Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια φῶτα εἴτε Εἰς τὸ βάπτισμα καὶ εἰς τὸν πειρασμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η ενανθρώπηση του Λόγου και η συγκατάβαση στο Βάπτισμα

Ερμηνεία της ενσάρκωσης του Υιού του Θεού, αναίρεση των αιρετικών δοξασιών περί της φύσεως της σαρκός του, και περιγραφή της ταπείνωσης του Χριστού που προσέρχεται να βαπτιστεί στον Ιορδάνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 7

Εὐχαριστῶ τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὁ γὰρ θεὸς τὸν υἱὸν αὑτοῦ πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας περὶ ἁμαρτίας, κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν.

Αἰχμάλωτον τὸ γένος· ἀπηγόμην ἐγώ· ἡ ἁμαρτία εἰσῄει, τὸ σῶμα ἐτυραννεῖτο, ἡ ψυχὴ οὐ περιεγένετο, ὁ νόμος ἠτόνει· ἔπεμψεν ὁ θεὸς τὸν υἱὸν αὑτοῦ· ἀνέλαβεν αὐτὸ τὸ σκεῦος τὸ ὅλον, καὶ δι’ αὐτοῦ τοῦ σκεύους περιεγένετο τῆς ἁμαρτίας.

Τί λέγεις, ὦ ἁμαρτία; Παλαίεις; Εἰ παλαίεις ἀνθρώπῳ, ἐκείνῳ πάλαισον. Διὰ γὰρ τοῦτο οὐκ ἦλθε γυμνῇ τῇ θεότητι, ἵνα μὴ φύγῃς· ἀλλὰ περιεβάλετό μου τὴν σάρκα τὴν πολεμουμένην. Εἰ παλαίεις, ἐκεῖ πάλαισον· εἰ πυκτεύεις, ἐκεῖ πύκτευσον. Πῶς; Καὶ ἐκεῖνος ἄνθρωπος, ἄνθρωπος οἷος ἐγὼ κατὰ τὴν φύσιν. Δεῖ γὰρ ἀσφαλίζεσθαι· καθαρὸς γὰρ ἦν ἁμαρτίας· ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ. Ἴδε σάρξ, ἴδε νεῦρα, ἴδε ὀστᾶ, ἴδε αἷμα, ἴδε ὄψις ἀνθρώπου. Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει, —πέμψας ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.» Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ, ἵνα καὶ Μαρκιωνιστῶν καὶ Μανιχαίων τὸ στόμα ἀπορράψωμεν. Ὥσπερ γὰρ ὁ μῦς περιτρώγων τὰ γραμματεῖα, πολλάκις περιαιρεῖ τὸν ἔλεγχον, οὕτω καὶ οἱ αἱρετικοὶ οὗτοι περιτρώγοντες τὰς γραφάς, τὰ μὲν περικόπτοντες, τὰ δὲ ἐῶντες, νομίζουσι φυγεῖν τὸν ἔλεγχον. Ἀλλὰ καὶ αὐτὰ τὰ καταλιμπανόμενα δείκνυσιν αὐτῶν τὴν ἐπιβουλήν. «Πέμψας ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν ἐν ὁμοιώματι σαρκός», λέγει. «Ὁρᾷτε ὅτι σάρκα» φησὶν «οὐκ ἀνέλαβεν;» Λέγουσιν οἱ αἱρετικοί· «Διὰ τί λέγει οὕτως ὁ Παῦλος; Οὐκ εἶπεν· „ἐν σαρκί“. Ἀλλὰ τί; „Ἐν ὁμοιώματι σαρκός“. «Διὰ τί περιέκοψας τὸ ἄλλο; Εἰπὲ τὸ προκείμενον. Οὐκ εἶπεν· «ἐν ὁμοιώματι σαρκός», καὶ ἔστη· ἀλλ’ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας».

Καὶ γὰρ κατ’ ἐμὲ ἦν ὁ Χριστός, καὶ οὐ κατ’ ἐμέ. Τὰ μὲν κατ’ ἐμὲ ἔχων, τὰ δὲ οὐ κατ’ ἐμέ. Ἐκεῖνα μὲν ἃ εἶχε κατ’ ἐμέ, τοῦτο ἦν ὅπερ ἐγώ· ἃ δὲ οὐκ εἶχε κατ’ ἐμέ, τοῦτο ἦν ὁμοίωμα ἐμοί. Ἐγὼ σάρκα ἔχω ἁμαρτωλόν, αὐτὸς δὲ σάρκα εἶχεν, ἀλλ’ οὐχ ἁμαρτωλόν, ἀλλ’ ὁμοίαν ταύτῃ τῇ ἁμαρτωλῷ, οὐκ ἔχουσαν ἁμαρτίαν, ὁμοίαν δὲ τῇ φύσει. Ἐπεὶ οὖν ἁμαρτίας εἶχε προσθήκην, ἵνα μὴ ἁμαρτίαν νοήσῃς, ἀλλὰ σάρκα, διὰ τοῦτο εἶπεν· «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας».

Ἐπεὶ καὶ ὁ Ἰωάννης οὐ λέγει ὁμοίωμα, ἀλλ’ «Ὁ λόγος σὰρξ ἐγένετο». Καὶ πάλιν αὐτὸς ὁ Παῦλος· «Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών.» Μὴ εἶπεν· «Ὁμοίωμα μορφῆς δούλου»; Ὅπου γὰρ περὶ φύσεως διαλέγεται, αὐτὸ λέγει τὸ ὑποκείμενον· ὅπου δὲ περὶ ἁμαρτίας καὶ σαρκὸς ἁμαρτωλοῦ, ὁμοίωμα λέγει, ἵνα μὴ παρὰ τὴν ἀνάληψιν τῆς σαρκὸς καὶ ἁμαρτίαν αὐτῷ λογίσῃ. Παρεγένετο· ἐγένετο ὅπερ ἐγώ, ἁμαρτίας μέντοι χωρίς, καὶ ἦν ἄνθρωπος τὴν οἰκουμένην περιπολῶν.

Πολλῆς ἡδονῆς γέμει τοῦτο τὸ θέατρον ποικίλως κεκοσμημένον. Καὶ γὰρ οἱ γέροντες ἡδέως ἀκούουσιν· θλιβόμενοι καὶ οἱ νεώτεροι, σοφίας εἰσὶν ἐμπεπλησμένοι. Πόσων ἐπαίνων ὁ παῖς ἄξιος, θλιβόμενος καὶ οὐκ ἀφιστάμενος. Ὁ γέρων ἐκκλησίαν ἐσκόρπισεν· καὶ ὁ νέος ἐκκλησίαν συνήγαγεν.

Ὅπερ οὖν ἔλεγον· ἦλθεν ὁ κεραμεύς, ἐγένετο σκεῦος, ἔλαβεν ἀπὸ πηλοῦ καὶ διέπλασεν. Ὁ διάβολος ἐκ προοιμίων μὲν οὐκ ᾔδει τὸ γινόμενον. Ἐπειδὴ δὲ ὁ δῆμος ἐξεχεῖτο περὶ τὰ Ἰορδάνεια ῥεῖθρα καὶ ἐν τῷ ποταμῷ τὴν ἁγίαν ἐκείνην μυσταγωγίαν Ἰωάννης ἐπετέλει (Ἰωάννης ὁ τῆς ἐρήμου πολίτης, Ἰωάννης ὁ τῆς στείρας καρπός, Ἰωάννης ἡ φωνὴ τῆς ἀφωνίας τοῦ πατρός, Ἰωάννης ὁ ἐκ προοιμίων αὐτὸν κηρύξας, ὁ μηδέπω γενόμενος ἄνθρωπος καὶ ἤδη ἀπόστολος καταστάς· ἀπὸ γὰρ τῆς μήτρας ἐσκίρτησεν, πρὶν ἢ λύσει τὰς ὠδίνας, λύων τὴν φωνήν)—ἐπεὶ τοίνυν ἦλθεν ἐκεῖσε ἐπὶ τὰ Ἰορδάνεια ῥεῖθρα (ὁ ποταμὸς ἔρρει, ὁ δῆμος ἐξεχεῖτο, καὶ θέατρον ἦν ἐκεῖ συνεστηκός), ἦλθε πρὸς αὐτὸν ὁ Χριστός· ὁ δεσπότης πρὸς τὸν δοῦλον, ὁ θεὸς πρὸς τὸν ἄνθρωπον, ὁ ὑψηλὸς πρὸς τὸν ταπεινόν.

Ἦλθε μετὰ Ἰουδαίων βαπτισθῆναι. Διὰ τί; Ὅτι πάντα ἐποίει διὰ σωτηρίαν ἡμετέραν, οὐ χρείαν ἔχων αὐτὸς βαπτίσματος, ἀλλὰ τῷ ἀσθενοῦντι παρέχων ἀφορμὴν σωτηρίας. Ὥσπερ γὰρ ἰατρὸς πολλάκις νοσερῶν ἀπογεύεται σιτίων, οὐκ αὐτὸς δεόμενος, ἀλλ’ ἵνα τὸν ἄρρωστον προτρέψηται, οὕτως καὶ αὐτὸς ἔρχεται βάπτισμα δεχόμενος. Πολλὴ τῶν σωμάτων ἡ θλίψις, ἀλλὰ μείζων τῆς ψυχῆς ἡ ἄνεσις.

Πόνος παρ’ ὑμῖν, πόνος παρ’ ἐμοί· ἐμοὶ τὸ λέγειν, ὑμῖν τὸ ἀκούειν. Ἑκατέρωθεν ἡ σωτηρία τῶν ἀκροωμένων. Κἂν θλιβῇς, μὴ ἀναχωρήσῃς. Ἐννόησον ὅτι τὰ κοσμικὰ μετὰ πόνου. Κολυμβηταὶ ἄνθρωποι εἰς τὸ πέλαγος καθιᾶσιν ἑαυτούς, ὑδάτων ἀτάκτων ῥύμῃ τὴν σωτηρίαν τοῦ σώματος ἐγχειρίζοντες, ἵνα μαργαρίτην ἀνέλωνται, μαργαρίτην, κτῆμα πολέμων αἴτιον, καλλωπίζοντα τράχηλον γυναικός, καὶ πολεμοῦντα σωτηρίαν ἀνδρός. Σοὶ δὲ δίδωμι μαργαρίτην, οὐ τράχηλον καλλωπίζοντα, ἀλλὰ διάνοιαν τειχίζοντα· οὐ καταφέρω σε εἰς ὑδάτων ἀτάκτων ῥύμην χειμῶνα ἐχόντων, ἀλλὰ γαλήνην τικτόντων. Θλίβῃ; Τοῦτο εὐημερία τῆς ἐκκλησίας, τοῦτό μοι μακαρισμός. Χαίρει καὶ ποιμὴν ὑπὲ<ρ> προβάτων καταπατούμενος. Μὴ δὴ παύσησθέ ποτε θλιβόμενοι. Οἱ προσδοκῶντες σκορπίζειν τὴν ἐκκλησίαν ὁράτωσαν τὴν θλίψιν, εἰσερχέσθωσαν, βλεπέτωσαν κύματα ἐγειρόμενα, κύματα σαλευόμενα, ἅλμην [μὴ] ἔχοντα, κύματα οὐ ναυάγιον ἀπειλοῦντα, ἀλλ’ ἐμπορίαν κατασκευάζοντα.