Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁγίας Βερνίκην καὶ Προσδόκην

Ἰωάννης ὁ Χρυσόστομος

Προτροπή προς τιμήν των λειψάνων και καταληκτήρια δοξολογία

Κλήση προς τους πιστούς για προσκύνηση των ιερών λειψάνων, επίκληση της παρρησίας των μαρτύρων ενώπιον του Θεού και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 5

Καταλιπεῖν· γὰρ αὐτοῖς ἀπολογίαν ἐσπούδαζον εἰς τὸ δικαστήριον, ἵνα μὴ ὁ ὠμὸς καὶ ἀπηνὴς δικαστὴς ἐκεῖνος ἐγκαλεῖν ἔχῃ προδοσίαν, καὶ ὅτι λαβόντες ἀργύριον τὰς γυναῖκας ἀφῆκαν· διὰ τοῦτο κατέλιπον τὰ ὑποδήματα τῇ γνώμῃ μαρτυροῦντα τῶν στρατιωτῶν, ὅτι οὐκ εἰδότων αὐτῶν, ἀλλ᾽ ἀγνοούντων πρὸς τὸν ποταμὸν ηὐτομόλησαν. Τάχα πολὺς ὑμῖν ἐγένετο πόθος τῶν ἁγίων ἐκείνων· μετὰ τούτου τοίνυν τοῦ πυρὸς προσπέσωμεν αὐτῶν τοῖς λειψάνοις· συμπλακῶμεν αὐτῶν ταῖς θήκαις· δύνανται γὰρ καὶ θῆκαι μαρτύρων πολλὴν ἔχειν δύναμιν, ὥσπερ οὖν καὶ τὰ ὀστᾶ τῶν μαρτύρων πολλὴν ἔχει τὴν ἰσχύν. Καὶ μὴ μόνον ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς ταύτης, ἀλλὰ καὶ ἐν ἑτέραις ἡμέραις προσεδρεύωμεν αὐταῖς, παρακαλῶμεν αὐτὰς, ἀξιῶμεν γενέσθαι προστάτιδας ἡμῶν· πολλὴν γὰρ ἔχουσι παῤῥησίαν οὐχὶ ζῶσαι μόνον, ἀλλὰ καὶ τελευτήσασαι· καὶ πολλῷ μᾶλλον τελευτήσασαι. Νῦν γὰρ τὰ στίγματα φέρουσι τοῦ Χριστοῦ· τὰ δὲ στίγματα ἐπιδεικνύμεναι ταῦτα, πάντα δύνανται πεῖσαι τὸν βασιλέα.

Ἐπεὶ οὖν τοσαύτη ἡ δύναμις αὐταῖς καὶ ἡ φιλία πρὸς τὸν Θεὸν, τῇ συνεχεῖ προσεδρίᾳ καὶ τῇ διηνεκεῖ πρὸς αὐτὰς ἀφίξει καταστήσαντες ἑαυτοὺς οἰκείους αὐτῶν, ἐπισπασώμεθα δι᾽ αὐτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.