Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁλύσεις τοῦ ἁγίου Πέτρου

Ἰωάννης ὁ Χρυσόστομος

Εγκώμιο του Πέτρου ως κορυφαίου αποστόλου και στηρίγματος της Εκκλησίας

Απαρίθμηση των κορυφαίων στιγμών της συμπόρευσης του Πέτρου με τον Χριστό, αναφορά στις επιστολές του και εξύμνηση των πνευματικών του ιδιοτήτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 5 από 8

Τοῦτο τοῦ 〈κορυφαίου τῶν μαθητῶν〉 τὸ κατὰ τοῦ διαβόλου [f. 166 vo] περιφανέστατον τρόπαιον. Τοῦτο τῶν εἰς αὐτὸν τελεσθέντων θαυμάτων τὸ ὑπερφυέστατον τερατούργημα. Τί πρῶτον τοῦ ἀποστόλου τούτου θαυμάσω; τὸ τοῦ πόθου διάπυρον πρὸς Χριστόν; Ἀλλ᾽ ὢ τῆς διὰ τοῦ Πατρὸς ἄνωθεν γεγονυίας αὐτῷ ἀποκαλύψεως!

Τὸ συνθανεῖν ἐθέλειν τῷ διδασκάλῳ, καὶ μηδὲ θανόντι συναπορρήγνυσθαι; Ἀλλ᾽ ὢ τῆς μετὰ τὴν ἀνάστασιν τριττῆς ἐρωτήσεως, δι᾽ ἧς οὐ μόνον τὸν ἐκείνου πρὸς αὐτὸν ἐγκάρδιον διετράνωσεν ἔρωτα, ἀλλὰ καὶ τὰ τῆς τελευτῆς προηνίξατο διὰ τῆς νεότητος καὶ τοῦ γήρως καὶ τοῦ ἀλλοτρίου περιζώματος, τὸ τῆς ἀντιστρόφου σταυρώσεως ὑποσημηνάμενος σχῆμα.

Οὗτος περιουσίᾳ πίστεως τὴν ἐκ Θεοῦ καὶ Πατρὸς δεξάμενος ἀποκάλυψιν, Υἱὸν τοῦ Θεοῦ τοῦ Ζῶντος τὸν Χριστὸν τρανῶς ἀνεκήρυξε καὶ τὸ τῶν δύο φύσεων ἀληθὲς ἐπιστώσατο. Οὗτος τῇ διδασκαλικῷ κατεμπιπράμενος πόθῳ πόρρωθεν τὰ τοῦ πάθους τοῦ Ἰησοῦ προαινιττομένου. »Ἵλεώς σοι, φησὶ, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο«. Καὶ ὡς τὰ τῶν ἀνθρώπων φρονῶν καὶ οὐχὶ τὰ τοῦ Θεοῦ ἐπιτιμηθεὶς τὴν περὶ τούτου σιγὴν ἐδιδάσκετο.

Οὗτος καὶ τοῦ πλοίου τὸν διδάσκαλον ἀπεπέμπετο τῷ ὑπερβάλλοντι τοῦ θαύματος ὑπερεκπληττόμενος, καὶ τῆς ἐκβολῆς αἰτίαν, τὸ ἑαυτὸν ἁμαρτωλὸν εἶναι προβαλλόμενος. Οὗτος [f. 167 ro] καὶ μεταμορφουμένῳ παρῆν τῷ Χριστῷ καὶ σκηνὰς ἐπὶ τοῦ ὄρους οἰκοδομεῖν προτεθύμητο, τὴν Ἰουδαίων μιαιφόνον ἐκκλίνων ὁρμήν. Ἆρ᾽ οὐχ ὁ αὐτὸς ἐν τῷ τοῦ πάθους καιρῷ καὶ συντεθνάναι τῷ Ἰησοῦ ὑπισχνεῖτο; καὶ τῇ μαχαίρᾳ τὸ τοῦ φονέως οὖς ἀφῃρήκει; ἐν πᾶσι τὸ ζέον δεικνὺς καὶ διάπυρον τῆς πίστεως; Ἆρ᾽ ἵνα μὴ δὲ πρὸς τὸ λίαν ἀσυμπαθὲς καὶ ἄσπλαγχνον ἀποφέροιτο, οὐκ ἀρνήσει περιπεσεῖν συγκεχώρητο, καὶ κλαυθμῷ τὸ ἁμάρτημα ἐξιάσασθαι; Τί τ᾽ ἄλλα; Ἐῶ τὴν δειλίαν, τὴν φυγήν, τὴν ἀπιστίαν, τὴν εἰς αὐτὸν τὸν τάφον εἰσέλευσιν, τὰ τῶν μυροφόρων πρὸς αὐτὸν εὐαγγέλια, τὴν ἰδιαζόντως τοῦ Σωτῆρος πρὸς αὐτὸν ἐμφάνειαν, τὴν ἐπὶ τῆς Τιβεριάδος θαυματουργίαν, τά τε ἄλλα καὶ ὅσα καὶ πρὸ τοῦ πάθους καὶ μετὰ τὴν ἀνάστασιν ἀπιστοῦντί τε καὶ πιστεύοντι ἐνηργήθη καὶ διεπράχθη· ἅπερ οὐ μάτην συνεχωροῦντο, ἀλλ᾽ ὅσον εἰς ἀνθρωπίνην ἧκεν κατάληψιν.

Ἔσθ᾽ ὅτε μὲν ἀνακτώμενα τὸ χαῦνον τοῦ ἀποστόλου καὶ ἀσθενές· ἔσθ᾽ ὅτε δὲ τὸ αὐστηρὸν καὶ θρασὺ τῆς ἐκείνου γνώμης ἀπορραπίζοντα καὶ δι᾽ ἑκατέρων διδάσκοντα μήτε μείζους τῆς ἀνθρωπίνης ἀσθενείας ποιεῖσθαι τὰς ὑποσχέσεις, μήτε καταπίπτειν καὶ τεθηπέναι [f. 167 v0] καὶ ὀρρωδεῖν· ὅτε δέον συγκοινωνεῖν τοῦ πάθους τῷ διδασκάλῳ, καὶ τὸ τῆς μαθητείας ὑποφαίνειν δουλοπρεπές, ἀλλ᾽ ἐν ὅροις μένειν μεσότητος, ὅσου ἀπέχειν θερμότητος ἀνεπισκέπτου καὶ ταπεινότητος μικροψύχου.

Ἐγὼ δὲ καὶ τοῦτο λέγειν οὐκ ὀκνήσω περὶ αὐτοῦ, ὅτι καὶ μάρτυς, ὡς αὐτός φησι, τῶν τοῦ Χριστοῦ παθημάτων γνωρίζεται, καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· ὅτι καὶ τοῖς ἐν τῇ διασπορᾷ πιστεύσασιν Ἰουδαίοις, ἁρμοζούσας τὰς πνευματικὰς δι᾽ ἐπιστολῶν ὑπέθετο παραινέσεις, δι᾽ ὧν ἀγάπην αὐτοῖς καὶ στηριγμὸν τῆς ἐν Χριστῷ πίστεως καθυπέφηνε, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκ παντὸς ἐσομένην ἐλπίζειν ᾐνίξατο, ἐν αἷς καὶ τὴν ἐκ τοῦδε τοῦ σκήνους μετάθεσιν προσημαίνει καὶ ταύτην μόνον πρὸς ζῆλον καὶ φυλακὴν τῶν θείων ἐντολῶν ἀναμιμνήσκει· ἐμφόβους τε καὶ περιδεεῖς ἐργάζεται τῷ τοῦ κατακλυσμοῦ παραδείγματι καὶ τῇ τῶν ἁμαρτησάντων ἀγγέλων κατακρίσει καὶ ταρταρώσει, πρὸς οἷς καὶ τῆς δευτέρας παρουσίας ὑπομιμνήσκει, ἐν ἧ τοὺς οὐρανοὺς μὲν παρελεύσεσθαί φησι, στοιχεῖα δὲ καυσούμενα διαλυθήσεσθαι.

Τοῦτον καὶ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐμακάρισε καὶ [f. 168 ro] ὁ τούτου Θεὸς καὶ Πατὴρ ἐστεφάνωσε καὶ τὸ συγγενὲς καὶ Παράκλητον Πνεῦμα καθαγιάσαι θεόπνουν ὄργανον ἀπέδειξε. Τοῦτον αἱ τῶν νοερῶν ἀγγέλων ἐπευφήμησαν τάξεις. Τοῦτον ὁ τῶν ἀποστόλων ὑπερηγάσθη χορὸς καὶ 〈ὡς ἑαυτῶν στόμα〉 περιεπτύξαντό τε καὶ ἀνύμνησαν.

Τοῦτον οἱ τῷ Χριστῷ πεπιστευκότες ὁδηγὸν καὶ διδάσκαλον ἔχοντες, τοῖς τῆς ἀπιστίας προσκόμμασιν οὐ προσπταίουσι. Τοῦτον καὶ οὐρανομήκη καὶ πολύφωτον στῦλον τοῦ νοητοῦ Ἰσραὴλ ὀνομάζομεν καὶ κυβερνήτην τῶν ἐν πελάγει κακοπιστίας χειμαζομένων ψυχῶν. Τοῦτον καὶ ὡς τοῦ νόμου παρωσάμενον τὸ σκιῶδες ὑπερτιμῶμεν καὶ πρὸς τὸ τῆς ἀληθείας φέγγος μεταταξάμενον ἀνυμνοῦμεν.

Ὄντως οὗτός ἐστιν ἡ 〈τῶν ἀποστόλων κρηπὶς,〉 ὁ τῶν οὐρανίων μυσταγωγὸς, ὁ τῶν ἀποῤῥήτων ὑφυγητὴς, ὁ τῶν σαλευομένων στηριγμὸς, ὁ τῶν καταπιπτόντων ἀνορθωτὴς, ὁ τῶν ἐστηριγμένων συντηρητὴς, ὁ τῆς μετανοίας θερμότατος ὁδηγὸς, Πέτρος τὸ μέγα θαῦμα τοῦ κόσμου παντὸς, τὸ τῆς ἐκκλησίας καύχημα, τὸ τῶν μαθητῶν σεμνολόγημα, τὸ τῶν ὀρθοδόξων ὡράϊσμα, τὸ τῶν θεολόγων ἐγκαλλώπισμα, 〈τὸ στόμα Χριστοῦ,〉 ὁ νοῦς ὁ οὐράνιος, τὸ τῆς Τριάδος καθαρώτατον σκήνωμα, ὁ τῶν προσκεκρουκότων διαλλακτὴς, ὁ τῶν σεμνῶς βιούντων χειραγωγὸς, ὁ τῶν καλῶς τρεχόντων ὑπασπιστὴς, ὁ παντὸς οὐρανίου καὶ ἐπιγείου ἐπαίνου καὶ πάσης εὐφημίας ἐπάξιος.