Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁγίας Βερνίκην καὶ Προσδόκην

Ἰωάννης ὁ Χρυσόστομος

Ο φόβος του θανάτου στην Παλαιά Διαθήκη και η χριστιανική ελπίδα

Η ιστορική και θεολογική εξέλιξη της αντιμετώπισης του θανάτου, από τον δίκαιο Αβραάμ και τους προφήτες μέχρι την αποστολική θεώρηση και τη χαρμόσυνη χριστιανική ψαλμωδία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 2 από 5

Γυναῖκες θανάτου κατατολμῶσι, πράγματος τοῦ καὶ ἀνδράσιν ἁγίοις πρὸ τούτου φοβεροῦ καὶ φρικώδους ὄντος. Μάθε τοίνυν αὐτοῦ τὸν ἔμπροσθεν φόβον, ἵνα ἰδὼν αὐτοῦ τὴν νῦν καταφρόνησιν, θαυμάσῃς τὸν τῆς μεταβολῆς αἴτιον Θεόν· μάθε αὐτοῦ τὴν προτέραν ἰσχὺν, ἵνα μαθὼν αὐτοῦ τὴν νῦν ἀσθένειαν, εὐχαριστήσῃς τῷ τέλεον αὐτὸν ἐκνευρίσαντι Χριστῷ. Οὐδὲν ἰσχυρότερον ἐκείνου τὸ πρότερον, ἀγαπητὲ, καὶ οὐδὲν ἀσθενέστερον ἡμῶν· ἀλλὰ νῦν οὐδέν ἐστιν ἀσθενέστερον ἐκείνου, καὶ οὐδὲν ἰσχυρότερον ἡμῶν. Εἶδες πῶς ἀρίστη ἡ μετάστασις γέγονε; πῶς τὰ ἰσχυρὰ ἀσθενῆ ἐποίησε, καὶ τὰ ἀσθενῆ ἰσχυρὰ κατεσκεύασεν ὁ Θεὸς, ἑκατέρωθεν ἡμῖν δεικνὺς αὐτοῦ τὴν δύναμιν; Ἀλλ᾽ ἵνα μὴ μόνον ἀπόφασις ᾖ τὰ λεγόμενα, καὶ τὴν ἀπόδειξιν ἐπάγω Καὶ, εἰ δοκεῖ, πρῶτον ἐκεῖνο δείξωμεν, πῶς ἐφοβοῦντο αὐτὸν ἔμπροσθεν οὐχ ἁμαρτωλοὶ μόνον, ἀλλὰ καὶ ἅγιοι ἄνθρωποι πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντες, ἀπὸ κατορθωμάτων κομῶντες, καὶ πᾶσαν ἐπελθόντες ἀρετήν. Ταῦτα δὲ δείκνυμι, οὐχ ἵνα καταγνῶμεν τῶν ἁγίων, ἀλλ᾽ ἵνα θαυμάσωμεν τοῦ Θεοῦ τὴν δύναμιν. Πόθεν οὖν δῆλον, ὅτι φοβερὸν τοῦ θανάτου τὸ προσωπεῖον ἦν πρὸ τούτου, καὶ πάντες αὐτὸν ἐπεφρίκεισαν, καὶ ἔτρεμον; Ἀπὸ τοῦ πατριάρχου πρώτου.

Ὁ γὰρ Ἀβραὰμ ὁ πατριάρχης, ὁ δίκαιος, ὁ τοῦ Θεοῦ φίλος, ὁ πατρίδα ἀφεὶς, καὶ οἰκίαν, καὶ συγγενεῖς, καὶ φίλους, καὶ πάντων ὑπεριδὼν τῶν παρόντων διὰ τὸ πρόσταγμα τοῦ Θεοῦ, οὕτως ἐδεδοίκει καὶ ἐφοβεῖτο τὸν θάνατον, ὡς εἰς τὴν Αἴγυπτον εἰσιέναι μέλλων εἰπεῖν πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ ταῦτα· Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἰ σύ· ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσι. Τί οὖν;

Εἰπὲ ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Τί τοῦτο, ὦ ἅγιε καὶ πατριάρχα; περιορᾷς τὸ γύναιον ὑβριζόμενον, καὶ τὴν εὐνὴν ἀδικουμένην, καὶ τὸν γάμον διορυττόμενον; οὕτω δέδοικας, εἰπέ μοι, τὸν θάνατον; οὐ περιορᾷς δὲ μόνον, ἀλλὰ καὶ πλέκεις δόλον μετὰ τῆς γυναικὸς, καὶ συνυποκρίνῃ τὸ δρᾶμα τῆς ὕβρεως, καὶ πῶς μὴ γένηται κατάδηλος ὁ βασιλεὺς τῶν Αἰγυπτίων ἐπιχειρῶν τῇ μοιχείᾳ πάντα πράττεις, καὶ περιελὼν αὐτὴν τὸ ὄνομα τῆς γυναικὸς, περιέθηκας αὐτῇ τὸ προσωπεῖον τῆς ἀδελφῆς;

Ἀλλὰ γὰρ δέδοικα μὴ θανάτου σπουδάζοντες παραλῦσαι δύναμιν, φανῶμεν τοῦ δικαίου κατηγοροῦντες· διόπερ ἀμφότερα ποιῆσαι πειράσομαι, καὶ τοῦ θανάτου δεῖξαι τὴν ἀσθένειαν, καὶ τοῦτον τῆς κατηγορίας ἐξαρπάσαι ταύτης. Πρότερον δὲ αὐτὸν ἀναγκαῖον δεῖξαι δεδοικότα τὸν θάνατον, καὶ τότε ἀπαλλάξαι τῶν ἐγκλημάτων. Ἴδωμεν τοίνυν ὅσον πρᾶγμα ὑπέμεινεν ἀφόρητον καὶ δεινόν· τὸ γὰρ γυναῖκα ὑβριζομένην ἰδεῖν, καὶ μοιχευομένην θεάσασθαι μυρίων θανάτων ἀφορητότερόν ἐστι. Καὶ τί λέγω μοιχευομένην; κἂν ψιλήν τινα ἔννοιαν ὑποψίας περὶ αὐτῆς ἐν τῇ ψυχῇ κέκτηται, ἀβίωτος ὁ βίος αὐτῷ ἅπας γίνεται. Πῦρ γὰρ αὐτῷ καὶ φλόξ ἐστιν ἀκαταγώνιστος τὸ τῆς ζηλοτυπίας πάθος· καὶ τὸ τυραννικὸν αὐτοῦ καὶ ἀπαραίτητον δηλῶν τις ἔλεγε· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ φείσηται ἐν ἡμέρᾳ κρίσεως, οὐδ᾽ οὐ μὴ διαλυθῇ πολλῶν δώρων. Καὶ πάλιν ἀλλαχοῦ· Σκληρὸς ὡς ᾅδης ζῆλος· ὥσπερ γὰρ οὐκ ἔστι, φησὶ, τὸν ᾅδην χρήμασι πεῖσαι, οὕτως οὐδὲ τὸν ζηλοτυποῦντα παραμυθήσασθαι καὶ καταλλάξαι.

Πολλοὶ γοῦν πολλάκις καὶ τὴν ψυχὴν προήκαντο τὴν ἑαυτῶν, ὥστε τὸν μοιχὸν εὑρεῖν· καὶ τοῦ αἵματος δὲ αὐτοῦ ἡδέως ἂν ἀπογεύσαιντο τοῦ τὴν γυναῖκα ὑβρικότος ἀνδρὸς, καὶ πάντα ἂν ἕλοιντο καὶ ποιῆσαι καὶ παθεῖν διὰ τοῦτο· ἀλλ᾽ ὅμως τοῦτο τὸ ἀφόρητον πάθος, τοῦτο τὸ τυραννικὸν καὶ ἀπαραίτητον ὑπέμεινεν ὁ δίκαιος μετὰ πλείονος ὑπερβολῆς, καὶ περιορᾷ τὴν γυναῖκα ὑβριζομένην διὰ τὸν φόβον τοῦ θανάτου καὶ τῆς τελευτῆς.

βʹ. Ὅτι μὲν οὖν ἐδεδοίκει τὸν θάνατον ἐκ τούτου δῆλον· ὥρα δὲ λοιπὸν αὐτὸν ἀπαλλάξαι τῶν ἐγκλημάτων καὶ τῆς κατηγορίας τῆς ἐπὶ τούτῳ, πρότερον αὐτὴν εἰπόντα τὴν κατηγορίαν. Τίς οὖν ἐστιν ἡ κατηγορία; Ἔδει, φησὶν, αὐτὸν ἀποθανεῖν μᾶλλον, ἢ περιιδεῖν τὴν γυναῖκα ὑβριζομένην· καὶ τοῦτό ἐστιν ὃ κατηγοροῦσί τινες· ὅτι εἵλετο μᾶλλον τὴν ἑαυτοῦ διασῶσαι ζωὴν, ἢ τὴν σωφροσύνην τῆς γυναικός.

Τί λέγεις; ἔδει μᾶλλον αὐτὸν ἀποθανεῖν, ἢ τὴν γυναῖκα περιιδεῖν ὑβριζομένην; Καὶ τί πλέον ἐγίγνετο; εἰ μὲν γὰρ ἔμελλεν ἀποθνήσκων ἐξαρπάζειν τὴν γυναῖκα τῆς ὕβρεως, καλῶς ταῦτά φατε· εἰ δὲ ἀποθανὼν οὐδὲν ὠφελεῖ τὴν γυναῖκα πρὸς τὴν τῆς ὕβρεως ἀπαλλαγὴν, τίνος ἕνεκεν εἰκῆ καὶ ἁπλῶς τὴν ἑαυτοῦ προδίδωσι σωτηρίαν; Ἵνα γὰρ μάθῃς, ὅτι οὐδὲ ἀποθανὼν ἔμελλεν ἐξαρπάζειν αὐτὴν τῆς μοιχείας, ἄκουσον τί φησι· Καὶ ἔσται ὡς ἄν σε ἴδωσιν οἱ Αἰγύπτιοι, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσι.

Δύο τοίνυν ἔμελλε γίνεσθαι ἄτοπα, μοιχεία, καὶ φόνος· οὐ τῆς τυχούσης δὲ ἦν συνέσεως ἐκ τῶν δύο τούτων ἓν γοῦν κερδᾶναι. Εἰ μὲν γὰρ ἔμελλε (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ) τὴν ψυχὴν ἐπιδοὺς τὴν ἑαυτοῦ ἀπαλλάττειν ἐκείνην τῆς ὕβρεως, καὶ ἀποκτείναντες ἐκεῖνοι τὸν δίκαιον τῆς Σάῤῥας οὐχ ἥπτοντο, καλῶς ἐνεκάλεις· εἰ δὲ καὶ ἀποθανόντος αὐτοῦ, ὁμοίως ἔμελλεν ὑβρίζεσθαι ἡ γυνὴ, τίνος ἕνεκεν τοῦ δικαίου κατηγορεῖς, ὅς γε δύο μελλόντων συμβαίνειν δεινῶν μοιχείας καὶ φόνου, θάτερον διὰ τῆς αὐτοῦ σοφίας ἐκώλυσε, τὸ τῆς ἀνδροφονίας λέγω; Ὑπὲρ γὰρ τούτου καὶ ἐπαινεῖσθαι αὐτὸν ἔδει, ὅτι καθαρὰν ἐτήρησεν αἵματος τὴν τοῦ μοιχοῦ χεῖρα. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τῷ εἰπεῖν αὐτὴν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, τούτῳ ἐπεσπάσατο τὸν Αἰγύπτιον πρὸς τὴν ὕβριν· καὶ γὰρ εἰ εἶπεν, ὅτι γυνὴ αὐτοῦ εἰμι, οὐδὲ οὕτως ἔμελλεν ἀποστήσεσθαι· καὶ τοῦτο ἐδήλωσεν αὐτὸς εἰπών· Ὡς ἐὰν ἴδωσί σε, ἐροῦσιν, Ὅτι γυνὴ αὐτοῦ αὕτη, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.

Ὥστε εἰπούσης μὲν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μοιχεία καὶ φόνος ἐγίγνετο· εἰπούσης δὲ, ὅτι ἀδελφὴ, τὸ τοῦ φόνου διεκωλύετο. Ὁρᾷς πῶς δύο μελλόντων συμβαίνειν δεινῶν, θάτερον διὰ τῆς αὐτοῦ σοφίας ἀνεῖλε; Βούλει μαθεῖν, πῶς καὶ τῆς μοιχείας τὸ ἔγκλημα κατὰ δύναμιν τὴν ἑαυτοῦ πάλιν ὑποτέμνεται, ὥστε μηδὲ μοιχὸν αὐτὸν ἀπηρτισμένον ἀφεῖναι γενέσθαι;

Ἄκουσον αὐτῶν πάλιν ἀκριβῶς τῶν ῥημάτων· Εἰπὲ, φησὶν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι. Τί λέγει; Ὁ ἀδελφὴν λαμβάνων οὐκ ἔστι μοιχός· ὁ γὰρ μοιχὸς ἀπὸ τῆς προαιρέσεως κρίνεται· ἐπεὶ καὶ ὁ Ἰούδας πρὸς τὴν νύμφην τὴν ἑαυτοῦ εἰσελθὼν τὴν Θάμαρ, οὐκ ἐκρίνετο μοιχός· οὐ γὰρ ὡς πρὸς νύμφην, ἀλλ᾽ ὡς πρὸς πόρνην εἰσῆλθε γυναῖκα. Οὕτω καὶ ἐνταῦθα ὁ Αἰγύπτιος μέλλων αὐτὴν λαμβάνειν οὐχ ὡς γυναῖκα τοῦ Ἀβραὰμ, ἀλλ᾽ ὡς ἀδελφὴν, οὐκ ἔμελλε μοιχὸς κρίνεσθαι.

Τί οὖν τοῦτο πρὸς τὸν Ἀβραὰμ, φησὶ, τὸν εἰδότα, ὅτι γυναῖκα τὴν ἑαυτοῦ ἐξεδίδου, καὶ οὐκ ἀδελφήν; Ἀλλ᾽ οὐδὲ τοῦτο ἔγκλημα τούτου. Εἰ μὲν γὰρ ἔμελλεν ἀκούσας, ὅτι γυνὴ αὐτοῦ ἐστιν, ἀφέξεσθαι τῆς ὕβρεως, καλῶς ἐνεκάλεις τῷ δικαίῳ· εἰ δὲ οὐδὲν ἔμελλε τὸ ὄνομα τῆς γυναικὸς προστήσεσθαι τῆς Σάῤῥας εἰς τὸ τὴν ὕβριν ἀποκρούσασθαι, καθὼς καὶ αὐτός φησιν, ὅτι Ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ ἐστιν αὕτη, καὶ περιποιήσονταί σε, πολλῷ μᾶλλον θαυμάζειν τὸν δίκαιον χρὴ ἐν τοσαύτῃ πράγματος δυσκολίᾳ δυνηθέντα καὶ αἱμάτων καθαρὸν τηρῆσαι τὸν Αἰγύπτιον, καὶ εἰς δύναμιν τὴν ἑαυτοῦ τὸ ἔγκλημα τῆς ὕβρεως παραμυθήσασθαι.

Ἄγωμεν δὴ λοιπὸν τὸν λόγον καὶ ἐπὶ τὸν ἔκγονον αὐτοῦ τὸν Ἰακώβ· καὶ ὄψει κἀκεῖνον δεδοικότα καὶ τρέμοντα τὴν τελευτὴν, ἄνθρωπον ἐκ πρώτης ἡλικίας ἀποστολικὴν ἐπιδειξάμενον φιλοσοφίαν. Ὃ γὰρ Παῦλος τοῖς μαθηταῖς ἐνομοθέτει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα, τοῦτο καὶ οὗτος ᾔτησε παρὰ τοῦ Θεοῦ εἰπών· Ἂν δῴη μοι Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, ἀρκεῖ ἡμῖν. Ἀλλ᾽ ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν (δεύτερος γὰρ ὢν τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις), ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέβειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθάπερ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακαλεῖ· Ἐξελοῦ με ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, λέγων, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Εἶδες πῶς καὶ οὗτος ἐδεδοίκει τὸν θάνατον; πῶς τρέμει, καὶ τὸν Θεὸν παρακαλεῖ περὶ τούτου; Βούλει σοι δείξω καὶ ἕτερον μέγαν ἄνθρωπον τὸ αὐτὸ τοῦτο πεπονθότα πάλιν;

Ἐννόησον τὸν Ἠλίαν, τὴν οὐρανομήκη ψυχὴν καὶ θείαν· ἐκεῖνος γὰρ ὁ τὸν οὐρανὸν κλείσας, καὶ πάλιν ἀνοίξας, ὁ τὸ πῦρ ἄνωθεν κατενεγκὼν, ὁ τὴν θαυμαστὴν θυσίαν προσενεγκὼν, ὁ ζηλώσας ὑπὲρ τοῦ Θεοῦ, ἐκεῖνος ὁ ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὸν ἐπιδειξάμενος βίον, ὁ τῆς μηλωτῆς πλέον ἔχων οὐδὲν, ὁ πάντων ἀνωτέρω γενόμενος τῶν ἀνθρωπίνων, οὕτω τὸν θάνατον τρέμει καὶ δέδοικεν, ὡς μετὰ πάντα ἐκεῖνα, μετὰ τὸν οὐρανὸν καὶ τὴν θυσίαν, μετὰ τὴν μηλωτὴν καὶ τὴν ἐρημίαν, καὶ τὴν φιλοσοφίαν, καὶ τὴν παῤῥησίαν τὴν τοσαύτην γύναιον εὐτελὲς φοβηθῆναι, καὶ διὰ τοῦτο φυγεῖν. Ἐπειδὴ γὰρ εἶπεν Ἰεζάβελ· Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, εἰ μὴ αὔριον τὴν ψυχήν σου θήσομαι ὡς τὴν ψυχὴν ἑνὸς τῶν τεθνηκότων· ἐφοβήθη Ἠλίας, φησὶ, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα.

γʹ. Εἶδες πῶς φοβερὸς ὁ θάνατος; Θαυμάσωμεν τοίνυν τὸν Δεσπότην, ὅτι τὸν φοβερὸν ὄντα προφήταις, εὐκαταφρόνητον ἐποίησε γυναιξίν. Ὁ Ἠλίας ἔφυγε θάνατον, γυναῖκες κατέφυγον εἰς θάνατον· ἐκεῖνος ἀπεπήδησε τοῦ θανάτου, καὶ αὗται ἐδίωξαν θάνατον. Εἶδες πόση γέγονεν ἀθρόον ἡ μεταβολή; Οἱ περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἠλίαν ἀγωνιῶσι τὴν τελευτὴν, γυναῖκες δὲ καθάπερ πηλὸν τοῖς ποσὶν ἑαυτῶν κατεπάτησαν θάνατον. Ἀλλὰ μηδὲ ἐκείνων τῶν ἁγίων κατηγορήσωμεν· οὐκ ἔστιν αὐτῶν τὸ ἔγκλημα· τῆς φύσεως ἦν ἡ ἀσθένεια, οὐ τῆς προαιρέσεως ἡ κατηγορία.

Ὁ Θεὸς τότε ἐβούλετο φοβερὸν εἶναι τὸν θάνατον, ἵνα δειχθῇ μετὰ ταῦτα τῆς χάριτος τὸ μέγεθος· φοβερὸν αὐτὸν εἶναι ἐβούλετο· καταδίκη γὰρ ἦν· διὰ τοῦτο οὐκ ἤθελε λυθῆναι τῆς καταδίκης τὴν ἀπειλὴν, ἵνα μὴ ῥᾳθυμότεροι μετὰ ταῦτα γένωνται οἱ ἄνθρωποι.

Μενέτω, φησὶν, ἡ ἀπόφασις φοβοῦσα αὐτοὺς καὶ σωφρονίζουσα· ἔσται γὰρ, ἔσται καιρὸς, καθ᾽ ὃν καὶ τῆς ἀγωνίας ἀπαλλαγήσονται ταύτης· ὃ δὴ καὶ συνέβη. Ὅτι γὰρ ἡμᾶς ἀπήλλαξε τῆς ἀγωνίας ταύτης, δηλοῦσι μὲν οἱ μάρτυρες, δηλοῖ δὲ πρὸ τῶν μαρτύρων ὁ Παῦλος. Ἤκουσας ἐν τῇ Παλαιᾷ τοῦ Ἀβραὰμ λέγοντος, ὅτι Σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσιν; ἤκουσας τοῦ Ἰακὼβ λέγοντος· Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν;

Εἶδες τὸν Ἠλίαν φεύγοντα γυναικὸς ἀπειλὴν διὰ τὸν θάνατον; Ἄκουσον πῶς ὁ Παῦλος περὶ τοῦ πράγματος τούτου διάκειται, εἰ φοβερὸν αὐτὸν εἶναι νομίζει καθάπερ ἐκεῖνοι, εἰ λυπεῖται ἐπιόντος αὐτοῦ, καὶ δέδοικε. Τοὐναντίον μὲν οὖν, καὶ ποθεινὸν εἶναι νομίζει τὸ πρᾶγμα· διὰ τοῦτό φησιν· Τὸ ἀναλῦσαί με καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον.

Ἐκείνοις φοβερὸν, τούτῳ κρεῖσσον· ἐκείνοις ἀηδὲς, τούτῳ ἡδύ· καὶ μάλα εἰκότως· τὸ μὲν γὰρ πρότερον ὁ θάνατος εἰς τὸν ᾅδην κατῆγεν· νυνὶ δὲ ὁ θάνατος πρὸς τὸν Χριστὸν παραπέμπει. Διὰ τοῦτο ὁ μὲν Ἰακώβ φησι· Κατάξετε τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδην· ὁ δὲ Παῦλος ἔλεγε· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναί με πολλῷ μᾶλλον κρεῖσσον.

Ταῦτα δὲ ἔλεγεν οὐ καταγινώσκων τῆς παρούσης ζωῆς (μὴ γένοιτο· φυλαττώμεθα γὰρ μὴ δῶμεν χώραν ταῖς τῶν αἱρετικῶν λαβαῖς), οὐδὲ ὡς πονηρὰν φεύγων αὐτὴν, ἀλλ᾽ ὡς κρείττονος τῆς μελλούσης ἐπιθυμῶν. Οὐ γὰρ εἶπε τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι καλὸν ἁπλῶς, ἀλλὰ κρεῖσσον· τὸ δὲ κρεῖσσον καλοῦ τινος ἔσται κρεῖσσον. Ὥσπερ γὰρ ὅταν λέγῃ ὅτι Ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ, καλὸν μὲν δείκνυσιν ὄντα τὸν γάμον, κρείσσω δὲ τὴν παρθενίαν· οὕτω δὴ καὶ ἐνταῦθα· καλὴ μὲν ἡ παροῦσα ζωὴ, φησὶ, πολὺ δὲ βελτίων ἡ μέλλουσα.

Πάλιν ἀλλαχοῦ τὰ αὐτὰ δὴ ταῦτα φιλοσοφῶν ἔλεγεν· Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν· τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετε. Τί φῄς; ἀποθνήσκεις, Παῦλε, καὶ κοινωνοὺς καλεῖς τῆς ἡδονῆς τοὺς ἀνθρώπους; τί γέγονεν, εἰπέ μοι;

Οὐκ ἀποθνήσκω, φησὶν, ἀλλ᾽ ἐπὶ τὴν μείζονα ἀναβαίνω ζωήν. Καθάπερ οὖν ἄνθρωποι ἀρχὴν λαμβάνοντες πολλοὺς καλοῦσι τοὺς κοινωνήσοντας αὐτοῖς τῆς εὐφροσύνης, οὕτω καὶ Παῦλος ἐπὶ τὸν θάνατον ἰὼν, ἐκάλει τοὺς συνησθησομένους αὐτῷ. Ἀνάπαυσις γάρ ἐστιν ὁ θάνατος, καὶ πόνων ἀπαλλαγὴ, καὶ ἱδρώτων ἀντίδοσις, καὶ ἀμοιβὴ παλαισμάτων καὶ στέφανος.

Διὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν ἐπὶ τοῖς νεκροῖς κοπετοί τινες ἐγίγνοντο καὶ θρῆνοι, νῦν δὲ ψαλμοὶ καὶ ὑμνῳδίαι. Ἔκλαυσαν γοῦν τὸν Ἰακὼβ τεσσαράκοντα ἡμέρας, ἔκλαυσαν καὶ τὸν Μωϋσῆν ἑτέρας τοσαύτας οἱ Ἰουδαῖοι, καὶ ἐκόψαντο, ἐπειδὴ θάνατος τότε ὁ θάνατος ἦν· νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ ὑμνῳδίαι καὶ εὐχαὶ καὶ ψαλμοὶ, δηλούντων ἁπάντων, ὅτι ἡδονὴν ἔχει τὸ πρᾶγμα· οἱ γὰρ ψαλμοὶ εὐθυμίας σύμβολον· Εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω.

Ἐπεὶ οὖν εὐθυμίας ἐσμὲν πεπληρωμένοι, διὰ τοῦτο ψάλλομεν ἐπὶ τοῖς νεκροῖς ψαλμοὺς θαῤῥεῖν ὑπὲρ τῆς τελευτῆς παρακελευομένους. Ἐπίστρεψον γὰρ, φησὶ, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ὁρᾷς εὐεργεσίαν ὄντα τὸν θάνατον καὶ ἀνάπαυσιν; ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν ἐκείνην, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός.