Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἰωάννης ὁ Χρυσόστομος – Εἰς τὰς ἁλύσεις τοῦ ἁγίου Πέτρου

Ἰωάννης ὁ Χρυσόστομος

Η θαυματουργική χάρη και η μετακομιδή των ιερών αλυσίδων στη Νέα Ρώμη

Εξήγηση της αγιαστικής και ιαματικής δύναμης των αποστολικών δεσμών, η ιστορική τους διαφύλαξη και η αφιέρωσή τους στην Κωνσταντινούπολη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἰωάννης ὁ Χρυσόστομος

—

Κεφάλαιο 6 από 8

Τούτου αἱ μὲν σκιαὶ καὶ τὰ σουδάρια νόσων ὑπῆρχον φυγαδευτήρια. Αἱ δὲ τοῦ τιμίου σώματος προσψαύσασθαι ἁλύσεις ὅσῳ πλησιεστέρας ἔτυχον τῆς προσψαύσεως, τοσοῦτον ἀφθονοτέρας τῆς τῶν θαυμάτων μετέσχον ἐνεργείας· ἁλύσεις ἐκεῖναι αἱ πάνσεπτοι, αἱ πάντιμοι, αἱ τὸ ἀποστολικὸν ἐκεῖνο καὶ μακάριον συνδεσμήσασαι σῶμα, αἱ τὰς θαυματουργοὺς αὐτοῦ περισφίγξασαι χεῖρας, αἱ τῆς θείας χάριτος ἐξ αὐτοῦ ἐμπλησθεῖσαι, αἱ τὰ θαύματα ποταμηδὸν ἀναβλύζουσαι, αἱ τοὺς κάμνοντας τῶν νόσων ἀπολυτρούμεναι αἱ τοὺς πιστῶς προσπτυσσομένους καθαγιάζουσαι, αἱ τῶν ψυχῶν τὰς ῥυτίδας μυστικῶς ἐκκαθαίρουσαι, αἱ τῶν σαρκῶν τὰς νοσώδεις ἐπιρροίας ἀναστέλλουσαι, αἱ τῷ ἀερίῳ ὕψει συμπαρεκτεινόμεναι μέχρις αὐτῶν οὐρανῶν φθάνουσαι, καὶ ὡς ἀπό τινος ἀγκύρας τοῦ δεσποτικοῦ καὶ θείου θρόνου ἀποτεινόμεναι. Ταύτας ἔφριξε μὲν ὁ τῶν ἀποστατικῶν [f. 169 ro] δυνάμεων ἄρχων καὶ εἰς ἔτι καὶ νῦν δέδοικε καὶ συνδέει πολλῷ ὑποχωρεῖ καὶ συστέλλεται. Ταύτας καὶ ἡ τῶν ἀερίων πληθὺς δεδοικυῖα καὶ τρέμουσα ταῖς ἐξ αὐτῶν θαυματουργοῖς βολίσι βαλλομένη, μακρὰν ἀπελήλαται· οὐ γὰρ φέρει τὴν ἐν αὐταῖς ἐπισκιάζουσαν χάριν τοῦ Πνεύματος, οὐδ᾽ ὑποστέγει τοὺς ἐν αὐταῖς τοῦ θείου πυρὸς ἀναπτομένους σπινθῆρας, ἀλλ᾽ ὑπ᾽ αὐτῶν πυρπολουμένη κατατεφροῦται καὶ καταφλέγεται.

Ταύτας ἐχάλκευσε μὲν ὁ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος Λόγος εἰς ἆθλον τῆς ἐκείνου θεολόγου ὁμολογίας· ἐξεπύρωσε δὲ ὁ τῷ Ἡσαίᾳ προφανεὶς θεοπτικώτατος ἄνθραξ. Τὸ δὲ Παράκλητον Πνεῦμα τῇ παρ᾽ αὐτοῦ ἐμπνεύσει τὸ ἐκ τοῦ ἄνθρακος ἀναφυσῆσαι πῦρ πρὸς ἐργασίαν ἐναπετέλεσεν.

Διά τοι τοῦτο κἂν σιδηρᾶς οὐσίας τυγχάνωσι, θεϊκῆς πεπλήρωνται χάριτος καὶ δυνάμεως. Ὑπὸ τούτων τὰ τῶν δαιμονίων πονηρὰ δεσμούμενα πνεύματα θανατοῦται καὶ ἀποπνίγεται. Ὑπὸ τούτων ὁ τοῦ κόσμου ἄρχων συρόμενος, ὡς αἰχμάλωτος ὑπὸ πιστῶν ἀνδρῶν καταπαίζεται. Ὑπὸ τούτων οἱ τοῖς τῶν πταισμάτων βρόχοις γεγονότες κάτοχοι λέλυνταί τε καὶ ἠλευθέρωνται, καὶ οἱ τοῖς τοῦ θανάτου ἄρκυσι περιεσχημένοι πρὸς ζωὴν μεταβαίνουσιν. [f. 169 vo] Αὗται τὰ τῆς Θεοῦ κληρονομίας ὅρια περιζωννῦσαι καὶ περιφράττουσαι, ἀνάλωτα τοῖς ἐχθροῖς ἀπεργάζονται. Αὗται τὰς τῶν χριστωνύμων στεφανοῦσαι κορυφὰς ἀπημάντους τῆς τῶν ἀοράτων συντηροῦσιν ἐπιβουλῆς. Εἰ γὰρ καὶ παρὰ τῶν κακούντων εἰς κολαστηρίου εἶδος τῷ ἀποστόλῳ γεγόνασιν, ἀλλ᾽ εἰς ἀποτροπὴν τῶν κακούργων βουλομένων ἐδείκνυτο, οὐ μᾶλλον κολάζουσαι, ἢ φρουροῦσαι καὶ περιτειχίζουσαι τὸ ἀποστολικὸν ἐκεῖνο καὶ τίμιον σῶμα. Ταύταις ἐκαλλωπίζετο ὁ ἀπόστολος. Ταύταις ἐγάνυτο καὶ κατετέρπετο καὶ ὡς βασίλειον κόσμον περιφέρων ἠγάλλετο.

Ταύτας καὶ κολάσεως αἰτίας ἐγίνωσκε καὶ στεφάνων προξένους ὑπελάμβανε. Ταύτας καὶ νῦν ἡ τοῦ Θεοῦ πανάμωμος καὶ πανακήρατος νύμφη Ἐκκλησία ὥσπερ τινὰς μαργαρώδεις ὁρμίσκους καὶ χρυσηλάτους κόσμους περικειμένη, καὶ οἷόν τινι στεφάνῳ ἐξ ἀκηράτων ἀνθέων διαπλακέντι σεμνυνομένη, ἐκ δεξιῶν τοῦ νοητοῦ Νυμφίου παρίσταται.

Ταύτας καὶ ἡμεῖς ὁ Χριστοῦ λαὸς περιούσιος κατασμαζόμεθα σήμερον. Ταύτας εὐλαβῶς προσκυνοῦμέν τε καὶ σεβόμεθα καὶ ὡς ψυχῶν ἀνάπλασιν λογιζόμεθα. Ταύταις πᾶσαν αἴσθησιν καὶ πᾶν μέλος προσπελάζοντες [f. 170 ro] τοῦ ἐκεῖθεν ἁγιασμοῦ ἐμπιπλάμεθα, καὶ νοητῶς τὴν τοῦ Πνεύματος χάριν ἐν ταῖς ψυχαῖς εἰσδεχόμεθα. Ἔδει γὰρ, ἔδει μὴ μόνον τῶν ἀποσπολικῶν χειρῶν τὰς ἁλύσεις ὑπερτιμᾶν καὶ γεραίρειν, ἀλλὰ καὶ καθ᾽ ἓν τῶν αὐτοῦ μελῶν τὰ προσπελάσαντα δικαστήρια περιπτύσσεσθαί τε καὶ κατασπάζεσθαι καὶ καθ᾽ ἕκαστον αὐτῶν ἑορτὴν συγκροτεῖν καὶ πανήγυριν.

Ἔπρεπε δ᾽ αὖ πάλιν καὶ τῇ περὶ ἡμᾶς αὐτοῦ προνοίᾳ καὶ φιλανθρώπῳ σχέσει δι᾽ οὓς κεκοπίακε, δι᾽ οὓς καθ᾽ ἑκάστην ἤθλει καὶ ἠγωνίζετο, δι᾽ οὓς καὶ τὰς τῶν ἁλύσεων βαρύτητας περιέκειτο, καὶ τὸν διὰ σταυροῦ θάνατον ἡδέως καθυπεδέξατο, ἑαυτὸν τοῖς δι᾽ αὐτοῦ πιστεύσασι τῷ Χριστῷ διανεῖμαι καὶ συμμετρήσασθαι, καὶ Ῥώμῃ μὲν τῇ παλαιᾷ τὴν τοῦ πανσέπτου σώματος δωρήσασθαι κατάθεσιν καὶ ταφὴν, τῇ δὲ βασιλευούσῃ καὶ νέᾳ τὰ τῶν παθῶν αὐτοῦ σύμβολά τε καὶ σήμαντρα, καὶ ἀντὶ τοῦ πανιέρου σώματος αὐτοῦ δῶρον ἐναποθέσθαι ταῦτα ποθούμενον, ἃ οὐκ ἄν τις πιστεύσειεν ἀθεεὶ καὶ κατὰ τήνδε πεφοιτηκέναι τὴν μεγαλόπολιν.

Παλαιὸς γάρ τις καὶ ἀρχαίζων λόγος καὶ βίβλοις αὐταῖς ἐναπόγραφος κάτεισιν ὡς ἡμᾶς μὴ μακρὰν τῶν τοῦ τετράρχου Ἡρώδου βασιλείων, φρουρεῖσθαί τε καὶ συγκεκλεῖσθαι [f. 170 vo] τὸν ἀπόστολον, πλησίον δέ που καὶ σύνεγγυς ταῖς στρατιωτικαῖς σπείραις φυλάττεσθαι. Δέει τοῦ μὴ παρά τινων τῶν δεσμῶν ἀπολυθέντα τερατούργημα δόξῃ τὸ δραματούργημα· ἵν᾽ ἔκ τε τοῦ πλησιάζειν ταῖς βασιλικαῖς οἰκίαις, ἔκ τε τῶν φυλασσόντων καὶ τῆς τῶν ἁλύσεων περιβολῆς τε καὶ περιστάσεως, πάντοθεν σχοίη τὸ ἀναπόδραστον. Ἀλλ᾽ ἐπειδὴ πολλοὶ τῶν δι᾽ αὐτοῦ τῷ Χριστῷ πεπιστευκότων ἀνὰ τὴν βασιλικὴν ἑστίαν διῆγόν τε καὶ διέτριβον, καὶ ταῖς βασιλέως θεραπείαις ὑπηρετούμενοι, τὸ πρὸς Χριστὸν καὶ τὸν αὐτοῦ ἀπόστολον φίλτρον, ἐν καρδίας μυχοῖς περιέφερον.

Παραδόξως τῆς ἀπολυτρώσεως δι᾽ ἀγγελικῆς ἐπιστασίας ἐνεργηθείσης, ἐκεῖνος μὲν διὰ τῆς πύλης ἐξῄει τῆς πρὸς τὴν πόλιν φερούσης· τὰς δέ γε ἁλύσεις περὶ τὴν φρουρὰν καταλειφθείσας, οἱ τῶν τοῦ Ἡρώδου ὑπηρετῶν, ὅσοις τὸ τῆς θεογνωσίας ἐνήστραψε φῶς, ταύτας κρυφῇ ἀνελόμενοι καὶ παρ᾽ ἑαυτοῖς θησαυρίσαντες, καὶ παῖς παρὰ πατρός, ὃ δὴ λέγεται, τὸ περὶ αὐτὰς διήγημα τοῖς ἐφεξῆς παραπέμψαντες ἐν ἀσφαλεῖ κατεῖχον καὶ συγκατέκρυπτον, ἕως τὸ τῆς ἰουδαϊκῆς πατριᾶς ἔργον γεγονυίας πολέμου καὶ εἰς φροῦδον χωρησάσης, ἔτι μὴν καὶ τῆς εἰδωλικῆς σκοτομήνης περιαιρεθείσης, ὑπὸ βασιλεῦσι πιστοῖς τὰ Ῥωμαίων γέγονε σκῆπτρα, οἷς διὰ σπουδῆς ὄντα περὶ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων παντοίως τιμᾶν, φανεροῦται καὶ ἡ ἀποστολικὴ αὕτη ἅλυσις, καὶ ὑπ᾽ αὐτῶν πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων ἀναφέρεται, καὶ τῷ τοῦ ἀποστόλου ἱερῷ τεμένει ἐπαξίως ἐγκατατίθεται, ἣν ὡς αὐτοῦ ἐκείνου τὸ θαυματουργὸν σκῆνος καὶ τιμῶμεν καὶ κατασπαζόμεθα.