκρατον καὶ ἀπαραμύθητον ὑφέξομεν ἐκεῖσε τὴν τιμωρίαν.
Εἰ δὲ ἀποφάσεις ταῦτ’ εἶναι ἡγῇ, ἐγγυήσονται αἱ θεῖαι Γραφαί. Περὶ μὲν γὰρ τῶν εὐΐατα ἁμαρτανόντων, ἔφη ὁ Ἀπόστολος, «Κρινόμενοι δέ, ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» Περὶ δὲ τῶν ἀνίατα πταισάντων, κἀνταῦθα μὲν δεδωκότων δίκην, κἀκεῖ δὲ δωσόντων, αὐτὸς ὁ κριτὴς ἔφη, «Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας,» ὡς κἀνταῦθα μὲν δεδωκότων, κἀκεῖ δὲ δωσόντων μέν, ἡμερωτέραν δέ. Περὶ δὲ τῶν ἀπαραμύθητον καὶ ἄκρατον ὑπομενόντων τὴν κόλασιν, φησίν, «Ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἢ τῇ πόλει ἐκείνῃ,» τῇ τοὺς θείους κήρυκας δηλονότι ἀπελασάσῃ. Τοὺς γὰρ ἐνταῦθα δίκην δεδωκότας τοῖς μὴ δεδωκόσι παραβαλών, καὶ ἡμερωτέραν φήσας αὐτοὺς δώσειν, ἀσύγγνωστον καὶ ἀργαλεωτάτην ἀπέφηνε τῶν ἐνταῦθα μὴ δεδωκότων. δίκην τὴν τιμωρίαν.
ΣΔʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Χρὴ τοὺς τὴν ἀνθρωπίνην εὐγένειαν φυλάξαι προῃρημένους, τὴν τῆς φύσεως ἐπισκεπτομένους ὀξύῤῥοπον μεταβολήν, καὶ τῆς χαρᾶς τὴν ἀμετρίαν κολάζειν, καὶ μήτε λύπῃ σφοδρᾷ ἑαυτοὺς ἐκδιδόναι, μήτε χαρᾷ. Ἡ μὲν γάρ, εἰ μὴ κερασθείη λογισμῷ, καὶ χαλινωθείη φρονήσει, εἰς θάνατον παιδαγωγεῖ· ἡ δέ, εἰ μὴ παραδοθείη ταῖς ἡνίαις τῆς προσδοκωμένης μεταβολῆς, ἐκτραχηλίσει, καὶ τοῦ πρέποντος ἐκπεσεῖν παρασκευάσει.
ΣΕʹ. ΝΕΙΛῼ ΓΡΑΜΜΑΤΙΚῼ. Ἐν τοῖς πολέμοις ἐπειδὰν ὀλίγοι κομιδῇ ὑπὲρ τῆς πατρίδος μαχόμενοι πρὸς πολλοὺς ἀπαντήσαιεν, νικᾷν μὲν αὐτοὺς οἱ νοῦν ἔχοντες οὐκ ἀξιοῦσιν· ἀδόξως δὲ εἰ μὴ πέσοιεν θαυμάζουσιν· εἰ δὲ δὴ καὶ πλείω τοῦ εἰκότος τοὺς ἐναντίους διαθεῖεν κακά, τοῖς ἥρωσιν ἐν ἴσῳ τάττουσι. Τὸ μὲν γὰρ γενναῖον ἡγοῦνται, τὸ δὲ οὐκ ἔχον φύσιν. Καὶ οὐ διότι τοῦτο ἀμήχανον, ἐκεῖνό γε ἐῶσι· τὸ δέ, ὡς λαμπρὸν καὶ ἀοίδιμον, γεραίρουσιν. Ἡττήθησαν γὰρ πλήθει βιασθέντες, οὐκ ἀνδρίᾳ κρατηθέντες. Καὶ ἐπὶ τῶν δικῶν δὲ τοῦτ’ αὐτὸ νομίζουσιν, οἱ τὴν τέχνην δοκιμάζοντες· τὴν γὰρ ἀλήθειαν δυσθήρατον εἶναι ἡγοῦνται. Φασὶ γάρ, ὅτι Εἰ συμβαίη τὸν ἄκρον ῥήτορα μετὰ τῶν ἀσθενεστέρων εἶναι δοκούντων πραγμάτων τετάχθαι, οὐ στέρξομεν, εἰ πλησίον ὁ τοιοῦτος ἔλθοι τῆς νίκης, ἀλλ’ εἰ μὴ καὶ τὴν νίκην ἀνέλοιτο, κακιοῦμεν, οὐδ’ ἀγαπήσομεν, εἰ συσκιάσει ἐν τῇ δεινότητι τὸ λίαν τῶν πραγμάτων σαθρόν, καὶ παράσχοι τινὰ ῥώμην τοῖς δοκοῦσι φαύλοις, καὶ τὸν πόνον αὐξήσειεν τοῖς ἀντιτεταγμένοις τὴν ἀρχήν; οὐδ’ ἀποχρῆν νομιοῦμεν εἰ παραστήσειέ τινα φόβον ὑπὸ τῆς ψήφου τοῖς ἐλπίζουσιν ἐξ ἐπιδρομῆς αἱρήσειν, ἀλλ’ εἰ μὴ πάντα ἀνατρέψειεν, εὐηθέστατον ἐροῦμεν; Καὶ πῶς οὐκ ἄτοπον;
ἐρεῖ γὰρ ὁ ῥήτωρ· Κατεχώσθην, ὦ τάν, ὑπὸ τῶν πραγμάτων· πολλὰ μέντοι καὶ αὐτὸς τὸν διάδικον τρώσας, καί τοι πεπιστευκότα τὸ κράτος ἕξειν ἀπονητί. Ἡ μὲν οὖν γεγένηται τῷ τῆς παρασκευῆς ἀνίσῳ· τὸ δὲ μὴ ταχεῖαν τὴν νίκην, ὑπὸ τῆς ἐμῆς τέχνης· ὥστε τῷ παρ’ ἐλπίδα πόνῳ περίειμι. Τοῦ χάριν δὴ ταῦτα διεξῆλθον; Ὅτι οἱ δοκοῦντες εἶναι σοφοί, οὐκ ἀπὸ τῆς ἐκβάσεως, ἀλλ’ ἀπὸ τῆς προαιρέσεως τὰ πράγματα κρίνουσι. Καὶ τοὺς μὲν ἡττᾶσθαι δόξαντας, πολλάκις ἀνακηρύττουσι· τοὺς δὲ νικήσαντας ἐπαίνων οὐκ ἀξιοῦσιν. Οἱ μὲν γὰρ οὐδὲν ἐλλελοίπασι τῶν ὀφειλόντων πεπρᾶχθαι, καὶ εἰ μηδὲν ὧν προῄρηντο κατώρθωσαν· οἱ δὲ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς, πολλάκις νενικήκασι.
Καὶ σὺ τοίνυν κάλλιον ποιήσεις, καὶ ἀνθρωπινώτερον, εἰ μὴ σύγχυσιν ἐργάσοιο, ἀλλὰ χωρίσειας ταῦτα ἀπ’ ἀλλήλων, καὶ καθ’ ἑαυτὸν δοκιμάσειας ἑκάτερον, τήν τε προαίρεσιν καὶ τὸ πέρας, καὶ μήτε τὸν ἀδίκως νενικηκότα ἐπαινέσειας, μήτε τὸν ἀδικηθέντα ἐκ τῆς ἥττης ψέξειας, ἀλλὰ μηδὲ τὴν εὐημερίαν ἀρετήν, μηδὲ τὴν δυσπραγίαν κακίαν ὁρίσαιο.
Εἰ μὲν γὰρ ἀναγκαίως ἐπείγετο τὸ τρόπαιον, ὁ τολμῶν μέν, μὴ κατορθῶν δέ, ἐδέχετο ἂν αἰτίαν. Εἰ δὲ τὸν αὐτὸν εὕροις ἂν γνώμῃ ἀρίστῃ χρώμενον, τέλει δὲ οὐ χρηστῷ, μὴ καταμέμφου τοῦτον, ᾧ συνάχθεσθαι δίκαιον. Ἀλλὰ ταῦτα μὲν πρὸς σὲ εἴρηται, τὸν πλέον τῶν ὁρωμένων εἰδότα μηδέν. Ἡμεῖς γὰρ οἱ τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὸν μέλλοντα ἀκριβῶς καθορῶντες βίον, τῶν μὲν πολέμων καὶ τῶν τροπαίων καὶ τῶν ἀναῤῥήσεων τῶν ἡμετέρων, ἅτε τῷ παρόντι συγκαταλυομένων βίῳ, εἰκότως καταφρονοῦμεν, ἐκεῖνον δὲ πολεμοῦμεν τὸν πόλεμον, τὸν κατὰ τῶν πονηρῶν δαιμόνων καὶ τῶν τῆς σαρκὸς παθῶν συγκροτούμενον, καὶ τὸν τούτων ἀκοιμήτῳ τέχνῃ κρατοῦντα, τροπαιοῦχον εἶναί φαμεν, κἂν ἀκλεῶς δοκοίη τόνδε ἐξεληλυθέναι τὸν βίον. Ἡ γὰρ ἐνταῦθα ἀδοξία, δόξαν ἀθάνατον ὠδίνει· καὶ ἡ ἑκούσιος πενία, πλοῦτον οὐράνιον τίκτει. Τότε γὰρ φανεῖται τὰ ἀγαθά, ὅτε τελευτήσει τὰ λυπηρά.
Σϛʹ. ΑΡΑΒΙΑΝῼ ΕΠΙΣΚΟΠῼ. Ἡ βασιλεία τοῦ Θεοῦ τισὶ μὲν δοκεῖ ἀνωτέρα εἶναι καὶ ὑψηλοτέρα τῆς βασιλείας τῶν οὐρανῶν, τισὶ δὲ ἡ αὐτή· ποτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος Θεοῦ, ποτὲ δὲ ἀπὸ τῶν βασιλευομένων, οὐρανῶν δηλονότι, προσαγορευομένη. Πότεροι οὖν τῆς ἀληθείας ἥψαντο, τῆς σῆς ἂν εἴη κρῖναι σοφίας.
ΣΖʹ. ΑΣΚΛΗΠΙῼ ΕΠΙΣΚΟΠῼ. Ἡ ὑπερκόσμιος λῆξις ἡ τῶν ἀγαθῶν πάντων κατάῤῥυτος, καὶ τοῖς λυπηροῖς ἅπασιν ἄβατος, ἡ ἀθυμίας ἄγονος, καὶ θυμηδίας ἀπάσης μήτηρ, ἡ γλῶτταν, καὶ ἀκοήν, καὶ νοῦν ὑπερβαίνουσα, τοῖς νομίμως τὸν παρόντα βίον διαθλήσασι δηλονότι εὐτρεπισθεῖσα, οὐδ’ αἴσθησιν συγχωρεῖ τῶν τῇδε λυπηρῶν ἔχειν· ὅθεν ὁ κορυφαῖος αὐτῶν ἐβόα, «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Εἰ γὰρ νικᾷ ἐκ πολλοῦ τοῦ περιόντος τοὺς πόνους τῇ τῶν ἀμοιβῶν ἀντιδόσει ὁ ἀγωνοθέτης, καὶ τοσαύτην ἐνίησιν εὐφροσύνην, ὅσην τοὺς τὸν οὐράνιον κλῆρον νεμομένους ἔχειν εἰκός, οὐ θαυμαστόν, εἰ ἐν οὐδενὶ αὐτοὶ τίθενται τὰ ἐν κόσμῳ ἀνιαρά.
ΣΗʹ. ΠΕΤΡῼ ΜΟΝΑΖΟΝΤΙ. Λίαν θαυμάζω πῶς, τὰ μὲν θηρία κατὰ φύσιν ὄντα ἄγρια, ἀνθρωπείας ἀπολαύοντα τέχνης, ἡμερώτερα πολλάκις γίνονται· ἄνθρωπος δέ, ὁ τὴν κατὰ φύσιν ἐκείνων θηριωδίαν εἰς τὴν παρὰ φύσιν ἡμερότητα μεταῤῥυθμίζων, τὴν οἰκείαν πραότητα τὴν κατὰ φύσιν εἰς τὴν παρὰ φύσιν θηριωδίαν ἐκφέρει, τὸ μὲν ἄγριον ποιῶν ἥμερον, ἑαυτὸν δὲ τὸν ἥμερον ἄγριον καθιστάς. Λέοντα μὲν γὰρ τιθασσεύει, καὶ χειροήθη ποιεῖ· τὸν δὲ οἰκεῖον θυμόν, λέοντος ἀγριώτερον κατασκευάζει. Καὶ τὰ ἐκεῖ δύο κωλύματα μέγιστα, καὶ τὸ λογισμοῦ ἐστερῆσθαι, καὶ τὸ πάντων εἶναι θυμικώτερον· ἀλλ’ ὅμως τῇ περιουσίᾳ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης τἀνδρὶ σοφίας, καὶ τῆς φύσεως κρατεῖ. Ὁ τοίνυν ἐπὶ τῶν θηρίων τὴν φύσιν νικῶν, δι’ ἢν αἰτίαν ἐφ’ ἑαυτοῦ μετὰ τῆς φύσεως, καὶ τὸ τῆς προαιρέσεως προδίδωσι καλόν;
Ὁ γὰρ τῷ λέοντι τὰ ὑπὲρ φύσιν χαριζόμενος, ἑαυτῷ οὐδὲ τὰ κατὰ φύσιν διατηρεῖ, ἀλλὰ ὁ τοὺς ἀτιθάσσους θῆρας εἰς τὴν ἀνθρωπείαν εὐγένειαν φιλονεικῶν εἰσαγαγεῖν, ἑαυτὸν ἀπὸ τοῦ θρόνου τῆς ἀρχῆς καταβιβάζει, καὶ εἰς τὴν μανίαν ἐξωθεῖ τὴν ἐκείνων.
Ταῦτα ἐκείνῳ, περὶ οὗ γέγραφας, ἐπᾴδων μὴ διαλείπῃς. Τάχα πως τὸν ἀτίθασσον τιθασσεύσας θυμόν, σπείσεται λοιπὸν πρὸς τὴν ἡμερωτάτην τῶν φιλαρέτων ἀγέλην.
ΣΘ ΧΑΙΡΗΜΟΝΙ ΔΙΑΚΟΝῼ. Διὰ τοῦτο ὁ περὶ τὸν Χριστὸν πόθος ἀσθενέστερός ἐστιν ἐν ἡμῖν, ἐπειδὴ ὁ περὶ τὸν χρυσὸν δυνατώτερος καθέστηκε, καὶ πᾶσα ἡ δύναμις εἰς τοῦτον δαπανᾶται τὸν ὠμόν, καὶ τυραννικόν, καὶ ἀκόρεστον ἔρωτα. Ὡς εἴ γε τοῦτον ἐξοικίσομεν ἐξ ἑαυτῶν, ἐκεῖνος ἐκκαύσει ἡμᾶς σφοδρότερον, καὶ ἐκβακχεύσει, καὶ ἔξω μὲν τῶν βιωτικῶν ἁπάντων ἐλάσει, εἰς δὲ τὸν οὐράνιον χῶρον ἱδρύσει.
ΣΙʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἐπειδὴ παραπλήσιόν τι ποιεῖς νοσήματι ἀνηκέστῳ ἐξουσίαν λαβόντι μηδενὸς ὧν ἐπιθυμεῖ φείδεσθαι, ἀλλὰ τοῖς μὲν ἰατροῖς ἐῤῥῶσθαι φράσαντι, ἐκ δὲ τῶν ὄλεθρον ἐγειρόντων ἑαυτὸν εὐωχοῦντι· τούτου ἕνεκα δύσκολός σοι ἡ ἐπάνοδος ἡ ἐπὶ τὴν σωφροσύνην δοκεῖ. Εἰ δὲ παύσοιο τῆς εἰς ἐρωτικοὺς οἴστρους ἐκμαινούσης τρυφῆς (ῥίζα γὰρ ἀσελγείας αὕτη καὶ μήτηρ καθέστηκε), σβεσθήσεται, καὶ ἡ τῆς ἀκολασίας φλόξ. Τῶν γὰρ ὑλῶν ὑπεξαιρεθεισῶν, καὶ τὸ ἐξ αὐτῶν αὐξόμενον, καὶ κορυφούμενον πῦρ δηλονότι ἀποσβεσθήσεται. Εἰ δ’ αὐτὸς τὰς ὕλας τῷ πυρὶ χορηγεῖς, πῶς λήξει καὶ παύσεται; Εἰ αὐτὸς ἠρεμοῦν διεγείρεις τὸ θηρίον, τίς αὐτὸ κυκῶν καὶ μαινόμενον τιθασσεύει; Ταῦτα οὖν καὶ τὰ τούτων ἀδελφὰ ἐννοῶν, παῦσαι τοῦ διὰ παντὸς τρυφᾷν.
ΣΙΑʹ. ΕΥΣΤΑΘΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Χρὴ τὴν μὲν ἔχθραν εἰς ὕδωρ γράφειν, ἵνα ταχέως ἀφανίζηται· τὴν δὲ φιλίαν, εἰς χαλκόν, ἵνα διὰ παντὸς βεβαία καὶ ἀκίνητος διατηρῆται. Εἰ δὲ ὃν φὴς πρὸς σὲ διαφέρεσθαι τοὐναντίον ποιεῖ, τοῦτό σε μὴ ταραττέτω, ὡς εἰς τοὺς στεφάνους παραβλαβησόμενον.
Οὐ γὰρ μὴ μισεῖσθαι (τοῦτο γὰρ οὐκ ἐφ’ ἡμῖν, ἵσως δὲ καὶ ἀμήχανον. Παντὶ γὰρ τρόπῳ οἱ ἄριστοι παρὰ τῶν φαύλων μισοῦνται. Διὸ καὶ οἱ ἅγιοι αὐτὸ ὑπέστησαν), ἀλλὰ μὴ μισεῖν ἀνθρώπους, ἀλλὰ τὴν ἐν αὐτοῖς κακίαν προσετάχθημεν.
ΣΙΒʹ. ΠΑΥΛῼ. Συγγνώμης καὶ τιμωρίας μείζονα πολλάκις τολμῶσιν ἄνθρωποι χρημάτων ἔνεκεν καὶ ἀρχῆς, καὶ τοῦ μηδενὶ τούτων παραχωρῆσαι. Κτήσασθαι μὲν γὰρ αὐτὰ βουλόμενοι, διὰ μυρίων κακῶν κτῶνται, καὶ φοβούμενοι ἀποβαλεῖν, πολλῷ ἀργαλεωτέροις ἐγχειροῦσι. Νομίζοντες γὰρ τὸ ἀποβαλεῖν τοῦ μηδὲ κτήσασθαι δεινότερον εἶναι, χαλεπώτερα μηχανῶνται· χρὴ οὖν ἐν προοιμίοις περιγίνεσθαι τῶν παθῶν, ἵνα μὴ τελευτῶντες ἀνήκεστα νοσοῦντες φωραθῶμεν.
ΣΙΓʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Κινδυνεύει ἡ ἀνθρωπότης, ὡς τὰ πολλά, ἐν μὲν δυσημερίᾳ σωφρονεῖν, ἐν δὲ εὐημερίᾳ παροινεῖν. Καὶ τοῦτο ἐξ ὧν Ἑβραῖοι πεπόνθασιν ἀριδηλότατα δείκνυται. Παρῆλθον μὲν γὰρ τὴν Ἐρυθρὰν θάλασσαν, καὶ οὐδὲν κινδυνῶδες ὑπέμειναν· ἐλθόντες δὲ εἰς τὴν γῆν, ἐναυάγησαν.
ΣΙΔʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Θεοπρεπῶς καὶ μεγαλοφυῶς, μᾶλλον δὲ ὑπερφυῶς χρὴ τὸν νοῦν περὶ τῆς θείας οὐσίας τε καὶ αὐθεντίας λογιζόμενον, εὐσεβῶς καὶ χρησίμως, καὶ ὡς ἐνδέχεται τὰ δυσθήρατα καὶ δύσφραστα, μᾶλλον δὲ ἄφραστα τοῖς ἀκούουσι διὰ τῆς γλώττης, εἰ χρεία καλέσει, φράζειν, διισχυριζόμενον ἐκ τῶν τῆς Προνοίας ἔργων, ὅτι ἔστιν, οὐ τί ἐστι πολυπραγμονοῦντα. Τὸ μὲν γὰρ ἐφικτὸν καὶ ἁλώσιμον, τὸ δὲ ἀνέφικτον καὶ ἀθήρατον.
ΣΙΕʹ. ΗΡΩΝΙ ΣΧΟΛΑΣΤΙΚῼ. Οἱ τέχνῃ λόγων τἀληθὲς συσκιάζοντες, πολλῷ μοι δοκοῦσι τῶν τοῦτο μὴ κατειληφότων ἀθλιώτεροι εἶναι. Οἱ μὲν γὰρ διὰ βραδυτῆτα γνώμης ἀπολειφθέντες τῆς θήρας, ἵσως συγγνωστοί. Οἱ δὲ δι’ ὀξύτητα μὲν γνώμης τοῦτο θηρεύσαντες, κακούργως δὲ τοῦτ’ ἀφανίζοντες, συγγνώμης ἁμαρτάνουσι μείζονα.
ΣΙϛʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Πρὸς Τιμόθεον, αʹ. Εἰς τό, «Εἴ τις ἐπισκοπῆς ὀρέγεται.» Οἱ μὴ συνέντες τὴν γνώμην τὴν ἀποστολικήν, μηδὲ τὸ βάθος τῆς σοφίας κατοπτεύσαντες, τὸ παρερμηνεύειν τὰ ἀποστολικὰ θεσπίσματα ἀκίνδυνον ἡγούμενοι, κινδυνεύουσιν εἰς ἀλογίαν ἐκπεπτωκέναι.
Τί γὰρ ὑπὸ φιλαρχίας μεθύοντες φράζουσι; Γέγραπται· «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.» Τὸ μὲν οὖν γεγράφθαι τοῦτο, οὐκ ἂν ἀρνησαίμην, τὸ δ’ οὔτω νοεῖσθαι, ὡς οὗτοι βούλονται, παραγραψαίμην. Μάλιστα γὰρ καὶ πρὸ τῆς ἑρμηνείας, δεινὰ τὰ ἑπόμενα τοῖς εἰρημένοις, ἀναστεῖλαι τοὺς πολλοὺς τῆς τοιαύτης ἐπιθυμίας. Οὐ γὰρ πάντων τὸ δύνασθαι τοιαύτης ἀρχῆς ἀντιλαβέσθαι, ἥτις καὶ βασιλείας ἐστὶν ὑψηλοτέρα· ἡ μὲν γὰρ τὰ θεῖα, ἡ δὲ τὰ ἐπίγεια διέπει πράγματα· ἀλλ’ ὀλίγων κομιδῇ, οἳ τοσοῦτον τῶν ἀρχομένων δίκαιοι ἂν εἶεν διαφέρειν, ὅσον οἱ ποιμένες τῶν προβάτων, ἵνα μηδὲν εἴπω πλέον. Τί οὖν φησι; «Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, νηφάλιον. σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν, ἀνεξίκακον, μὴ πάροινον, μὴ πλήκτην, ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος (εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; ), μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου.» Τί τούτων κατορθώσαντες οἱ πολλοί, ὧν εἶς καὶ αὐτὸς τυγχάνεις, ἐρῶσι πράγματος αὐτοῖς ἀνεφίκτου; Ἀνεπίληπτον ἔχουσι βίον; Ἀλλὰ τοσαύτη πρόσεστιν αὐτοῖς νῆψις, ὡς ἀκοίμητον ἔχειν τὸ τῆς ψυχῆς ὅμμα;
Ἀλλὰ σωφροσύνῃ τοσοῦτον διέλαμψαν, ὡς μὴ μόνον σώας ἔχειν τὰς φρένας, ἀλλὰ καὶ τοὺς οἰστρῶντας καὶ μαινομένους περὶ τὰς ἀκαθάρτους μίξεις, καὶ σιγῶντας σωφρονίζειν;
Κοσμιότης δὲ αὐτοῖς τοσαύτη πρόσεστιν, ὡς καὶ ἀπὸ τοῦ βαδίσματος, καὶ ἀπὸ τοῦ βλέμματος, καὶ ἀπὸ τῆς φωνῆς καταπλήττειν δύνασθαι τοὺς ὁρῶντας; Ὡς γὰρ ἄγαλμα φιλοσοφίας ἁπάσης, τοὺς τὴν ἐπισκοπὴν λαχόντας πανταχοῦ φαίνεσθαι χρή.
Ἀλλὰ φιλόξενοι τοσοῦτόν εἰσιν, ὡς καὶ τοὺς ἀγνῶτας πένητας οἴκαδε καλεῖν ἑστιασομένους; Ἀλλὰ τὸν διδασκαλικὸν οὔτως ἐκ μελέτης κατώρθωσαν λόγον, ὡς καὶ τὴν ἄνωθεν αὐτοῖς ἐπιφοιτῆσαι χάριν, καὶ πηγὰς λόγων πνευματικῶν ἐν τῇ γλώττῃ κατοικῆσαι;
Ἀλλ’ ἐπιεικείᾳ τοσαύτῃ διαλάμπουσιν, ὡς κατὰ μηδενὸς μηδεπώποτε πεπαρῳνηκέναι; Ἀφιλάργυροι δὲ τοσοῦτόν εἰσιν, ὡς καὶ τὰ δικαίως προσόντα τοῖς δεομένοις διανεῖμαι; Ἀλλ’ ἀνεξίκακοι τοσοῦτόν εἰσιν, ὡς καὶ τοὺς εἰκῆ ὑβρίζοντας καὶ αἰτιωμένους φέρειν; τἄλλα δὲ αὐτοῖς πρόσεστι πλεονεκτήματα, ἂ τὸν ἄριστον ποιμένα ὑπογράφων ὁ Παῦλος ἐξέφρασε; Τί ἐστι τὸ ἐπᾶραν αὐτοὺς εἰς τοσαύτην ἐκβακχευθῆναι μανίαν; Δέον γὰρ ἀγαπᾷν, ὅτι εἰς τὴν τῶν ὑπηκόων τάξιν τελοῦσι (σιωπῶ γὰρ ὅτι ἐξ ὧν δρῶσι, ταύτης, εἴ τι τῶν δεόντων ἐγίνετο, δίκαιοι ἂν ἦσαν ἐξοστρακισθῆναι), τῶν ἀνεφίκτων ἐφίενται, καὶ ἐπισκοπῆς ἔρωτα ἑαυτοῖς τρέφουσι, καὶ τὸν Ἀπόστολον τὸν τὸ ὀλέθριον αὐτῶν πάθος ἰάσασθαι σπουδάσαντα, ὡς συνηγοροῦντα τῷ νοσήματι αὐτῶν εἰς μαρτυρίαν προβάλλονται. Ἐγὼ μὲν βουλόμενον τὸν λόγον κατ’ αὐτῶν ὁρμῆσαι, καὶ τὰς ἠνίας ἀφεῖναι ὠδίνοντα, κεφαλαιωδεστέρων τε ἄψασθαι πραγμάτων, καὶ δεῖξαι ὡς οὐδὲ εἰς Χριστιανοὺς τελεῖν δίκαιοι ἂν εἶεν οἱ οὕτως εἰς τὰς ἱερὰς ἐνυβρίζοντες Γραφάς, καὶ παίζοντες ἐν οὐ παικτοῖς, ἐπέσχον μὲν ἀνάγκῃ πολλῇ, ὥσπερ ἵππον εἰς πεδίον ὁρμῶντα τῷ χαλινῷ ἀνακρούσας, εἰς δὲ τὴν ἑρμηνείαν τοῦ ῥητοῦ βαδίσαι προϋτρεψάμην. Τί οὖν ἔφη ὁ θεσπέσιος ἀνήρ, ὁ πολυόμματος νοῦς, ὁ τὴν ἀρχὴν ταύτην ἀμέμπτως διοικήσας; «Εἴ τις ἐπισκοπῆς ὀρέγεται.» Οὐκ εἶπε, Πᾶς τις ἐπισκοπῆς ὀρεγέσθω.
Οὐ προσέταξεν, οὐκ ἐκέλευσεν, οὐκ ἐνομοθέτησεν. Ἀλλ’ ἐπειδὴ ᾔδει τοὺς πολλοὺς τῇ φιλαρχίᾳ μεθύοντας, καὶ ἀρετῆς μὲν μὴ ἐφιεμένους, ἀρχῆς δὲ ἀντιποιουμένους, καὶ τοὺς μὲν τῆς ἐπισκοπῆς μὴ συνορῶντας ἰδρῶτάς τε καὶ πόνους καὶ κινδύνους, φροντίδας τε καὶ ἀγρυπνίας. Εἰς αὐτὸν γὰρ πᾶσαι ἐπῃώρηνται τῶν ὑπηκόων αἱ χρεῖαι. Τίνες δὲ αὖται; Τῶν ἱερωμένων αἱ δοκιμασίαι, τῶν πεινώντων αἱ τροφαί, τῶν διψώντων τὰ πόματα, τῶν γυμνῶν τὰ ἄμφια, τῶν ἀδικουμένων αἱ προστασίαι, τῶν ὀρφανίαν ὀδυρομένων αἱ κηδεμονίαι, τῶν χηρῶν ἡ ἀντίληψις, τῶν ἀδικούντων αἱ ἐπεξελεύσεις, τῶν παρανόμως ἄρχειν πειρωμένων ἔλεγχοι, τῶν ἀῤῥωστούντων αἱ θεραπεῖαι, τῶν σκανδαλιζομένων ἐκ πυρώσεως αἱ ἐπανορθώσεις, τῶν ἐν δεσμωτηρίοις αἱ λύσεις, τῶν ἐν συμφοραῖς αἱ παραμυθίαι, τῶν πταιόντων οἱ σωφρονισμοί. Ἐπεὶ τοίνυν ταῦτα πάντα, καὶ πολλῷ τούτων πλείονα, ἄπερ, ἵνα μὴ πάντα καταλέγων μηκύνω τὸν λόγον, παρέλιπον, τῆς ἐπισκοπῆς ἐχούσης τὰ ἆθλα, τινὲς ἀρχὴν καὶ ἄνεσιν καὶ τρυφὴν αὐτὴν εἶναι ᾤοντο, καὶ μήτε τὰ καθ’ ἑαυτοὺς ἐξετάσαντες, μήτε τὸ μέγεθος τῆς ἀρχῆς ἐννοήσαντες, ἐπεπήδων τῷ πράγματι· ἀναστέλλων αὐτῶν τῆν κινδυνώδη ὁρμήν, καὶ διδάσκων μὴ πράγματι ἁπλῶς ἐγχειρεῖν τοῖς πολλοῖς ἀνεφίκτῳ, ἔφη· «Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.»
Οὐκ εἶπε, Πᾶς τις ὀρεγέσθω· καλῶς γὰρ ποιεῖ (τοῦτο γὰρ ἂν εἶπεν, εἴγε μὴ τὸ ἔργον, ἀλλὰ τὸν ἐρῶντα ἐπαινέσαι ἠβουλήθη)· ἀλλά, «Καλοῦ ἔργου.» Ἵνα γὰρ παρῶ, ὅτι τὸ δύσκολον καὶ δυσκατόρθωτον πρᾶγμα ἔργον καλοῦσιν, οὐ μόνον οἱ ἐξ ἐθνῶν σοφοί, ἀλλὰ καὶ αἱ ἱεραὶ Γραφαὶ λέγουσαι· «Ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν·» τὸ παρὰ πάντων νοούμενον φράσω. Ἔργον ἐστίν, ὦ βέλτιστε, τὸ πρᾶγμα, οὐκ ἄνεσις· φροντίς, οὐ τρυφή· λειτουργία ὑπεύθυνος, οὐκ ἀρχὴ ἀνεξέταστος· πατρικὴ κηδεμονία, οὐ τυραννικὴ αὐτονομία, οἰκονομικὴ προστασία, οὐκ ἀλογοθέτητος ἐξουσία. Ἐγὼ τὸ ἔργον τῆς ἐπισκοπῆς ὑπερφυῶς ἐπαινῶ· θεῖον γάρ· τὸν δ’ ἔρωτα τὸν ἐπ’ αὐτῇ οὐκ ἐπαινῶ· σφαλερὸς γάρ.
Οὐ λέγω, Καλῶς ποιεῖ· οὐ γὰρ χρὴ τὸν ἔρωτα τοῦτον, οὐδὲ τοὺς λίαν εὐδοκίμους ἐν τῇ ψυχῇ τρέφειν, ἀλλὰ παντὶ σθένει ἐξωθεῖν. Θέα τὸν Ἀπόστολον, ἔμπειρον ὄντα τοῦ ἀγῶνος τούτου, καὶ μυρίοις ἱδρῶσι καταῤῥεόμενον, καὶ τραύμασι καὶ πληγαῖς, καὶ ἐπιβουλαῖς, καὶ θανάτοις ὁμιλοῦντα, ἵνα μηδεὶς τῶν ἐμπιστευθέντων αὐτῷ, τό γε αὐτοῦ μέρος, ἀπόληται, πῶς ἐκφοβεῖ καὶ δεδίττεται τοὺς ἀρχοντιῶντας, ἅτε ἀπείρους τούτων τῶν ἀγωνισμάτων, καὶ πρὸς μόνην τὴν τιμὴν ὁρῶντας, καὶ μονονουχὶ κινῶν τὴν κεφαλὴν βοᾷ· Εἴ τις ἐπισκοπῆς ὀρέγεται, βλεπέτω τοὺς πόνους, καὶ σκοπείτω εἰ πρὸς τούτους ἀρκέσαι δύναται. Ὁράτω τοὺς κινδύνους (ἐπ’ αὐτὸν γὰρ φράττονται ἀόρατοι καὶ ὁρατοὶ πολλάκις ἐχθροὶ), καὶ μὴ ἐννοείτω μόνον τὴν τιμήν.
Θεάσθω τοὺς θανάτους, καὶ μὴ τὴν τρυφήν. Συνοράτω τὰς ἐπιβουλὰς καὶ τὰς φροντίδας, καὶ μὴ πρὸς τὴν ἄνεσιν νευέτω. Ἴστω, ὅτι εἴ τις εἰς ἐκεῖνον ἀχθείη τὸν θρόνον, χειροτονεῖται νομίμως ἀθλήσων, ἀλλ’ οὐκ ἀκινδύνως τρυφήσων. Ὁ γὰρ τῆς τιμῆς μόνης ἐγκρατὴς γενόμενος, καὶ τἄλλα πάντα τὰ τῇ ἐπισκοπῇ προσήκοντα δίκαια παρεωρακώς, ἐνταῦθα μὲν μυρίαις βληθήσεται κατηγορίαις, ἔσθ’ ὅτε δὲ καὶ καθαιρεθήσεται τῆς τοιαύτης ἀξίας, ἐκεῖσε δὲ καταβοηθήσεται παρὰ τῷ ἀδεκάστῳ κριτῇ ἐπὶ τοῦ φοβεροῦ ἐκείνου βήματος· τῶν μὲν πεινώντων βοώντων, ὅτι Ἡμεῖς μὲν οὐδὲ τῆς ἀναγκαίας ἀπελαύσαμεν τροφῆς· οὖτος δὲ τρυφήσας καὶ χρηματισάμενος τὰ λοιπὰ εἰς οἰκείας ἀνήλωσε φιλοτιμίας· τῶν δὲ γυμνῶν λεγόντων, ὅτι Ἀργαλεώτερος ἡμῖν οὖτος τοῦ χειμῶνος ἐγένετο· τῶν δὲ ἀῤῥωστούντων, ὅτι Τοῦ νοσήματος ἡμῖν βαρύτερος ὤφθη· καὶ τῶν μὲν ὀρφανῶν, Οὐκ ἀπελαύσαμεν οὐδεμιᾶς προστασίας· τῶν δὲ χηρῶν, Οὐκ ἐδάνεισεν ἡμῖν οὗτος παραμυθίας λόγον· τῶν δὲ δεσμωτῶν, Οὐκ ἐπέσταξεν ἡμῖν οὗτος συμπαθείας δάκρυον· τῶν δ’ ἐν συμφοραῖς, Οὐκ ὄρεξεν ἡμῖν οὗτος θεραπείας χεῖρα· καὶ συλλήβδην εἰπεῖν, πάντων, ὧν ἐπίσκοπος κεχειροτόνηται, καταβοώντων.
Τί οἴει τὸν ἀδέκαστον ποιῆσαι κριτήν; Οὐ κολάσειν σφοδρότερον, τὸν μηδὲ τῇ τιμῇ βελτίω γενόμενον; Παντὶ μὲν δήπου δῆλόν ἐστιν. Εἰ δέ τις ἀπιστεῖ, καὶ τὴν ἀπόφασιν αὐτῷ ἀναγνώσομαι. «Διχοτομήσει γάρ, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.» Ταῦτ’ οὖν ἐννοοῦντες μὴ παίζωμεν εἰς τὰ θεῖα. Οἱ γὰρ εἰς τὸ ἴδιον λογοθέσιον μόλις ἐπαρκέσαντες, ὅταν καὶ τοσούτων δήμων καταῤῥήσεις κατασκευάσωμεν ἑαυτοῖς, ποῦ φανούμεθα;
ΣΙΖʹ. ΣΕΡΗΝῼ ΔΙΑΚΟΝῼ. Οἱ μὲν τὴν ψυχὴν πρὸς ἀρετὴν ἀκονῶντες, ἅτε θείας φιλοσοφίας ὄντες αὐτοφυῆ ἀγάλματα, δι’ ἀνάγκην προσομιλοῦσι τῷ σώματι, καὶ τοῖς ἀναγκαίοις ἀρκούμενοι, τὸν τῆς φιλοχρηματίας ὄχλον, ἅτε πάσης κακίας πηγήν, μισοῦντες, μυρίων ἀπαλλάττονται κακῶν. Οἱ δὲ μόνον εἶναι σῶμα τὸν ἄνθρωπον ἀλογίστως ἡγούμενοι (ὧν ἔνα σε εἶναί τινες ἰσχυρίζονται, ἐγὼ δὲ ἀπιστῶ), τὸν ἀκόρεστον ἔρωτα τῶν χρημάτων νοσοῦντες τῷ μηδέποτε κόρον λαμβάνειν βασανίζονται, καὶ ἐπιθυμίᾳ ἀνηνύτῳ οἰστρούμενοι, ἀεί τε ἐν πενίᾳ εἶναι νομίζοντες, δρῶσιν ἃ δρᾷν οὐ θέμις. Χρὴ οὖν αὐτοὺς λογιζομένους ὅτι καὶ πλοῦτος μέγιστος, ὡς πρὸς τὰς ἀμέτρους ὀρέξεις, εὑρίσκεται πενία, καὶ ὡς πρὸς τὸ τῆς φύσεως αὔταρκες, ἡ πενία πλοῦτός ἐστι, παύσασθαι τῆς τοιαύτης μανίας.
ΣΙΗʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Πολλοὶ μέν σε δεινῶς σφόδρα καὶ καταφορικῶς ἐκκωμῳδοῦσι, καὶ παρὰ πάντων πιστεύονται. Ἐμοὶ δὲ τάχιστα καὶ εὐπρεπέστατα λελέξεται, ὅτι δίκαιος ἂν εἴης, κἂν ὀψὲ τῆς ἡλικίας, γνῶναι ὅτι μυρίων τιμωριῶν πρόξενοί εἰσιν αἱ περὶ τὸ σῶμα ἡδοναί.
ΣΙΘʹ. ΟΥΡΣΕΝΟΥΦΙῼ ΑΝΑΓΝΩΣΤῌ. βʹ Βασιλειῶν. Περὶ Ἀβεσαλώμ, καὶ τοῦ τελευτήσαντος πλήθους ἐν τῇ ὀργῇ τοῦ λοιμοῦ, ὁπηνίκα Δαβὶδ τὸν λαὸν αὐτοῦ ἐξηρίθμησεν. Ὁ μὲν Ἀβεσαλὼμ δίκην παρὰ τῆς θείας ἀπῃτήθη δίκης, ἐπὶ καθαιρέσει τοῦ οἰκείου πατρὸς προσποιησάμενος ἀγαθὸς εἶναι δικαστὴς καὶ τοὺς ὑπηκόους διὰ ταύτης τῆς κολακείας οἰκειωσάμενος.
Ἐμνᾶτο γὰρ ἀρχήν, καὶ δορυφόρους συνεκρότει, καὶ ὑψηλὴν τυραννίδα ἐπύργου. Οἱ δὲ συνδραμόντες καὶ μονονουχὶ κατασκευάσαντες τὴν τυραννίδα (ἀπέβλεπον γὰρ τοῦ μὲν εἰς τὴν ἀρχήν, τοῦ δὲ εἰς τὴν τελευτὴν), δίκην, εἰ καὶ μὴ παραχρῆμα (ἐλυπήθη γὰρ ἂν ὁ Δαβίδ, τῶν ὑπηκόων, μᾶλλον δὲ τῆς βασιλικῆς ἀξίας ἀποστερούμενος), ἀλλὰ μικρὸν ὕστερον ἀπῃτήθησαν. Ὁ γὰρ λοιμὸς αὐτοὺς ἐπενείματο, οὐχ ἕρπων, οὐδὲ κατὰ βραχὺ προϊών, ἀλλ’ ἀθρόως καὶ ἡβηδὸν ἄπαν τὸ ἔθνος καταβοσκόμενος. Εἰ γὰρ καὶ ἄλλην αἰτίαν ἐπέθηκε τῇ τοιαύτῃ σφαγῇ, ἀλλ’ ἡ ῥίζα τῆς τιμωρίας ἐξ ἐκείνου μὲν τοῦ πταίσματος ἔφυ, μετ’ οὐ πολὺ δὲ καρπὸν ἤνεγκε, τουτέστιν εἰς ἔργον ἐχώρησεν, ὅτε καὶ τὸν βασιλέα ἐπὶ τῷ παρὰ τὴν θείαν γνώμην ἀριθμῆσαι τὸν λαὸν ἐχρῆν δοῦναι δίκην. Ἐκείνων γὰρ ἀναιρουμένων, ἔργῳ μὲν ὑπὲρ οἰκείας, λόγῳ δὲ ὑπὲρ τῆς τοῦ βασιλέως ἁμαρτίας, καὶ αὐτὸς ἐν μεγίστῃ καθειστήκει συμφορᾷ. Ἐβούλετο γὰρ εὐκλεῶς τεθνάναι, ἢ ἀκλεῶς ζῇν, τῶν ὑπηκόων στερηθείς. Εἰ δέ τις ἀπιστεῖ, ἀκουέτω αὐτοῦ λέγοντος, «Γενέσθω ἐπ’ ἐμὲ ἡ χείρ σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου.» Οὐ γὰρ ἄλλοι ὑπὲρ ἄλλου ἐκολάσθησαν, ὡς ἐνόμισας· ἀλλ’ ἑκάστῳ τὸ πρόσφορον ἀπενεμήθη. Οἱ μὲν γὰρ τῆς πρὸ βραχέος γεγενημένης ἁμαρτίας, ὁ δὲ τῇ παραχρῆμα ἀπῃτήθη δίκην· τῆς ἀδεκάστου ψήφου καιρὸν εὑρούσης ἐπιτήδειον, ἐν ᾦ κἀκείνους καὶ τοῦτον δίκην εἰσπράξεται.
ΣΚʹ. ΑΥΞΟΝΙῼ ΚΟΡΡΗΚΤΩΡΙ. Ἣ μόνος, ἢ μάλιστα φροντίσαι δίκαιος ἂν εἴης, ὅπως, τόγε σὸν μέρος, ἐπικουφισθῶσιν οἱ συμφοραῖς περιπεπτωκότες.
ΣΚΑʹ. ΜΑΡΩΝΙ ΚΑΙ ΕΥΣΤΑΘΙῼ. Πυνθάνομαι ὡς πᾶσαν ὑπερβολὴν κακῶν ἐπιδεικνύμενοι, μικροτέραν τῆς βουλήσεως ἡγεῖσθε τὴν πρᾶξιν, καὶ τὰ ἀτόλμητα τολμῶντες, ἀτόλμους ἑαυτοὺς καὶ ἀνάνδρους ἡγεῖσθε, ὅτι μὴ δύνασθε πᾶσαν τὴν βούλησιν διὰ τῶν πράξεων δηλῶσαι. Εἰ τοίνυν ἀληθὴς ἡ φήμη, παύσασθε τῆς τοιαύτης προαιρέσεως, ἵνα μὴ ἀλάστορες, ἢ δαίμονες ἀνθρωπόμορφοι νομισθείητε.
ΣΚΒʹ. ΤΟΙΣ ΑΥΤΟΙΣ. Μέτριον ἀσκεῖν χρή, ὦ βέλτιστοι, τὸ φρόνημα. Μέτριον δέ φημι, οὐ τὸ πρὸς τοὺς μείζους κολακευτικόν, ἀλλὰ τὸ πρὸς τοὺς ἐλάττους συγκαταβατικόν· οὐ τὸ δουλοπρεπές, ἀλλὰ τὸ ἥμερον· οὐ τὸ ὑποκρίσεως μεστόν, ἀλλὰ τὸ ἄδολον καὶ ἐλευθέριον, καὶ καπηλείαν μὴ ἐπιστάμενον.
ΣΚΓʹ. ΙΕΡΑΚΙ ΠΡΕΣΒΥΤΕΡῼ. Οὐ μετρίως ᾄδῃ κατὰ τὴν πόλιν, ὦ πάντα μικρὰ πρός σε φθέγξασθαι. Τῆς γὰρ περιμαχήτου καὶ ποθεινοτάτης ἅπασιν ἀρχῆς, νῦν, εἴπερ ποτέ, σφοδρὸν ἑαυτῆς ἔρωτα τοῖς ἀνθρώποις ἐμβαλούσης, καὶ ῥᾳδίως ἑαυτὴν τοῖς ἐρῶσι παρεχούσης, οὐ μόνον οὐκ ὠνειροπόλησας, ἀλλ’ οὐδὲ καλούμενος ὑπήκουσας, οὐδὲ προτεινομένην ἥρπασας, ἡγούμενος ἀρχὴν εἶναι μεγίστην, καὶ πρέπουσαν ἀνδρὶ καλῷ κἀγαθῷ, τὸ ἄρχειν ἑαυτοῦ δύνασθαι, τὸ τὸν λογισμὸν τῷ θυμῷ καὶ ταῖς ἡδοναῖς ἐπιστῆσαι. Μετὰ δὲ τοῦτο, εὖ καὶ καλῶς ἑώρακας, τὴν ἀκριβῆ ἐλευθερίαν ἐν ταῖς ἡσυχίαις, ἀλλ’ οὐκ ἐν ταῖς περιβλέπτοις ταύταις ταῖς ἀρχαῖς χορεύουσαν. Πολλῆς γὰρ ἀνάγκης εἶναι εἰκότως νενόμικας τῶν μὲν ἄρχειν, ἑτέροις δὲ δουλεύειν· καὶ τοῖς μὲν ἐπιτάττειν, τοῖς δὲ ὑπακούειν· καὶ τοὺς μὲν ἀδικεῖν, τοῖς δὲ χαρίζεσθαι· καὶ τοῖς μὲν ὑποκεῖσθαι, τοῖς δὲ ἐπικεῖσθαι· καὶ τοὺς μὲν φοβεῖσθαι, ὑπὸ δὲ τῶν μισεῖσθαι. Ἡγούμενος οὖν δίκην διδόντων, οὐ τιμὴν λαμβανόντων ταῦτ’ εἶναι, ἐκείνην μὲν εἰκότως παρῃτήσω, περὶ δὲ τὴν τῆς ψυχῆς ἐπιμέλειαν, τὴν σπουδὴν ἔτρεψας. Εἰ δέ τινες τὴν κρίσιν τῶν πραγμάτων οὐκ ἔχοντες ὀρθήν, μᾶλλον δὲ τὸν λογισμὸν ἀπολωλεκότες, αἰτιῶνταί σε, μάλιστα μὲν οὐδὲ λόγου ἀξιωθῆναι ὀφείλουσιν, ἄνθρωπον αἰτιώμενοι, τὸν στεφάνων ἄξιον. Εἰ δὲ χρὴ ἀκροβολίσασθαι πρὸς αὐτούς, ἐκεῖνο εἰπέ.
Ἴσως ἐοίκατε ἀγνοεῖν, ὅτι εἰς τυραννίδα τὸ τῆς πρᾳότητος μετακεχώρηκεν ἀξίωμα. Εἰ μὲν γὰρ ἔχετε δεῖξαι τὴν ἀρχαίαν ποιμαντικὴν καὶ νῦν κρατοῦσαν, μάλιστα μὲν τὸν ἥττονα ἡγησάμενον εἶναι τοῦ πράγματος, καὶ ἀποφυγόντα, δίκαιοι ἂν εἵητε ἐπαινεῖν. Εἰ δὲ δυνάμενος παρῃτήσατο, μὴ μόνον ἀπολυέσθω τῆς κατηγορίας, ἀλλὰ καὶ δίκας ἀπαιτείσθω. Εἰ δὲ εἰς τοὐναντίον μετακεχώρηκε, μὴ ἀπαιτείσθω. Τότε μὲν γὰρ ὑπὲρ τῶν προβάτων ἀπέθνησκον· νῦν δὲ τὰ πρόβατα ἀναιροῦσιν οἱ ποιμένες, οὐ τὰ σώματα σφάζοντες· ἧττον γὰρ ἦν κακόν· ἀλλὰ τὰς ψυχὰς σκανδαλίζοντες. Καὶ τότε μὲν νηστείαις τὸ σῶμα ἐσωφρόνιζον, νῦν δὲ τρυφαῖς σκιρτᾷν παρασκευάζουσι.
Καὶ τότε μὲν τὰ ἑαυτῶν τοῖς δεομένοις διένεμον· νῦν δὲ τὰ τῶν πενήτων σφετερίζονται. Καὶ τότε μὲν ἀρετὴν ἤσκουν, νῦν δὲ τοὺς ἀρετὴν ἀσκοῦντας ἐξοστρακίζουσι. Καὶ τότε μὲν τὴν ἁγνείαν ἐξεθείαζον, νῦν δέ, ἀλλ’ οὐδὲν βούλομαι δυσχερὲς εἰπεῖν. Καὶ γὰρ ταῦτ’ εἶπον ἐκκωμῳδῶν τοὺς ἐνόχους. Οὐδὲ γὰρ πάντας αἰτιάσομαι, ἀλλὰ δεικνὺς τὸ μέσον τῆς ἀρχαίας λειτουργίας, καὶ τῆς νυνὶ τυραννίδος, δι’ ἢν αἰτίαν οὐ στεφανοῦτε, καὶ ἀνακηρύττετε τοὺς τῆς ἰσότητος ἐραστάς;
ΣΚΔʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ἀνήρ τις τῶν ἐπὶ φιλοσοφίᾳ σεμνυνομένων ἐντυχὼν ἡμῖν, σοῦ μὲν δεινὴν ποιεῖτο τὴν καταβοήν, φάσκων θαυμάζειν, πῶς μηδ’ ἐξ αἵματος ἐλευθερίου φὺς τὴν ὀφρὺν ἐπαίρεις, καὶ τὸν αὐχένα ὑψοῖς, καὶ ἐπ’ ὀνύχων βαδίζεις, καὶ ἀεροβατεῖν νομίζεις, καὶ διὰ πάντων τῶν μελῶν τὴν ἀπαιδευσίαν ἐμφαίνες· γυναῖκα δ’ ἀρχαίαν ἐξεθείαζεν, ἧς καὶ τὸ ἐπιτάφιον ἐπίγραμμα ἀπήγγελλε λέγον, Ἀρχεδίκη κατρὸς ἀνδρός, ἀδελφῶν τ’ οὖσα τυράννων Παίδων τ’. Οὐκ ἤρθη νοῦν ἐς ἀτασθαλίην.
Ἐγὼ δὲ ἐδικαίωσα αὐτὰ ταῦτα μηνῦσαι, τάχα πως κἂν νῦν γνοίης σαυτόν.
ΣΚΕʹ. ΣΤΡΑΤΗΓΙῼ ΜΟΝΑΖΟΝΤΙ. Οἱ μὲν πλεῖστοι τῶν ἀνθρώπων τὸ μὲν ἄκοντα πάσχειν κακῶς, ἀνανδρίας· τὸ δὲ ἑκουσίως· ἑλέσθαι ἀδικηθῆναι, ἐπιεικείας καὶ φιλοσοφίας τεκμήριον τίθενται εἶναι μέγιστον. Οἱ δὲ ἐπιστάμενοι περὶ πραγμάτων κρίνειν ὀρθῶς, μᾶλλον δὲ οἱ ταῖς ἱεραῖς πιστεύοντες Γραφαῖς, καὶ τὸν ἀκουσίως μὲν ἀδικούμενον, φιλοσόφως δὲ φέροντα, οὔτε μισθῶν, οὔτε ἐπαίνων ἀποστεροῦσιν, ἐπιψηφίζοντος μάλιστα τοῦ Παύλου καὶ λέγοντος· «Καὶ τὴν ἀρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες ἔχειν ἑαυτοῖς κρείττονα ὕπαρξιν ἐν οὐρανοῖς καὶ μένουσαν.» Εἰ δὲ φαίης, Τί γὰρ ποιῆσαι ἠδύνατο, ὑπὸ τοῦ δυνατωτέρου ἀδικούμενος; φαίην, καταβοῆσαι, κακηγορῆσαι, ἐπαράσασθαι, διασῦραι, ἐνοχλῆσαι δικαστηρίοις. Ὁ οὖν ταῦτα πάντα δυνάμενος, πρᾶξαι μέν, μὴ πράττων δέ, τῷ ἑκουσίως ἑλομένῳ ἀδικηθῆναι εἰκότως ἂν εἰ καὶ μὴ συναριθμηθείη, ἀλλά γε ὑπαριθμηθείη.
Εἰ δὲ χρὴ καὶ δεινότητι χρήσασθαι, καὶ τὸ ἀκριβὲς εἰπεῖν, τάχα καὶ ὑπερακοντίσειεν ἐκεῖνον. Τῷ μὲν γὰρ τὸ βούλεσθαι ἀδικεῖσθαι, μεγίστην φέρει παραμυθίαν. Οὐ γὰρ ἂν ἠδικήθη, εἴ γε μὴ ἠβουλήθη. Τῷ δὲ μὴ βουληθέντι μέν, ὑπομείναντι δέ, καὶ μηδὲν πεποιηκότι δι’ ὧν ἠδύνατο ἀμύνασθαι τὸν ἀδικήσαντα, ἄτε ἐσχάτης φιλοσοφίας βάσανον ἐπιδειξαμένῳ, λαμπρότερος πλακείη στέφανος.
ΣΚϛʹ. ΠΑΜΠΡΕΤΙῼ ΔΙΑΚΟΝῼ. Σύμβολόν ἐστιν, ὦ θαυμάσιε, μέγιστον τοῦ πεπεῖσθαι τὸν ἀκούσαντα, ὁ τῶν λεχθέντων ἔπαινος. Οὐ γάρ ἐστιν ἄτις οἴεται καλῶς ἔχειν, τούτοις φάσκειν μὴ πεπεῖσθαι. Ὥσπερ γὰρ ὅσα κακίζομεν, ἀποφεύγειν σπουδάζομεν, εἰ σωφρονοῦμεν· οὕτως ἂ θαυμάζομεν, πάντως αἱρούμεθα. Τοῦ χάριν δὴ ταῦτα λέγω, ἵσως οὐκ ἀγνοεῖς, ὀφείλων ἢν ἐπῄνεσας συμβουλὴν εἰς πέρας ἀγαγεῖν.
ΣΚΖʹ. ΣΤΡΑΤΗΓΙῼ ΜΟΝΑΖΟΝΤΙ. Μὴ ἀγνόει, ὦ φίλος, ὅτι ὑπόθεσίς ἐστι τῆς μακαρίας ζωῆς, ἡ τῶν παθῶν νέκρωσις, ἧς οὐδὲν εὐκταιότερον, οὐδ’ εὐκλεέστερον γένοιτ’ ἄν.
ΣΚΗʹ. Τῼ ΑΥΤῼ. Εἰ καὶ ἐπέθετό σοι ὁ κοινὸς ἁπάντων ἐχθρός, ὡς αὐτοβοεὶ περιεσόμενος, καὶ ἐξ ἐπιδρομῆς ἅπασάν σου τὴν πολιτείαν ληψόμενος, ἀλλ’ αὐτός, ὡς ἐπυθόμην, ἀκοιμήτῳ σπουδῇ τὴν θείαν προβαλλόμενος συμμαχίαν, πολλοὺς μὲν αὐτῷ πόνους εἰς τὴν πολιορκίαν προὐξένησας, ἄπρακτα δὲ αὐτοῦ τὰ μηχανήματα, καὶ τὰς ἑλεπόλεις ἀπέδειξας, καὶ τὸ τρόπαιον κατ’ αὐτοῦ λαμπρότερον ἕστησας. Συγχαίροντες οὖν σοι ἐπὶ τῇ νίκῃ, καὶ τὰ ἐπινίκια ᾄδοντες παραινοῦμεν γρηγορεῖν καὶ προσέχειν σαυτῷ.
Ὁ γὰρ πολέμιος οὔτε αἰδεῖσθαι εἶδεν, οὔτε ἐρυθριᾷν ἐπίσταται, οὕτ’ ἀπογινώσκει ἕως θανάτου, ἀλλ’ ἀντὶ ὅπλων καὶ μηχανημάτων ἀρκούμενος τῇ οἰκείᾳ φύσει, παντὶ καιρῷ ἐπιτίθεται οὐ τὸ ἡττῆσθαι ἐννοῶν, ἀλλὰ τὸ νικῆσαι ὀνειροπολῶν. Πάσῃ οὖν φυλακῇ τήρει τὴν σαυτοῦ καρδίαν. Οὐ γὰρ μονοειδής, ῥᾳδίως γὰρ ἂν ἑάλῳ, ποικίλη δέ τίς ἐστι καὶ πολύτροπος, ἡ πρὸς αὐτὸν μάχη. Ὅταν μὲν γὰρ διὰ σωφροσύνης ἡττηθῇ, διὰ φιλοχρηματίας πολεμεῖ.
Εἰ δὲ κἀνταῦθα τρωθείη, διὰ βασκανίας ἐπιβουλεύει. Εἰ δὲ καὶ τούτων τινὰ ἴδῃ περιγινόμενον, τοὺς φίλους ἐξοπλίζει. Εἰ δὲ καὶ τὰς τούτων προσβολὰς ὑπομείνειε, τοὺς οἰκέτας ἐκπολεμεῖ. Ὅταν δὲ μηδὲ ὑπὸ τούτων ἁλῷ, ὀλιγωρίαν ἐντίκτει. Εἰ δὲ ταύτης περιείη, μνησικακίαν ἐνίησι. Καὶ τί πειρῶμαι πάντα τὰ βέλη τοῦ πονηροῦ φράσαι; Διὸ ταῦτα μὲν παρήσω, ἐκεῖνο δὲ παραινέσαιμι τῇ σῇ ἀνδρείᾳ πάντοθεν ὀμματοῦν ἑαυτήν, ὡς πάντοθεν τοῦ πολεμίου βάλλοντος, καὶ εἰς τὰ καίρια μάλιστα ἀκοντίζοντος.
ΚΘʹ. ΛΕΟΝΤΙῼ ΜΑΓΙΣΤΡΙΑΝῼ. Οὐκ ἀποδέχομαί σε, ἅγος πόλεως, καὶ κηλῖδα Ἐκκλησίας, καὶ ὕβριν ἐλευθερίας, καὶ τῶν συνόντων ὀλετῆρα, καὶ τί γὰρ οὐχὶ τῶν αἰσχίστων, Ζώσιμον τὸν δοκοῦντα πρεσβύτερον, ἀποκαλοῦντα. Εἰ γὰρ καὶ αὐτὸς τοιοῦτός ἐστιν, ἀλλὰ σὴν γλῶτταν, καὶ ὄργανον ἀληθείας τυγχάνουσαν, οὐ χρὴ τούτοις καταῤῥυπαίνεσθαι τοῖς λόγοις. Παῦσαι τοίνυν σαυτὸν ὑβρίζων.
Εἰ γὰρ καὶ ἀληθῆ τὰ λεγόμενα, καὶ οὐδεὶς ὡς ψευδομένῳ ἐπισκήψειεν, ἀλλά σε κόσμιον ὄντα ἄνδρα, καὶ πολλαῖς ἀρεταῖς κομῶντα, καὶ τὸ τῆς ἀνεξικακίας δίκαιον ἂν εἴη ἐναβρύνειν ἐγκαλλώπισμα.
ΣΛʹ. ΑΦΡΟΔΙΣΙῼ ΠΡΕΣΒΥΤΕΡῼ. Καιρίως ἂν τὰ γραφέντα παρὰ σοῦ ἐλέγετο τοῖς εἰς σὲ πεπαρῳνηκόσιν, εἴ γε μὴ ὡμολόγουν ἐσφάλθαι. Ὁμολογούντων δέ, ἄωρος τούτων ἡ μνήμη, τῆς ἀπὸ τοῦ καιροῦ συμμαχίας ἀμοιροῦσα.
ΣΛΑʹ. ΑΝΤΙΟΧῼ. Εἰς τό, «Οὐ φείσεται ὀφθαλμός μου.» Τίνος ἕνεκεν, ἔφης, εἶπεν ἡ τῆς ἡμερότητος πηγὴ διὰ τοῦ Ἰεζεκιὴλ περὶ τῶν Ἰουδαίων, «Οὐ φείσεται ὁ ὀφθαλμός μου, οὐδὲ μὴ ἐλεήσω;» Ἄκουε τοίνυν. Ἐπειδὴ ἐν πολλοῖς χρόνοις ἦσαν συγγνώμης ἁμαρτάνοντες μείζονα, καὶ μήτε τοὺς τῶν προφητῶν προσιέμενοι λόγους, μήτε τὰς θείας εὐεργεσίας ἐννοοῦντες εἰς ἀνήκεστον ἐκπεπτώκασι κακίαν· αὐτοτελὴς δὲ κατ’ αὐτῶν ἐξενήνεκτο ἀπόφασις, ὥστε παραδοθῆναι τοῖς Βαβυλωνίοις, καὶ ἔργον τῆς τῶν πολεμίων γενέσθαι δεξιᾶς, ᾔδει γὰρ αὐτῶν τὸ ἀμετανόητον· οὐδένα οἶκτον λήψομαι, φησίν, ἐπὶ τοῖς πάσχουσιν, ὃ δὴ ἐπὶ τῶν Νινευϊτῶν πεποίηκα Ἐκεῖ μὲν γὰρ ἡ ἐπὶ τὸ κρεῖττον αὐτῶν ῥοπή τε καὶ τροπὴ καιρὸν παρέσχεν, ἀνακληθῆναι τοὺς κατακρίτους καὶ ἀνατραπῆναι τὴν ἀπόφασιν. Ἐνταῦθα δὲ οὐδενὸς ἐπὶ τὸ βέλτιον βλέποντος, ἀλλὰ πάντων ἐπὶ τὰ χείρω ῥεπόντων, ἀναγκαίως ἡ κατὰ πάντων ἐκφέρεται ψῆφος.
ΣΑΒʹ. ΠΑΥΛῼ ΜΟΝΑΖΟΝΤΙ. Ὅτι πάσης ἐπέκεινα τόλμης, τὸ δογματίζειν τοὺς βιοῦντας αἰσχρῶς. Καὶ εἰς τὸ γεγραμμένον, «Γνῶναι τὰς ὁδούς μου ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνην πεποιηκώς.» Χρὴ τὸν μέλλοντα περὶ Θεοῦ λόγον κινεῖν ταῖς ἀπὸ τῆς πολιτείας διαλάμπειν ἀρεταῖς. Τῷ γὰρ κακίας ἐραστῇ, οὐδὲ περὶ τῶν δικαιωμάτων αὐτοῦ, μήτιγε αὐτοῦ κινεῖν γλῶτταν, ἐπιτρέπει, ὡς ὑβριζομένων τῶν θείων νόμων, ὅταν διὰ μιαρᾶς προφέρωνται γλώττης. «Τῷ γὰρ ἁμαρτωλῷ, φησίν, εἶπεν ὁ Θεός. Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου· καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» Καὶ διὰ τοῦ Ἡσαΐου μεμφόμενος τοὺς βίου μὲν ἀρίστου μὴ ἐπιμελομένους, τὰς δὲ οἰκονομίας αὐτοῦ αἰτιωμένους, φησί· «Γνῶναί μου τὰς ὁδοὺς ἐπιθυμοῦσιν, ὡς λαὸς δικαιοσύνας πεποιηκώς, καὶ κρίσιν Θεοῦ αὐτοῦ μὴ ἐγκαταλελοιπώς.» Ἕαδε οἱ τὰς ὁδοὺς αὐτοῦ, τουτέστι τὰς οἰκονομίας, πολυπραγμονοῦντες, πάντολμοι ἂν εἶεν, πῶς οὐκ ἂν ἐπέκεινα πάσης τόλμης χωροῦσιν, οἱ περὶ αὐτοῦ τοῦ Θεοῦ μιαρᾷ γλώττῃ λόγον κινοῦντες, καὶ μάλιστα ὅταν τί ἐστι πολυπραγμονῶσι; Χρὴ δὲ μή τί ἐστι περιεργάζεσθαι, ἀλλ’ ὅτι ἐστὶν ἰσχυρίζεσθαι. Καὶ σιωπῶ, ὅτι παρὰ Λακεδαιμονίοις, τοῖς σκιὰς τῶν πράξεων τοὺς λόγους εἶναι εἰκότως ὁρισαμένοις, τὸν αἰσχρῶς βεβιωκότα, οὐδὲ γνώμην ἀγαθὴν ἀποφήνασθαι ἐξῆν.
Εἰ τοίνυν ὀρθῶς σοι πιστεύοντι, καὶ εὖ πράττοντι ἐπιφύονταί τινες πράγματά σοι παρέχοντες, μὴ ταράττου. Τοιοῦτον γὰρ τῶν φαύλων τὸ ἔθος. Ἡττώμενοι γὰρ περιφανῶς τῷ βίῳ, ἐπὶ τὴν ἔρευναν τοῦ θείου καταφεύγουσιν, ὡς ἐκ τούτου πράγματα παρέξοντες τοῖς εὖ βιοῦσι, καὶ τὴν παῤῥησίαν αὐτῶν ἀποκλείσοντες.
Ἐχρῆν δὲ αὐτούς, ἐννοοῦντας ὅτι οἱ περὶ τὸ δῆλον πταίοντες, περὶ τοῦ δοκοῦντος ἀδήλου οὐκ ἂν εἶεν ἀξιόπιστοι λέγοντες, πρῶτον ἑαυτῶν τὸν βίον ῥυθμίσαι, καὶ οὕτως ἐπὶ τὴν ζήτησιν παρελθεῖν τῶν ἀνεφίκτων.
ΣΛΓʹ. Τῼ ΑΥΤῼ. Χρὴ τὰς ἀρχὰς τῶν λόγων ἀληθεῖς εἶναι καὶ πιστάς. Ψευδοῦς γὰρ οὔσης τῆς ὑποθέσεως, ἀναγκαίως καὶ τὸ συμπέρασμα ἀσύστατον εὑρεθήσεται.
ΣΛΔʹ. ΑΛΥΠΙῼ ΕΠΙΣΚΟΠῼ. Μὴ δυσχεράνῃς, ὦ βέλτιστε, ἐὰν ἐπαφῶ τὴν γλῶτταν τοῖς φιλαργύροις. Πρᾶγμα γὰρ λέξω σαφές, καὶ ἁπλοῦν, καὶ μαρτυρίας μὴ δεόμενον. Τοσοῦτον γὰρ κεχείρωνται τῷ νοσήματι, ὡς μηδὲ νόσημα αὐτὸ ἡγεῖσθαι. Καθάπερ γὰρ οἱ οὐρανοπολῖται, οἱ ἐν τοῖς ὄρεσι, φημί, μοναχοί, οὐδὲ ἴσασί τί ἐστι πλεονεξία· οὕτως οὐδὲ οὗτοι, ἀλλ’ οὐχ ὁμοίως, ἀλλ’ ἀπεναντίας ἐκείνοις. Ἐκεῖνοι μὲν γὰρ διὰ τὸ πόῤῥω εἶναι τοῦ πάθους ἀγνοοῦσι τὸ νόσημα· οὗτοι δὲ οὐδὲ νόσημα αὐτὸ ἡγοῦνται εἶναι. Οὕτω γὰρ παρώσατο τὴν ἀρετὴν ἡ κακία, καὶ τυραννεῖ, καὶ πάντα ἅνω καὶ κάτω ποιεῖ, ὡς μηδὲ κακία εἶναι νομίζεσθαι.
ΣΛΕʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Ὅτι ἀθάνατος ἡ ψυχή. Τὸ νομίζειν σε φθείρεσθαι μετὰ τοῦ σώματος τὴν ψυχήν, κομιδῇ γελοῖον καὶ ἠλίθιον, καὶ τῷ ὄντι σαρκικοῦ ἀνθρώπου, καὶ βουλομένου μὲν μετὰ τὸν ἐνταῦθα βίον μηδὲν εἶναι, βεβαιοῦντος δὲ τὰ παρὰ πάσῃς ἡλικίας περὶ σοῦ τραγῳδούμενα. Δυσωπῆσαι μὲν οὖν σε ὀφείλουσι, καὶ φιλόσοφοι καὶ ποιηταί, καὶ ῥήτορες, καὶ συγγραφεῖς, ὅσοι τὴν τῆς ψυχῆς ἀθανασίαν ἐδογμάτισαν, ὧν εἰ καὶ ἄπειρος εἶ, ὡς ἀπαίδευτος ὢν ἐν πᾶσιν, ἀλλά γε παρὰ τῶν πεπαιδευμένων μαθεῖν δίκαιος ἂν εἴης. Δυσωπήσει δὲ καὶ λογισμὸς ἀναντίῤῥητος. Ἡ γὰρ τοῦ σώματος ἀεὶ ῥέοντος καὶ φθειρομένου ἐπιλαμβανομένη, καὶ τὸ θνητὸν αὐτοῦ καὶ ῥευστὸν ἐπισφίγγουσα, καὶ τὸ πίπτον ἐγείρουσα, καὶ παρέχουσα τοῖς μὲν ἀποῤῥέουσι τροφήν, τοῖς δὲ μαραινομένοις ἀναβλάστησιν, οὐκ ἂν δήπου καθ’ ἑαυτὴν γενομένη ἀπολείπῃ τὴν οἰκείαν δύναμιν, δι’ ἧς καὶ τὸ σῶμα συνεῖχε, καὶ διέσωζεν.
Εἰ δὲ μήτε τοὺς ἔξωθεν σοφοὺς δυσωπηθείης, μήτε τούτῳ τῷ ἀναγκαίῳ λογισμῷ πεισθείης, ἅτε πολλῇ καὶ συγγνώμης μείζονι κακίᾳ βεβαπτισμένος· χρησμόν σοι θεῖον ἀναγνωσόμεθα, δι’ οὖ διαῤῥήδην ἡ τῆς ψυχῆς ἀθανασία κηρύττεται. Τί [οὖν] οὗτός φησι; «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.» Μὴ τοίνυν ἐκ τῆς ὑπερβολῆς ὧν ἕδρασας κακῶν. (Οὐδὲν γὰρ ἄπρακτον, ὤς φασι, κατέλειψας) ἀσεβῆ δόγματα σαυτῷ δογμάτιζε· ἀλλὰ πιστεύων ἀθάνατον εἶναι τὴν ψυχήν· καὶ ὅτι πολλάκις μὲν κἀνταῦθα, πάντως δ’ ἐκεῖσε δώσεις δίκην, ὡς οὐ λησόμενος τὴν δίκην, ἀπαλλάγηθι κἂν ὀψέ ποτε, τῆς πονηρίας.
ΣΛϛʹ. ΕΥΛΟΓΙῼ. Ὀλίγα εἰπὼν ὃ βούλομαι φράσω. Βοιωτούς τις εἰς ἀπαιδευσίαν σκώπτων ἔφη· «Ὦ Βοιωτοί, ὡς σφόδρα ἐστὲ Βοιωτοί.» Δίκαιος δέ τις ἀνὴρ ἀδίκῳ πράγματι παρακαλούμενος ὑπὸ Μιλησίων συμπρᾶξαι ἔφη, «Ὦ Μιλήσιοι, ὡς σφόδρα ἐστὲ Μιλήσιοι.» Ἀλέξανδρος δὲ ἐρωτηθείς, διὰ τί λίαν τιμᾷ Ἀντίπατρον, ἔφη, «Ὅτι ἀντὶ πατρός μοί ἐστιν.» Ἐγὼ δὲ φράσω, ὢ Εὐλόγιε, ὡς σφόδρα εἷ Εὐλόγιος, ἐπαινεῖν ἐμὲ καὶ τοὺς κατ’ ἐμὲ προῃρημένος.
ΣΛΖʹ. ΗΡΩΝΙ ΜΟΝΑΖΟΝΤΙ. Εἰς τό, «Πᾶς ἀνὴρ φαίνεται δίκαιος.» Πολλοὶ τῶν ἀνθρώπων (ὀκνῶ γὰρ εἰπεῖν πάντες, καίτοι τῆς Γραφῆς τοῦτο δοκούσης λέγειν), οὐ τῷ δικαιοσύνην ἀσπάζεσθαι, ἀλλὰ τῷ τοῖς ἀδικωτέροις ἑαυτοὺς παραβάλλειν τῇ συγκρίσει τῶν χειρόνων τὴν τῆς δικαιοσύνης φαντασίαν καρποῦνται οὐκ αὐτὰς καθ’ ἑαυτὰς τὰς θείας ἐντολὰς δοκιμάζοντες, καὶ πρὸς τὸν τούτων κανόνα ῥυθμίζοντες τὸν οἰκεῖον βίον, ἀλλὰ τοῖς ῥᾳθυμοῦσι τῶν πέλας παραμετροῦντες τὴν ἑαυτῶν πολιτείαν. Διὸ καὶ τοῦτ’ ἐῤῥέθη, ὅπερ μαθεῖν ἠθέλησας. «Πᾶς ἀνὴρ φαίνεται ἑαυτῷ δίκαιος.» Πρὸς μὲν γὰρ τὰ κατορθώματα τῶν πέλας τυφλώττει, τὰ δὲ ἐλαττώματα ὀξέως ὁρᾷ· καὶ καθάπερ οἱ γύπες λειμῶνας πολλάκις καὶ παραδείσους παρατρέχοντες, τοῖς νεκροῖς ἐφίπτανται σώμασιν. Ἐπήγαγε γοῦν· «Κατευθύνοι δὲ καρδίας ὁ Κύριος,» ἢ τῶν τὴν τοιαύτην φαντασίαν δηλονότι ἐξορισάντων, ἢ τῶν πρὸς τὰς θείας ἐντολὰς τὸν ἑαυτῶν ῥυθμισάντων βίον, ἢ τῶν ὑπερβεβηκότων τὸ ἄνθρωποι εἶναι, καὶ εἰς κρείττονα τάξιν τε καὶ ἀξίαν, διὰ τῆς ἀρίστης πολιτείας ἀναβιβασθέντων, κατὰ τὸ εἰρημένον, «Ἐγὼ εἶπα· θεοὶ ἔστε, καὶ ὑιοὶ Ὑψίστου πάντες.»
ΣΛΗʹ. ΠΑΜΠΡΕΠΙῼ ΔΙΑΚΟΝῼ. Τί ἐστι τό, «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Ἐπειδὴ τὸ μὲν λόγοις φιλοσοφεῖν ῥᾴδιον, τὸ δὲ ἔργοις δύσκολον, καὶ τὸ μὲν τὰς ἀκοὰς τέρπει, τὸ δὲ τὰς ψυχὰς παιδεύει. Διὰ τοῦτο ὁ Θεός, τοῖς τῆς ἱερωσύνης λειτουργίαν ἐστεμμένοις βοᾷ τοῦθ’ ὅπερ μαθεῖν ἠθέλησας. «Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ.» Ἐπειδὴ γὰρ οἱ διὰ λόγων φιλοσοφοῦντες οὐ μόνον ἐνοχλοῦσι τοὺς ἀκούοντας, ἀλλὰ καὶ δι’ ὧν τὰ ἐναντία οἷς λέγουσι πράττουσι, κωμῳδεῖσθαι ἑαυτοὺς παρασκευάζουσι· διὰ τοῦτο τὴν τῶν ἔργων ἀρετὴν τούτους ἀπαιτεῖ, τὴν τῆς ψυχῆς τῶν ἀκροατῶν ἁπτομένην. Ὥστε ἱερὸν εἶναι χρὴ τὸν ἱερωμένον. Ἱερᾶσθαι γὰρ τὸν ἀνίερον οὐ θέμις.
ΣΛΘʹ. ΠΑΛΛΑΔΙῼ ΔΙΑΚΟΝῼ. Ὅτι χαλεπῶς (f. χαλεπὸν) ἡ κακοδοξία· καὶ ἀκόνητοι (f. ἀνόνητοι) τῶν ταύτῃ κεκρατημένων οἱ πόνοι. Ἀνάκτησαι σαυτοῦ, ὦ βέλτιστε, τὴν ὑπόληψιν, οὐ νοσήσασαν καὶ διαφθαρεῖσαν, καὶ εἰς τὸ μὴ ὂν χωρήσασαν· ἧττον γὰρ ἂν ἦν ἵσως κακόν· ἀλλ’ εἰς κακοδοξίαν τραπεῖσαν.
ΣΜʹ. ΛΑΜΠΕΤΙῼ ΕΠΙΣΚΟΠῼ. Οἶδα μέν, ὦ ἀγνείας ἀνάκτορον, ὅτι εἰκότως δυσχεραίνεις, Ζωσίμου τε καὶ Μαρτινιανοῦ, Μάρωνός τε καὶ Εὐσταθίου ἱερᾶσθαι δοκούντων, ἀνθρώπων πάσῃ μὲν ἀρετῇ ἀπροσίτων τε καὶ ἀβάτων, πάση δὲ κακίᾳ ἱππήλατον ἑαυτοὺς κατασκευασάντων ὁδόν τε καὶ χῶρον. Ἀλλ’ εὖ εἰδέναι ὀφείλεις, ὅτι ὅσῳ μείζονος ἠξιώθησαν τιμῆς, τοσούτῳ καὶ μείζονα δώσουσι δίκην, ὅτι μηδὲ τῇ εὐεργεσίᾳ βελτίους ἐγένοντο.
ΣΜΑʹ. Τῼ ΑΥΤῼ. Αὐτὸς μὲν ἵσως πολλῶν τε λόγων καὶ νοημάτων ἔχειν με νομίζεις παρασκευήν, ἐγὼ δὲ οἶδα σαφῶς, ὅτι οὐδὲν οἶδα. Εἰ δέ τι λεχθείη εὐδόκιμον, τῷ Θεῷ τὴν αἰτίαν λογιστέον, τῷ καὶ ἰδιώτας, διὰ τὴν τῶν ἀκουόντων ὠφέλειαν, πολλάκις σοφίζοντι.
ΣΜΒʹ. ΝΕΙΛΑΜΜΩΝΙ ΣΧΟΛΑΣΤΙΚῼ. Εἰ καὶ τῷ δεινὸς εἶναι προλαβὼν τὴν ἀπολογίαν διέσυρας γεγραφώς, εἰπὲ πάλιν ὅτι τῷ δόγματι οὐ λυμαίνεται ἡ ὑπερφυὴς Μαρτινιανοῦ καὶ Ζωσίμου, Μάρωνός τε καὶ Εὐσταθίου κακία. ὧν ὁ βίος λοιπὸν σκηνοβατεῖται, ἀδοξίαν καὶ κωμῳδίαν τῇ ἱερωτάτῃ θρησκείᾳ προστριβόμενος. Ἀλλ’ ἔγωγε οὐκ ἂν ἀποσταίην τῆς ἀληθείας, ἀλλ’ αὐτῇ πρὸς ἀπολογίαν χρησαίμην.
Ἐπειδὴ γὰρ οὐκ ἔχων ὅ τι καὶ μέμψοιο τὴν θειοτάτην θρησκείαν, εἴς τινας τῶν ἱερωμένων ἔτρεψας τὴν κατηγορίαν, εὐφώρατός σοι ἡ σκαιωρία γέγονεν ὑπὸ πάντων τῶν συνέσεως οὐκ ἀμοιρούντων, τῶν τὴν μὲν θείαν ὑπερεπαινεσάντων πολιτείαν, τὴν δὲ κατηγορίαν εἰς ἐκείνους τρεψάντων. Εἰ δὲ καὶ αὐτὸς τῆς φιλονεικίας ἀποσταίης, ἀποδείξῃ τὰ εἰρημένα. Τί γὰρ ἄτοπόν φαμεν, λέγοντες, ὅτι αὐτὸ τὸ πρᾶγμα βασανίζεσθαι χρή· καὶ εἰ μὲν καλὸν φωραθείη, ἀσπαστέον, κἄν τινες τῶν δοκούντων αὐτὸ μετιέναι, εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα κατέπεσον· εἰ δ’ αἰσχρόν, φευκτέον, κἄν τινες τῶν δοκούντων αὐτῷ προσκεκλίσθαι, εἰς αὐτὴν τῆς ἀρετῆς δοκοῖεν ἐληλακέναι τὴν κορυφήν; χρὴ γὰρ τὴν μὲν ἀρετὴν ἀσπαστὴν εἶναι, κἂν πάντες ψέγωσιν οἱ τὴν κρίσιν τῶν πραγμάτων οὐκ ἔχοντες ὀρθήν· τὴν δὲ κακίαν φευκτήν, κἂν πάντες οἱ τῶν κακῶν ἐρασταὶ αὐτὴν ἀνακηρύττωσιν. Οὐ γὰρ ἀπὸ τῶν νοσούντων, ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων χρὴ λαμβάνειν τὰς περὶ τῶν πραγμάτων ψήφους. Εἰ γὰρ τοῖς νοσοῦσιν ἑψόμεθα, καὶ φιλοσοφίας καταγνωσόμεθα.
ΣΜΓʹ. ΕΥΔΑΙΜΟΝΙ. Εἰς τό, «Αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη.» Σὺ μὲν οὐ κατὰ λόγον ἔφης εἰρῆσθαι τό, Αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Ἐγὼ δὲ οὐ μόνον κατὰ λόγον, ἀλλὰ καὶ θαυμασίως αὐτὸ γεγράφθαι φημί, καὶ ὅπως, ἄκουε. Ἡ γυνὴ παρὰ τὴν γονὴν εἵρηται. Αὕτη γοῦν κληθήσεται γυνή, τουτέστι γονίμη, ὅτι ἐκ τοῦ [ἀνδρὸς] αὐτῆς τοῦ μέλλοντος γόνιμον ποιεῖν, ἐλήφθη. Τὴν γὰρ παρθένον ὁ ἀνὴρ συναπτόμενος, γυναῖκα, τουτέστι γόνιμον ποιεῖ. Διὸ καὶ παρ’ Ἀθηναίοις ἡ συνάφεια ἡ κατὰ νόμον, ἐπ’ ἀρότρῳ παίδων ἐλέγετο γίνεσθαι, καὶ γονεῖς οἱ τεκόντες καλοῦνται. Τοὺς γὰρ λέγοντας παρὰ τὰ γυῖα, τουτέστι τὰ μέλη, εἰρῆσθαι, οὐδὲ λόγου ἀξιωτέον. Τῷ μὲν γὰρ μέλει καὶ μέρει τὸ ὅλον καὶ τὸ πᾶν ἀντιδιαστέλλεται. Τῇ δὲ γυναικὶ ὁ ἀνήρ, τουτέστι τῷ σπείροντι γεωργῷ καὶ ἀνορύττοντι τὴν γυναικείαν χώραν· παρ’ ὃ καὶ ἀνήρ, ὡς οἶμαι, λέγεται. Τὸ γὰρ ἄνθρωπος κοινὸν αὐτοῖς· ἐστιν ὄνομα· ἡ σπειρομένη γῆ, καὶ διὰ τοῦτο γόνιμος γινομένη. Τῶν πρός τι γὰρ ἡγοῦμαι καὶ τοῦτ’ εἶναι.
Ἅμα γὰρ εἴποις ἄνδρα, καὶ γυνὴ τῇ ἐννοίᾳ συνεισέρχεται· ὡς καὶ πατρὸς ῥηθέντος, ὁ παῖς συνυπακούεται, καὶ δεσπότου λεχθέντος, ὁ δοῦλος συνεπινοεῖται.
ΣΜΔʹ. ΔΙΟΣΚΟΡῼ. Χρὴ μὴ μόνον ὑπὲρ ὧν εὐηργετήθης χάριν εἰδέναι, ἀλλὰ καὶ ὑπὲρ ὧν κωλύῃ ἀδικεῖν. Καὶ τοῦτο γὰρ εἰ καὶ παράδοξόν σοι φαίνεται, εὐεργεσίας εἶδος μέγιστον τυγχάνει.
ΣΜΕʹ. ΘΕΟΔΟΣΙῼ ΕΠΙΣΚΟΠῼ. Εἰκότως, ὦ θαυμάσιε, τὴν Πηλουσιωτῶν νῦν καταθρηνεῖς πόλιν, καί τοι πρότερον μακαρίσας. Ὅτε μὲν γάρ, οἷα δὴ μήτηρ ἐπ’ ἀριστοτόκοις παιδὸς ὠδῖσι, τῇ τοῦ ἀοιδίμου Ἀμμωνίου τοῦ ὄντως ἐπισκόπου προστασίᾳ ἐνηβρύνετο, εἰκότως ἐμακαρίζετο, ἅτε δὴ καὶ τῶν θείων, καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν ἀνάπλεως οὖσα. Ὅτε δὲ μιαρὸν καὶ ξένον καὶ ἀνθρωπόμορφον θηρίον τὴν οἰκονομίαν αὐτῆς ἐνεχειρίσθη, καὶ εἰς ἐσχάτην ἐρημίαν κατηνέχθη, εἰκότως ὀλοφυρμῶν ἐστιν ἀξία. Ἐπ’ ἐκείνου μὲν γάρ, ὥσπερ αἱ τὴν βασιλίδα τοῦ σμήνους ἐν εὐδρόσοις λειμώνων ἄνθεσι περιϊζάνουσι μέλιτται· οὕτω πάντες αὐτὸν περιεῖπον, καὶ περὶ αὐτὸν ἐχόρευον. Ὄντως γὰρ ἦν καὶ τὴν ὁμιλίαν, καὶ τὴν φωνὴν μελισταγής, καὶ χειρωτικὸν ἐκέκτητο θέλγητρον. Ἐπὶ δὲ τούτου· ἀλλ’ οὐδὲν βούλομαι δυσχερὲς εἰπεῖν· οἱ ὑπολειφθέντες τὸ πανηγυρικὸν ἀμείψαντες σχῆμα καταθρηνοῦσι τὰς σφῶν συμφοράς. Τὸ δὲ αἴτιον, ὥς φασι, τουτέστι, τὸ ἐπ’ ἐκείνου μὲν τὸ θεῖον θυσιαστήριον τῆς προσηκούσης τυγχάνειν ἁγιστείας, ἱερέων αὐτὸ περιεπόντων εὐαγῶν, ἐπὶ δὲ τούτου τοὺς μὲν ἐναγεῖς ἐγκρίνεσθαι· τοὺς σπουδαίους δ’ ἀπελαύνεσθαι.
Ὡς τῶν ἀναγκαίων τοιγαροῦν ἐῤῥᾳθυμημένων, καὶ τὰ ἄλλα πάντα διέφθαρται. Τῶν γὰρ ἀδύτων ὑπὸ μιαρῶν ἀνθρώπων πατουμένων, ἄβατος καὶ ἡ πόλις εἰκότως τοῖς πολλοῖς γεγένηται. Μὴ τοίνυν, ὦ ἱερὰ κεφαλή, καταθρηνεῖ μόνον αὐτήν, ἀλλὰ καὶ εὔχου, ὅπως εἰς τὴν ἀρχαίαν ἀρετήν τε καὶ εὐημερίαν ἀναδράμοι.
ΣΜϛʹ. ΠΕΤΡῼ. Ἡ εἰρήνη τῇ δικαιοσύνῃ συγκεκραμένη θεῖόν ἐστι χρῆμα· εἰ δὲ θατέρα ἄνευ τῆς ἑτέρας εἵη, λυμαίνεται τῷ τῆς ἀρετῆς κάλλει. Ἔστι μὲν γὰρ εἰρήνη καὶ λῃσταῖς πρὸς ἑαυτοὺς καὶ λύκοις· τοῖς μὲν ἐπὶ λύμῃ τῶν ἀνθρώπων, τοῖς δὲ ἐπ’ ὀλέθρῳ τῶν προβάτων. Ἀλλ’ οὐκ ἂν καλέσαιμι ταύτην εἰρήνην τὴν τῇ δικαιοσύνῃ μὴ κοσμουμένην. Εἰ δ’ αὐτῇ συνέλθοι, ὄντως εἰρήνη κεκλήσεται. Διὸ καὶ ὁ Χριστὸς ἔφη· «Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν.» Ὅτι γὰρ οὐ πᾶσαν εἰρήνην, ἀλλὰ τὴν τῇ κακίᾳ συνεζευγμένην ἀποκηρύττει, ἀλλαχοῦ φησιν, «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Εἰρήνη γὰρ ὄντως ἐκείνη ἐστίν, ἡ τῇ δικαιοσύνῃ, καὶ τῇ εὐσεβείᾳ σεμνυνομένη.
ΣΜΖʹ. ΕΥΤΟΝΙῼ ΔΙΑΚΟΝῼ. Μὴ φοβοῦ, ὦ μισοπονηρίας ἱερὸν τέμενος, τοὺς ἐλέγχειν μὲν ἀδυνατοῦντας, ἐλέγχεσθαι δὲ παραιτουμένους, ἀλλὰ τὴν παῤῥησίαν θρασύτητος μὲν ἀπηλλαγμένην, προσηνείᾳ δὲ κεκραμένην ἐπιδεικνύμενος, προσδόκα ἀνύειν τὰ πρέποντα. Εἰ δὲ καὶ μὴ ἀνύσειας, ὡς γέγραφας, καὶ Εὐσέβιος, καὶ οἱ παρ’ αὐτοῦ οὐ δεόντως χειροτονηθέντες ἀντὶ τοῦ ἀμείβεσθαι κακηγοροῦσι, μὴ ὀλιγώρει. Ὁ γὰρ ἀκοίμητος καὶ πανεπόπτης ὀφθαλμὸς ὁ μισοπόνηρος καὶ φιλάγαθος, σὲ μὲν ἀμείψεται, ἐκείνους δὲ ἀμυνεῖται.
ΣΜΗʹ. ΖΩΣΙΜῼ ΠΡΕΣΒΥΤΕΡῼ. Λόγος ἡμῖν ἔναγχος περὶ ἀρετῆς καὶ κακίας ἐκεκίνητο, καὶ πολλῶν πολλὰ λεγόντων, ἔφην ἐγώ, ὅτι ἡγοῦμαι πάντας ἀνθρώπους καὶ ἐλαττώματα ἔχειν, καὶ πλεονεκτήματα· ἀλλὰ τοὺς μὲν εὐδοκίμους καὶ ἀρίστους, μικρὰ μὲν ἔχειν καὶ εὐτελῆ τὰ ἐλαττώματα, μέγιστα δὲ καὶ ὑπερφυῆ τὰ κατορθώματα· τοὺς δὲ ἄλλους ἢ ἀναλογοῦντα τοῖς ἐλαττώμασι τὰ πλεονεκτήματα, ἢ καὶ πλεονεκτοῦντα, ἢ καὶ πλεονεκτούμενα. Εἰσὶ γὰρ ἄνθρωποι, ἀπάνθρωποι μέν, σώφρονες δέ· ἢ ἀσελγεῖς μέν, ἐλεήμονες δέ· ἢ θρασύτατοι μέν, ῥᾳδίως δὲ μεταβαλλόμενοι· ἢ ἄδικοι μέν, μετριόφρονες δέ· ἢ ἅρπαγες μέν, ἐγκρατεῖς δέ· ἢ ἀκρατεῖς μὲν γλώττης, ἐγκρατεῖς δὲ ἡδονῶν· ἢ ἀκρατεῖς μὲν ἡδονῶν, ἐγκρατεῖς δὲ γλώττης· ἢ γαστρὸς μὲν ἥττονες, ὀργῆς δὲ κρείττονες· καὶ συλλήβδην εἰπεῖν, οὐκ ἂν ῥᾳδίως πιστεύσαιμι εἶναι ἄνθρωπον, οὕτ’ ἐλαττωμάτων ἄμοιρον, οὔτε κατορθωμάτων ἔρημον. Καὶ προΰφερον πρὸς ἀπόδειξιν, τῶν μὲν τὸν κριτὴν τῆς ἀδικίας, τὸν μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἄνθρωπον ἐντρεπόμενον, ὅστις ἐποίησε καλόν, τὴν συνεχῶς ἱκετεύουσαν αὐτὸν ἐλεήσας χήραν, καὶ ἐπεξελθὼν τοῖς ἀδικοῦσι. Τῶν δὲ τὸ «Τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, ἢ τίς παῤῥησιάσεται, καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν.»
Ὡς δὲ πάντες οἱ παρόντες ἐπῄνουν, καὶ κρότος ὑπὲρ πᾶσαν ἐλπίδα ἀνεῤῥήγνυτο, ἐγὼ μὲν ἠρυθρίασα· πρὸς γὰρ τοὺς ἐπαίνους ἐρυθριᾷν μᾶλλον πέφυκα, ἢ θρασύνεσθαι. Εἶς δὲ τῶν παρόντων, καὶ λόγῳ καὶ βίῳ εὐδόκιμος (οὐ γὰρ ἀποκρυψαίμην τὴν ἀλήθειαν, εἰ καὶ ἀνατρέπειν τὰ παρ’ ἐμοῦ λελεγμένα ἐπειρᾶτο) ὀλίγα ἐφησυχάσας, ὦ βέλτιστε Ζώσιμε, καὶ τὸν σὸν προφέρων βίον, ἐλέγχειν τὸν λόγον ἐπειρᾶτο· πάντα μὲν τὰ ἐλαττώματα ἐν σοὶ χορεύειν δεικνύς, κατορθώματος δὲ οὐδὲ ἴχνος. Ὡς δὲ ἠπίστουν ἐγώ, πάντες οἱ ὄντες ἐμαρτύρουν αὐτῷ ὡς ἀληθεύοντι, καὶ ὡς ἡττωμένης πάσης γλώττης, εἰς τὸ τὰ σὰ ἀκριβῶς ἐκφράσαι κακά. Ὡς δὲ ἀκούων ἡσυχίαν ἦγον· ζυγομαχεῖν γὰρ ἄτοπον ἡγούμην· ἔφασαν ἐκεῖνοι· «Οὐ τὸν σὸν ἀνατρέποντες, ὦ σοφώτατε, λόγον, ταῦτά φαμεν· ἀληθὴς γάρ ἐστι καὶ πάσης εὐφημίας κρείττων· ἀλλ’ ἐκεῖνον τοῦ τῶν ἀνθρώπων ἀποδοκιμάζοντες εἶναι γένους, καὶ ἀνθρωπόμορφον θηρίον, ἢ δαίμονα ἀλάστορα, καὶ τῆς φύσεως ἐχθρὸν ὁριζόμενοι.» Καὶ ταῦτα μὲν σχεδὸν πάντες ὥσπερ ἐξ ἑνὸς στόματος ἐφθέγγοντο. Τινὲς δὲ ἐξ αὐτῶν λιπαρῶς παρεκάλουν, αὐτὰ ταῦτα μηνυθῆναί σοι· τάχα πῶς γνωσιμαχήσειας. Ἐγὼ δὲ ἐξ ἀρχῆς μὲν ἀνεβαλλόμην· ὕστερον δὲ ἐνδοὺς πρὸς τὰς ἱκεσίας, γράφειν ἐπηγγειλάμην. Σὸν δ’ ἂν εἴη λοιπὸν τὰ κατὰ σαυτὸν σκοπῆσαι, ἵνα κωμῳδίας καὶ γέλωτος, καὶ τιμωρίας ἀπαλλαγείης.
Εἰ δὲ νομίζων τὸν θάνατον εἰς ἀνυπαρξίαν παραπέμπειν, ἀδεῶς πλημμελεῖς, σεαυτὸν ἀπατῶν λανθάνεις. Ὁ θάνατος γὰρ ὁ δοκῶν τὸ εὐγενὲς φυτὸν μαραίνειν, οὐδὲν ἕτερόν ἐστιν ἢ χωρισμὸς ψυχῆς τε καὶ σώματος.
Εἰ δὲ ἀπιστεῖς, ἄκουε Πλάτωνος λέγοντος, Ἐπιόντος θανάτου ἐπὶ τὸν ἄνθρωπον, τὸ μὲν θνητόν, ὡς ἔοικεν, αὐτοῦ ἀποθνήσκει· τὸ δὲ ἀθάνατον, σῶον καὶ ἀδιάφθορον οἴχεται, ὑποχωρῆσαν τῷ θανάτῳ.
ΣΜΘʹ. ΙΣΙΔΩΡῼ ΔΙΑΚΟΝῼ. Εἰς τό, «Ἐξολοθρευθήσεται χρίσμα» καὶ τὰ ἑξῆς. Ἐξ ἱερωσύνης καὶ βασιλείας, [ὦ] ὁμώνυμε, τὰ πράγματα συνέστηκεν. Εἰ γὰρ καὶ πολλῷ ἀλλήλων διαφέρουσιν· ἡ μὲν γὰρ ὡς ψυχή ἐστιν, ἡ δὲ σῶμα· ἀλλ’ εἰς ἒν ὁρῶσι τέλος, τὴν τῶν ὑπηκόων σωτηρίαν. Διὰ τοῦτο καὶ ἡνίκα τὰ Ἰουδαϊκὰ πράγματα ἀρχὴν ἐλάμβανεν, ἡ ἱερωσύνη ἀναγκαιοτέρα ἐθεσμοθετήθη, καὶ ἐπὶ πολὺ διήρκεσεν· ἐπειδὴ δὲ σαρκικώτεροι ὄντες καὶ παχύτεροι, καὶ βασιλείαν ἐξεζήτησαν, καὶ αὕτη ἐδόθη, χρησιμωτάτη οὖσα, καὶ ἀναστέλλουσα τὰ πταίσματα τῶν τῇ ἱερωσύνῃ μὴ πειθομένων. Ἐπεὶ τοίνυν πῆ μέν, τὴν ἱερωσύνην ἔχοντες διέλαμπον, πῆ δέ, τὴν βασιλείαν κτησάμενοι διεσώζοντο, ἀμφοτέρων δ’ ἀναιρουμένων, οὐδεμία αὐτοῖς ὑπελείπετο σωτηρίας ὑπόθεσις· βουλόμενος δεῖξαι ὁ προφήτης Δανιὴλ τὴν παντελῆ τῶν Ἰουδαϊκῶν πραγμάτων μετὰ τὸν σταυρὸν καθαίρεσιν, καὶ ὡς οὐδὲ λείψανον αὐτοῖς χρηστῆς ἐλπίδος περιλειφθήσεται, οὐδέ τις προσδοκία αὐτοῖς ἀμείνων φανεῖται, ἔφη, «Ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔσται ἐν αὐτῇ.» Διὰ μὲν τοῦ χρίσματος τὴν ἱερωσύνην μηνύων· διὰ δὲ τοῦ κρίματος, τὴν βασιλείαν, καὶ τὴν πολιτικὴν κατάστασιν.
Μάλιστα μὲν γὰρ διὰ τῆς ἀναιρέσεως τῆς ἱερωσύνης, καὶ τὴν τῆς βασιλείας, καὶ τῶν ἄλλων ἁπάντων συνανέφηνε. Τοῦ γὰρ κεφαλαιωδεστέρου καὶ κυριωδεστέρου παντάπασι καταλυομένου, οὐδ’ ἄλλο τι συστῆναι ἠδύνατο· ἐπεὶ καὶ τῆς βασιλείας ἡ κρηπίς, ἡ πρὸς τὸ Θεῖον ἐτύγχανεν εὐσέβεια, ἥτις ἐν τῇ πρὸς Θεὸν ἐκρίνετο λατρείᾳ. Πλὴν ἀλλὰ καὶ τὴν βασιλείαν ἔφη τελευτήσειν, παντελῆ προαναφαίνων τῆς Ἰουδαϊκῆς πολιτείας τὴν ἀναίρεσιν. Καὶ μαρτυρεῖ τὰ πράγματα, ἐπὶ βελτίονα πολλῷ καὶ θειοτέραν θρησκείαν ἐπαναχθέντα.
ΣΝʹ. Τῼ ΑΥΤῼ. Εἰς τὸ γεγραμμένον ἐν τῷ νόμῳ· «Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει.» Ἐπειδὴ ὁ μὲν δεόμενος δεῖται τοῦ δώσοντος· ὁ δὲ ἀμφισβητῶν τοῦ δικάσοντος· οὐ τὴν πενίαν φιλοπραγμονεῖν βούλεται, ἀλλὰ παρακαλεῖν. Εἰ δὲ τὴν παράκλησιν ἀφεῖσα, εἰς συκοφαντίαν τραπείη, ἐλεεῖσθαι ἐν κρίσει οὐκ ἂν εἴη δικαία. Διὰ τοῦτο ἔφη, οὐκ ἐλεήσεις πτωχὸν ἐν κρίσει. Ἐλεητέον μὲν γάρ, οὐ κρινόμενον δέ, ἀλλ’ ἀντιβολοῦντα. Εἰ δὲ τὸ παρακαλεῖν εἰς τὸ ἐγκαλεῖν τρέψειεν, τὸ δίκαιον ἔμπροσθεν τοῦ ἐλέου θετέον· οὐ γὰρ δίκαιον τὸ δίκαιον διαφθείρεσθαι.
ΣΝΑʹ. Τῼ ΑΥΤῼ. Οὐ πλοῦτος, οὐ ῥώμη, οὐκ εὐγλωττία, οὐ λαμπρὸν ἢ ὑπέρλαμπρον ἀξίωμα, οὐχ ὁ τῶν ὑπάρχων θρόνος, οὐχ ἀλουργίς, καὶ διάδημα σεμνύνειν τοὺς ἔχοντας πέφυκεν, ὡς ἀρετὴ καὶ φιλοσοφία. Τίνος οὖν ἕνεκεν οἱ πολλοὶ τῶν ἀνθρώπων περὶ μὲν ἐκεῖνα ἐπτόηνται, τούτων δὲ ἧττον φροντίζουσιν; Ἐπειδὴ οἱ μὲν τὰ δοκοῦντα πρὸ τῶν ὄντων θηρεύουσιν, οἱ δὲ τὸ αὐτίκα μάλα τοῦ μικρὸν ὕστερον συνοίσοντος προτιμῶσιν· οἱ δὲ τὴν κρίσιν τῶν πραγμάτων διεφθαρμένην ἔχουσιν, οἱ δὲ οὐδ’ εἶναί τι μετὰ τόνδε τὸν βίον νομίζουσιν. Ὡς οἵ γε φιλάρετοι, καὶ αὐτὴν καθ’ ἑαυτὴν τὴν ἀρετὴν τιμῶσι, καὶ τοὺς μέλλοντας στεφάνους ὀνειροπολοῦντες μετίασιν αὐτήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.