Καὶ προσέρχεται αὐτῷ καὶ λέγει· «Εἰ υἱὸς εἶ τοῦ θεοῦ.» <Τοῦτο αὐτῷ λέγει,> ἐπειδὴ διετάραττεν αὐτὸν τὰ εἰρημένα καί, ὅτι μὲν ἄνθρωπος ἦν, ᾔδει (ἐμαρτύρει γὰρ ἡ ὄψις), ἠβούλετο δὲ μαθεῖν, μὴ θεός ἐστιν ἔνδον κεκρυμμένος. Καὶ προσελθὼν οὐ λέγει αὐτῷ· «Εἰ υἱὸς εἶ τοῦ ἀνθρώπου» (τοῦτο γὰρ ἐμαρτύρει ἡ ὄψις), ἀλλ’ «Εἰ υἱὸς εἶ τοῦ θεοῦ. Τοῦτο γὰρ καὶ ζητῶ μαθεῖν, τοῦτο περιεργάζομαι, τούτῳ θορυβοῦμαι, ἄνωθεν κάτω ταράττομαι. Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.» Ὦ αἱρετικέ, κἂν τοῦ διαβόλου, ἄκουσον. Ἐκεῖνοι, ὅτε ἐλιτάνευον, ἔλεγον· «Παρακάλεσον τὸν πατέρα σου.» Οὗτος δὲ οὐκ εἶπεν· «Παρακάλεσον», ἀλλ’ «Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ. Εἰ υἱὸς εἶ, κέλευσον. Εἰ υἱὸς εἶ, εἰπέ.» Ἕπεται τῇ φύσει υἱοῦ τὸ κελεύειν, ἀνθρώπου τὸ ὑπακούειν. «Εἰ υἱὸς εἶ, εἰπέ, κέλευσον· φύσεως εἶ δημιουργός, αὐθέντης εἶ, ἐξουσίαν ἔχεις. Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἐπίταξον· οὐδέν σοι ἀντιλέγει.