Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁλύσεις τοῦ ἁγίου Πέτρου

Ἰωάννης ὁ Χρυσόστομος

Η φυλάκιση, η θαυματουργική απελευθέρωση και η θεολογική της ερμηνεία

Περιγραφή της αυστηρής φρούρησης, της προσευχής της Εκκλησίας και της θαυμαστής επέμβασης του αγγέλου, με παράλληλη θεολογική εξήγηση της παραχώρησης των δεσμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 3 από 8

Εἰς τέσσαρας δὲ τετράδας τὴν τῶν στρατιωτῶν ἀφώρισε φυλακὴν, καὶ οὐκ ἐφ᾽ ἑνὶ τόπῳ, ἀλλ᾽ ἐν πλείοσι καὶ μικρὸν ἄποθεν διεστηκόσιν, ἵν᾽ ἥτε ἀσφάλεια εἴη ὀχυρωτέρα, καὶ τῷ ἀποστόλῳ, ἐὰν προσγένηται τῶν δεσμῶν ἀποδράσαι καὶ τοὺς ἐγγυτέρω διαλαθεῖν φύλακας, ὑπὸ τῶν ἄλλων κατάφορός τε καὶ εὔληπτος γένοιτο. Ἀλλ᾽ ὁ μὲν Πέτρος, φησίν, ἦν ἐν τῇ φυλακῇ κοιμώμενος μεταξὺ δύο στρατιωτῶν καὶ δεδεμένος ἁλύσεσι δυσί. «Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ ὑπὸ τῆς ἐκκλησίας».

Τίνος χάριν ἐπὶ τοσαύταις ἐφρουρεῖτο ταῖς ἡμέραις, καὶ οὐ παρ᾽ εὐθὺ τοῦ θυμοῦ ζέοντος καὶ τῶν Ἰουδαίων τὸν αὐτοῦ θάνατον διψώντων, παρ᾽ αὐτίκα τοῦτον ἐπῆγον τῷ κορυφαίῳ; Κατὰ μὲν τὸν νοῦν τοῦ συγγραφέως, διὰ τὰς τῶν ἀζύμων ἡμέρας, ἐν αἷς καθαίροντες ἑαυτοὺς Ἰουδαῖοι καὶ παντὸς ἀτόπου χωριζόμενοι πράγματος, τὴν τοῦ Πάσχα διήνυον ἑορτὴν, ἀθώοις χερσὶ, τῆς νομικῆς ἐφαπτόμενοι θυσίας.

Κατὰ δὲ τρόπον ἕτερον, λύσσης ἀπείρου κατὰ τοῦ ἀποστόλου πεπληρωμένος ὁ Ἡρώδης, εἰς παρέκτασιν ἡμερῶν [f. 161 ro] τὴν τούτου κάθειρξιν διωρίσατο, ὡς ἂν ἐπὶ πλέον αἰκίζοιτο καὶ τιμωροῖτο, καὶ ἀνίαις καὶ θλίψεσι περιστοιχίζοιτο, τῇ τε τῶν ἁλύσεων βαρύτητι, καὶ τῇ ἐκ τοῦ λιμοῦ θανατώσεώς γε ἤλπιζε, καὶ τῇ τῶν συγκαθευδόντων αὐτῷ στρατιωτῶν ἀπανθρώπῳ διαθέσει.

Πόσους γὰρ ἂν διὰ μέσου τούτων τῶν ἡμερῶν λόγους θρασεῖς καὶ ἀπειλητικοὺς ἐξήνεγκαν πρὸς αὐτόν; πόσους ὀνειδισμούς; πόσας ὕβρεις καὶ ἀτιμίας; πῆ μὲν ὡς τὰ τῶν ἀλλοφύλων Ἰουδαίων καθαιροῦντα καὶ ἀνατρέποντα, πῆ δὲ ὡς βασιλικοῖς προστάγμασιν ἀντιλέγοντα· καὶ ποτὲ μὲν ὡς στασιώδη καὶ θορύβων αἴτιον διαβαλλόμενον, ποτὲ δὲ ὡς τῶν μωσαϊκῶν νόμων ἀντίπαλον λοιδορούμενον. Ἔστι δ᾽ ὅτε καὶ πυγμαῖς καὶ ῥαπίσμασι καὶ κονδύλοις παιόμενον καὶ αἰκιζόμενον οὐκ ἀπιστήσειε δ᾽ ἄν τις ὡς οὐχὶ καὶ ταῖς ἁλύσεσι σφοδροτέρως καὶ ἐπιπονοτέρως αὐτὸν συνέσφιγγον καὶ συνέθλιβον· ἵν᾽ ἐκ πάντων ἡ τῶν ἀλγεινῶν αὐτῷ ἐπίστασις καὶ συναίσθησις ἐπὶ μεῖζον γενομένη, τάχιστα τοῦ ζῆν αὐτὸν ἀπαλλάξειεν. Ἠλέγχοντο δὲ διὰ πάντων εἰς ὕδωρ γράφοντες καὶ εἰς ἀέρα πυκτεύοντες. Στερρότερος γὰρ μᾶλλον τῇ παρατάσει τῆς καθείρξεως δεικνύμενος ὁ ἀπόστολος, καὶ τοῖς περικυκλοῦσιν αὐτὸν δεινοῖς ὥσπερ τισὶ κέντροις [f. 161 vo] νυττόμενος καὶ διανιστάμενος, τοσοῦτον ἀπεῖχε τούτοις ἐξασθενεῖν τε καὶ κατατρύχεσθαι, ὅσον οἱ φύλακες τῇ ἐπ᾽ αὐτῷ σωτηρίῳ καὶ θαρσοποιῷ εὐφροσύνῃ ἐνεκαλύπτοντό τε καὶ κατῃσχύνοντο.

Τούτων οὕτως ἐπ᾽ αὐτῷ τελουμένων, ἡ μὲν παρὰ τῆς ἐκκλησίας γενομένη εὐχὴ πρὸς οὐρανοὺς ἀνεφέρετο· παρ᾽ αὐτίκα δὲ ἄγγελος ἐκεῖθεν ἐξεπέμπετο καὶ προσεπιστὰς τῇ εἱρκτῇ, ταύτην μὲν ἐπλήρου φωτὸς, ἵν᾽ ἀκραιφνῆ τὴν ὅρασιν ἔχοι ὁ κορυφαῖος τῶν θαυματουργουμένων. Νύξας δὲ τοῦτον κατὰ πλευράν· «Ἀνάστα, φησὶν, ἐν τάχει».

Καὶ ἵνα μήτι ἄτοπον κατὰ διάνοιαν αὐτὸν ὑποδράμῃ, ὡς καὶ αὐτοῦ τοῦ σατανᾶ ἔσθ᾽ ὅτε εἰς ἄγγελον μετασχηματιζομένου φωτὸς, ὑποκλέπτην τε τὴν αἴσθησιν ἐν τῷ φαινομένῳ προσχήματι, ἅμα τῷ λόγῳ ἐξέπεσον αἱ ἁλύσεις αὐτοῦ ἀπὸ τῶν χειρῶν ὡς πιστωθῆναι τοὺς λόγους τῷ πράγματι, καὶ μὴ δύναμιν ἀποστατικὴν ἢ φαντασίαν ἀνύπαρκτον ἡγήσασθαι τὸ φανὲν, ἀλλ᾽ ἄγγελον ἀληθῆ καὶ ὄψιν ὑπαρκτικὴν τὸ ἀψευδὲς αὐτόπιστον ἔχουσαν.

Τούτων δὲ οὕτω προκεχωρηκότων τῷ ἀποστόλῳ, ἐπείπερ ἔτι περιδεὴς ἦν καὶ ἔντρομος, οὐ μόνον ταῖς περὶ τοῦ φανέντος ἀμφιβολίαις κλυδωνιζόμενος, ἀλλὰ καὶ περὶ τοῦ πῶς τὰς τεταγμένας διέλθοι τῶν στρατιωτῶν φυλακὰς, [f. 162 ro] πολλῇ περὶ αὐτὸν κεχρημένων τῇ ἀσφαλείᾳ καὶ ἀκοιμήτως ἐπαγρυπνούντων τῷ πράγματι, φησὶν, ὁ φανείς· «Ὑπόδησαι τὰ σάνδαλά σου καὶ περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι». Ἐπειδὴ γὰρ ἔτι σε, φησὶν, ὁ βασιλικὸς ἅμα καὶ ἰουδαϊκὸς φόβος, καὶ ἡ τῶν φυλασσόντων ἐν κύκλῳ περιοχὴ καὶ συντήρησις ὀρρωδοῦντα καὶ τεθηπότα πεποιήκασι, καὶ διὰ τοῦτο οὐκ εὐχερῶς τοῖς παρ᾽ ἐμοῦ λεγομένοις πιστεύειν ἐθέλεις, τοσαύτης σε βοηθείας καὶ συμμαχίας ἐμπιπλῶ, καὶ πάντα φόβον τῆς σῆς ἀπορραπίζω διανοίας, ὡς καὶ αὐτὸ τὸ ἱμάτιον δίχα παντὸς δέους περιβαλέσθαι, καὶ τὰ σανδάλια ὑποδύσασθαι.

Ὢ τῆς ἐκ θεοῦ ταχίστης ἐπικουρίας καὶ τῆς ἀποστολικῆς πρὸς αὐτὸν ἐντεύξεως! Ὢ μεγίστης ἐγκαρδίου εὐχῆς, ἥτις ὡς ἀπό τινος σφενδόνης τοῦ τῆς Ἐκκλησίας στόματος ἐκπεμφθεῖσα πρὸς οὐρανοὺς, τὴν μὲν Ἡρώδου καρδίαν καιρίως κατέτρωσε, τὸν δὲ κορυφαῖον τῶν αὐτοῦ χειρῶν διεσώσατο!

Βαβαὶ χάριτος ἀποστολικῆς καὶ ἐλπίδος ἐνυποστάτου καὶ ἀληθοῦς, δι᾽ ὧν τὸ θεῖον ἔχων εὐήκοον, ἐξ αὐτῶν τῶν τοῦ θανάτου βρόχων ἀφήρπαστο! Εἰ δέ τις ἀντεπάγων διαποροίη, τί δήποτε μὴ πρὸς αὐτὸ τὸ συλληφθῆναι γενόμενον τὸν ἀπόστολον ἀνάρπαστον τῶν ἰουδαϊκῶν χειρῶν [f. 162 vo] ὁ διδάσκαλος ἐποιήσατο, ἀλλὰ καὶ δεσμοῖς καὶ φυλακῇ καὶ ἡμερῶν παραδρομῇ καὶ κακώσει περισχεθῆναι συγκεχώρηκεν, ἴστω ὡς οὐχ οὕτως εἰς ἀπορίαν καὶ θαῦμα τοὺς ἐχθροὺς ἡ τοῦ συλληφθῆναι αὐτὸν θεόθεν συμμαχία συνήλαυνεν, ὡς τὸ ἐν χερσὶν τοῦτον ἑλόντας, καὶ ἁλύσεσι πεδήσαντας καὶ φρουροῖς ἀσφαλισαμένους, ἐκ μέσου τῶν ἀφύκτων τούτων καὶ ἀδράστων ἀρκύων ἀνασώσασθαι.

Ἐκεῖ μὲν γὰρ τοῖς συλλαβοῦσιν εὐχείρωτος ὢν τάχα ἂν ἔδοξε φαντασιώδη τινὰ τέχνην ἐνηργηκέναι, τῷ πόρρῳ γενέσθαι συλλήψεως, καὶ ἦν ἐν χλεύῃ τὰ τοῦ ἀποστόλου θαυματουργήματα. Ἐνταῦθα δὲ καὶ δεδεμένος ἁλύσεσι, καὶ τέσσαρσι τετραδίοις στρατιωτῶν φυλασσόμενος, καὶ μεταξὺ δύο κοιμώμενος στρατιωτῶν, καὶ μηδενὸς ἐλλείποντος τῶν ὅσα πρὸς θάνατον συνελαύνειν οἶδε τὸν κατάκριτον, οὕτω τῆς ἄνωθεν βοηθείας ἠξίωται, καὶ παραδόξου τυγχάνει ἀπολυτρώσεως· ὅσῳ τοῦτο ἐκείνου θαυμαστότερον καὶ παραδοξότερον, ὅσῳ τὸ ἐκ μέσων ἀνασωθῆναι τῶν δεινῶν τοῦ μηδὲ πρὸς πεῖραν αὐτῶν ἐλθεῖν ἐξαισιώτερόν τε καὶ φρικωδέστερον.

Ἀλλὰ καὶ μετὰ τοσαύτην θαυματουργίας δύναμιν καὶ προτροπὴν ἀγγελικὴν οὐκ ᾔδει ὅτι ἀληθὲς ἦν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου [f. 163 ro]· ἀλλ᾽ ἐδόκει ὅραμα βλέπειν. Ἠλέγχετο γὰρ ἔτι τῆς ἀνθρωπίνης φύσεως ἡ ἀσθένεια, καὶ τὸ ὑπὲρ φύσιν καὶ ἀφράστως γινόμενον τῇ φυσικῇ ἀκολουθίᾳ παραμετρούμενον, εἰς ἀνυπόστατον ὅραμα διεκρίνετο. Τί οὖν ὁ φανεὶς ἄγγελος; Ἐπείπερ αὐτὸν εἶδεν ἔτι τῷ τῆς ἀπιστίας χειμαζόμενον κλύδωνι, καὶ μηδὲν τῶν ὑπ᾽ αὐτῷ τελεσθέντων παραδόξως γενέσθαι ὑποτοπάζοντα, τὴν μὲν πρώτην καὶ δευτέραν φυλακὴν τῶν στρατιωτῶν οὕτω σὺν αὐτῷ διῆλθεν ἀψοφητὶ, ὡς μηδ᾽ αἰσθέσθαι τοὺς φυλάσσοντας τῆς τούτου διαβάσεως, θείῳ τινὶ νεύματι τοῦ ὕπνου τὰ ἐκείνου πεδήσαντος βλέφαρα πρὸς τὸ μὴ συνιέναι τὸ γεγονός.

Ὡς δὲ πρὸς τὴν σιδηρᾶν ἀφίκοντο πύλην τὴν εἰς τὴν πόλιν φέρουσαν, ἣ μὲν αὐτομάτη τούτοις ἠνοίχθη, τοῦ Θεοῦ κἀνταῦθα θαυματουργήσαντος καὶ τὸ τοῦ ἀποστόλου περιδεὲς κατὰ μικρὸν ὑπεξαίροντος καὶ πρόθυμον ἀποδεικνύντος πρὸς τὸ ἑξῆς.

Καὶ ἐπειδήπερ ἐξελθόντες προῆλθον ῥύμην μίαν, ὁ μὲν ἄγγελος ἀποστὰς ἦν ἀφανής· ὁ δὲ τοῦ θαύματος ἐν συναισθήσει γενόμενος, καὶ λογισάμενος τά τε πρότερον περὶ αὐτὸν ἐν τῇ φυλακῇ τελεσθέντα θαύματα, «τά τε νῦν ὑπερφυῶς τερατουργηθέντα» καὶ ταῦτα ἐκείνοις συμβάλλων καὶ ἀντεξετάζων καὶ πιστωθείς [f. 163 vo] τὸ τῆς ὀπτασίας ἀληθὲς καὶ βέβαιον καὶ ὡς οὐ φαντασία ἦν τὸ ὁρώμενον, ἀλλὰ πράγματος ἔκβασις ἐναργὴς, τοιάνδε μετ᾽ εὐχαριστίας ἠφίει φωνήν· «Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων». 〈Τί φὴς ἀποστόλων ὑπέρτερε;〉 Νῦν οἶδας;