Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁγίας Βερνίκην καὶ Προσδόκην

Ἰωάννης ὁ Χρυσόστομος

Το μαρτύριο στο ρεύμα του ποταμού και η νίκη της παρθενίας

Η ηρωική είσοδος των αγίων στα ύδατα ως νέο βάπτισμα, η υπέρβαση της μητρικής φύσης και η εκούσια επιλογή του πνιγμού για τη διατήρηση της σωφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 5

Μᾶλλον δὲ φεισώμεθα αὐτοῦ καθόσον οἷόν τε· καὶ γὰρ πατὴρ ἐγένετο μαρτύρων, καὶ ἀνὴρ μάρτυρος· μὴ δὴ χαλεπώτερον αὐτοῦ ποιήσωμεν τὸ τραῦμα ταῖς παρ᾽ ἑαυτῶν κατηγορίαις. ϛʹ. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν τῶν γυναικῶν καὶ γὰρ ὅτε φυγεῖν ἔδει, ἔφυγον, καὶ ὅτε εἰς τοὺς ἀγῶνας ἐμβῆναι ἐχρῆν, ἔστησαν, καὶ ἠκολούθουν δεδεμέναι τῷ τοῦ Χριστοῦ πόθῳ· ὥσπερ γὰρ οὐ δεῖ πειρασμοὺς ἐπισπᾶσθαι, οὕτως, ὅταν ἐπιστῶσιν, ἀγωνίζεσθαι χρὴ, ἵνα καὶ ἐκεῖθεν τὴν ἐπιείκειαν, καὶ ἐντεῦθεν τὴν ἀνδρείαν ἐπιδειξώμεθα· ὃ δὴ καὶ ἐκεῖναι τότε ἐποίουν· καὶ ἐπανῄεσαν, καὶ ἠγωνίζοντο.

Καὶ γὰρ ἠνεῴγει τὸ στάδιον, καὶ ὁ καιρὸς ἐκάλει πρὸς τὰ παλαίσματα· ὁ δὲ τῶν ἀγώνων τρόπος τοιόσδε ἐγένετο. Ἦλθον εἰς πόλιν Ἱεράπολιν καλουμένην, κἀκεῖθεν ἀληθῶς εἰς τὴν ἱερὰν πόλιν ἀνέδραμον διὰ τοιαύτης μηχανῆς. Ποταμὸς παρέῤῥει τὴν ὁδὸν ἐκείνην, καθ᾽ ἣν ἐπανῄεσαν, καὶ λαθοῦσαι τοὺς στρατιώτας ἀριστοποιουμένους καὶ μεθύοντας· τινὲς δέ φασιν, ὅτι καὶ τὸν πατέρα λαβοῦσαι συνεργὸν πρὸς τὸ τοὺς στρατιώτας ἀπατῆσαι, καὶ πείθομαι· τάχα γὰρ διὰ τοῦτο ταῦτα ἔπραξεν, ἵνα τινὰ ἀπολογίαν μικρὰν γοῦν διὰ τῆς προδοσίας ταύτης δυνηθῇ προαποθέσθαι ἑαυτῷ εἰς τὴν ἡμέραν τῆς κρίσεως, τὸ συμπρᾶξαι, καὶ βοηθῆσαι, καὶ εὐκολώτερον ποιῆσαι τὸν ἐπὶ τὸ μαρτύριον δρόμον· λαβοῦσαι τοίνυν αὐτὸν συνεργὸν, καὶ δι᾽ ἐκείνου δυνηθεῖσαι παρακρούσασθαι τοὺς στρατιώτας, εἰσῆλθον εἰς τὸν ποταμὸν μέσον, καὶ ἀφῆκαν ἑαυτὰς κατὰ τῶν ῥευμάτων ἐκείνων. Εἰσῆλθε μήτηρ μετὰ δύο θυγατέρων ἀκουέτωσαν καὶ μητέρες καὶ παρθένοι, καὶ αἱ μὲν οὕτω πειθέσθωσαν μητράσιν, αἱ δὲ οὕτω παιδευέτωσαν θυγατέρας, οὕτω φιλείτωσαν τὰ παιδία· εἰσῆλθε τοίνυν μέση ἡ μήτηρ, ἑκατέρωθεν κατέχουσα τὰς θυγατέρας, ἡ τὸν ἄνδρα ἔχουσα μέσον τῶν ἀπειρογάμων, καὶ ἦν τῆς παρθενίας μέσος ὁ γάμος, καὶ μέσος αὐτῶν ὁ Χριστός.

Καθάπερ οὖν ῥίζα δένδρου δύο βλαστοὺς ἔχουσα ἑκατέρωθεν ἑστῶτας, οὕτω καὶ ἡ μακαρία τότε ἐκείνη ἑκατέρωθεν αὐτῆς ἔχουσα τὰς παρθένους εἰσῄει, καὶ κατὰ τῶν ὑδάτων αὐτὰς ἠφίει, καὶ ἀπεπνίγοντο οὕτω· μᾶλλον δὲ οὐκ ἀπεπνίγοντο, ἀλλ᾽ ἐβαπτίζοντο βάπτισμα καινὸν καὶ παράδοξον. Καὶ εἰ βούλει μαθεῖν, ὅτι βάπτισμα ἦν σαφὲς τὸ τότε γενόμενον, ἄκουσον πῶς ὁ Χριστὸς τὸν θάνατον τὸν ἑαυτοῦ βάπτισμα καλεῖ. Τοῖς γὰρ τοῦ Ζεβεδαίου παισὶ διαλεγόμενος, Τὸ μὲν ποτήριόν μου πίεσθε, φησὶ, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Ποῖον δὲ βάπτισμα ἐβαπτίσθη ὁ Χριστὸς μετὰ τὸ Ἰωάννου βάπτισμα, ἀλλ᾽ ἢ τὸν θάνατον καὶ τὸν σταυρόν; Ὥσπερ οὖν Ἰάκωβος οὐχὶ σταυρωθεὶς, ἀλλὰ μαχαίρᾳ τὴν κεφαλὴν ἀποθέμενος τὸ βάπτισμα ἐβαπτίσθη τοῦ Χριστοῦ, οὕτω καὶ αὗται, εἰ καὶ μὴ ἐσταυρώθησαν, ἀλλὰ δι᾽ ὕδατος τελειωθεῖσαι τὸ βάπτισμα ἐβαπτίσθησαν τοῦ Χριστοῦ· ἐβάπτισε δὲ αὐτὰς ἡ μήτηρ. Τί λέγεις; γυνὴ βαπτίζει;

Ναὶ, τὰ τοιαῦτα βαπτίσματα καὶ γυναῖκες βαπτίζουσι, καθάπερ οὖν καὶ ἐκείνη τότε καὶ ἐβάπτισε, καὶ ἱέρεια γέγονε· καὶ γὰρ θύματα προσήγαγε λογικὰ, καὶ χειροτονία αὐτῇ ἡ προαίρεσις γέγονε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐκ ἐδεήθη θυσιαστηρίου θύουσα, οὐδὲ ξύλων, οὐδὲ πυρὸς, οὐδὲ μαχαίρας· πάντα γὰρ ἐγένετο ὁ ποταμὸς, καὶ θυσιαστήριον, καὶ ξύλα, καὶ μάχαιρα, καὶ πῦρ, καὶ θυσία, καὶ βάπτισμα, βάπτισμα πολλῷ τούτου τοῦ βαπτίσματος σαφέστερον.

Περὶ μὲν γὰρ τούτου φησὶ Παῦλος· Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· περὶ δὲ τοῦ βαπτίσματος τῶν μαρτύρων οὐκ ἔτι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ λέγει, ἀλλ᾽ ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ. Εἰσῆγε τοίνυν τὰς θυγατέρας ἡ μήτηρ, οὐχ ὡς εἰς ποταμὸν μέλλουσα εἰσάγειν, ἀλλ᾽ ὥσπερ εἰς τὰς ἱερὰς αὐτὰς παστάδας χειραγωγοῦσα· εἰσῆγεν ἑκατέρωθεν κατέχουσα καὶ λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός· σύ μοι αὐτὰ ἔδωκας, σοὶ αὐτὰ παρακατατίθεμαι, τὰ ἐμαυτῆς καὶ ἐμαυτήν. Καὶ οὕτω διπλοῦν ἐγένετο τὸ τῆς γυναικὸς μαρτύριον, μᾶλλον δὲ τριπλοῦν· διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε· καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ᾽ ἑαυτῆς εἷλκεν. ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος· οὐ γὰρ οὕτως αἱ γυναῖκες ἀλγεῖν εἰώθασιν, ἐπειδὰν αὐταὶ μέλλωσι τελευτᾷν, ὡς ὅταν αἱ θυγατέρες αὐτῶν τοῦτο πάσχωσιν.

Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον. Εἰ γὰρ θυγατέρα μίαν τις ἀποθνήσκουσαν ὁρῶσα ἀβίωτον ἡγεῖται τὸν βίον, αὕτη τὰς δύο θυγατέρας ἀθρόον [αὐτῇ] οὐχὶ ὁρῶσα ἀποθνησκούσας, ἀλλὰ διὰ τῆς οἰκείας χειρὸς πρὸς τὸν θάνατον ἕλκουσα, ἐννόησον ὅσα ἐπεδείκνυτο τὰ μαρτύρια, ὃ μηδὲ ἀκοῦσαι ἑτέροις φορητὸν, διὰ τῶν πραγμάτων ὑπομείνασα ἐκείνη. Οἱ μὲν οὖν στρατιῶται τούτων οὐδὲν εἰδότες ἔμενον ὡς ληψόμενοι πάλιν αὐτὰς, ἐκεῖναι δὲ ἦσαν μετὰ τῶν τοῦ Χριστοῦ στρατιωτῶν λοιπὸν τῶν οὐρανίων ἀγγέλων· οἱ δὲ τηροῦντες οὐκ εἶδον· οὐ γὰρ εἶχον τοὺς τῆς πίστεως ὀφθαλμούς.

Ὁ μὲν οὖν Παῦλός φησι περὶ τῆς μητρὸς, ὅτι Σωθήσεται διὰ τῆς τεκνογονίας· ἐνταῦθα δὲ αἱ θυγατέρες διὰ τῆς μητρὸς διεσώθησαν. Οὕτως ὠδίνειν χρὴ τὰς μητέρας. Καὶ γὰρ αὗται αἱ ὠδῖνες τῶν προτέρων βελτίους, πικροτέραν μὲν ὀδύνην, μεῖζον δὲ ἔχουσαι κέρδος. Ἐκείνων ἴσασι τῶν ὠδίνων, ὅσαι μητέρες ἐγένοντο, οἷαι αἱ ὠδῖνες θυγατέρας ἰδεῖν ἀποθνησκούσας· τὸ δὲ καὶ αὐτὴν αὐτόχειρα γενέσθαι τῆς σφαγῆς, ἄφατον ἔχει τὴν ὑπερβολήν.

ζʹ. Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἦλθεν εἰς τὸ δικαστήριον ἡ γυνή; Πρὸ τῆς μάχης ἐβουλήθη τὸ τρόπαιον λαβεῖν, πρὸ τῶν ἀγώνων τὸν στέφανον ἁρπάσαι, πρὸ τῶν παλαισμάτων δέξασθαι τὰ βραβεῖα, οὐ βασάνους δεδοικυῖα, ἀλλὰ τοὺς ἀκολάστους τῶν ἀπίστων ὀφθαλμούς· οὐκ ἐφοβεῖτο, μή τις αὐτῇ διορύξῃ τὰς πλευρὰς, ἀλλ᾽ ἐδεδοίκει, μή τις τῶν θυγατέρων διαφθείρῃ τὴν παρθενίαν. Καὶ ὅτι τοῦτον ἐδεδοίκει τὸν φόβον, οὐκ ἐκεῖνον, καὶ διὰ τοῦτο οὐκ ἦλθεν εἰς τὸ δικαστήριον, δῆλον ἐκεῖθεν. Πολλῷ μείζους βασάνους ὑπέμεινεν ἐν τῷ ποταμῷ· καὶ γὰρ τοῦ σάρκα καταξαινομένην ὁρᾷν πολλῷ χαλεπώτερον καὶ ὀδυνηρότερον, καθάπερ ἔφθην εἰπὼν, τὰ οἰκεῖα σπλάγχνα, τὰς θυγατέρας λέγω, διὰ τῆς οἰκείας καταδῦσαι χειρὸς, καὶ ἀποπνιγομένας ἰδεῖν, καὶ τοῦ τὰς βασάνους ἐνεγκεῖν πολλῷ μείζονος ἔδει τῆς φιλοσοφίας αὐτῇ, ὥστε δυνηθῆναι κατασχεῖν τὰς δεξιὰς τῶν παιδίων, καὶ συνεφελκύσασθαι μεθ᾽ ἑαυτῆς πρὸς τὰ ῥεύματα τοῦ ποταμοῦ. Οὐδὲ γὰρ ἴσον εἰς ὀδύνης λόγον ὑφ᾽ ἑτέρων κακῶς πασχούσας ὁρᾷν, καὶ αὐτὴν διακονεῖσθαι τῷ θανάτῳ, αὐτὴν ὑπουργὸν γενέσθαι τῆς τελευτῆς, αὐτὴν ἀντὶ δημίου καταστῆναι ταῖς θυγατράσιν· ἀλλὰ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον καὶ ἀφορητότερον.

Καὶ μαρτυρήσετέ μου τῷ λόγῳ πᾶσαι ὅσαι μητέρες ἐγένεσθε, καὶ πεῖραν ὠδίνων ἐλάβετε, καὶ θυγατέρας ἐσχήκατε. Πῶς ἥψατο τῆς δεξιᾶς τῶν παιδίων; πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τὰ νεῦρα; πῶς οὐκ ἐξέστησαν αἱ φρένες; πῶς ἴσχυσεν ὁ λογισμὸς ὑπηρετήσασθαι τοῖς γινομένοις; Καὶ γὰρ μυρίων βασάνων πικρότερα ἦν τὰ γινόμενα, ἀντὶ τοῦ σώματος τῆς ψυχῆς αὐτῇ διαξαινομένης. Ἀλλὰ μέχρι τίνος φιλονεικοῦμεν διώκειν ἀκίχητα; οὐδεὶς γὰρ παραστῆσαι δυνήσεται λόγος τοῦ πάθους τὸ μέγεθος, ἀλλὰ μόνη ἡ πεῖραν λαβοῦσα καὶ ἀγωνισαμένη γυνὴ οἶδεν, ὁποῖα ταῦτά ἐστι τὰ παλαίσματα. Ταῦτα ἀκουέτωσαν μητέρες, ἀκουέτωσαν παρθένοι, μητέρες μὲν ἵνα οὕτω παιδεύωσι τὰς θυγατέρας, παρθένοι δὲ ἵνα οὕτω πείθωνται ταῖς μητράσιν. Οὐ γὰρ δὴ μόνον τὴν μητέρα ἐπαινεῖν χρὴ τὴν τοιαῦτα ἐπιτάξασαν, ἀλλὰ καὶ τὰς θυγατέρας θαυμάζειν, αἳ τὰ τοιαῦτα ὑπήκουσαν· οὔτε γὰρ ἡ μήτηρ ἐδεήθη δεσμῶν πρὸς τὰ ἱερεῖα καὶ τὰ θύματα, οὔτε αἱ δαμάλεις ἐσκίρτησαν, ἀλλ᾽ ἴσῃ τῇ προθυμίᾳ καὶ ψυχῇ τὸν ζυγὸν ἕλκουσαι τοῦ μαρτυρίου, οὕτως εἰσῄεσαν εἰς τὸν ποταμὸν τὰ ὑποδήματα ἔξω τῆς ὄχθης ἀφεῖσαι· τοῦτο δὲ ἐποίουν, φειδόμεναι τῶν φυλάκων· τοσαύτη ἡ πρόνοια τῶν ἁγίων ἐκείνων ἦν.