Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ ἐγκαίνια τοῦ μαρτυρίου

Ἰωάννης ὁ Χρυσόστομος

Καταληκτήριες ευχές υπέρ του βασιλικού ζεύγους και δοξολογία

Προτροπή για την προσέλευση του αυτοκράτορα κατά την επόμενη ημέρα, αναπομπή δεήσεων υπέρ των αρχόντων και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 4

Ἐπεὶ οὖν καὶ εἰς τὴν ἐπιοῦσαν ἐκταθῆναι δεῖ τὴν πανήγυριν ἡμῖν τὴν πνευματικὴν, τὴν αὐτὴν σπουδὴν πάλιν ἐπιδειξώμεθα, ἵνα ὥσπερ σήμερον τὴν φιλόχριστον ταύτην μετὰ τῆς πόλεως εἴδομεν, οὕτως αὔριον τὸν θεοφιλῆ βασιλέα μετὰ τοῦ στρατοπέδου θεασώμεθα παραγινόμενον, καὶ τὴν αὐτὴν προσάγοντα τῷ Θεῷ θυσίαν τὴν ἀπὸ τῆς εὐλαβείας, τὴν ἀπὸ τοῦ ζήλου, τὴν ἀπὸ τῆς πίστεως· καὶ λαβόντες τοὺς ἁγίους μάρτυρας κοινωνοὺς τῶν εὐχῶν, εὐξώμεθα αὐτοῖς ζωῆς μῆκος, γῆρας λιπαρὸν, παῖδας καὶ παίδων παῖδας, καὶ πρό γε τούτων ἁπάντων, τὸν ζῆλον τοῦτον ἐπιταθῆναι, τὴν εὐλάβειαν ἐπιδοθῆναι, καὶ οὕτως τὸν παρόντα διανύσαι βίον, ὡς καὶ κατὰ τοὺς ἀκηράτους αἰῶνας συμβασιλεῦσαι τῷ μονογενεῖ Υἱῷ τοῦ Θεοῦ· Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.