Χαίροις, Πέτρε, τῆς πίστεως ἡ πέτρα· χαίροις, Παῦλε, τῆς Ἐκκλησίας τὸ καύχημα· χαίροις, Πέτρε, ἡ κρηπὶς τῆς ὀρθοδοξίας· χαίροις, Παῦλε, ἡ μέριμνα τῶν Ἐκκλησιῶν· χαίροις, Πέτρε, τὸ ἐγκαλλώπισμα τῆς οἰκουμένης· χαίροις Παῦλε, ἡ εἴσοδος τοῦ παραδείσου· χαίροις, Πέτρε, ὁ χειραγωγὸς τῆς βασιλείας τῶν οὐρανῶν· χαίροις, Παῦλε, εὔδιος λιμὴν τῶν χειμαζομένων· χαίροις, Πέτρε, ὁ πολλῶν ἐπαίνων ἀξιωθεὶς ὑπὸ τοῦ Κυρίου· χαίροις, Παῦλε, ὁ τῶν πολλῶν χαρισμάτων κυβερνήτης ὑπάρχων· χαίροις, Πέτρε, ὁ θερμὸς καὶ ζέων τῷ Πνεύματι τῷ ἁγίῳ· χαίροις Παῦλε, ὁ εὔτονος δρομεύς· οἱ τὴν ὑφήλιον ἅπασαν τῷ κηρύγματι τῷ ἁγίῳ φωτίσαντες, οἱ μυρία δεινὰ διὰ τὴν Ἐκκλησίαν ὑπομείναντες, ἐν φυλακαῖς κατακλειόμενοι, ὑπὸ Ἰουδαίων βδελυττόμενοι, ὑπὸ βαρβάρων συρόμενοι, ὑπὸ βασιλέων αἰκιζόμενοι, οἱ ἀναπνεῖν εὐχερῶς μὴ συγχωρούμενοι, καὶ παύσασθαι μὴ ἀνεχόμενοι τῆς διδασκαλίας· οἱ μέλος τοῦ σώματος κινῆσαι μὴ δυνάμενοι, διὰ τὸ βάρος τῶν δεσμῶν, καὶ πᾶσαν τὴν οἰκουμένην δεδεμένην τῇ ἁμαρτίᾳ δι᾽ ἐπιστολῶν λύοντες.