Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁλύσεις τοῦ ἁγίου Πέτρου

Ἰωάννης ὁ Χρυσόστομος

Η συνάντηση με τους πιστούς και η τιμωρία των φρουρών

Η μετάβαση του αποστόλου στην οικία των πιστών, η ταπεινή διήγηση της σωτηρίας του και η αμετανοησία του Ηρώδη που οδηγεί στην εκτέλεση των φρουρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 4 από 8

Νῦν πεπίστευκας; Νῦν ἐπιχαίρεις τῷ θαύματι; Ποῦ σοι τὸ ἀψευδὲς τῶν ἐλπίδων ἀπέπτη; Πῶς τὰ τῆς θερμῆς ἐκείνης ὁμολογίας διερρύη. Αἱ δὲ κλεῖς τῆς οὐρανῶν βασιλείας καὶ τὸ τῆς ἐκκλησίας χρηματίζειν ἔρεισμα, ποῦ; Ποῦ δὲ ὁ διακαὴς καὶ διάπυρος ἐκεῖνος πόθος, καὶ ἡ μέχρι θανάτου ἀδιάζευκτος ἕνωσις καὶ συνάφεια. Ἆρ᾽ εἰς κενὸν τὰ τῆς τοσαύτης κατήντησε πίστεως; Ἆρ᾽ εἰς αὔρας αἱ τηλικαῦται σου ἐλπίδες διελύθησαν. Ἆρ᾽ ᾔσθου τῶν παρὰ τοῦ διδασκάλου τελεσθέντων τερατουργημάτων; Ἐπελάθου δὲ τοῦ ἐν θαλάσσῃ κλύδωνος, καὶ ὅπως τῇ δεξιᾷ σε βυθιζόμενον διεσώσατο;

Οὐκ ἐνήχους ἔτι τοὺς αὐτοῦ κατέχεις λόγους φάσκοντος· «Ὡς ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ἐργάσεται; Οὐ συμπαρῆς αὐτῷ ὅτε τοὺς ἤδη [f. 164 ro] νενεκρωμένους προστάγματι παρεσκεύαζεν ἅλλεσθαι; ὅτε τοῖς ἐστερημένοις φωτὸς τὴν ὀπτικὴν παρεῖχεν ἐνέργειαν; ὅτε τοῦ μνήματος ἐξανίστατο καὶ τοὺς φρουροῦντας νεκροὺς ἀπεδείκνυεν, καὶ τὰς σφραγῖδας ἀλυμάντους ἐφύλαττεν; ὅτε σοι τὴν δύναμιν τῶν σημείων διὰ τῆς τοῦ Πνεύματος ἐπιδημίας κεχάριστο; ὅτε τὸν ἐν τῇ ὡραίᾳ πύλῃ χωλόν; ὅτε τὸν Αἰνέαν; ὅτε τὴν Ταβηθᾶ; τὸν μὲν ἀρτίπουν καὶ εὔδρομον ἀπειργάζου; τὸν δὲ τῆς χρονίας ἀπελύτρου ἀρρωστίας; τῆς δὲ τὴν ψυχὴν ἀποπτᾶσαν ἐπανήγαγες; Τοσούτων καὶ τηλικούτων θαυμάτων γενόμενος ἐν μετοχῇ, καὶ τὰ μὲν ἰδὼν, τὰ δὲ δράσας αὐτός, καὶ πεῖραν πολλὴν τῆς τοῦ θεοῦ δυνάμεως εἰληφὼς, νῦν οἶδας ὅτι ἐξαπέστειλε Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐῤῥύσατό σε ἐκ χειρὸς Ἡρώδου; Εἰ μὴ τοῖς προγεγενημένοις θαύμασιν ἐπιστώθης, πῶς τῷ ἑνὶ πιστωθήσῃ;

Εἰ μὴ τὸ τούτων πλῆθος βεβαίωσίν σοι παρέσχε τῆς ἀληθείας, πῶς τὸ μοναδικὸν καταπραύνει σου τὸν λογισμὸν κυμαινόμενον; Ναὶ, φησὶν, οὐ γὰρ τοιαῦτα τὰ τῆς θείας δυνάμεως, ὥςτε ῥᾳδίως καταλαμβάνεσθαι καὶ πρὸς πίστιν εὐκόλως ἐνάγεσθαι. Τοῦτο γὰρ οὐ μόνον οὐκ αὔξει [f. 164 vo] τὰ θαύματα, ἀλλὰ καὶ μειοῖ ταῦτα καὶ ἐλαττοῖ καὶ τοὺς τούτων χαρακτῆρας ἐκ τῆς ψυχῆς ἀπαλείφει· τὸ δὲ μετὰ βασάνου καὶ λογισμῶν ἀμφιβόλων πολλάκις δοκιμασθέν, καὶ πλέον τοῦ ἀληθοῦς τὸ φαντασιῶδες ἐμποιῆσαι, ὡς τοῦ ἀβεβαίου καὶ ἀσθενοῦς τῆς ψυχῆς καὶ πρὸς αὐτὰ τὰ ὑπὲρ αἴσθησιν φρικτὰ δυσπαράδεκτον ποιοῦντος τὸ ἐνεργούμενον· οἶδε μετὰ τὸν πολὺν καὶ ποικίλον ἐκεῖνον σάλον τῶν λογισμῶν, περὶ τὸ τέλος αὐτὸ τὸ πιστὸν καὶ ἀληθὲς, ταῖς ψυχαῖς ἐνιέναι καὶ ἐμβαθύνειν, καὶ παγίαν καὶ ἰσχυρὰν χαρίζεσθαι μονιμότητα.

Ἐντεῦθεν τῇ τῶν συνηθροισμένων οἰκίᾳ πιστῶν προσελθὼν καὶ τὴν πύλην πατάξας, ἀνεγνωρίζετο μὲν παρὰ τῆς παιδίσκης καὶ τοῖς ἔνδον κατεμηνύετο, ἠπιστεῖτο δὲ, τὴν τούτου δὲ παρουσίαν εὐαγγελιζομένης, ὡς καὶ μανίαν ἐγκληθῆναι καὶ οὐκ αὐτὸν, ἀλλὰ τὸν τούτου παρεῖναι ἄγγελον αὐτοὺς οἴεσθαι.

Ὡς δὲ τῆς πύλης διανοιγείσης εἰσῄει πρὸς τὸ ἐνδότερον, ἔκστασίς τε αὐτοὺς κατεῖχε καὶ θάμβος, τὸ τῆς ἀπολυτρώσεως ὁρῶντας ἀνέλπιστον, καὶ ὃς αὐτίκα διηγεῖτο τὴν ὑπὸ Ἡρώδου κατάσχεσιν, τὴν ἐν φυλακῇ κάθειρξιν, τὴν διὰ σιδηρῶν ἁλύσεων δέσμησιν, τὴν ἀγγελικὴν ἐπιφάνειαν [f. 165 ro], καὶ ὅπως διὰ τῆς ἐκείνου ὀπτασίας, αἱ μὲν ἁλύσεις τῶν χειρῶν ἐξέπιπτον, αὐτὸς δὲ αὐτῷ ἀκολουθῶν, καὶ τῶν φρουρούντων παρῆλθε τὰς φυλακὰς καὶ τὴν πύλην αὐτομάτην διανοιχθεῖσαι διεληλύθει.

Πρὸς οἷσπερ ἐκδειματωθέντες καὶ τῷ παραδόξῳ τοῦ διηγήματος καταπλαγέντες ἐφ᾽ ἑαυτῶν μένειν οὐκ ἐδύναντο, τῆς χαρᾶς συγκραθείσης τῷ θαύματι καὶ ὑπὸ δύο τούτων παθῶν πολιορκουμένων. Τοιαῦτα γὰρ τὰ τοῦ Θεοῦ οὔτε ὑπὸ τῆς ἄγαν εὐθυμίας ἐκλύεσθαι παρασκευάζοντος τὸν ἀκροατὴν, οὔτε ὑπὸ τοῦ θαύματος ἐκπίπτειν πρὸς τὸ λίαν θαμβητικὸν καὶ ἐξεστηκός· ἀλλὰ διὰ μὲν τῆς ἀνίστησι τὴν ψυχὴν καὶ πρὸς τὸ εὐφρόσυνον μετατίθησι· διὰ δὲ τῶν συστέλλων ἐπέχει καὶ τῆς τοῦ πρόσω ἀναχαιτίζει ὁρμῆς καὶ δι᾽ ἀμφοῖν ἐν τῷ καθεστῶτι συντηρεῖ τὸν ἀκούοντα.

Σὺ δέ μοι σκόπει τὸ ἄτυφον καὶ ἀφιλότιμον, καὶ τὴν ἐνοῦσαν αὐτῷ μετριοφροσύνην πρὸς τὰ παράδοξα. Οὐ γὰρ ἐσάλπισεν τὰ τοῦ θαύματος, ὅπερ ἂν ἄλλος ἴσως πέπονθέ τις· οὐχ ὥσπερ ἐκπομπεύων τοῖς κατορθώμασιν ἐπὶ τῶν δωμάτων ταῦτα ἐκήρυξεν, οὐκ ἐκ περιχαρείας τῇ ἐκκλησίᾳ τὰ περὶ αὐτοῦ ἐθριάμβευσεν, οὐ προσηλύτοις, οὐ γνωρίμοις αὐτὰ προσανέθετο, ἀλλὰ κατασείσας τῇ χειρὶ τοὺς ἐν τῇ ἐκκλησίᾳ [f. 165 vo] τούτοις μόνοις ἡσυχῆ προσανήγγειλεν, μεθ᾽ ὧν καὶ Ἰακώβῳ καὶ τοῖς σὺν αὐτῷ.

Ἵν᾽ ἀκούσαντες ἐξ οἵων δεσμῶν ἀνελπίστως ἐρρύσθη πλειόνως ἐπιδοῖεν ἑαυτοὺς πρὸς τὸ τῆς πίστεως κήρυγμα, τῇ τῶν θαυμάτων ἐλπίδι νευρούμενοι, καὶ ἅμα οἱ τῆς ἰουδαϊκῆς ἀποστάντες ἄρτι κακοπιστίας, καὶ τὸ τῆς θεογνωσίας πεφωτισμένοι φωτὶ ἀναρρωσθεῖεν καὶ ἀνακληθεῖεν, τῆς ἐνδομυχούσης αὐτοῖς περὶ τὴν θείαν πίστιν ἀμφιβολίας καὶ παγιώτεροι πρὸς τὸ καλὸν διαμείνοιεν. Ἀλλ᾽ ὢ πωρώσεως ψυχικῆς, ἥτις δι᾽ αὐτῶν τῶν νοητῶν αἰσθητηρίων τοῦ Ἡρώδου χωρήσασα, ὅλον ἀπειθῆ καὶ ἀσυλλόγιστον πρὸς τὴν τῶν ἀποστολικῶν θαυμασίων πεποίηκε δύναμιν.

Ἐχρῆν γὰρ τὴν παράδοξον ἀπολύτρωσιν τοῦ ἀποστόλου, ἔκ τε τῶν φρουρῶν, ἔκ τε τῶν ἁλύσεων, ἔκ τε τῶν ἐσφραγισμένων πυλῶν πιστωθέντα, καὶ ὡς οὐ δι᾽ ἀμέλειάν τι συμβέβηκε τῶν αὐτοῦ τὴν ψυχὴν ἀνιώντων ἐπαισχυνθῆναι, ἐγκαλυφθῆναι καὶ εἰ μὴ διαρρήδην διὰ τὸ τῶν Ἰουδαίων κατὰ τοῦ ἀποστόλου μανιῶδες θαυμάσαι τὸ τερατούργημα, ἀλλ᾽ οὖν καθ᾽ ἑαυτὸν καὶ ἐν τῇ ψυχῇ τοῦτο ἐκπλαγέντα, τῆς τῶν φρουρούντων ἀποσχέσθαι σφαγῆς.

Ὁ δὲ, ἵνα καὶ μᾶλλον αὐτῷ τὸ θηριῶδες καὶ ἀπάνθρωπον αὔξοιτο, τῇ τοῦ θανάτου ψήφῳ τοὺς ἀνευθύμους ὑπάγει, καὶ ταῦτα [f. 166 ro] μηδὲν περὶ τὴν φυλακὴν καὶ ἀσφάλειαν κατοκλάσαντας· ὅτι γὰρ μὴ κατ᾽ ἐκείνου ἴσχυσε τῷ θυμῷ ἀποχρήσασθαι, καὶ τὴν ἑαυτοῦ γαστέρα ἀποστολικῶν ἐμπλῆσαι σαρκῶν, κατὰ τῶν φρουρούντων μανιωδῶς ἐπάγει τὸν θάνατον· εἰ δ᾽ ὅτι δι᾽ αὐτὸν κατακέκριντο, μὴ τοῦ θανάτου θαυματουργήσας τούτους ἐξείλετο ὁ ἀπόστολος.

Διττὸν ἔχει τὸν τῆς ἐπιλύσεως λόγον· ἕνα μὲν τὸν ἀπανθρώπως καὶ θηριωδῶς τούτους κεχρῆσθαι τῷ ἀποστόλῳ, συγκοιμωμένους αὐτῷ καὶ δριμυτέρας τῶν δεσμῶν, τὰς ἐκ τῶν λόγων προσφέροντας μάστιγας, καὶ οὐχ ἧττον Ἡρώδου κατ᾽ αὐτοῦ μεμηνότας τε καὶ φρονοῦντας· ἕτερον δὲ τὸ μὴ πρὸς μόνον τὸν κορυφαῖον τῇ τοσαύτῃ χρήσασθαι θηριωδίᾳ, ἢ γὰρ ἂν καὶ φιλανθρωπίας ἠξίωντο ἅπαξ τῷ τοιούτῳ παρωλισθηκότες πτώματι.

Ἀλλ᾽ ἐπειδὴ καὶ πρὸς τοὺς λοιποὺς ἀποστόλους τῇ αὐτῇ λύσσῃ ἐχρῶντο, καὶ ἄλλους τῶν πιστῶν διωγμοῖς καὶ κολάσεσι καὶ παντοδαπαῖς βασάνοις αὐτοὺς περιέβαλον, καὶ θανάτου θήρατρα πανταχόθεν αὐτοῖς περιεπήγνυον τοῦθ᾽ ἕνεκα τὴν ἐπὶ θανάτῳ κατεκρίθησαν, παλαιᾶς καὶ συντεθραμμένης καὶ ἀνιάτου κακίας τιννύντες ἀντέκτησιν.