Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ βαΐα

Ἰωάννης ὁ Χρυσόστομος

Θεολογική δοξολογία και εγκώμια προς τον σαρκωθέντα Χριστό

Πρόσκληση σε υμνωδία, αναιρετική επιχειρηματολογία κατά των αιρετικών περί της αϊδίου βασιλείας του Υιού και σειρά εγκωμίων για την έλευση και το λυτρωτικό έργο του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 4

Ἡμεῖς τούτοις συγχορεύσωμεν καὶ συνεορτάσωμεν, καὶ τῇ καινῇ γλώσσῃ τὸ θεοδίδακτον ᾆσμα συμψάλλωμεν. Ποτὲ μὲν γὰρ Συμεὼν ὁ πρεσβύτης ὑπήντησε τῷ Σωτῆρι, καὶ ταῖς ἀγκάλαις ὑπεδέξατο τὸν τῶν αἰώνων Δεσπότην ὡς βρέφος, καὶ Κύριον καὶ Θεὸν ἐκήρυξε· νῦν δὲ ἀντὶ πρεσβυτέρων ἀγνωμόνων οἱ παῖδες τῷ Σωτῆρι ὑπήντησαν ὡς Συμεὼν, καὶ τὰ κλάδη ἀντὶ ἀγκαλῶν ὑπέστρωσαν, καὶ Κύριον καὶ Θεὸν ηὐλόγησαν τὸν ἐπὶ πώλου ὡς ἐπὶ Χερουβὶμ καθεζόμενον, Ὡσάννα τῷ υἱῷ Δαυῒδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Μεθ᾽ ὧν βοήσωμεν καὶ ἡμεῖς, Εὐλογημένος ὁ ἐκ Θεοῦ Θεὸς, ὁ βασιλεὺς τῆς δόξης, ὁ πτωχεύσας ἐν τοῖς ἰδίοις αὐτοῦ ἀπτωχεύτως δι᾽ ἡμᾶς, ἵνα ἡμᾶς πλουτίσῃ τῇ αὐτοῦ ἀγαθότητι· εὐλογημένος ὁ ἐλθὼν ἐν ταπεινώσει, καὶ πάλιν ἐρχόμενος ἐν δόξῃ· πρῶτον, ἐπὶ πώλου πραῢς καὶ ὑπὸ νηπίων ἀνευφημούμενος, ὅπως πληρωθῇ τὸ γεγραμμένον, Ἐθεωρήθησαν αἱ πορεῖαι σου, ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· δεύτερον, φοβερὸς ἐπὶ τῶν νεφελῶν, καὶ ὑπὸ ἀγγέλων καὶ δυνάμεων δορυφορούμενος.

Ὢ τῆς μελιῤῥύτου τῶν παίδων γλώττης! ὢ τῆς ἀκαπηλεύτου διδασκαλίας τῶν θεαρέστων! Δαυῒδ προφητεύσας ὑπὸ τὸ γράμμα ἐκάλυψε τὸ νόημα· οἱ παῖδες τὸν θησαυρὸν ἀνοίξαντες, ἐπὶ γλώττης τὸν πλοῦτον ἤνεγκαν, καὶ λόγῳ κεχαριτωμένῳ πάντας διαπρυσίως ἐπὶ τὴν ἀπόλαυσιν συνεκάλεσαν. Ἀντλήσωμεν τοιγαροῦν καὶ ἡμεῖς σὺν αὐτοῖς τὸν ἀναφαίρετον πλοῦτον, ἀπλήστοις κόλποις καὶ ταμείοις ἐναποθέμενοι τὰ χαρίσματα· βοήσωμεν ἀπέραντα, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς ἀληθινὸς, παντοκράτωρ ἐκ παντοκράτορος, Υἱὸς ἐν ὀνόματι Πατρὸς, βασιλεὺς ἀληθινὸς, ἐξ ἀληθινοῦ βασιλέως, συναΐδιον καὶ προαιώνιον τὴν βασιλείαν ἔχων, ὡς ὁ γεννήσας αὐτόν.

Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν αὐτῆς τιμὴν τῷ Υἱῷ ὁ Λόγος προσκληροῖ, οὔτε ἀρξαμένην ἢ προσγινομένην ἢ μειουμένην, ἄπαγε, ἀλλὰ φυσικὴν καὶ ἰδιόκτητον ἀληθῶς. Μία γὰρ ἡ βασιλεία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ καὶ μία οὐσία καὶ μία κυριότης. Ὅθεν καὶ μιᾷ προσκυνήσει λατρεύωμεν μίαν τρισυπόστατον θεότητα, ἄναρχον, ἄκτιστον, ἀπέραντον, καὶ ἀδιάδοχον. Οὔτε γὰρ ὁ Πατὴρ παυθήσεταί ποτε τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς καὶ βασιλεύς· οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶ τῇ ὑποστάσει. Οὐδὲν γὰρ τῆς Τριάδος ἐλαττωθήσεται, ἢ παυθήσεταί ποτε ἢ τῆς ἀϊδιότητος, ἢ τῆς κοινότητος καὶ βασιλείας. Οὐ γὰρ, ὅτι ἄνθρωπος γέγονε δι᾽ ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸν καθ᾽ ἡμῶν τύραννον ἐνίκησεν, ἐν σαρκὶ ταύτην πραγματευσάμενος κατὰ τοῦ δυσμενοῦς αὐτῆς ἐχθροῦ νίκην, διὰ τοῦτο βασιλεὺς ἐχρημάτισεν, ἀλλ᾽ ὅτι Κύριος καὶ Θεὸς ἀεὶ, διὰ τοῦτο βασιλεὺς, ὡς ὁ γεννήσας αὐτὸν, νυνὶ δὲ, καὶ μετὰ τῆς προλήψεως, καὶ εἰς τὸ διηνεκές. Μὴ βλασφήμει τὴν τοῦ Χριστοῦ βασιλείαν, αἱρετικὲ, ἵνα μὴ τὸν γεννήσαντα ἀτιμάσῃς. Εἰ πιστὸς εἶ, πρόσελθε Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχων τῆς κακίας τὴν ἐλευθερίαν. Εἰ δοῦλος εἶ, ἐν τρόμῳ τῷ Δεσπότῃ ὑποτάγηθι. Ὁ γὰρ λογομάχος οὐκ εὐγνώμων, ἀλλὰ πρόδηλος δυσμενής.

Γέγραπται γάρ· Ὁ μὴ τιμῶν τὸν Υἱὸν, οὐ τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτόν.

γʹ. Ἡμεῖς δὲ, ἀγαπητοὶ, ὅθεν ἐξήλθομεν, ἐπανέλθωμεν, τῷ λόγῳ βοῶντες, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ ποιμὴν ὁ καλὸς καὶ ἀγαθὸς, θεῖναι ἑκουσίως τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων αὐτοῦ· ἵνα ὥσπερ τοὺς πρόβατα σιτουμένους λύκους προβάτῳ ἁλίσκουσιν οἱ λυκόθηρες, οὕτω τοῖς νοητοῖς καὶ ψυχοφθόροις λύκοις ἑαυτὸν ὡς ἄνθρωπον προθεὶς ὁ ἀρχιποιμὴν θήραμα ποιήσῃ τοὺς θηρεύσαντας τῷ πάλαι θηρευθέντι ὑπ᾽ αὐτῶν Ἀδάμ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς κατὰ τοῦ διαβόλου, οὐ φανερῶς διὰ τῆς ἀπροσβλέπτου δυνάμεως, ἀλλὰ διὰ τῆς ἀσθενείας τῆς σαρκὸς, δῆσαι τὸν καθ᾽ ἡμῶν ἰσχυρόν.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς κατὰ τοῦ τυράννου, οὐ διὰ τῆς παντοκρατορικῆς δυνάμεως καὶ σοφίας, ἀλλὰ διὰ τῆς νομισθείσης τοῦ σταυροῦ μωρίας, τοῦ ἐν κακίᾳ φρονίμου ὄφεως τὰ σκῦλα διαρπάσαι. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ ἀληθινὸς κατὰ τοῦ ψεύστου, ὁ Σωτὴρ κατὰ τοῦ λυμεῶνος, ὁ εἰρηνάρχης κατὰ τοῦ πολεμήτορος, ὁ φιλάνθρωπος κατὰ τοῦ μισανθρώπου. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Κύριος σῶσαι τὸν πλανηθέντα ἄνθρωπον, καταλῦσαι τὴν πλάνην, φωταγωγῆσαι τοὺς ἐν σκότει, καταργῆσαι εἰδώλων ἀπάτην, ἀντεισάξαι θεογνωσίαν σωτήριον, ἁγιάσαι κόσμον, ἀπελάσαι τὸ μύσος καὶ ἄγος τῆς τῶν ματαίων θεραπείας.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, εἷς ὑπὲρ πολλῶν, ῥύσασθαι πτωχὸν γένος ἀνθρώπων ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἐπιχέαι οἶνον καὶ ἔλαιον ἐπὶ τὸν ἐμπεσόντα εἰς τοὺς λῃστὰς, καὶ παρεωραμένον. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, σῶσαι ἡμᾶς δι᾽ ἑαυτοῦ, ὥς φησιν ὁ προφήτης· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς.

Διὰ τοῦτο καὶ ἡμεῖς εὐλογοῦμέν σε, Κύριε, τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι πρὸ αἰώνων καὶ εἰς αἰῶνας αἰώνων εὐλογημένον· πρὸ μὲν τῶν αἰώνων καὶ μέχρι τῆς δεῦρο ἀσωμάτως, τανῦν δὲ, καὶ εἰς αἰῶνας, μετὰ τῆς θείας καὶ ἀμεταβόλου καὶ ἀμερίστου σου σαρκώσεως.