Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια φῶτα εἴτε Εἰς τὸ βάπτισμα καὶ εἰς τὸν πειρασμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η αμαρτωλότητα της ανθρώπινης φύσης και η ανεπάρκεια του Νόμου

Ανάλυση της πτώσης του ανθρώπου και της αδυναμίας του Νόμου και των προφητών να επιφέρουν τη σωτηρία. Γίνεται αναφορά στην παύλεια διδασκαλία για την εσωτερική πάλη και τονίζεται η ανάγκη επέμβασης του Δημιουργού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 7

Ἐργάζῃ, ἵνα θρέψῃς τὸ σῶμα; Ἄκουσον οὖν, ἵνα θρέψῃς καὶ τὴν ψυχήν. Ἐκεῖ πόνος, ἐνταῦθα εὐκολία· ἐκεῖ ἱδρώς, ἐνταῦθα ὄνησις. Τρέφεται σῶμα, τρέφεται καὶ ψυχή. Οὐκ ἐπ’ ἄρτῳ γὰρ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. Λιμώττει σῶμα, λιμώττει καὶ ψυχή· «δώσω γὰρ αὐτοῖς οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου.» Μὴ τὴν κόλασιν τὴν θεήλατον αὐτοπροαιρέτως ἐπαγάγῃς κατὰ σεαυτοῦ· μὴ λίμωττε τραπέζης προκειμένης. Ταῦτα δὲ λέγω διὰ τοὺς ἀπολιμπανομένους. Ἐὰν γὰρ πληρωθῇ ἡ ἐκκλησία, κόρον οὐκ ἔχω· κἂν ἓν ἀπολειφθῇ πρόβατον, λυποῦμαι καὶ ὀδυνῶμαι, τὸν ποιμένα ἐκεῖνον μιμούμενος τὸν καταλιπόντα τὰ ἐνενήκοντα ἐννέα πρόβατα καὶ ἐπὶ τὸ πεπλανημένον πορευθέντα. Σύναξις ἐν κυριακῇ· διὰ τοῦτο ἀργία τῶν σωματικῶν, ἵνα ἐργασία γένηται τῶν νοερῶν.

Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. Πολλοῦ τὸ προοίμιον γέμει θυμοῦ καὶ μεγάλης τῆς μάχης. Τί δέ ἐστιν ἀναγκαῖον ὑμᾶς μαθεῖν τὴν ἱστορίαν καὶ παιδευθῆναι τίνος ἕνεκεν ἐξηλλαγμένη ἡ προσηγορία; *...* ὅτι ὁ Χριστὸς ἐσφάγη, καὶ θάνατον ὑπέμεινεν ἀθανασίαν ἡμῖν γεννήσαντα, καὶ ἐκ τοῦ τάφου ζωὴν ἐχαρίσατο, καὶ εἰς τοὺς οὐρανοὺς ἀνέβη, καὶ τὴν ἀπαρχὴν τὴν ἡμετέραν τῷ πατρὶ δεικνὺς καὶ λέγων· «Ἰδοὺ ὁ λαὸς ὁ μυρίων ἀγαθῶν γέμων, πάντων ἐγένετο τῶν κακῶν ἐμπεπλησμένος», κατηγορεῖ τῆς φύσεως.

Ταύτης οἱ προφῆται πάντες κατηγόρουν. «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.» Ἄλλος· «Οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.» Ἄλλος· «Αἷμα ἐφ’ αἵμασι μείγνυσιν· ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς.» Ἄλλος· «Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου.» Ἄλλος· «Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός· ἐξέλιπε μόλιβδος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν.» Ὁ θεὸς ἄνωθεν· «Ἐγκατέλιπον τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χείρας ἐχθρῶν αὐτῆς.» Ἄλλος· «Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες κακά.» Ὁ μὲν κλοπήν, ὁ δὲ μοιχείαν, ὁ δὲ φόνον, ὁ δὲ ἀσέλγειαν, ὁ δὲ τὸ ἀνίατον κατηγόρουν.

Ἕστηκεν ὁ νόμος ἀκούων, οὐ βοηθῶν· πράγματα ἐπέταττεν ἀναιροῦντα τοῦ διαβόλου τὴν τυραννίδα, λέγων, οὐ συμμαχῶν. Καθάπερ γὰρ παιδοτρίβης, ἔξω τοῦ σκάμματος καθήμενος, ἑώρα τὴν ἁμαρτίαν τῷ γένει πυκτεύουσαν, ἔλεγε τῷ ἀνθρώπῳ· «Οὐ φονεύσεις», ἔλεγεν αὐτῷ· «Οὐ μοιχεύσεις.» «Εἴσελθε ἔσω, βοήθησον. Τί ἔξω κάθησαι;» —«Οὐ δύναμαι.» —«Διὰ τί;» —«Νόμος εἰμί, οὐ νομοθέτης· γράμμα εἰμί, οὐ πνεῦμα. Δύναμαι παρασχεῖν τὸ γράμμα· ἀλλὰ ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ.» —«Σὺ οὐ δύνασαι; Ἡμεῖς οἱ προφῆται, τί; Ἡμεῖς δυνάμεθα; Οὔ. Ἀλλὰ τί; Κατηγοροῦμεν μόνον· παραινοῦμεν, συμβουλεύομεν.» Ἡ ἁμαρτία, τί; Φοβερά. Ὁ διάβολος, τί; Ἀμείλικτος. Καθάπερ τις φοβερὸς δήμιον ἔχων τὴν ἁμαρτίαν, ὁ θάνατος ἠκολούθει κατακόπτων ἅπαντας. Εἰσῄει ἡ ἁμαρτία, ἐπάλαιεν· ἡττᾶτο ὁ ἄνθρωπος· περιῆγε νικῆσαι, καὶ ἠπόρει. Τί ἵνα γένηται; Ὁ νόμος ἀτονεῖ, οἱ προφῆται συμβουλεύουσιν, ἡ ἁμαρτία ἰσχυρά, ὁ διάβολος φοβερός, ὁ θάνατος ἐπικείμενος καὶ ἀμείλικτος. Τί ἵνα γένηται;

Κατέβη ἀρχάγγελος, κατέβη ἄγγελος· διελέχθη ἀ<νθρώπ>οις· διελέχθη, οὐδὲν ἤνυσεν. Ἀρχάγγελος οὐδὲν ἤνυσεν· νόμος οὐδὲν ἤνυσεν. Θάλαττα ἐσχίσθη, ἡ κακία αὐτῶν οὐκ ἐρράγη· μάγοι ἐκινήθησαν, ἡ πονηρία αὐτῶν οὐ κατελύθη. Τὰ στοιχεῖα μετεβλήθη, ἡ ἀτιμία αὐτῶν οὐ μετετέθη· τὰ στοιχεῖα ὑπηρέτει, αὐτοὶ ἔτι ἐμαίνοντο.

Πόλεμοι κατελύοντο, ἡ ἁμαρτία οὐ κατελύετο. Πόλεις ἐναντίων ἀλλήλων ἔπιπτον, ἡ πονηρία αὐτῶν οὐκ ἀνῄρητο. Τί ἵνα γένηται; Χρεία τοῦ πλάστου, χρεία τοῦ δημιουργοῦ. Διεστράφη τὸ σκεῦος, οὐδεὶς διορθοῦται· χρεία τοῦ κεραμέως. Στήκεις, ἡττᾷς. Καὶ τί; Ἀναχωροῦσι διατρεπόμενοι;

Ποιεῖς θαύματα. Καὶ τί; Οὐκ εἴκει ἡ κακία. Αὐτὸς παραγενοῦ. Χρεία τοῦ κεραμέως. Οὐχ ἵνα ἔλθῃ μόνον, ἀλλ’ ἵνα καὶ σκεῦος γένηται, ὅπερ ἔπλασεν. Καὶ ὅρα σοφίαν κεραμέως. Ἔρχεται, οὐχ ἁπλῶς, ἀλλ’ αὐτὸ τὸ σκεῦος ἀναλαμβάνων.

Ἐπειδὴ γὰρ παρὰ τὴν ἀρχὴν ὁ νόμος ἔλεγεν· «Οὐ φονεύσεις» (πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· βαθὺ γὰρ λέγω νόημα), ὁ νόμος ἔλεγεν· «Οὐ φονεύσεις», καὶ ἡ καρδία καὶ ἡ διάνοια τοῦ ἀνθρώπου λέγει· «Καλῶς λέγει ὁ νόμος.» Ὁ νόμος ἔλεγεν· «Οὐ μοιχεύσεις», καὶ ἡ διάνοια τοῦ ἀκούοντος ἐπῄνει τὸ εἰρημένον [οὐκ ἔπραττεν δὲ τὸ εἰρημένον]· ἀλλ’ ἐπαινέτης ἦν ὁ ἄνθρωπος, οὐκ ἐργάτης. Τῇ μὲν γὰρ διανοίᾳ ἐπῄνει, τὴν δὲ ἁμαρτίαν ἔπραττεν. Καὶ ἀνεταράττετο ὁμοῦ καὶ ἀντεστρατεύετο· καὶ πόλεμος καὶ μάχη ἦν, καὶ σχίσμα. Ἡ διάνοια ἔλεγεν· «Καλῶς λέγει ὁ νόμος»· ὁ ἄνθρωπος ὁρῶν γυναῖκα εὔμορφον, ἀνεπτερωμένης αὐτῷ τῆς ἐπιθυμίας, τῆς ἐντολῆς ἐνηχούσης, τῆς ἐπιθυμίας κρατούσης, τῆς ἁμαρτίας ἀντιστρατευομένης, ὑπεσύρετο, ἐπολιορκεῖτο, τῆς ἁμαρτίας τυραννούσης. Χρεία λοιπὸν αὐτοῦ τοῦ κεραμέως, αὐτοῦ τοῦ δημιουργοῦ.

Βλέπε, πῶς λέγει τὴν μάχην ταύτην ὁ Παῦλος. «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον (τουτέστι κατὰ τὴν διάνοιάν μου καὶ τὸν λογισμόν μου συνήδομαι τῷ νόμῳ τῷ λέγοντι· «Οὐ φονεύσεις»). Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου (Ποῖον; Τὸν τῆς ἐπιθυμίας) καὶ αἰχμαλωτίζοντά με (Ποῦ;) τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ἡ ψυχὴ λέγει· «Μὴ μοιχεύσῃς», ἡ ἐπιθυμία λέγει· «Μοίχευσον». Τυραννεῖται ἡ ψυχή, οὐ περιγίνεται ἡ διάνοια· κρατεῖ ἡ ἐπιθυμία, ἕλκει με, σύρει με. Ταλαίπωρος ἐγὼ ἄνθρωπος». Ἀπαγομένου ῥήματα· ἀπαγομένου, καὶ μὴ βοηθουμένου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος.

Ἄρχεται ταῦτα λέγειν, οὐ περὶ ἑαυτοῦ, ἀλλὰ περὶ τῆς καταστάσεως τῆς παρουσίας τοῦ Χριστοῦ, ὅπως ἔσωσε τῶν ἀνθρώπων τὸ γένος. Ἡ ψυχὴ λέγει· «Μὴ μοιχεύσῃς», ἡ ἐπιθυμία λέγει· «Μοίχευσον»· ἕλκει ἡ ἐπιθυμία, ὑποσύρεται ἡ ψυχή. Λοιπὸν βοᾷ ὁ ἄνθρωπος· «Ταλαίπωρος ἐγὼ ἄνθρωπος.» Βλέπει εἰς τὸν οὐρανόν, βλέπει εἰς τὴν θάλασσαν· «Βοήθησον· χεῖρα ὄρεξον. Ὁ νόμος ἀτονεῖ, ἡ ψυχὴ ἀσθενεῖ, ἡ ἁμαρτία περιγίνεται, ἐγὼ ἀπάγομαι, ἡ ἀνομία πολλή. Ταλαίπωρος ἐγὼ ἄνθρωπος.» Ῥήματα αἰχμαλώτου, ῥήματα ἀπαγομένου, ῥήματα ἀσθενοῦς, ὀλολύζοντος, βοῶντος, κωκύοντος, σύμμαχον ἐπιζητοῦντος. «Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται; Ἴδε νόμος, ἀλλὰ γράμμα ἐστίν· ἴδε ἡ ψυχή, ἀλλὰ τυραννεῖται ὑπὸ τῆς ἐπιθυμίας· ἴδε οἱ προφῆται, ἀλλὰ κατηγοροῦσι μόνον. Οἱ προφῆται κατηγοροῦσιν, ὁ νόμος ἀτονεῖ, ἡ σὰρξ τυραννεῖται, μᾶλλον δὲ ἡ ψυχὴ τυραννεῖται· ἡ σὰρξ ἀσθενής. Τί γίνεται; Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;