Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια φῶτα εἴτε Εἰς τὸ βάπτισμα καὶ εἰς τὸν πειρασμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η μαρτυρία του Προδρόμου και η ταραχή του διαβόλου

Παρουσίαση του Ιωάννη ως προδρόμου του κηρύγματος της μετανοίας, η μαρτυρία του για τον Αμνό του Θεού, και περιγραφή των λογισμών και της απελπισίας του διαβόλου μπροστά στην έλευση του αναμενόμενου Μεσσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 7

Ἐπειδὴ τοίνυν ἐπὶ τὸν Ἰορδάνην ἦλθε ποταμόν, καὶ ὁ δῆμος τῶν Ἰουδαίων ἐξεχεῖτο· καὶ θέατρον ἦν ἐκεῖ κοινόν, καὶ πάντες ἐβαπτίζοντο. Ἦλθεν καὶ ὁ Ἰησοῦς βαπτισθῆναι. Τί οὖν ὁ Ἰωάννης; Ἐπέγνω τὸν δεσπότην ὁ δοῦλος, καὶ ἐβόα· «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἀνέμνησεν τοὺς Ἰουδαίους προφητικῆς φωνῆς· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Οὗτος ἐκεῖνός ἐστιν ὁ ἀμνὸς ὃν πάλαι ὁ προφήτης ἔλεγεν, ὃν πάλαι Ἀβραὰμ εἶδεν, ὃν ὑμεῖς ἀεὶ σφάζετε. «Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», εἶπεν αὐτῷ, εἶπεν ἀνακηρύξας.

Τί οὖν; Ἔρχεται, ἵνα βαπτισθῇ· λέγει αὐτῷ ὁ Ἰωάννης· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» Οὐκ ᾔδει ὁ Ἰωάννης (πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ) <ὅτι> ὁ διάβολος ἐκεῖ παρῆν. Καὶ πόθεν, ἐγὼ λέγω. Ὁμοῦ γὰρ τῷ βαπτίσματι καὶ ὁ πειρασμὸς τοῦ διαβόλου· παρῆν ὁρῶν τὰ γινόμενα. Ὅταν γὰρ ἴδῃ τι ξένον, εὐθέως νήφει ἐκεῖνος κατὰ τῆς ἑαυτοῦ σωτηρίας.

Εἶδεν τὸν Ἰωάννην ἀπὸ τῆς ἐρήμου κατελθόντα, ἄνθρωπον τὴν φύσιν, ἄγγελον τὴν προαίρεσιν, τὴν σάρκα ἐκείνην περικείμενον καὶ τὰς ἀνάγκας τῆς φύσεως καταπατήσαντα, τρίχινον περιβεβλημένον ἱμάτιον πορφυρίδος βέλτιο<ν>, ζώνην ἔχοντα τοῦ διαδήματος ἀμείνω, ἀπὸ τῆς ἐρήμου καταβάντα, καὶ ἰατρὸν γενόμενον, ὑπερβάντα τοὺς ὅρους τῆς φύσεως. Ἐν ἱδρῶτι γάρ φησι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Οὗτος δὲ ἔλυσε τὴν κατάραν, οὐ βόας θέμενος, οὐκ ἄροτρον ἑλκύσας, ἀλλ’ ἦν αὐτῷ ἡ τροφὴ ἀκρίδες καὶ μέλι ἄγριον. Τράπεζα ἐσχεδιασμένη· ἡ τροφή, ἐξομολογήσεως εἰκών, μετανοίας χαρακτήρ.

Πρόδρομος τῆς τοῦ δεσπότου λόγου φωνῆς, βασιλέων καταφρονῶν, τὸν δῆμον ὑβρίζων· Ὄφεις, γεννήματα ἐχιδνῶν· τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;

Εἶδεν ὁ διάβολος τὸν Ἰωάννην καὶ ἔλεγεν· «Τίς ἡ παρρησία τούτου; Ἀπὸ παραδείσου ἐξέβαλον τὸν Ἀδάμ, καὶ οὗτος ἐν ἐρήμῳ ἀνθεῖ. Ἄνθρωπον ὁρῶ τὴν φύσιν, ἄγγελον τὴν προαίρεσιν, ἁπλῶς σάρκα περικείμενον, τρίχινον ἱμάτιον ἔχοντα, ἐξομολογήσεως εἰκόνα, μετανοίας ἀφορμήν, τὸν ποταμὸν εἴκοντα, βάπτισμα καινὸν γινόμενον, τὰ ἰουδαϊκὰ πεπαυμένα, ἀρχήν τινα καὶ προοίμιον ἑτέρας πολιτείας. Οὐκ ἔφυγέ τινα ἀπὸ τῶν παλαιῶν, ἀλλ’ ἔλυσε μᾶλλον διὰ τῶν καινῶν.

Τίς ἐστιν ὁ ἄνθρωπος οὗτος; Λέων τις φοβερὸς κατεληλακώς; Εἶδε δῆμον τοσοῦτον μαινόμενον, λυσσῶντα, θυμοῦ πνέοντα, αἵμασιν ἐντραφέντα προφητικοῖς, φόνων διψῶντα δικαίων· τὸν Ἡσαΐαν ἠτίμασαν, τὸν Μωϋσέα ἐλίθασαν, ἄλλον εἰς βόρβορον ἔβαλον. Οὗτος αὐτῶν κατέπτυσεν, οὗτος αὐτῶν κατεφρόνησεν. Πόθεν αὐτῷ τὸ φρόνημα τὸ τοσοῦτον; Ἐκ γῆς ἐστιν, καὶ τοῦ οὐρανοῦ ἥψατο· δήμῳ ἑξακοσίων χιλιάδων λέγει· «Ὄφεις, γεννήματα ἐχιδνῶν.» Θάλασσα ἐσχίσθη, καὶ ταπεινοτέρους αὐτοὺς οὐκ ἐποίησεν· πέτρα ἐρράγη, καὶ οὐ κατέστειλεν αὐτῶν τὴν ἀπόνοιαν· προφῆται ἐπέμφθησαν, ἀλλ’ οὐ περιεγένοντο αὐτῶν τῆς κακίας.

Οὗτος οὐ σημεῖα ποιεῖ, οὐ θάλατταν σχίζει, ἀλλὰ μόνον φαίνεται καθάπερ λέων ἀλώπηξιν, καί φησιν· Ὄφεις, γεννήματα ἐχιδνῶν.» Αὐτοὺς ὑβρίζει, τοὺς προγόνους κακίζει. Ὄφεις, γεννήματα ἐχιδνῶν. Οὐ τῶν νέων, οὐ τῶν προγόνων φείδεται· παρρησιαστής, ἁπάντων κατήγορος, γλῶττα ἐλευθεροστομοῦσα, στόμα τοῦ οὐρανοῦ ἁπτόμενον, ψυχὴ ὑπερορῶσα τῶν βιωτικῶν.

Πόθεν αὐτῷ τὸ θαρρεῖν; Ἀπὸ κτημάτων; Ἀλλ’ οὐκ ἔχει ἢ τρίχινον ἱμάτιον. Ἀλλ’ ἀπὸ τρυφῆς; Ἀλλ’ ἀκρίδες αὐτῷ καὶ μέλι ἄγριον. Ἀλλὰ περιουσία δούλων; Ἀλλὰ μόνος παρεγένετο. Ἀλλὰ μέγεθος πόλεως; Ἀλλ’ ἐν τῇ ἐρήμῳ διέτριβεν. Καὶ πόθεν ἡ παρρησία; Πόθεν τὸ ὕψος; Ἄκουε αὐτοῦ λέγοντος· «Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;» Ὁρᾷς ὅτι γέφυρά ἐστιν; Παρατρέχει τὰ παρόντα, καὶ ἔρχεται εἰς τὰ μέλλοντα· τάχα τὸν οὐρανὸν ἀνοῖξαι βούλεται. Ἐπειδὴ γὰρ τοῦ παραδείσου ἐξέβαλον τὸν ἄνθρωπον, πάλιν οὗτος αὐτοῖς τὸν οὐρανὸν ἑτοιμάζει. Τί γίνεται; Τὰ ἐμὰ οἴχεται καὶ ἀπόλωλεν. Ἀφῆκε περιτομήν, καὶ ἄλλον τινὰ οὗτος κατασκευάζει νόμον. Ξένος ἄνθρωπος, ξένος κῆρυξ, ξένος εὐαγγελιστής. Τούτων καταβοᾷ, τῶν πατέρων κατηγορεῖ, ζηλωτῶν ἔχει τὸ φρόνημα. Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς· «Μελλούσης» λέγει· καὶ γὰρ ἀνοίγει τὰ μέλλοντα. Οὗτος ἤδη θύραν ἤνοιξεν· ἀπήλλαξε τῆς γῆς τοὺς ἀνθρώπους. Οὔπω παράδεισος. Καὶ τίς ἐγὼ τὸ παράπαν γένωμαι; Οὔπω νόμος; Οὔπω περιτομή; Οὔπω τιμωρία; Τί τὸ καινόν, τί τὸ ξένον;

Τάχα μεταβολή; Τάχα διόρθωσις τῶν παλαιῶν; Τάχα ἐμοὶ προσήκει κολάσεως; Τάχα †τοῦτο† τῆς παλαιᾶς εὐγενείας; Τάχα ὁ κατάδικός μου λύεται; Τάχα τὸ δεσμωτήριόν μου ἄχρηστον γίνεται; Τάχα ὁ θάνατός μου ἄδικος;

Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας. Οὐαί μοι. Μετάνοιαν κηρύσσει, τὴν δαπάνην τῶν ἁμαρτημάτων, ἵνα καταλύσῃ μου τὰ κατασκευάσματα, ἃ ἀπὸ χρυσίου κατεσκεύασα. Τοσούτοις ἁμαρτήμασιν ἔχω ὑπευθύνους, καὶ μετάνοιαν κηρύσσει αὐτός. Καὶ μετὰ τοσαῦτα ἔνι μετάνοια;» Ἔνι, μιαρὲ καὶ παμμίαρε· ἔνι. «Ποιήσατε οὖν φησι καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ὅτι πατέρα ἔχομεν τὸν Ἀβραὰμ (Φιλοσόφου τὰ ῥήματα)· θέλω γὰρ ὑμῖν δεῖξαι ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» «Θεοῦ δύναμιν ἀνακηρύσσει, μετανοίας φιλανθρωπίαν εἰσάγει, φιλοσοφίαν διδάσκει, τῶν μελλόντων ἀναμιμνῄσκει, στήκειν ἀλείφει.

Ἀπώλετό μου τὰ μηχανήματα, ἐὰν ἀκούσῃς αὐτοῦ τι ἄλλο μεῖζον. «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν οὗ οὔκ εἰμι ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος.» Πάλιν ἄλλος; Τοῦτον οὐ φέρω, καὶ ἄλλον μοι κηρύσσει; Περὶ τούτου ἀπορῶ· οὐκ οἶδα, τί ποιήσω. Καὶ ἄλλον, καὶ ἑαυτοῦ μείζονα; Καὶ οὐχ ἁπλῶς μείζονα, ἀλλ’ ἀσυγκρίτως μείζονα.

Ποῦ οὗτος ἐκεῖνος ὁ ἄλλος;» Μέσος δὲ ὑμῶν ἕστηκεν οὗ οὔκ εἰμι ἱκανὸς λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. Ἄλλη πληγὴ τῷ διαβόλῳ. «Οὐ μόνον ἄλλον κηρύσσει, ἀλλὰ καὶ πνεῦμά φησιν, ἁμαρτημάτων συγχώρησιν.