Ἔργον
Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰ βαΐα
Προετοιμασία για το Πάσχα και οι μεθοδείες του διαβόλου
Προτροπές για πνευματική κάθαρση και ελεημοσύνη ενόψει του Πάσχα, και η περιγραφή της ταραχής του διαβόλου μετά την ανάσταση του Λαζάρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προετοιμασία για το Πάσχα και οι μεθοδείες του διαβόλου
Προτροπές για πνευματική κάθαρση και ελεημοσύνη ενόψει του Πάσχα, και η περιγραφή της ταραχής του διαβόλου μετά την ανάσταση του Λαζάρου.
Τί οὖν ὁ εὐαγγελιστής; καλὸν γὰρ καὶ τὴν κεφαλὴν τῆς πάσης διακοπῆς ψηλαφῆσαι. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ λέγοντος, Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ ποία αὕτη ἡ πρὸ ἓξ ἡμερῶν ἡμέρα; Ποία αὕτη; Ἡ παροῦσα ἡμέρα ἡ τὸν πρόδρομον Ἰωάννην χαρακτηρίζουσα. Ὥσπερ γὰρ Ἰωάννης προέδραμε τοῦ Κυρίου, οὕτω καὶ αὕτη προέδραμε τῆς ἀναστάσεως· καὶ ὥσπερ ὁ Ἰωάννης δακτυλοδεικτῶν τὸν Κύριον ἔλεγεν· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· οὕτω καὶ αὕτη δακτυλοδεικτοῦσα τὴν μέλλουσαν κυριακὴν, ἐκέκραγε λέγουσα· Ἴδε ἡ μήτηρ τῶν μελλόντων ἀναγεννᾶσθαι. Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα. Ἀκούσατε τὴν ἡμέραν· οὐ γὰρ ἁπλῶς κεῖται τὸ, Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα· ἀλλ᾽ ἵνα μάθῃς καθαρίσαι ἑαυτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος. Προκαθάρσιον γάρ ἐστιν αὕτη ἡ ἡμέρα, ἵνα ἑαυτὸν καθαρίσῃς ἀπὸ πάσης κηλῖδος, ἵνα λύσῃς ἔχθραν καὶ παύσῃς ὀργὴν, ἵνα σβέσῃς διαβολὴν, ἵνα συσφίγξῃς ἀγάπην, ἵνα πλατύνῃς φιλοπτωχείαν, ἵνα μὴ μόνος σὺ ἑορτάσῃς, ἀλλὰ καὶ ὁ ἐνδεόμενος συνεορτάσῃ σοι. Ἐὰν γὰρ μὴ μεταδῷς τῷ χρείαν ἔχοντι, ἐκεῖνος δὲ στυγνάζῃ, καὶ σὺ ἑορτάζῃς, σκόπει μὴ γένοιτο ἐπὶ σοῦ ἡ τοῦ πλουσίου ἐκείνου ἀνταπόδοσις, ὅστις εὐφραινόμενος καθ᾽ ἡμέραν λαμπρῶς, τῷ Λαζάρῳ ἐκ τῶν ψιχίων οὐ μετέδωκε.
Μετάδος οὖν τῆς τραπέζης τῷ χρείαν ἔχοντι, καὶ εὐποίησον τοὺς δεομένους, ὅπως καὶ σὺ διαπαντὸς ἑορτάσῃς, καὶ ὁ πένης συνευωχηθῇ.
Ἐὰν γὰρ σὺ μὴ εὐποιήσῃς εἰς τὸν ὁμόδοξόν σου πένητα, τὸν χρείαν παραμυθίας ἔχοντα, ἐκεῖνος δὲ ἀπὸ ἀνάγκης παρὰ σοῦ μὴ εὐεργετηθεὶς, προσέλθῃ αἱρετικῷ, κἀκεῖνος αὐτῷ παραμυθήσηται, γέγονεν ἐκεῖνος σοῦ φιλανθρωπότερος. Πᾶς γὰρ αἱρετικὸς καθυλακτεῖ τοῦ ποιμένος. Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ὢ τῆς τοῦ Κυρίου σοφίας· ἤγειρε τὸν Λάζαρον, ἵνα ἐρεθίσῃ τὸν διάβολον.
Ἄκουε διὰ βραχέων. Ὡς εἶδεν ὁ διάβολος, τοῦ Κυρίου βοήσαντος, Λάζαρε, δεῦρο ἔξω, καὶ πάντα τὰ καταχθόνια διαλυθέντα, καὶ τὰς κάτω δυνάμεις μὴ ὑπομενούσας κρατεῖν, καὶ ὅτι ὡς βασιλικοῦ προστάγματος καταπεμφθέντος, μᾶλλον δὲ ὡς θεϊκοῦ βουλήματος ἐνεργοῦντος, αἱ μὲν τρίχες Λαζάρου ἄνωθεν ἐῤῥιζοῦντο, τῶν δὲ νεύρων αἱ διαλύσεις συνεσφίγγοντο, τῶν δὲ σαρκῶν αἱ μειώσεις ἀνεπληροῦντο, τῶν δὲ ὀστέων ὁ χωρισμὸς συνηρμόζετο, τῶν δὲ ἰχώρων τὰ ῥεῖθρα συνεστέλλετο, τὸ δὲ πνεῦμα τὸ ζωτικὸν ὑπεισήρχετο, ἡ δὲ δέσποινα ψυχὴ τὴν προτέραν καὶ ἀρχαίαν μονὴν παρελάμβανεν· ὡς εἶδε ταῦτα καὶ τὰ παραπλήσια γινόμενα, θορυβηθεὶς καὶ ἐναγώνιος γενόμενος ἐπέτασσε ταῖς αὐτοῦ δυνάμεσι λέγων, Ἀντιτάξασθε, κραταιώθητε, τὴν ἐμὴν βασιλείαν μὴ προδῶτε. Ὢ τί πέπονθα; καταλύεται τὸ κράτος τοῦ θανάτου, ὅπερ διὰ τῆς ἁμαρτίας ἐκτησάμην· ὅνπερ εἶχον τέσσαρας ἡμέρας κρατῶν, νῦν ἀποδιδῶ βίᾳ μεγάλῃ· συμφορᾷ περιπέπτωκα· ἠρξάμην ἐξεμεῖν οὓς κατέπιον.
Οὐ διὰ τὸν Λάζαρον μόνον κλαίω, ἀλλὰ φοβοῦμαι μὴ καὶ τοὺς ἄλλους, οὓς κατέχω ἀπὸ Ἀδὰμ μέχρι τοῦ νῦν, ἀπολέσω. Σπουδῆς μοι χρεία, καὶ πολλῆς ἰσχύος· εἰ μὴ προκαταλάβω τὸν τῷ λόγῳ συλῶντά με, πάσης μου τῆς ὑπάρξεως κενὸν ἀποδείξει. Εὗρον τί πράξω, ἔγνων τί ποιήσω· ἔχω τοὺς Ἰουδαίους συνδρόμους· μισθοῦμαι τὸν Ἰούδαν· ἀεί μοι οὗτος καλῶς ὑπουργεῖ· φιλάργυρος γὰρ ὢν, προσελθούσης γυναικὸς τὸ μύρον τριακοσίων δηναρίων διετιμήσατο, κόπους παρέχων αὐτῇ· καὶ τὸ μὲν μύρον διετιμήσατο τριακοσίων δηναρίων, τὸν δὲ Δεσπότην τοῦ μύρου τριάκοντα δηναρίων ἐπώλησε.
Πολλῆς μοι οὖν σπουδῆς χρεία σταυρὸν κατασκευάσαι. Αὐτός μου τὸν Λάζαρον ἔλαβεν, ἐγὼ δὲ αὐτὸν ὧδε καθελκύσω, καὶ τοῖς νεκροῖς συναριθμήσω, ἵνα μάθῃ κατὰ μείζονος μὴ στρατεύεσθαι. Αἱ δὲ κάτω δυνάμεις πρὸς αὐτόν· Ὅλον τὸν Ἰησοῦν ὧδε καταπαῦσαι βούλει; βλέπε μὴ καθ᾽ ἑαυτοῦ κάμνῃς· ἔχεις αὐτοῦ πεῖραν· ἐπάλαισας αὐτὸν ἐν τῇ ἐρήμῳ· οὐχὶ τρίτον προσῆλθες, καὶ τρισσῶς ἔπεσας; Ἐὰν δὲ κατέλθῃ, τί μέλλεις πράττειν; Ταῦτα βουλευσάμενος καὶ τὰ παραπλήσια τούτων, ὁ διάβολος τοὺς Ἰουδαίους εἰς μείζονα φθόνον διήγειρε, καὶ ἠρέθισε θανατῶσαι τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστήσαντα, καὶ σταυρὸν τῷ Κυρίῳ κατασκευάσαι, ἵνα γένηται ἡ κατάρα εὐλογία, καὶ τὸ ξύλον τοῦ σταυροῦ τοῖς πᾶσι σωτηρία.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.