Κοινὴ γὰρ ἡ βασιλεία, καὶ οὐκ ἔξωθεν τὴν αὐτῆς τιμὴν τῷ Υἱῷ ὁ Λόγος προσκληροῖ, οὔτε ἀρξαμένην ἢ προσγινομένην ἢ μειουμένην, ἄπαγε, ἀλλὰ φυσικὴν καὶ ἰδιόκτητον ἀληθῶς. Μία γὰρ ἡ βασιλεία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὥσπερ καὶ μία οὐσία καὶ μία κυριότης. Ὅθεν καὶ μιᾷ προσκυνήσει λατρεύωμεν μίαν τρισυπόστατον θεότητα, ἄναρχον, ἄκτιστον, ἀπέραντον, καὶ ἀδιάδοχον. Οὔτε γὰρ ὁ Πατὴρ παυθήσεταί ποτε τοῦ εἶναι Πατὴρ, οὔτε ὁ Υἱὸς τοῦ εἶναι Υἱὸς καὶ βασιλεύς· οὕτως οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ εἶναι τοῦθ᾽ ὅπερ ἐστὶ τῇ ὑποστάσει. Οὐδὲν γὰρ τῆς Τριάδος ἐλαττωθήσεται, ἢ παυθήσεταί ποτε ἢ τῆς ἀϊδιότητος, ἢ τῆς κοινότητος καὶ βασιλείας. Οὐ γὰρ, ὅτι ἄνθρωπος γέγονε δι᾽ ἡμᾶς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τὸν καθ᾽ ἡμῶν τύραννον ἐνίκησεν, ἐν σαρκὶ ταύτην πραγματευσάμενος κατὰ τοῦ δυσμενοῦς αὐτῆς ἐχθροῦ νίκην, διὰ τοῦτο βασιλεὺς ἐχρημάτισεν, ἀλλ᾽ ὅτι Κύριος καὶ Θεὸς ἀεὶ, διὰ τοῦτο βασιλεὺς, ὡς ὁ γεννήσας αὐτὸν, νυνὶ δὲ, καὶ μετὰ τῆς προλήψεως, καὶ εἰς τὸ διηνεκές. Μὴ βλασφήμει τὴν τοῦ Χριστοῦ βασιλείαν, αἱρετικὲ, ἵνα μὴ τὸν γεννήσαντα ἀτιμάσῃς. Εἰ πιστὸς εἶ, πρόσελθε Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχων τῆς κακίας τὴν ἐλευθερίαν. Εἰ δοῦλος εἶ, ἐν τρόμῳ τῷ Δεσπότῃ ὑποτάγηθι. Ὁ γὰρ λογομάχος οὐκ εὐγνώμων, ἀλλὰ πρόδηλος δυσμενής.