Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια φῶτα εἴτε Εἰς τὸ βάπτισμα καὶ εἰς τὸν πειρασμόν

Ἰωάννης ὁ Χρυσόστομος

Η σταύρωση, η σωτηρία του ληστή και η συντριβή του Άδη

Περιγραφή της σταυρικής θυσίας, της υπόσχεσης του παραδείσου στον μετανοημένο ληστή, των σημείων της θεότητας του Χριστού επί του σταυρού, καθώς και της καθόδου του στον Άδη, με την τελική ήττα του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 7 από 7

Εἰσῆλθεν εἰς τὴν ψυχὴν Ἰούδα, ἵνα παραδῷ αὐτόν. Ἀνέβη εἰς τὸν σταυρόν· ἐνόμισεν ὁ διάβολος περιγενέσθαι τοῦ δεσπότου, λέγων ὅτι «Ἄνθρωπός ἐστιν· ἐσταύρωσα, ἔδησα, προσήλωσα, καὶ τὴν ὑπόληψιν αὐτοῦ βλάπτω.» Ποίαν, ὦ διάβολε; «Λῃστὰς ποιῶ μετ’ αὐτοῦ σταυρωθῆναι, ἵνα μή τις νομίσῃ ὅτι ὡς δίκαιος ἐκρίθη.» Δὸς τοὺς λῃστάς, ἵνα ἕνα ἀπολέσῃς ἐξ αὐτῶν. Ἔδωκας αὐτῷ ἄνω λῃστάς, καὶ οἱ τρεῖς ἐσταυροῦντο· καὶ ἄνω ἐν τῷ σταυρῷ δικαστήριον ἦν. Ὁ μὲν κατηγόρει, ὁ δὲ ἀπελογεῖτο.

Ἔδωκεν λῃστήν, καὶ εὑρέθη εὐαγγελιστής· ἔδωκεν κατήγορον, καὶ εὑρέθη συνήγορος· ἔδωκεν σταυρόν, καὶ εὗρεν δικαστήριον. Καὶ λέγει ὁ εἷς τῷ ἑνί· «Οὐδὲ φοβῇ σὺ τὸν θεόν;» Λῃστά, ἀφῆκάς σου τὰς ὀδύνας; Ἀφῆκας τοὺς ἥλους; Ἀφῆκας τὸν πόνον; Καὶ δικαστήριον καθιστᾷς, καὶ συνηγορίαν ὑφαίνεις, καὶ ἐπιτιμᾷς τῷ κοινωνῷ· «Οὐδὲ φοβῇ σὺ τὸν θεόν;» Ὄρα φιλοσοφίαν λῃστοῦ. Ἐπειδὴ παρὰ ἀνθρώπων κατεδικάσθη ὁ Χριστός, κάτω δὲ τὸ δικαστήριον διεφθαρμένον γίνεται πολλάκις, ὡς πολλοὶ παρὰ ἀνθρώποις ἀσεβέσι κατακρίνονται, λέγει ἐκεῖνος· «Κατεδίκασαν αὐτὸν οἱ ἄνθρωποι. Διὰ τοῦτο ἀπαλλάττει αὐτὸν τῆς γῆς καὶ ἀνάγει εἰς τὸν οὐρανόν. Μὴ εἴπῃς μοι τὸ κριτήριον τοῦτο. Ἐννόησον ἐκεῖνο τὸ βῆμα τὸ φοβερόν· ἐννόησον τὴν κρίσιν τὴν ἀδέκαστον.

Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν. Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.» Ἀνέβη ὁ λῃστής, καὶ γίνεται ἱερεύς, οὐ πρόβατα θύων, ἀλλὰ μετάνοιαν προσφέρων, θυσίαν τῆς ἰουδαϊκῆς βελτίονα. «Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἐποίησεν.» Λῃστὴς συνήγορος, καὶ Ἰουδαῖοι κατήγοροι. «Ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἐποίησεν· δίκαιος, ἀθῷος, καθαρός.» Καὶ λέγει αὐτῷ· «Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Ὢ φιλοσοφία λῃστοῦ. Οὐ χρήματα αἰτεῖ, οὐκ ἀπαλλαγὴν κολάσεως, οὐκ ἐλευθερίαν τιμωρίας. Οὐ λέγει αὐτῷ· «Κατάγαγέ με ἀπὸ τοῦ σταυροῦ». «Οὐδέν μοι», {φησίν, «τὰ πάθη} ταῦτα. Ὑψηλότερον ἀνηράμην πτερόν.

Ἄλλους ἔλαβον ὀφθαλμούς· πᾶσά μοι ἡ γῆ οὐδὲν νομίζεται· θανάτου καταφρονῶ. Πάρεστι γὰρ ὁ τῆς ἀθανασίας δοτήρ· ἐκείνου γὰρ ἐπιθυμῶ, καὶ τῆς ἐπιδημίας αὐτοῦ. Μνήσθητί μου.

Οὐδέν μοι κοινὸν πρὸς τὴν παροῦσαν ζωήν· πρὸς ἐκείνην ἐπείγομαι τὴν τέλος οὐκ ἔχουσαν. Τὰ παρόντα ἀράχνην λογίζομαι· πάντα σκιά, φύλλα ἀπολλύμενα. Μνήσθητί μου, κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» Ὢ λῃστοῦ φιλοσοφία. Σταυρὸν ὁρᾷ, καὶ βασιλείαν ὁμολογεῖ. Νεκροὺς ἤγειρεν ὁ Χριστός, καὶ Ἰουδαῖοι αὐτὸν ἐσταύρωσαν· ὁ λῃστὴς σταυρούμενον εἶδε καὶ προσεκύνησεν. Οὔτε ἐκείνους τὰ θαύματα ὠφέλησεν, οὔτε τοῦτον τὸ σκάνδαλον ἔβλαψεν, ἀλλὰ γίνεται ὑψηλότερος. «Μνήσθητί μου, κύριε.» Τί οὖν ὁ Χριστός; «Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί μέλλεις καὶ βραδύνεις;» Ταχεῖα ἡ αἴτησις, ταχυτέρα ἡ δόσις τῷ δυναμένῳ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν.

Ταῦτα ἰδὼν ὁ διάβολος λέγει· «Οὐαί. Δύο ἔδωκα λῃστάς, καὶ τὸν ἕνα ἥρπασεν· δύο ἔδωκα, καὶ τὸν ἕνα ἀπώλεσα.» Καὶ ἤκουσεν ὄνομα φοβερόν. Ἐπειδὴ γὰρ παρῆν ὁ διάβολος, ἀπὸ παραδείσου δὲ ἐξέβαλεν, οὐ λέγει αὐτῷ· «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ οὐρανῷ», ἀλλά· «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» «Ἀκουσάτω ὁ μιαρὸς ἐκεῖνος. Ὅθεν ἐξέβαλεν, ἐκεῖ σε εἰσάγω. Ἐξέβαλε διὰ μίαν ἁμαρτίαν τὸν Ἀδάμ, σὲ δὲ μυρίῳ φορτίῳ βεβαρημένον εἰσάγω, ἵνα μάθῃς, πόσον ἰσχύει ἡ ἐξομολόγησις· οὐκ ἀπαιτῶ σε δικαιοσύνην, οὐδὲ πραγμάτων κατορθώματα.» Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι οὐκ εἶπεν· «Δός σου τὰ χρήματα», ἀλλ’ «Ὡμολόγησας, ἐπίστευσας· λάβε τὴν χάριν.» Μεγάλη ἡ αἴτησις, καὶ τῷ τάχει ἐγένετο μεγάλη. «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Καὶ οἷον ἔλαβε συνοδοιπόρον ὁ Χριστός. Εἰσερχομένῳ εἰς τὸν κόσμον, μάγοι ἀπήντησαν· ἐξερχομένῳ ἀπὸ τοῦ κόσμου, λῃστὴς συναποδημεῖ.

Τὰ ἀκροθίνια τῆς κακίας ἐκ προοιμίων κατελύετο, ἵνα μηδεὶς τῶν ἁμαρτωλῶν ἀπογινώσκῃ τῆς ἑαυτοῦ σωτηρίας. «Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὐκ ἐγχειρίζω σε τοῖς δούλοις, οὐδὲ δίδωμί σε τοῖς σεραφίμ, οὐδὲ παρατάττω σε τοῖς χερουβίμ. Ὅτε τὰ λυπηρά, τὰ χερουβὶμ ἐτήρει· ὅτε τὰ χρηστά, ἐγώ σε ἀναδέχομαι. Σήμερον μετ’ ἐμοῦ ἔσῃ.» Εἰπέ, ὦ αἱρετικέ, μὴ εἶπε τῷ πατρί· «Δέομαί σου, ἄφες· <εἰσ>αγάγω τὸν λῃστήν»; Μὴ εὐχῆς ἐγένετο χρεία; Οὐχί. Διὰ τί; Ἐπειδὴ μεγάλη ἡ πίστις τοῦ λῃστοῦ· οὐδὲ γὰρ εἶπεν αὐτῷ· «Εὖξαι», ἀλλά· «Μνήσθητί μου.» «Μεγάλην πίστιν ἔδωκας, μεγάλην λαμβάνεις χάριν. Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Αὐθεντίας ἐξουσίᾳ ἡ παλαιὰ πατρὶς ἀνοίγεται. Τὰ χερουβὶμ τηρεῖ, ἀλλ’ ἐγὼ ἐπάνω τῶν χερουβὶμ κάθημαι· ὁ νόμος κωλύει, ἀλλ’ ἐγὼ νομοθέτης καὶ αὐθέντης, μεταβάλλων τὰ πράγματα, μετατιθεὶς τὰς οὐσίας. Οὐκ ἦλθον καὶ εὗρον τὴν φύσιν ἠκρωτηριασμένην, τὸν τυφλὸν οὐκ ἔχοντα ὄμματα; Οὐκ ἀπέδωκα τὸ λεῖπον; Οὐκ ἦλθον καὶ εὗρον τὴν φύσιν παραλελυμένην; Οὐκ ἔσφιγξα αὐτήν; Οὐκ ἦλθον καὶ τὸν Λάζαρον εὗρον τετραήμερον ὄντα νεκρόν; Οὐκ ἐξήγαγον αὐτὸν τοῦ μνημείου, δεσπότης, αὐθέντης, δημιουργὸς ὤν; Ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.» Ταῦτα ἀκούων ὁ διάβολος ἀπώλλυτο· «Οὐαί μοι.

Δύο λῃστὰς ἔδωκα, καὶ τὸν ἕνα ἀπώλεσα· οὐδὲ ἁπλῶς ἀπώλεσα, ἀλλὰ καὶ παράδεισος ἠνοίγη. Πεντακισχίλια ἔτη ἐκέκλειστο, καὶ λῃστὴς αὐτὸν ἠνέῳξεν. Οὐδέπω Μωϋσῆς, οὐδέπω προφήτης, ἀλλὰ λῃστής. Τίς λοιπὸν ἔχει ἀπελπίσαι σωτηρίας; Μυρίους τοίχους οὗτος διώρυξεν· ἄνω λῃστής, κάτω λῃστής· κάτω χρήματα, ἄνω βασιλείαν ἐσύλησεν.» Εἶτα ἀπεστράφη. Τί οὖν; Μιαρὸς ὢν καὶ ἀπορούμενος καὶ ἡττώμενος, «Οὐκ ἔστιν ἄνθρωπος οὗτος», φησίν. «Θεός ἐστιν. Ἡττήθην, ἀπωλόμην.» Παλαίων, πειράζων, εἰς τοὺς Ἰουδαίους εἰσέρχεται, εἰς τὴν διάνοιαν αὐτῶν· «Εἰ υἱὸς εἶ τοῦ θεοῦ»· ἔτι πειράζει, καὶ ἔτι περιάγει ὥσπερ ἐκεῖ· «Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπέ, ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», οὕτως ἐνταῦθα· «Εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Οὐκ εἶπεν· «Παρακάλεσον πάλιν τὸν πατέρα». Ἀλλὰ τί; «Κατάβηθι ἀπὸ τοῦ σταυροῦ. Αὐθέντης εἶ, ἐξουσίαν ἔχεις. Κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Ἀλλ’ οὐ καταβαίνει, ἵνα καταγάγῃ σε εἰς τὸν ᾅδην. Ὁ λῃστὴς οὐ καταβαίνει· καὶ ὁ Χριστὸς καταβαίνει; «Κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» Διὰ τί ταῦτα ἔλεγεν; Ἐπειδὴ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ὄντος αὐτοῦ ἐν τῷ σταυρῷ, καὶ εἶδεν ὁ διάβολος τὸν θάνατον τηκόμενον, τὰ κλεῖθρα λελυμένα, τὰς πύλας ἠνεῳγμένας, τὸν θάνατον τοῦ σταυρουμένου τὸν θάνατον τὸν κοινὸν παραλύοντα, τὴν δύναμιν αὑτοῦ ῥέουσαν, καὶ τὴν πλάνην καταλυομένην· ἀπώλλυτο. «

Ἕνα δήμιον εἶχον, τὸν θάνατον· ἀλλὰ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη. Οὗτος σταυροῦται, καὶ ὁ θάνατος λύεται· οὗτος ἀναιρεῖται, καὶ ἐκεῖνος τήκεται· κατ’ ἐμαυτοῦ τὸ ξίφος ἤλασα.» Ἐπεὶ οὖν εἶδε τὸν θάνατον καταλυόμενον, λέγει αὐτῷ· «Κατάβηθι ἀπὸ τοῦ σταυροῦ», οὐ τοῦ Χριστοῦ φειδόμενος, ἀλλὰ τῇ οἰκουμένῃ φθονῶν. «Οὐ καταβαίνω, ἀλλὰ παραδειγματίζω σε.» Ὄντος δὲ αὐτοῦ ἐν τῷ σταυρῷ, πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη. «Κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» «Ἐν τῷ σταυρῷ μάθε ὅτι θεός εἰμι· ἐν τῷ σταυρῷ μάθε τὴν δύναμίν μου. Θάλαττά σε οὐκ ἔπεισεν χαλινουμένη, νεκρὸς τετραήμερος ἐγειρόμενος, παράλυτος σφιγγόμενος, τυφλὸς ἀναβλέπων, ἄρτοι πηγάζοντες, ἁμαρτήματα λυόμενα, παῖδες ἐν τῇ ἐρήμῳ ᾄδοντες. Θεός εἰμι· {ἀλλ’ ᾖ ἀκμὴν} ἀπιστεῖς; Ἐρώτησον τὸν ἥλιον κρυπτόμενον καὶ νύκτα ἐν ἡμέρᾳ ποιοῦντα· ἐρώτησον τὸν προφήτην Ζαχαρίαν προλέγοντα· „Καὶ ἔσται ἐν τῇ ὥρᾳ ἐκείνῃ οὔτε νὺξ οὔτε ἡμέρα.“.» Τότε· πότε; Ὅτε ὁ Χριστὸς ἐσταυρώθη, τότε ἦν οὔτε νὺξ οὔτε ἡμέρα. Οὔτε νύξ· διὰ τί; Ἐπεὶ ἕκτη ὥρα ἦν. Οὔτε ἡμέρα· διὰ τί; Σκότος γὰρ ἦν. Οὐ δύναμαι ἐπιθεῖναι ὄνομα τῷ καιρῷ· οὐκ οἶδα, τί καλέσω. Νύκτα καλέσω; Ἀλλ’ ἕκτη ὥρα ἦν. Ἡμέραν καλέσω;

Ἀλλὰ σκότος κατελάμβανεν. Ὄνομα τῷ καιρῷ ἐπιθεῖναι ὁ προφήτης οὐχ εὗρεν· καὶ οἱ αἱρετικοὶ γέννησιν θεοῦ περιεργάζονται. «Θεός εἰμι.» Ἐρώτησον τὸν ἥλιον κρυπτόμενον καὶ νύκτα ποιοῦντα· ἐρώτησον τὰς πέτρας ῥηγνυμένας· ἐρώτησον τὸ καταπέτασμα σχιζόμενον· ἐρώτησον τὸν προδότην ἀπαγχόμενον· ἐρώτησον τὸν δικαστὴν λέγοντα· «Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος»· ἐρώτησον τὴν γυναῖκα Πιλάτου δηλώσασαν· «Μηδέν σοι καὶ τῷ δικαίῳ τούτῳ.» Ἄνωθεν φωνή, κάτωθεν φωνή. Πανταχόθεν ἡ δύναμις ἀνακηρύττεται. «Εἰ υἱὸς εἶ τοῦ θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» «Οὐ καταβαίνω ἀπὸ τοῦ σταυροῦ. Ἀλλὰ τότε καταβαίνω ὥστε με εἰς τὸν ᾅδην κατελθεῖν.» Κατέβη οὖν ἐκεῖ, καὶ θόρυβον ποιεῖ. Κατῆλθεν εἰς τὸν ᾅδην· κατεδέξατο αὐτὸν ὁ θάνατος. Τὸ σῶμα ὧδε κἀκεῖ περιέστρεφεν ὥστε φαγεῖν αὐτό· καὶ οὐκ ἠδύνατο. Ὁ θάνατος πάνυ ἠπόρει λέγων· «Τί ἐστιν ὧδε; Τί μοι ἠγάγετε τοῦτο τὸ σῶμα; Θάψατε αὐτὸ εἰς τὴν γῆν· ἐγὼ γὰρ φθεῖραι αὐτὸ οὐ δύναμαι. Νεκρόν ἐστιν, ἀλλ’ οὐδὲ νεκροῦ περιγίνομαι· ἀλλὰ ζῇ. Καὶ οὐκ οἶδα, τί εἴπω. Τοὺς ὀδόντας μου τιθῶ εἰς τὸ σῶμα, καὶ αἱμωδιῶ. Τί ἐστι τοῦτο, οὐκ οἶδα. Ἀθανασίας εὑρίσκω ῥίζαν. Μὴ γὰρ οὐ κατέπιον αὐτό; Ἀλλ’ οὐ δύναμαι πέψαι, ἀλλὰ στήκει ἡ τροφή μου τὰ ἔνδον μου παραλύουσα. Εἰ δὲ ἀπιστεῖτε, ἤμεσα καὶ τὴν προτέραν τροφήν.» Τί γὰρ ἦν ἡ τροφὴ τοῦ θανάτου; Τὰ σώματα τῶν ἁγίων.

Πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, καὶ ἐνεφανίσθησαν πολλοῖς. «Οὐ δύναμαι πέψαι· ἀλλὰ καὶ ἃ πρὸ τούτου ἔφαγον, ἤμεσα. Οὐ δύναμαι κατασχεῖν μου τὴν δύναμιν· παραλύομαι. Ἐνταῦθα πρὸ τούτου σκότος, καὶ νῦν φῶς βλέπω.

Ἀφεγγὲς ἦν τὸ χωρίον, καὶ ἐνταῦθα φῶς. Ἥλιον δικαιοσύνης ὁρῶ, τὰ κλεῖθρα λυόμενα, τὰς χαλκὰς πύλας κλωμένας. Μὴ γὰρ ἀνοίγει τὰς πύλας; Ἀλλὰ διακλᾷ αὐτάς, ἵνα μηδὲ κλεῖσαι αὐτὰς δυνηθῶ, ἀλλ’ ἵνα ἄχρηστον τὸ δεσμωτήριον γένηται, καὶ τὸν θησαυρόν μου ἀπολέσω.» Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ τῶν ὅλων δεσπότῃ Χριστῷ τῷ οὕτως ταῦτα εὐδοκήσαντι, δι’ οὗ τῷ πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.