Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἅγια Θεοφάνεια

Ἰωάννης ὁ Χρυσόστομος

Η συνάντηση με τον Πρόδρομο και τα αίτια του βαπτίσματος

Η προσέλευση του Χριστού στον Ιορδάνη, ο δισταγμός του Βαπτιστή και η θεολογική αναγκαιότητα του βαπτίσματος για την εκπλήρωση της δικαιοσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 4

Μεταξὺ δὲ ὁ δεσπότης ᾔει τῇ κοινῇ τοῦ πλήθους κεχρημένος προσόδῳ καὶ τῷ Ἰωάννῃ μὴ γνωριζόμενος. «Ἐγὼ γάρ, φησίν, οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν». Ἡ τοῦ Πνεύματος δὲ χάρις τῆς τοῦ βαπτιστοῦ λαθραίως ἁψαμένη καρδίας τὴν τοῦ παρόντος ἀξίαν ἐμήνυσε. Δεξάμενος δὲ τῆς δεσποτικῆς παρουσίας Ἰωάννης τὴν γνῶσιν, τὴν χεῖρα συστείλας, τὴν κεφαλὴν ὑπετίθει· ἀφεὶς τὸν βαπτίζοντα, τὴν τοῦ βαπτιζομένου μετελάμβανε τάξιν. Διάλεξις ἐντεῦθεν ἐτίκτετο, κρύπτοντος μὲν Ἰωάννου τὴν χεῖρα, ἐγκειμένου δὲ τοῦ Χριστοῦ τῷ βαπτίσματι, τοῦ μὲν λέγοντος «Βάπτισον», τοῦ δὲ ἀντιλέγοντος, τοῦ μὲν φρίττοντος τὴν ἁφήν, τοῦ δεσπότου δὲ θαρρεῖν ἐπιτάττοντος.

Ὁ τῶν λόγων δὲ χρόνος τὸ πρὸς τὸ βάπτισμα σπεῦδον ἐνεπόδιζε πλῆθος. Ἐμποδιζόμενοι δὲ τὴν αἰτίαν ἐζήτουν, ζητοῦντες δὲ καὶ μακρὰν κεχυμένοι παρὰ τὸν Ἰωάννην συνέτρεχον, συντρέχοντες δὲ ἅπαντες τῶν λαλουμένων ἐγγύθεν κατήκουον.

Καὶ πρῶτόν γε τῶν Ἰωάννου φωνῶν πεπληρωμένων ἐκπλήξεως· «Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ». Ἀπόθου, φησί, πρὸς ἐμὲ τοῦ βαπτιζομένου τὸ σχῆμα· ἄφες τὴν τοῦ καθαρθῆναι δεομένου προσποίησιν. Ἃ χαρίζεσθαι πέφυκας, μὴ πλάττου δανείζεσθαι· σὸν πλοῦτος ὡς ἐν τούτοις μὴ σχηματίζου πενόμενος. Οὐκ ἔχω σοῦ παρόντος δεξιὰν πρὸς τὸ βαπτίζειν χρήσει ἀλλὰ τοῦ βαπτισθῆναι κεφαλὴν δεομένην. Οὐκ οἶδα νίπτειν ἀκτῖνας ἡλιακάς· οὐ γὰρ πέφυκεν ἥλιος παρὰ λύχνου φωτίζεσθαι· πηλὸς οὐ σμήχει πηγήν.

Τούτων παρὰ τοῦ βαπτιστοῦ λεγομένων, τὸ τῶν λόγων ἐγγύθεν ἀκροώμενον πλῆθος πρὸς ἀλλήλους ὡς εἰκὸς ὑπελάλει· «Τίς οὗτος ὃν οὗτος ὁ βαπτιστὴς ὑποφρίττει; Τίς οὗτος πρὸς ὃν ἁμαρτωλοῦ τάξιν ὁ βαπτιστὴς ἐπιδείκνυται; Τίς οὗτος ὁ τὸν τοσοῦτον τῇ παρουσίᾳ φοβῶν; Ὡς ἔννομον ἐπιστήμονα φρίττει. Πῶς οὖν Φαρισαίους καὶ Σαδδουκαίους τὰ τοῦ νόμου κεφάλαια βαπτίζειν οὐκ ἔφριξεν; Ὡς πολιτείας ἐργάτην ὑψηλῆς κατεπλάγη, καὶ τίς ἂν ὑψηλότερον ἐπιδείξαιτο βίον τοῦ βοτανῶν ἀκρίδας ἐσθίοντος καὶ συζῶντος ἐρήμοις; Ἀλλ᾽ οὐδὲ τὰ φαινόμενα τούτῳ τῶν Ἰωάννου σεμνότερα· ἐσθὴς ἥμερος τούτῳ, τρίχινος δὲ τῷ Ἰωάννῃ χιτών· πρόσωπον τούτῳ σκληραγωγίας ἐλεύθερον, αὐχμηρὰ δὲ τῷ Ἰωάννῃ ἡ μορφή. Πόθεν οὖν ἡ τούτου τούτῳ φοβερὰ παρουσία;

Ταῦτα τούτων πρὸς τούτους κἀκείνων πρὸς ἐκείνους καὶ ἄλλων πρὸς ἄλλους ἐκπληττομένων, ἐνδίδωσι βιασθεὶς ὁ Ἰωάννης. Ἡ βία δὲ καὶ τοῦ τοῖς δήμοις ἀπόρου τὴν ἀπορίαν διέλυεν. Ἐμάνθανον γὰρ διὰ τῶν ἐν τῷ βαπτίσματι ῥηθέντων ὁ βαπτισθεὶς ποταπός.

Καὶ διαβόλῳ λέγειν οὐ συνεχώρει· »Δίκαιος μὲν ἐφάνη καὶ πράξεων μὲν καθαρὸς ἀκαθάρτων, ἀλλ᾽ ὑπερήφανος ἄκρος. Τῇ γὰρ προσούσῃ δικαιοσύνῃ θαρρῶν, περιτομῆς οὐκ ἐπλήρωσε νόμον, θυσιῶν οὐ προσήγαγε δῶρα, τὴν εἰς τὸν ναὸν διέπτυσεν ἄφιξιν, μωσαϊκῶν οὐκ ἐφήψατο βίβλων, τὸ παρὰ Ἰωάννου παρεπέμψατο βάπτισμα«.

Διὰ τοῦτο περιτόμῃ συγκατέβαινε, θυσίας προσῆγε, διαλέξεις ἐν τῷ ναῷ συνεκρότει, μωσαϊκὰς ὑπὸ ταῖς πάντων ἀκοαῖς ἀνεγίνωσκε βίβλους, τοῦ παρὰ Ἰωάννου πᾶσιν ἐκοινώνει βαπτίσματος, νίπτων τὰ ὕδατα μᾶλλον ἢ παρ᾽ ἐκείνων νιπτόμενος.

Ἔφερε δὲ ὅμως τῆς χρείας τὸ πρόσχημα, ὥστε μηδὲν αὐτῷ τῶν ἀνθρωπίνων παραλελεῖφθαι δικαίων. Ἐπειδῂ γὰρ ὑπὲρ τῆς φύσεως ἐπολιτεύσατο πάσης, ὅλην φυλακὴν τῶν ἐντολῶν χρεωστούσης, ἔρχεται διὰ πάσης ἐπιμελῶς ἐντολῆς, ἵνα μηδὲν τῶν τῆς φύσεως ἀναπόδοτον ὑπολείπηται χρέος καὶ πάλιν καταλείπῃ τιμωρίας τὴν φύσιν χρεώστριαν.

Καὶ ταῦτα διδάσκων τὸν βαπτιστὴν ὁ δεσπότης ἐβόα· »Ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην«. Ἄφες ἄρτι· ἄωρόν μοι νῦν δοξολογίαν προσφέρεις· οὐκ ἐν καιρῷ μοι γυμνοῖς τὸ ἀξίωμα ἐκλαχισ... τῷ διαβόλῳ μὴ θέλω τὸ τῆς θεότητός μοι κεκρυμμένον μυστήριον. Οὐκ ἐᾷς αὐτὸν ὡς ἑνί μοι τῶν ἐξ Ἀδὰμ προσελθόντα παρὰ τῆς συνημμένης μοι σοφῶς καταρραγῆναι θεότητος, φυγαδεύεις τὴν θήραν. »Ἄφες ἄρτι· ἔσται μου τῆς δοξολογίας καιρός· ἥξει τῆς εἰς ἐμὲ θεολογίας ὁ χρόνος. Νῦν δὲ πρέπον ἐστὶν ἡμῖν πᾶσαν πληρῶσαι δικαιοσύνην. Πρόσωπον νῦν τῆς τῶν ἀνθρώπων ἀναδέδειγμαι φύσεως. Ὑπὲρ τοῦ καταχρέου πολιτεύομαι γένους· ἀποδοῦναι τὰ παρ᾽ ἐκείνων ἦλθον χρεωστούμενα τέως, οὐκ ἀπολαβεῖν νῦν τὰ τῇ θεότητί μοι παρ᾽ αὐτῶν χρεωστούμενα. Ἀμνὸς τοῖς τῶν ἀνθρώπων ἐπεδήμησα γένεσι, θυσία κατὰ τὸ φαινόμενον μετὰ μικρὸν θυομένη. Ἀνθρωπίνης μοι νῦν ὁ καιρὸς πολιτείας, οὐ τῆς θείας εἰς ἐμαυτὸν λατρείας ἀπαίτησις. «Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην».