Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια Θεοφάνεια

Ἰωάννης ὁ Χρυσόστομος

Η Θεοφάνεια στον Ιορδάνη και το μυστήριο της θείας δόξας

Η μαρτυρία του Πατέρα κατά τη βάπτιση, η κάθοδος του Πνεύματος και η αντιπαραβολή της ανθρώπινης ταπείνωσης με το μεγαλείο της θεότητας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Καὶ ἦν ἰδεῖν εὐθέως θεωρίαν φρικώδη. Ἔψαυε μὲν τῆς τοῦ δεσπότου κεφαλῆς Ἰωάννης σὺν τρόμῳ. Ἄνωθεν τῶν οὐρανῶν ἀνοιχθέντων κατεσκόπουν τὸ γινόμενον ἄγγελοι, Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τὴν τοῦ δεσπότου κεφαλὴν προσφοιτῶσα τὴν Ἰωάννου δεξιὰν παρωθεῖτο. Ἑστήκει δὲ τὸ πλῆθος ἀποροῦν ἐπὶ πλεῖον καὶ τό· ‘Τίς ἐστιν οὗτος’ ὑπ᾽ ὀδόντας λαλοῦντες.

Εἶτα ὥσπερ ἀποκρινόμενον τὸ θεῖον τοῖς πλήθεσι· «Τίς ἐστιν οὗτος μετ᾽ ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα». Ἐπελάθεσθε τοῦ κόπου καὶ πρὸς τὸν δεσποτικὸν μετεχαλκεύθητε πόθον καὶ τὰ τοῦ Παύλου μικρὸν ἐνηλλαγμένως βοᾶτε· «Κάμνω, οὐκέτι ἐγώ, ἰσχύει δὲ ἐν ἐμοὶ Χριστός». Ἀλλ᾽ ἐπὶ τὴν δεσποτικὴν φωνὴν ἀναδράμωμεν· «Τίς ἐστιν οὗτος μετ᾽ ἀλλήλων ζητεῖτε. Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα».

Βοᾷ τὴν εἰς τὸν υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν ἵνα μάθωμεν τὴν τοῦ κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τὸν τοιοῦτον υἱὸν ὑπὲρ τοιούτων ἐπιδέδωκε δούλων, ὑπὲρ μισουμένων τὸν ποθεινόν, ὑπὲρ προσκρουσάντων τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.

Ὅρα γὰρ τὴν δόξαν καὶ παρ᾽ αὐτὰ 〈τὰ〉 τῆς σαρκὸς ταπεινά, τὰ τῆς σαρκὸς οὐ τῆς θείας οὐσίας, κἂν ἀγανακτῶσί τινες. Οὐκέτι γὰρ λέγω· κἂν ἀγανακτῶσι πολλοί· οἱ γὰρ πολλοὶ πρὸς ὀλίγους μετέστησαν. Τὰ τῆς σαρκὸς οὖν, ὥσπερ ἔφην, ταπεινὰ οὐ τῆς θείας οὐσίας. Θεότητος γὰρ ἀταπείνωτος φύσις ἣν εἶχεν ἀχωρίστως συμμένειν τοῦ δεσπότου τὸ σῶμα· καὶ ταῦτα τὰ τῆς σαρκὸς ταπεινὰ δόξης εἶχε τῆς ἄκρας ἀνάμεστα. Ἐτίκτετο νήπιος, ἀλλ᾽ ἦν τῇ τῶν τόκων ὑπὲρ ἄνθρωπον φύσει. Οὐ γὰρ ἦν αὐτῷ γάμος ἀλλὰ τόκος, παρθένος μήτηρ. Ἐπὶ φάτνης γεννηθεὶς ἐρριπτεῖτο, ἀλλ᾽ ἐχόρευον τὴν γέννησιν ἄγγελοι· ἐσπαργανοῦτο ῥάκεσιν, ἀλλ᾽ ἐκ Περσίδος ἐν σπαργάνοις ὑπεδέχετο δῶρα· ἔφυγε τὴν Ἡρῴδου δολοφονίαν, ἀλλ᾽ εἰς αὐτὸν διὰ μάγων προπαίξας· τοῦ παρὰ Ἰωάννου πᾶσι ἐκοινώνει βαπτίσματος, ἀλλὰ τῇ τοῦ βαπτίζοντος προσκυνούμενος γλώσσῃ.

Ἐπιπράσκετο τῷ Ἰσραὴλ παρὰ Ἰούδα, ἀλλ᾽ ἡ πρᾶσις τὸν πράτην διεπώλησε βρόχῳ· ἀκανθίνῳ κατεστέφθη στεφάνῳ, ἀλλ᾽ ἔσχε τῆς τοῦ παντὸς βασιλείας δι᾽ ἐκείνου διάδημα· σταυρῷ παρεδίδοτο, ἀλλ᾽ ἀπέστρεφε σταυρούμενος ἥλιον· συνανηρτᾶτο λῃστής, ἀλλ᾽ ἐν αὐτῷ τῷ σταυρῷ μετέβαλλε λῃστὴν εἰς ἀπόστολον.

Συνεκλείετο τάφῳ, ἀλλ᾽ ἐκ τῶν τάφων τοὺς νεκροὺς ἀνεπτέρου· ἐπολιορκεῖτο νεκρός, ἀλλ᾽ ἔλυε σεισμῷ τοὺς φυλάττοντας· τριήμερος παρ᾽ ᾅδῃ κατείχετο, ἀλλ᾽ ἐν τῷ τριημέρῳ τὴν αἰωνίαν τῷ ᾅδῃ κατεσκεύαζε ἧτταν. Κἂν τὰ ἄδοξα λέγῃ τις, τῷ τοιαῦτα κατὰ σάρκα δι᾽ ἡμᾶς πεπονθότι τὸ χαριστήριον πλεῖστον· κἂν τὴν τῶν ἐνδόξων ἀρίθμῃ τις διήγησιν τῇ τῆς δόξης ἀξίᾳ τὸ τῆς προσκυνήσεως αὐτῷ περισσότερον σέβας.