Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον

Ἰωάννης ὁ Χρυσόστομος

Το δείπνο στη Βηθανία και η τυπολογία της Μάρθας και της Μαρίας

Η επίσκεψη του Κυρίου στη Βηθανία, η προσφορά του μύρου από τη Μαρία, η αλληγορική ταύτιση των δύο αδελφών με την Εκκλησία και τη Συναγωγή, καθώς και προτροπές για την πνευματική υποδοχή του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 1 από 4

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην. Ὅσοι τῆς Δεσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε, τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε. Ἤδη γὰρ Μαρία μυρίζει, καὶ ἡ Ἐκκλησία εὐωδιάζεται· ἤδη τὸ ἀλάβαστρον κενοῦται, καὶ τὸ θυσιαστήριον θυμηδίας πληροῦται.

Μαρία μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ ἐκ νεκρῶν τῷ Κυρίῳ συνανάκειται. Ἔντιμον γὰρ τὸ τῶν ἀνδρῶν γένος, ὅτι ἀνὴρ κατ᾽ εἰκόνα Θεοῦ ἐγένετο, ἡ δὲ γυνὴ ἐκ τῆς εἰκόνος τοῦ ἀνδρὸς, τὸν μὲν ἄνδρα δοξάζουσα, τὸν δὲ Χριστὸν οὐ χαρακτηρίζουσα. Καὶ τίς τούτων μάρτυς, ἵνα μὴ μέμψιν καρπωσώμεθα; Ἄκουε τοῦ Παύλου βοῶντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει τὴν κεφαλὴν κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι. Γυνὴ δὲ δόξα τοῦ ἰδίου ἀνδρός· οὐ γὰρ τῶν ἀλλοτρίων οὐ διὰ τὴν ἀρχαίαν ματαιοσυμβουλίαν, ἀλλὰ διὰ τὴν τελευταίαν γνησίαν τεκνογονίαν. Αὕτη γὰρ τὴν γυναῖκα τῆς κατάρας ἀπήλλαξεν ἡ γνησία τεκνογονία. Καὶ τίς τούτων μάρτυς;

Ὁ αὐτὸς Ἀπόστολος βοῶν· Ὁ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Σωθήσεται δὲ πάλιν διὰ τεκνογονίας. Ὁρᾷς ὅτι διὰ τῆς τεκνογονίας σώζεται ἡ γυνή; οὐχ ὅτι Εὔα τὸν Κάϊν ἐξέβρασεν, ἀλλ᾽ ὅτι ἡ ἔνδοξος Παρθένος τὸν Ἰησοῦν ἐκυοφόρησε.

Μαρία τοίνυν μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ Λάζαρος τῷ Κυρίῳ συνανάκειται, καθὼς ἀρτίως ἤκουσας. Μαρία τὴν Ἐκκλησίαν εἰκονογραφεῖ· ἀνεκλιπὲς γὰρ τῆς Ἐκκλησίας τὸ μύρον. Μάρθα δὲ τὴν συναγωγὴν ὑποδεικνύει· ὀλιγόπιστος γὰρ, καὶ τῶν ἐπιγείων φίλη· Λάζαρος τὸ σκῆπτρον τῆς ἀναστάσεως βαστάζει, ὡς ἤκουσας ἀρτίως τοῦ εὐαγγελιστοῦ βοῶντος· Ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων αὐτῷ. Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν· ἡ δὲ οἰκία ὅλη ἐπλήσθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.

Εἶδες γυναικὸς ἐργασίαν, καὶ πῶς τὴν Ἐκκλησίαν προεικονογράφησεν; Ἡ Μαρία τὰς πολλὰς τῶν γυναικῶν ἀπεσόβησεν ἐκ τῆς κακεργασίας αὐτῶν, καὶ ἐδίδαξε λίτραν μύρου βαστάζειν, καὶ μὴ κεφαλὴν Βαπτιστοῦ ἀποτέμνειν· τὸν Κύριον μυρίζειν, καὶ μὴ τῷ Ἰούδᾳ συγκλέπτειν· τὰς τρίχας ἐκλύειν, καὶ μὴ τὰς ἁμαρτίας συσφίγγειν· ἀδελφὴν Λαζάρου προσαγορεύεσθαι, καὶ μὴ θυγατέρα τοῦ διαβόλου φημίζεσθαι. Ταῦτά μοι διὰ τὴν συναγωγὴν Ἰουδαίων εἴρηται, τὴν τὸν Κύριον μὴ μυρίσασαν, ἀλλ᾽ ὄξος καὶ χολὴν ποτίσασαν, τὴν αἱμάτων φίλην, τὴν ἀεὶ ἐναντίως τοῦ Δεσπότου Χριστοῦ διαπραττομένην, τὴν σπουδάζουσαν τὸν Λάζαρον θανατῶσαι, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ τίς ἄρα πιστικώτερος; ὁ Κύριος ἐγείρων, ἢ ἐκεῖνοι ἀποκτείνοντες;

Ὡς ἀρτίως ἤκουσας τοῦ εὐαγγελιστοῦ λέγοντος· Ἔγνω ὄχλος πολὺς τῶν Ἰουδαίων, ὅτι ἐκεῖ ἐστιν Ἰησοῦς· καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ᾽ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν· ὅτι πολλοὶ δι᾽ αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν. Εἶδες τὴν τῶν Ἰουδαίων συναγωγὴν, πῶς ἀνθρωποκτόνος, προφητοκτόνος, ὥστε εἰς Κυριοκτονίαν ἐλάσαι; ᾗ καὶ αὐτὸς ὁ Κύριος αὐτοπροσώπως ὡς φιλοφόνῳ καὶ λῃστρικῇ ἔλεγεν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ἕως πότε φονεύσῃ, καὶ οὐκ ἐπιστρέφεις; Μέθῃ μεθύεις μὴ οἰνοποτοῦσα, ἡ αἱμάτων φίλη. Καὶ ἵνα μάθῃς, ὅτι οὐ κόμπος τὰ ῥήματα, ἄκουε τοῦ Κυρίου λέγοντος διὰ τοῦ προφήτου· Ἀκούσατε ταῦτα πάντα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν· Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ᾽ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις; Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν.

Ὁ εἰς Βηθανίαν ἐλθὼν Κύριος, αὐτὸς καὶ ὧδε πάρεστιν· ὧδε γὰρ κυρίως Βηθανία ὁ παρὼν οἶκος ὀνομάζεται ἐπεὶ Βηθανία οἶκος εἰρήνης λέγεται, οἶκος δὲ εἰρήνης ὁ παρὼν τοῦ Κυρίου οἶκος, εἰς ὃν ἡμεῖς οἰκήτορες καθ᾽ ἑκάστην ἡμέραν πρὸς τὸν οἰκοδεσπότην βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Ὁ εἰς Βηθανίαν ἐλθὼν, αὐτὸς καὶ ὧδε παραγίνεται· παραγίνεται δὲ οὐχ ὡς μὴ παρὼν, ἀλλ᾽ ὡς ὢν, καὶ παρὼν, καὶ ἐρχόμενος. Ταύτην τὴν τοῦ Κυρίου ἔλευσιν καὶ ὁ προφήτης προθεωρήσας ἔλεγεν· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὁ βραχίων αὐτοῦ μετὰ κυρίας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἀληθὴς ὁ λόγος, Μετὰ ἰσχύος ὁ Κύριος ἔρχεται. Πῶς μετὰ ἰσχύος; Ὡς τὸν ᾅδην σκυλεύσας, ὡς τὸν Λάζαρον τῆς ἀναστάσεως γεύσας, ὡς μυρίας εὐεργεσίας τὸν κόσμον ἐμπλήσας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Τίς γὰρ ἰσχυρότερος τοῦ εἰπόντος, Λάζαρε, δεῦρο ἔξω;

Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἔρχεται ὁ μὴ ἀπών· ἤκουσας γὰρ, Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος καὶ ἐρχομένου, οὐ γῆν βαδίζοντες τῇ τῶν ποδῶν μεταστάσει, ἀλλὰ τὰς ψυχὰς καθαίροντες τῇ τῶν τρόπων βελτιώσει. Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος εὐχαριστοῦντες· ποιήσωμεν ὃ ἐποίησεν ἡ ἀδελφὴ Μωϋσέως· δραστικωτέρας ἐκείνης φωνὰς βάλωμεν, ἐπειδὴ καὶ χαλεπώτερος τοῦ Φαραὼ ὁ τῇ λίμνῃ τοῦ ὕδατος καταποντισθεὶς διάβολος.